Εις εαυτόν, και προς τους λέγοντας επιθυμείν αυτόν της καθέδρας Κωνσταντινουπόλεως, και εις την του λαού προθυμίαν

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Λόγος λστ΄. Εἰς ἑαυτὸν, καὶ πρὸς τοὺς λέγοντας ἐπιθυμεῖν αὐτὸν τῆς καθέδρας Κωνσταντινουπόλεως, καὶ εἰς τὴν τοῦ λαοῦ προθυμίαν, ἣν ἐπεδείξαντο εἰς αὐτόν.
Συγγραφέας: Γρηγόριος Ναζιανζηνός


1. Ἐγὼ θαυμάζω, τί ποτέ ἐστιν ὃ πρὸς τοὺς ἐμοὺς πεπόνθατε λόγους, καὶ πόθεν τοσοῦτον ἥττησθε τῆς ἡμετέρας φωνῆς, τῆς ὑπερορίου καὶ μικρᾶς ἴσως, καὶ οὐδὲν ἐχούσης ἐράσμιον, ὥστε ταυτόν μοι δοκεῖτε πρὸς ἡμᾶς πεπονθέναι, ὃ πρὸς τὴν μαγνῆτιν λίθον τὰ σιδήρια. Ἐμοῦ τε γὰρ κρέμασθε, καὶ ἀλλήλων εἷς τοῦ ἑνὸς ἐχόμενοι, καὶ Θεοῦ πάντες, ἐξ οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα. Ὢ τῆς θαυμασίας ἁλύσεως, ἣν πλήκει τὸ Πνεῦμα τὸ ἅγιον δεσμοῖς ἀλύτοις συνηρτισμένην! Τὸ δὲ αἴτιον, οὔτε τι οἶδα ἐγὼ τῶν ἄλλων σοφώτερον, ὅσα ἐμαυτῷ συνεπίσταμαι· εἰ μή τις τοῦτο αὐτὸ ἐμὴν σοφίαν ὑπολαμβάνει τὸ εἰδέναι, ὅτι μὴ σοφὸς εἴην, μηδὲ τῆς ἀληθινῆς καὶ πρώτης σοφίας ἐγγύς· ὃ πολλῷ δέουσι περὶ ἑαυτῶν ὑπολαμβάνειν οἱ νῦν σοφοί· ἐπειδὴ ῥᾷστον ἑαυτὸν ἀπατᾷν, καὶ οἴεσθαι εἶναί τι, οὐδὲν ὄντα, ὑπὸ τῆς κενῆς δόξης φυσώμενον. Οὔτε πρῶτος ὑμῖν τὸν τῆς ὀρθοδοξίας λόγον ἐκήρυξα, οὗ μάλιστα περιέχεσθε, ἴχνεσι δὲ ἀλλοτρίοις ἐπηκολούθησα, καὶ τούτοις ὑμετέροις· εἰρήσεται γὰρ τἀληθές· εἴπερ ὑμεῖς Ἀλεξάνδρου μαθηταὶ τοῦ πάνυ, τοῦ μεγάλου τῆς Τριάδος ἀγωνιστοῦ τε καὶ κήρυκος, καὶ λόγῳ καὶ ἔργῳ τὴν ἀσέβειαν ἐξορίσαντος. Μέμνησθε γὰρ τῆς Ἀποστολικῆς ἐκείνης εὐχῆς, ἣ τὸν ἀρχηγὸν τῆς ἀσεβείας κατέλυσεν ἐν τόποις ἀξίοις τῶν τῆς γλώσσης ἀμαρευμάτων, ἵν᾿ ὕβρις ὕβριν ἀμύνηται, καὶ στηλιτευθῇ θανάτῳ δικαίῳ θάνατος ψυχῶν ἄδικος.

2. Οὐ ξένην οὖν πηγὴν ὑμῖν ἐῤῥήξαμεν, ὥσπερ ἣν Μωϋσῆς ἀνέδειξεν ἐν ἀνύδρῳ τοῖς ἀπ᾿ Αἰγύπτου διωκομένοις, κεκρυμμένην δὲ καὶ συγκεχωσμένην ἀνεστομώσαμεν, κατὰ τοὺς παῖδας Ἰσαὰκ τοῦ μεγάλου, μὴ ὀρύσσοντας μόνον φρέατα ζῶντος ὕδατος, ἀλλὰ καὶ φρασσόμενα ὑπὸ τῶν Φυλιστιαίων ἀνακαθαίροντας. Ἀλλ᾿ οὐδὲ τῶν κομψῶν τις καὶ ἡδέων ἐγὼ, καὶ οἷος κολακείᾳ κλέπτειν τὴν εὔνοιαν· οἵους ὁρῶ πολλοὺς τῶν νῦν ἱερατεύειν ὑπισχνουμένων οἳ τὴν ἁπλῆν καὶ ἄτεχνον ἡμῶν εὐσέβειαν, ἔντεχνον πεποιήκασι, καὶ πολιτικῆς τι καινὸν εἶδος ἀπὸ τῆς ἀγορᾶς εἰς τὰ ἅγια μετενηνεγμένης, καὶ ἀπὸ τῶν θεάτρων ἐπὶ τὴν τοῖς πολλοῖς ἀθέατον μυσταγωγίαν· ὡς εἶναι δύο σκηνὰς, εἰ δεῖ τολμήσαντα τοῦτο εἰπεῖν, τοσοῦτον ἀλλήλων διαφερούσας, ὅσον τὴν μὲν πᾶσιν ἀνεῖσθαι, τὴν δὲ τισί· καὶ τὴν μὲν γελᾶσθαι, τὴν δὲ τιμᾶσθαι· καὶ τὴν μὲν θεατρικὴν, τὴν δὲ πνευματικὴν ὀνομάζεσθαι. Ὑμεῖς μάρτυρες, καὶ ὁ Θεὸς, φησὶν ὁ θεῖος Ἀπόστολος, ὡς οὐ ταύτης ἡμεῖς τῆς μερίδος, ἀλλ᾿ οἷοι σκαιότητος ἂν θᾶττον καὶ ἀγροικίας, ἢ θωπείας καὶ ἀνελευθερίας ἔγκλημα δέξασθαι· οἵ γε καὶ πρὸς τοὺς λίαν ἀντεχομένους ἡμῶν ἔστιν ὅτε καὶ ὅπου φαινόμεθα τραχυνόμενοι, ἄν τι μὴ κατὰ λόγον ἡμῖν ποιεῖν νομίζωνται. Καὶ τοῦτο ἔδειξεν ἡ πρώην γενομένη περὶ ἡμᾶς καινοτομία, ἡνίκα ζήλῳ καὶ θυμῷ ζέσαντες ὑμεῖς ὁ λαὸς, βοῶντάς τε καὶ ὀδυρομένους ἐπὶ τὸν θρόνον τοῦτον ἐθήκατε, τὸν οὐκ οἶδ᾿ εἴτε τυραννικὸν χρὴ λέγειν, εἴτε ἀρχιερατικόν· ἐθήκατε δ᾿ οὖν, διὰ τὸν πόθον παρανομήσαντες. Ἔνθα τοσοῦτόν τισι τῶν θερμοτέρων ἐδυσχεράναμεν, ὥστε ἀπεπήδησαν ἡμῶν, τὸ φίλτρον εἰς ἔχθραν τρέψαντες. Οὐ γὰρ ἐξ ὧν χαριούμεθα σκοποῦμεν μᾶλλον, ἢ ἐξ ὧν ὠφελήσομεν.

