Εξήγησις εις τον περί του Πάσχα των αποστόλων κανόνα
| ἐξήγησις εἰς τὸν περὶ τοῦ Πάσχα τῶν ἀποστόλων κανόνα Συγγραφέας: |
Βαρλαὰμ μοναχοῦ· ἐξήγησις εἰς τὸν περὶ τοῦ Πάσχα τῶν ἀποστόλων κανόνα· καὶ περὶ τοῦ γενομένου ὑπὸ τῶν πατέρων κανόνος, πρὸς τὴν καθ’ ἕκαστον ἔτος τοῦ Πάσχα εὕρεσιν· ἔστι δὲ ὅ γε. περὶ τοῦ Πάσχα κανὼν, τῶν ἀποστόλων, τοιοῦτος· εἴ τις ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος τὴν ἁγίαν τοῦ Πάσχα ἡμέραν πρὸ τῆς ἐαρινῆς ἰσημερίας μετὰ Ἰουδαίων τελέσῃ. καθαιρείσθω·
[2] Τὸν παρόντα κανόνα ἐξηγήσασθαι προελομένοις, πρῶτον ἀναγκαῖον δοκεῖ τίς ἡ ἐαρινὴ ἰσημερία καὶ πότε συμβαίνει γίνεσθαι, καθαρῶς καὶ σαφῶς παραδοῦναι· [ὅπως καὶ τοῖς ἰδιωτικῶς ἔχουσι πρὸς τὴν τῶν μετεώρων θεωρίαν, σαφῇ καθόσον ἐγχωρεῖ τὰ λεγόμενα γένηται]· [3] Ὁ σύμπας οὐρανὸς. ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς ὁμαλῶς κινεῖται περὶ ἀκίνητον ἄξονα, οὗ τὰ πέρατα· κατὰ διάμετρον ἀλλήλοις ὄντα, πόλοι τῆς τῶν ὅλων σφαίρας καλοῦνται· ὧν τετραμμένων ἡμῶν πρὸς ἥλιον δύνοντα, ὁ μὲν ἐπὶ δεξιὰ, βόρειος πόλος καλεῖται· ὁ δ’ ἐπ’ ἀριστερὰ, νότιος· [4] Τῆς τοίνυν τῶν ὅλων σφαίρας ὁμαλῶς περὶ ἀκίνητον ἄξονα ὥς εἴρηται κινουμένης, καὶ διὰ ταῦτα τῶν ἐν αὐτῇ πάντων σημείων κύκλους ἀλλήλοις παραλλήλους ἐξανάγκης γραφόντων, ὁ τῶν παραλλήλων μέγιστος κύκλος, ἰσημερινὸς καλεῖται· [5] Μέγιστος δέ ἐστι τῶν παραλλήλων, ὃς παράλληλος ὢν τοῖς ἄλλοις, μόνος ὁμόκεντρός ἐστι τῷ παντὶ ἔχων τὸ ἑαυτοῦ ἐπίπεδον, διὰ τοῦ μεσαιτάτου τῆς γῆς ἧκον· ὃ κέντρον ἐστὶ τοῦ παντὸς, καὶ διαταῦτα. ἴσον ἀπέχων ἑκατέρου τῶν εἰρημένων πόλων· ἂν γὰρ ληφθῇ τὸ τυχὸν ἐπὶ τοῦ τοιούτου κύκλου σημεῖον καὶ ἀπ’ αὐτοῦ ἐφ’ ἑκάτερον τῶν πόλων ἐπιζευχθῶσιν εὐθεῖαι, ἴσαι ἀλλήλαις