3. Τίς οὖν ἡ αἰτία τοῦ τοσούτου περὶ ἡμᾶς πόθου, καὶ τοὺς λόγους τοὺς ἡμετέρους, αὐτοὶ βούλεσθε δηλῶσαι ταύτην καὶ παραστῆσαι, καὶ τὸ ὑμέτερον πάθος αὐτοὶ γνωρίσαι, ἢ δι᾿ ἡμῶν τοῦτο δημοσιεῦσαι, ὡς καὶ τῶν ἄλλων ἡμῖν χρῆσθε προθύμως ἐξηγηταῖς; Ἡμέτερον οἶδ᾿ ὅτι ποιεῖσθε τὸν λόγον, ὅσον ἐκ τῆς ἡσυχίας τεκμαίρομαι. Οὐκοῦν ἀκούσατε, καὶ σκοπεῖτε, μὴ φαῦλος ἐγὼ τῶν τοιούτων εἰκαστής. Ἐμοὶ δοκεῖτε μάλιστα μὲν, ὡς αὐτοὶ καλέσαντες ἡμᾶς, οἰκείᾳ βοηθεῖν κρίσει, καὶ διὰ τοῦτο περιέπειν τὸ ὑμέτερον θήραμα. Φύσις δὲ αὕτη πρὸς τὸ οἰκεῖον ἅπαν εὐμενῶς ἔχειν, εἴτε κτῆμα, εἴτε γέννημα, εἴτε λόγον, καὶ δι᾿ εὐνοίας ἑκουσίου χειροῦσθαι τοῖς ἑαυτῶν προβλήμασιν. Δεύτερον δὲ, οὐδὲν οὕτως αἰδεῖσθαι, ὡς τὸ μὴ ἰταμὸν ἡμῶν, μήτε βίαιον, μήτε θεατρικόν τε καὶ πανηγυρικὸν, ἀλλ᾿ ὑποχωρητικόν τε καὶ μέτριον, καὶ οἷον ἄκοινον ἐν τῷ κοινῷ, καὶ μονότροπον, καὶ, συντομώτερον εἰπεῖν ἔτι, φιλόσοφον· οὐδὲ αὐτὸ τεχνικῶς, καὶ πολιτικῶς ἡμῖν ἀνευρημένον, ἀλλ᾿ ἁπλῶς καὶ πνευματικῶς τετιμημένον. Οὐ γὰρ, ἵνα ζητηθῶμεν, ἀποκρυπτόμεθα, οὐδ᾿ ἵνα πλείονος ἄξιοι δόξωμεν τιμῆς, ὥσπερ οἱ τὰς ὥρας μικρὸν προφαίνοντες, εἶθ᾿ ὑποστέλλοντες· ἀλλ᾿ ἵνα τὸ φεύγειν τὰς προεδρίας, καὶ μὴ μεταποιεῖσθαι τῶν τοιούτων τιμῶν, τῷ ἡσυχίῳ δείξωμεν. Τρίτον, ὁρῶντες ἡμᾶς οἷα πάσχομεν ὑπό τε τῶν ἔξωθεν πολεμούντων, καὶ τῶν ἔνδοθεν ἐπιβουλευόντων· ἐπειδὴ, κατὰ τὸν Δανιὴλ, ἐξῆλθεν ἀνομία ἐκ πρεσβυτέρων ἐκ Βαβυλῶνος, οἳ ἐδόκουν κρίνειν τὸν Ἰσραήλ· σχετλιάζειν μὲν καὶ δυσχεραίνειν, καὶ οὐκ ἔχειν ὅπως ἐπαμύνητε τυραννουμένῳ, μόνον δὲ ἀντὶ πάντων εἰσφέρειν τὸν ἔλεον. Ὁ οὖν οἶκτος τῇ αἰδοῖ συγκραθεὶς φίλτρον ἐγένετο. Καὶ τοῦτο τῆς περὶ ἐμὲ τιμῆς τὸ μυστήριον.

4. Ἐπεὶ δὲ οἱ λόγοι τὸ πολεμούμενον, καὶ ἡ περιττὴ καὶ ἐπίφθονος αὕτη γλῶττα, ἣν ἐν τοῖς ἔξωθεν παιδευθεῖσαν λόγοις, τοῖς θείοις ἐξευγενίσαμεν, καὶ τὴν πικρὰν καὶ ἄποτον Μεῤῥὰν τῷ τῆς ζωῆς ξύλῳ κατεγλυκάναμεν, πεπόνθατέ τι πάθος ἱκανῶς ἐλευθέριον· τοῦτο στέργετε, δι᾿ ὃ πολεμούμεθα. Τί γὰρ οὐ τὴν κωφὴν ἠσπασάμεθα παίδευσιν; τί δὲ οὐ τὴν ξηράν τε καὶ κάτω βαίνουσαν; τί δαὶ ταύτῃ χαίροντας τοὺς πολλοὺς ὁρῶντες, ἐφιλοσοφοῦμεν ξένα καὶ ἔκφυλα, καὶ πρὸς τὰς ἀντιθέτους γλώσσας ἱστάμεθα; δέον θρασύτητι φεύγειν τοὺς λογισμοὺς, καὶ πίστιν ὀνομάζειν τὴν ἀλογίαν, ἣν ἠγάπησα ἂν καὶ αὐτὸς, εὖ ἴστε, ἁλιεὺς ὤν· ἐπειδὴ τοῦτο πρόχειρον τοῖς πολλοῖς εἰς ἀπολογίαν τῆς ἀμαθίας· εἰ λόγον εἶχον τῶν σημείων τὴν δύναμιν. Ὡς ἀπόλοιτο ἐξ ἀνθρώπων ὁ φθόνος, ἡ δαπάνη τῶν ἐχόντων, ὁ τῶν πασχόντων ἰὸς, τὸ μόνον τῶν παθῶν ἀδικώτανόν τε ἅμα καὶ δικαιότατον· τὸ μὲν, ὅτι πᾶσι διοχλεῖ τοῖς καλοῖς· τὸ δὲ, ὅτι τήκει τοὺς ἔχοντας. Οὐ γὰρ τοῖς πρώτως ἐπαινέσασιν ἡμᾶς καταράσομαι· οὐ γὰρ ᾔδεισαν τῶν ἐπαίνων τὸ τέλος· ὡς τάχα ἄν τι καὶ λοιδορίας προσέθηκαν, ἵνα τὸν φθόνον ἐπίσχωσιν.

5. Οὗτος, καὶ τὸν Ἑωσφόρον ἐσκότισε, καταπεσόντα δι᾿ ἔπαρσιν· οὐ γὰρ ἤνεγκε, θεῖος ὢν, μὴ καὶ θεὸς νομισθῆναι· καὶ τὸν Ἀδὰμ ἐξέβαλε τοῦ παραδείσου, δι᾿ ἡδονῆς κλέψας καὶ γυναικός. Ἐπείσθη γὰρ, ὡς θεὸς εἶναι βασκαίνεται, τοῦ τῆς γνώσεως ξύλου τέως εἰργόμενος. Οὗτος καὶ τὸν Κάιν ἀδελφοκτόνον ἐποίησεν, οὐκ ἐνεγκόντα θυσίαν ὁσιωτέραν. Οὗτος καὶ ὕδατι κόσμον ἐκάλυψεν ἀκοσμοῦντα, καὶ Σοδομίτας πυρὶ κατέκλυσεν. Οὗτος καὶ Δαθὰν καὶ Ἀβειρὼν κατέχωσε κατὰ Μωσέως μανέντας, καὶ Μαριὰμ ἐλέπρωσε κατὰ τοῦ ἀδελφοῦ μόνον γογγύσασαν. Οὗτος καὶ προφητῶν αἵμασι τὴν γῆν ἐμίανε, καὶ Σολομῶντα γυναιξὶ κατέσεισε τὸν σοφώτατον. Οὗτος καὶ Ἰούδαν προδότην ἀνέδειξεν, ἀργυρίῳ μικρῷ κλαπέντα, τὸν ἀγχόνης ἄξιον· καὶ Ἡρώδην παιδοφόνον, καὶ Χριστοκτόνον Πιλᾶτον ἐδημιούργησεν. Οὗτος καὶ τὸν Ἰσραὴλ ἐλίκμησε καὶ διέσπειρεν, ἐξ ἧς οὔπω καὶ νῦν ἀνανεύουσιν ἁμαρτίας. Οὗτος καὶ τὸν ἀποστάτην ἡμῖν ἐπανέστησε τύραννον, οὗ καὶ νῦν ἔτι παραλυποῦσιν οἱ ἄνθρακες, εἰ καὶ τὴν φλόγα διαπεφεύγαμεν. Οὗτος καὶ τὸ καλὸν σῶμα τῆς Ἐκκλησίας κατέτεμεν, εἰς διαφόρους καὶ ἀντιπάλους σπουδὰς μερίσας. Οὗτος καὶ ἡμῖν τὸν Ἱεροβοὰμ ἐπανέστησε τὸν δοῦλον τῆς ἁμαρτίας, καὶ τῇ γλώσσῃ δεσμὸν ἐπιτίθησιν· οὐ γὰρ φέρει τὴν Τριάδα λαμπρυνομένην, καὶ ὅλῃ θεότητι λάμπουσαν, καὶ τιμίους ποιοῦσαν ὑμῖν τοὺς γνησίους ἑαυτῆς κήρυκας. Ἆρα φλυαρεῖν ὑμῖν δοκοῦμεν, οὕτως εἰκάζοντες; ἢ καὶ λίαν ὀρθῶς τοῦ πόθου τὰς αἰτίας ὁ γραφεὺς λόγος ἀνεζωγράφησεν; Περὶ μὲν δὴ τούτων οὕτω γινώσκω.