ἔσονται· [6] Τοιοῦτος μὲν οὖν ὁ τῶν παραλλήλων μέγιστος· ἰσημερινός δ’ ὀνομάζεται, δι’ αἰτίαν τοιαύτην· ἡ γῆ, μεσαιτάτην τοῦ παντὸς θέσιν ἔχουσα, σημείου λόγον ἔχειν κατ’ αἴσθησιν πρὸς τὸ τοῦ παντὸς μέγεθος δείκνυται· διὸ ὁ λεγόμενος ὁρίζων κύκλος ὁ διὰ τῆς ἐπιφανείας τῆς γῆς γραφόμενος, εἰς δύο ἴσα πρὸς αἴσθησιν τέμνει τὸ πᾶν· ὥσθ’ ἑκάτερον τῶν τμημάτων καὶ τὸ ὑπὸ γῆν καὶ τὸ ὑπὲρ γῆν, ἡμισφαίριον εἶναι· [7] Διά τοι ταῦτα, καὶ αὐτὸς μέγιστος ἐστὶ κύκλος· ἐπεὶ καὶ καθόλου οἱ δίχα τὰς σφαίρας τέμνοντες κύκλοι, μέγιστοι τῶν περὶ αὐτὰς γραφομένων τυγχάνουσιν ὄντες· ἐπεὶ δὲ ὡς τοῖς μαθηματικοῖς ἀποδείκνυται ἐν πάσῃ σφαίρᾳ οἱ μέγιστοι κύκλοι δίχα τέμνουσιν ἀλλήλους, ἀναγκαῖον καὶ τὸν ὁρίζοντα κύκλον μέγιστον ὄντα δίχα τέμνειν τὸν εἰρημένον τῶν παραλλήλων μέγιστον· ἔστιν οὖν διαταῦτα τοῦ τοιούτου κύκλου πανταχοῦ τῆς οἰκουμένης, ἡμικύκλιον μὲν ὑπὲρ γῆν· ἡμικύκλιον δὲ ὑπὸ γῆν· [8] Ἐπεὶ δὲ ὁ ἥλιος τῆν ἐναντίαν τῷ παντὶ φερόμενος, οὐ παράλληλον τοῖς εἰρημένοις παραλλήλοις γράφει κύκλον κατὰ τὴν ἰδίαν κίνησιν· ἀλλ’ ἔστιν ὁ ὑπ’ αὐτοῦ γραφόμενος κύκλος· ὃς καὶ διὰ μέσων τῶν ζῳδίων ὀνομάζεται, καὶ μέγιστος καὶ λοξὸς πρὸς τοὺς γινομένους κύκλους ὑπὸ τῆς τῶν ὅλων φορᾶς, ἀναγκαῖον διά τε τὸ μέγιστον αὐτὸν εἶναι καὶ λοξὸν, δίχα τέμνειν τὸν τῶν παραλλήλων μέγιστον· [9] Ἐπεί δ’ αὖθις τὴν μὲν ἐπὶ τοῦ λοξοῦ ἰδίαν κίνησιν βραδέως ποιεῖται, ὡς εἶναι τὴν μίαν αὐτοῦ ἀποκατάστασιν τὸν ὅλον ἐνιαυτὸν, τῷ δὲ παντὶ ἰσοταχῶς σχεδὸν συμπεριπολεῖ, ὥστ’ ἐν μιᾷ περιστροφῇ τὸ νυχθήμερον ἔγγιστα ποιεῖν, ὅταν ἄρα ἐπὶ τῶν κοινῶν τομῶν γένηται τοῦ τε οἰκείου κύκλου καὶ τοῦ μεγίστου τῶν παραλλήλων, ἴσην ἐξανάγκης πανταχοῦ κατ’ ἐκείνην τὴν περιστροφὴν τὴν ἡμέραν ποιήσει τῇ νυκτί· [10] Τοῦ γὰρ μεγίστου τῶν παραλλήλων ἡμικύκλιον ἑαυτοῦ ὡς εἴρηται ἔχοντος, καὶ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν, ὅταν ἐπ’ αὐτοῦ ὢν ὁ ἥλιος ποιῆται τὴν μετὰ τοῦ παντὸς περιστροφὴν, τῷ ὑπὸ γῆν χρόνῳ ἴσον ποιεῖ τὸν ὑπὲρ γῆν ἐξανάγκης, τὰ γὰρ ὁμαλῶς κινούμενα, ἐν ἴσῳ χρόνῳ, τὰ ἴσα διεξέρχεται διαστήματα· [11] Διὰ ταύτην οὖν τὴν γινομένην ἐπ’ αὐτοῦ ἰσότητα τῆς νυκτὸς πρὸς τὴν ἡμέραν, αὐτὸν μὲν ἰσημερινὸν ὀνομάζουσι κύκλον· τὰ δὲ κοινὰ σημεῖα αὐτοῦ τε καὶ τοῦ λοξοῦ, καθ’ ἃ αἱ τῶν νυχθημέρων ἰσότητες γίνονται, ἰσημερινά· ἰσημερίαν δὲ, τὴν ὥραν· ἣ πρώτως ἔχει τὸ κέντρον τοῦ ἡλίου ἐπὶ τῆς κοινῆς τομῆς τῶν εἰρημένων δύο κύκλων· [12] Δύο δὲ ὄντων τῶν ἰσημερινῶν σημερίων ὃ διαβαίνει ὁ ἥλιος κατὰ τὴν ἀπὸ τῶν νοτιωτέρων τοῦ ἰσημερινοῦ ἐπὶ τὰ βορειότερα πάροδον, ἐαρινὸν ἰσημερινὸν καλεῖται· καὶ ἡ ὥρα, ἐαρινὴ ἰσημερία· μεθ’ ἣν τὸ Πάσχα ἐπιτελεῖσθαι ὁ θεῖος διαγορεύει νόμος· [13] Κατὰ μὲν οὖν τὴν τοῦ παντὸς φύσιν ἐν τῷ αὐτῷ χρόνῳ· συμβαίνει ᾀεὶ γίνεσθαι τὴν ἰσημερίαν καθ’ ἕκαστον ἔτος, διὰ τὸ ἴσον εἶναι ᾀεὶ τὸ μέγεθος τοῦ ἐνιαυσίου χρόνου· κατὰ δὲ τὸν τῶν οὐρανίων πρὸς τὴν γῆν ἑκάστοτε γινόμενον σχηματισμὸν, καὶ κατὰ τὸ μέτρον τῶν ἡμερῶν τε καὶ μηνῶν τοῦ ἐνιαυτοῦ ᾧ κατὰ Ῥωμαίους χρώμεθα, οὔτε κατὰ τὴν αὐτὴν ὥραν. οὔτε κατὰ τὴν αὐτὴν ἡμέραν συμβαίνει ᾀεὶ τὴν ἰσημερίαν γίνεσθαι· [14] Ἐπεὶ γὰρ τὸ ἐνιαύσιον μέγεθος πρὸς ταῖς τξε ἡμέραις, καὶ τέταρτον ἔγγιστα ἐπιλαμβάνει, ὅταν ᾖ ἰσημερία περὶ μεσημβρίαν, τὸ μὲν ἑξῆς ἔτος ἔσται περὶ δύσιν ἡλίου· τὸ δὲ ἑξῆς περὶ τὸ μεσονύκτιον· καὶ οὕτω μέχρι πολλοῦ· [15] Ἐπεὶ δ’ αὖθις ἡ μὲν ἐπὶ ταῖς τξε ἡμέραις ἐπουσία, οὐχ ὅλον περιέχει ἡμέρας τέταρτον, ἀλλὰ παρὰ τριακοσιοστὸν· ἡμεῖς δὲ τῷ τῶν ἡμερῶν καὶ μηνῶν μέτρῳ κατὰ Ῥωμαίους χρώμεθα· ὡς τοῦ τετάρτου ᾀεὶ προσγινομένου, καὶ διατοῦτο κατὰ τέσσαρας ἐνιαυτοὺς, μίαν ἡμέραν ταῖς τξε ἡμέραῖς προστίθεμεν, συμβαίνει ἐξανάγκης ἐν τοῖς τριακοσίοις, ἐνιαυτοῖς πρὸ μιᾶς ἡμέρας γίνεσθαι τὴν ἰσημερίαν· οἷον εἰ τὸν παρόντα ἐνιαυτὸν εἴη ἰσημερία τῇ ὀκτωκαιδεκάτῃ Μαρτίου, μετὰ τριακόσια ἔτη ἔσται τῇ ιζ· καὶ οὕτως ᾀεί· [16] Ἡ μὲν οὖν κατὰ τὸ ͵δρνς. ἔτος ἀπὸ κτίσεως κόσμου ἐαρινὴ ἰσημερία ἐπιλελόγισται ἡμῖν, γεγονυῖα Μαρτίου ΚΖ κατὰ τὴν μεσημβρίαν· λέγω δὲ μεσημβρίαν κατὰ τὸν δι’ Ἀλεξανδρείας μεσημβρινόν· τῶν δ’ ἑξῆς, ὅσαι μὲν τοῖς τριακοσίοις ἔτεσιν ἀλλήλων διαφέρουσιν, ἑκάστη, πρὸ μιᾶς τῆς πρὸ αὐτῆς ἡμέρα κατὰ τὴν αὐτὴν ὥραν γίνεται· ὡς ὑποτέτακται ἐν τῷ διαγράμματι· αἱ δὲ μεταξὺ τούτων ἰσημερίαι, τοῖς μεταξὺ διαστήμασι δηλονότι γίνονται·
| ͵δρνϛ | ἰσημερίαι Μαρτίου | κζ |
| ͵δυνϛ | Μαρτίου | κς |
| ͵δψνϛ | Μαρτίου | κε |
| ͵ϛενϛ | Μαρτίου | κδ |
| ͵ετνϛ | Μαρτίου | κγ |
| ͵εχνϛ | Μαρτίου | κβ |
| ͵εϡνϛ | Μαρτίου | κα |
| ͵ϛσνϛ | Μαρτίου | κ |
| ͵ϛφνϛ | Μαρτίου | ιθ |
| ͵ϛωνϛ | Μαρτίου | ιη |
[17] Ἀπορήσειε δ’ ἄν τις εἰκότως περὶ τῆς τοῦ νομικοῦ Πάσχα τελευτῆς, πῶς ὁ μὲν παρὼν κανὼν ἐνδείκνυται ὅτι καὶ πρὸ τῆς ἐαρινῆς ἰσημερίας ἐτέλουν αὐτὴν Ἑβραῖοι, Ἰώσηπος δὲ καὶ Φίλων Ἑβραῖοι ὄντες, λέγουσι δεῖν τὰ διαβατήρια θύειν ἐπίσης ἅπαντας μετὰ ἰσημερίαν ἐαρινὴν, μεσοῦντος τοῦ πρώτου μηνός· [18] ἢ ὅτι τοῦ Μωσέως τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς πρὸς ἑσπέραν κελεύοντος τὸ Πάσχα τελεῖσθαι Ἰώσηπος μὲν καὶ Φίλων καὶ οἱ ἐν τῇ Ἰουδαίᾳ Ἑβραῖοι, πρῶτον μῆνα ὑπολαβόντες τῷ Μωσεῖ εἰρῆσθαι τοῦτον, ὃς τὸ μεσαίτατον ἑαυτοῦ ἤτοι τὸν πανσέληνον σχηματισμὸν μετὰ τὴν ἐαρινὴν εὐθὺς ἔχει ἰσημερίαν, μετὰ ταύτην ᾀεὶ καὶ τὸ Πάσχα ἐτέλουν ἀκολούθως τῷ νόμῳ· [19] Ἔνιοι δὲ τῶν ἁπανταχοῦ διεσπαρμένων Ἰουδαίων πρῶτον μῆνα ὑπολαβόντες εἶναι ἐξ ἀμαθίας τοῦτον ἐν ᾧ τὴν ἐαρινὴν συμβαίνει γίνεσθαι ἰσημερίαν, ἐνίοτε μὲν πρὸ ταύτης· ἄλλοτε δὲ μετ’ αὐτὴν τὸ Πάσχα ἑώρταζον· ὁ γὰρ περιέχων τὴν ἰσημερίαν μὴν, ἐνίοτε μὲν πρὸ ταύτης, ἄλλοτε δὲ μετ’αὐτὴν τὸ μέσον πάντως ἔχει· διὰ τούτους οὖν μοι δοκεῖ καὶ ὁ κανὼν παρακελεύεσθαι μηδέποτε μετ’ αὐτῶν πρὸ τῆς ἐαρινῆς ἰσημερίας τὸ Πάσχα τελεῖν· [20] Δεῖ δὲ συνάγειν εἰς ταυτὸν τῷ κανόνι τὸ, μὴ δὲ μετὰ τὴν ἐαρινὴν ἰσημερίαν μετὰ Ἰουδαίων δεῖν ἡμᾶς ἄγειν τὴν ἑορτήν· οὐ γὰρ δήπου πρὸ μὲν τῆς ἰσημερίας ἀνόσιον ἡγοῦντο εἶναι οἱ θεῖοι ἀπόστολοι Ἰουδαίοις ἅμα ἑορτάζειν, μετὰ δὲ τῆν ἰσημερίαν, δέξαιντ’ ἂν. ἅμα ἐκείνοις τὰ τοῦ Πάσχα τελεῖν· οἱ μὲν οὖν ἀπόστολοι διὰ τοῦδε τοῦ κανόνος, δύο ταῦτα περὶ τοῦ Πάσχα διωρίσαντο· τό· τε μετὰ τὴν ἰσημερίαν αὐτὸ τελεῖσθαι, καὶ μὴ τὸν αὐτὸν τοῖς Ἰουδαίοις χρόνον· [21] Ἀγράφως δὲ, ἄλλοι δύο τῇ ἐκκλησίᾳ παρεδόθησαν περὶ τοῦ Πάσχα διορισμοί· εἷς μὲν, ὅπως μὴ μόνον ἁπλῶς μετὰ τὴν ἰσημερίαν, ἀλλὰ καὶ μετὰ τὴν πανσέληνον τὴν γινομένην εὐθὺς μετὰ τὴν ἰσημερίαν, τὸ Πάσχα ᾀεὶ ἑορτάζηται· ἕτερος δὲ, ὅπως μὴ ἀόριστον ᾖ, τὸ μετὰ τὴν πανσέληνον· ἀλλὰ τὴν πρώτην τῆς ἑβδομάδος ἡμέραν τὴν μετὰ τὴν πανσέληνον εὐθὺς οὖσαν, τὰ τῆς ἑορτῆς ἄγωμεν· [22] Tέτταρες οὖν οἱ σύμπαντες περὶ τοῦ Πάσχα διορισμοί· πρῶτος, ὅτι μετὰ τὴν ἐαρινὴν ἰσημερίαν· δεύτερος, ὅτι οὐ μετὰ Ἰουδαίων· τρίτος, ὅτι καὶ μετὰ τὴν πρώτην τῶν μετ’ ἰσημερίαν πανσελήνων· τέταρτος, ὅτι καὶ τῇ μετὰ τὴν πανσέληνον εὐθὺς τῆς ἑβδομάδος πρώτῃ· [23] Ἵνα δὲ καὶ οἱ τέτταρες οὗτοι διορισμοὶ σαφεῖς ἑκάστοτε καὶ γνώριμοι τοῖς ἀνὰ πᾶσαν ἤπειρον καὶ νῆσον οἰκοῦσι