6. Ἐπεὶ δὲ καὶ ταῖς ὕβρεσιν ὁρῶ τινας δυσχεραίνοντας, καὶ συμφορὰν ἑαυτῶν ποιουμένους, τὴν ἀτιμίαν τὴν ἡμετέραν, φέρε, καὶ περὶ ταύτης βραχέα φιλοσοφήσωμεν. Ἐγὼ γὰρ, εἰ μὲν ἀνθρώπινόν τι καὶ μικρὸν ἐννοῶν, ἢ τῆς καθέδρας ταύτης μεταποιούμενος, ἢ τὴν ἀρχὴν ἐπέστην ὑμῖν, μετὰ τῆς πολιᾶς ταύτης, καὶ τῶν ἐῤῥικνωμένων τούτων καὶ χρόνῳ καὶ νόσῳ μελῶν, ἢ νῦν ταύτας φέρω τὰς ἀτιμίας, αἰσχυνοίμην μὲν ἂν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἃ καὶ τοῖς παλαιοῖς ἔθος μαρτύρεσθαι· αἰσχυνοίμην δ᾿ ἂν τὴν καθέδραν ταύτην, καὶ τὸ ἱερὸν τοῦτο συνέδριον, καὶ τὸν ἅγιον τοῦτον καὶ νεοπαγῆ λαὸν, ἐφ᾿ ὃν τοσαύτη τῶν πονηρῶν δυνάμεων ἡ παράταξις, ἵνα πρὶν συστῆναι λυθῇ, καὶ πρὶν γεννηθῆναι νεκρωθῇ, κατὰ Χριστὸν ἤδη μορφούμενος. Αἰσχυνοίμην δ᾿ ἂν τοὺς ἐμοὺς καμάτους καὶ πόνους, καὶ τὸ ἔσθημα τοῦτο τὸ τρύχινον, καὶ τὴν ἐρημίαν καὶ τὴν ἀναχώρησιν ᾗ συνεζήσαμεν, καὶ τὸν ἄσκευον βίον, καὶ τὴν εὐτελῆ τράπεζαν, μικρὸν τῶν πτηνῶν ἀποδέουσαν. Ἀληθευέτωσαν δὲ καί τινες περὶ ἡμῶν, ὅτι γυναικὸς ἀλλοτρίας ἐπεθυμήσαμεν, οἱ μηδὲ ἰδίαν ἔχειν θελήσαντες. Ἐχέτωσαν δὲ ἡμῶν καὶ Γαβαωνῖται πλέον, οὓς οὐδὲ εἰς ξυλοκόπους καὶ ὑδροφόρους οἶδ᾿ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον παραδέχεται, μέχρις ἂν προσίωσι τοῖς ἱεροῖς μετὰ τοιούτων τοῦ βίου καὶ τοῦ λόγου στιγμάτων. Εἰ δὲ τῷ λόγῳ συνηγορήσοντες ἥκομεν, καὶ τῇ χήρᾳ καὶ τῇ ἀνάνδρῳ τέως Ἐκκλησίᾳ τὰ δυνατὰ συνεισοίσοντες, οἶόν τινες ἐπίτροποι καὶ κηδεμόνες, ἄλλῳ νυμφαγωγήσοντες, ὃς ἐὰν ἄξιος τοῦ κάλλους φανῇ, καὶ πλείονα τὰ ἐξ ἀρετῆς ἔδνα προσενέγκῃ τῇ βασιλίδι, πότερον, ἐπαινετοὶ τῆς προθυμίας, ἢ ψεκτοὶ τῆς ὑπονοίας; ὅτι τοῖς ἀλλοτρίοις κρινόμεθα πάθεσιν. Ὡς δὴ σύ γε, ὦ βέλτιστε, καὶ εἰ νηῒ χειμαζομένῃ χεῖρα ὀρέγομεν ἢ πολιορκουμένῃ πόλει, ἢ ὑπὸ πυρὸς οἰκίᾳ δαπανωμένῃ, ἢ σκάφεσι βοηθοῦντες, ἢ φάλαγξιν, ἢ σβεστηρίοις ὀργάνοις, πάντως ἂν ἢ καταποντιστὰς ἡμᾶς ὠνόμασας, ἢ τῆς πόλεως, ἢ τῆς οἰκίας ἐραστὰς, ἀλλ᾿ οὐ προστάτας καὶ κηδεμόνας.