Χριστιανοῖς σοφοῖς τε καὶ ἰδιώταις γένωνται, καὶ πᾶσιν ὁμοίως καθ’ ἕκαστον ἔτος διατηρῶνται, καὶ ὁμοφώνως πάντες τὸν αὐτὸν ἑορτάζωσι χρόνον· καὶ μὴ ἀστρονομούντων ἑκάστοτε δέωνται, πρὸς τὴν τῆς ἰσημερίας ἢ τῆς μετ’ αὐτὴν πανσελήνου εὕρεσιν, τοιοῦτόν τινα οἱ Πατέρες ἡμῶν συντάξαντες κανόνα, τῇ Ἐκκλησίᾳ παρέδοσαν· οἰηθέντες δι’ αὐτοῦ, καὶ τοῖς ἁπλῶς καὶ ἰδιωτικῶς, ἀριθμεῖν δυναμένοις, εὐκατανοήτους ἐν ἑκάστῳ ἐνιαυτῷ τοὺς εἰρημένους τέτταρας διορισμοὺς γίνεσθαι· [24] Γεγένηται δὴ αὐτοῖς ὁ κανὼν, οὕτω· λαβόντες ιθ ἑξῆς ἐνιαυτοὺς τοὺς ἀπὸ τοῦ ,ςσλγου ἀπὸ γενέσεως κόσμου μέχρι τοῦ ,ςσναου· καὶ ἐπιλογισάμενοι τὴν ἐν ἑκάστῳ αὐτῶν μετὰ τὴν ἐαρινὴν ἰσημερίαν πρώτην πανσέληνον, ἐσημειώσαντο καὶ ποίαν ἡμέραν τοῦ Μαρτίου, ἢ τοῦ Ἀπριλλίου συμβαίνει ἑκάστῃ αὐτῶν γίνεσθαι· περιλαβόντες οὖν τὴν ἐννεακαιδεκάδα ταύτην τῶν ἐτῶν τε καὶ πανσελήνων δύο περιέχοντι σελίδια κανόνι, παρέδοσαν ἡμῖν κατὰ τὰ ἑξῆς ἔτη χρῆσθαι αὐτῷ, ὡς τῶν ἑξῆς δηλονότι τούτοις ιθ ἐτῶν· καὶ πάλιν ἄλλων ιθ τῶν τούτοις ἐφεξῆς καὶ ᾀεὶ οὕτω κατὰ τὰς αὐτὰς ἡμέρας ἐχόντων τὰς μετ’ ἰσημερίαν ἐαρινὴν, πανσελήνους· γνωστοῦ τοίνυν διὰ τοῦδε τοῦ κανόνος γενομένου πόστην τοῦ μηνὸς συμβαίνει καθ’ ἕκαστον ἔτος τὴν ζητουμένην πανσέληνον γίνεσθαι, δῆλον ἤδη εὐθὺς καὶ πόστην τοῦ μηνὸς τὸ Πάσχα δεῖ ἡμᾶς ἑορτάζειν· ἡ γὰρ πρώτη δηλονότι μετὰ τὴν πανσέληνον, Kυριακὴ τὸ ἡμετέρον ἐστὶ Πάσχα· [25] Ὁ μὲν οὖν κανὼν, τοιῦτος· ἔχει δὲ οὐ κατὰ πάντα ἱκανῶς· ἀλλὰ πρὸς μὲν τὸ τηρεῖσθαι ᾀεὶ τοὺς τρεῖς πρώτους διορισμοὺς, ἱκανῶς ἔχει· πρὸς δὲ τὸν τέταρτον καὶ τελευταῖον, οὐ πάνυ· χρωμένοις γὰρ ᾀεὶ τῷ τοιύτῳ κανόνι, οὔτε πρὸ τῆς ἐαρινῆς ἰσημερίας συμβήσεται τὰ τοῦ Πάσχα τελεῖν, οὔτε πρὸ τῆς μετ’ ἰσημερίαν πανσελήνου, οὔτε μετὰ Ἰουδαίων· οὐ μὴν ἤδη ἐξανάγκης ᾀεὶ καὶ τὴν μετὰ τὴν πανσέληνον πρώτην Κυριακὴν τὰ τῆς ἑορτῆς τελεσθήσεται· ἀλλὰ πολλάκις καὶ ταύτην ὑπερβήσεται· [26] Aἴτιον δὲ, τὸ μὴ ἀληθὲς εἶναι τὰς ἐφεξῆς πάσας ἐννεακαιδεκάδας τῶν ἐτῶν, κατὰ τὰς αὐτὰς ἡμέρας ἔχειν τὰς εἰρημένας πανσελήνους· ἀλλ’ ἀνάγκη τὰς διαφερούσας ἀλλήλων πάσας, τέσσαρσι καὶ τριακοσίοις ἔτεσι, πρὸ μιᾶς ἡμέρας ἔγγιστα τῶν προτέρων τὰς τοιαύτας ἔχειν συζυγίας· αὐτίκα γὰρ αὐτὸς λαβὼν ταύτην τὴν ἐννεακαιδεκάδα τῶν ἐτῶν, ἣ διαφέρει μὲν τῆς ὑπὸ τῶν Πατέρων γενομένης τοῖς τδ’ ἔτεσιν ἑπτακαιδεκάτῃ ἀπ’ αὐτῆς οὖσα, ἄρχεται δὲ δηλονότι ἀπὸ τοῦ ,ςφλζου ἔτους· καὶ ἐπιλογισάμενος τὰς ἐν αὐτῇ μετ’ ἰσημερίαν ἐαρινὴν πανσελήνους, εὗρον ἑκάστην αὐτῶν γινομένην πρὸ μιᾶς ἡμέρας τῶν ἐν τῇ πρώτῃ ἐννεακαιδεκάδι ὡς ὑποτετάκται· [27] Ὁμοίως δὲ καὶ τῆς ἀπὸ ταύτης τῷ ἴσῳ διαστήματι ἐννεακαιδεκάδος· ἀρχομένης δηλονότι ἀπὸ τοῦ ,ςωμαου ἔτους, τὰς ὁμοίας συζυγίας ἐπιλογισάμενος, πρὸ μιᾶς πάλιν ἡμέρας τῶν πρὸ αὐτῶν εὗρον αὐτάς· καὶ ἐν τοῖς ἐξῆς δὲ τῶν ἐτῶν τοῖς τῷ ἴσῳ ᾀεὶ διαφέρουσι, μίαν ἡμέραν ἔγγιστα εὑρήσει τις τὴν τῶν συζυγιῶν διαφοράν· [28] Τούτου δὲ αἴτιον, ὅτι αἱ μέσαι κατὰ μῆκος τῆς σελήνης πάροδοι, οὐκ ἀποκαθίστανται ἐν ὅλοις ἐνιαυτοῖς ,ιθ’ τοῖς κατὰ τὴν προσθήκην τοῦ τετάρτου μετρουμένοις· ἀλλὰ λείπουσι μιᾶς ἡμέρας Ξ Γ΄ ΛΖ΄΄· καὶ διατοῦτο καὶ ἐν τοῖς τδ΄ ἔτεσιν, οὐχ ὄλοις πάλιν. ἀλλὰ λείπουσιν ἡμέρας Ο ΝΖ΄ ΝΒ΄΄, ἡ εἰρημένη γίνεται ἀποκατάστασις· [29] Ταῦτ’ ἄρα ὁσάκις ἐστὶν ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἡ μετ’ ἰσημερίαν πανσέληνος, ἢ ἐν Σαββάτῳ. ἢ ἐν Παρασκευῇ, δέον τὴν ἑξῆς Κυριακὴν τὸ Πάσχα τελεῖν, τοῖς Βαίοις ταύτην ἀπονέμομεν, διὰ τὸ, ἢ ἐν ταύτῃ τῇ Κυριακῇ ἢ ἐν τῇ, μετ’ αὐτὴν δευτέρᾳ, σεσημειῶσθαι ἐν τῷ παλαιῷ κανόνι τὴν πανσέληνον· [30] Τοσαύτην μὲν οὖν περὶ τὸν κανόνα τοῦτον· ὁ ἑξῆς χρόνος τὴν ἁμαρτίαν πεποίηκεν· οὐ μὴν παρὰ τοῦτο, μετακινεῖν αὐτὸν δεῖ· πρῶτον μὲν, ὅτι ἀδύνατόν ἐστιν ἕτερόν τινα συστῆναι περὶ τούτου κανόνα, ὥστε καὶ εὐδιάγνωστον πᾶσι δύνασθαι γενέσθαι, καὶ τοὺς εἰρημένους τέτταρας· περὶ τοῦ Πάσχα διορισμοὺς, εἰς τὸν ἑξῆς πάντα χρόνον ἀμεταβλήτους περιέχειν· [31] Εἶτα εἰ τοῦτον αὐτὸν μεταβαλεῖν ἐθελήσομεν δυσὶν αὐτὸν ὑποβιβάσαντες ἡμέραις ἀρξάμενοι δηλονότι ἀπὸ τοῦ ,ςωμαου ἔτους πρὸς τῷ μὴ δὲ πάντας δυνατὸν εἶναι τοὺς ἀνὰ πᾶσαν τὴν οἰκουμένην τὰ Χριστιανῶν πρεσβεύοντας, πεῖσαι μεταμαθεῖν αὐτὸν, ἔτι καὶ μετὰ τδ πάλιν ἔτη, καὶ αὖθις μετὰ τοσαῦτα, καὶ ᾀεὶ οὕτως, ἡ αὐτὴ παρακολουθήσει ἁμαρτία· ὥστε βέλτιον μὴ καινοτομεῖν· τῆς τοιαύτης καινοτομίας, πρὸς τῷ, τῇ αὐτῇ πάλιν περιπίπτειν ἁμαρτίᾳ, ἔτι καὶ στάσεως οὐ μετρίας γινομένης αἰτίας· [32] ἔπειτα μέντοι, κἀκεῖνο χρὴ ἐννοεῖν· ὅτι καὶ νῦν οὕτως ἔχοντος τοῦ κανόνος, τὰ κυριώτερα τῶν ὀφειλομένων περὶ τοῦ Πάσχα τηρεῖσθαι, δι’ αὐτοῦ τηροῦνται· τό, τε δηλονότι μετ’ ἰσημερίαν, καὶ μετὰ τὴν μετ’ αὐτὴν πανσέληνον, τὰ τῆς ἑορτῆς ὑπὸ πάντων καὶ ἐν τῷ αὐτῷ χρόνῳ ἀστασιάστως τελεῖσθαι· [33] Ἔτι δὲ, εἰ ὁ τῶν Ἀποστόλων διορίζεται νόμος· μὴ δεῖν ἐν τῷ αὐτῷ χρόνῳ τοῖς Ἰουδαίοις τὸ Πάσχα τελεῖν, ἡ συμβεβηκυῖα περὶ τὸν εἰρημένον κανόνα ἁμαρτία, αὐτομάτως ἔτι μᾶλλον ποιεῖ τὸν τοιῦτον νόμον φυλάττεσθαι· εἰ μὲν γὰρ ὀρθῶς εἶχεν ὁ περιοδικὸς κατὰ πάντα κανὼν, πολλάκις ἂν. συνέβαινε τὴν ἑξῆς εὐθὺς ἡμέραν τῇ ἐκείνων ἑορτῇ, ἡμῖν τὸ Πάσχα τελεῖσθαι· νῦν δὲ τοὐλάχιστον, μετὰ τρεῖς ἡμέρας τῆς ἐκείνων ἑορτῆς ἡ ἡμετέρα τελεῖται· ὅπερ ἔτι μᾶλλον τῷ Ἀποστολικῷ νόμῳ συμβαίνει.