7. Ἀλλ᾿ οὐχ οὕτω, φησὶ, δοκεῖ τοῖς πολλοῖς. Τί δέ μοι διαφέρει, ᾧ τοῦ εἶναι πλεῖον ὁ λόγος, μᾶλλον δὲ πᾶς; Τοῦτο γὰρ, ἢ κατέκρινεν, ἢ ἐδικαίωσεν· ἢ ἄθλιον πεποίηκεν, ἢ μακάριον. Τὸ δὲ δοκεῖν, οὐδὲν πρὸς ἡμᾶς, ὤσπερ οὐδὲ ὄναρ ἀλλότριον. Οὐχ οὕτω, φησὶ, δοκεῖς τοῖς πολλοῖς, ἄνθρω85. Ἡ γῆ δὲ δοκεῖ τοῖς ἰλιγγιῶσιν ἑστάναι; τοῖς δὲ μεθύουσι νήφειν οἱ νήφοντες, ἀλλ᾿ οὐκ ἐπὶ κεφαλὴν βαδίζειν, ἢ περιτρέπεσθαι; τὸ μέλι δὲ, οὐ πικρόν ἐστιν, ὅτε καὶ οἷς νομίζεται, νοσοῦσί τε καὶ κακῶς διακειμένοις; Ἀλλ᾿ οὐ παρὰ τοῦτο τὰ πράγματα οὕτως ἔχει, ὡς δοκεῖ τοῖς πάσχουσιν. Δεῖξον οὖν ὑγιαίνοντας τοὺς οὕτως ὑπειληφότας, καὶ τότε ἡμῖν παραίνεσον μετατίθεσθαι· ἢ καταγίνωσκε, μὴ πειθομένων, ἀλλ᾿ ἐπὶ τῆς αὐτῆς ἱσταμένων κρίσεως. Οὐχ οὕτω δοκῶ τοῖς πολλοῖς, Θεῷ δὲ οὕτω· καὶ οὐ δοκῶ, πεφανέρωμαι δὲ τῷ εἰδότι τὰ πάντα πρὶν γενέσεως αὐτῶν, τῷ πλάσσοντι καταμόνας τὰς καρδίας ἡμῶν, τῷ συνιέντι εἰς πάντα τὰ ἔργα ἡμῶν, τὰ κινήματα, καὶ τὰ διανοήματα, μεθ᾿ ὧν τὰ πραττόμενα, ὃν λανθάνει τῶν ὄντων οὐδὲν, οὐδὲ λαθεῖν δύναται, ὃς ἑτέρως ὁρᾷ τὰ ἡμέτερα, ἢ ὡς ὁρῶσιν ἄνθρωποι. Ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Ἤκουσας τῆς Γραφῆς λεγούσης, καὶ πίστευε. Οὗ φροντιστέον μᾶλλον, ἢ πάντων ὁμοῦ τῶν ἄλλων, τοῖς γε νοῦν ἔχουσιν. Ἢ δύο μὲν ἀνθρώποις περὶ τοῦ αὐτοῦ πράγματος συμβούλοις χρώμενος, συνετωτέρῳ τε καὶ ἀμαθεστέρῳ, οὐκ ἂν εὖ φρονεῖν ἔδοξας, εἰ τὸν συνετώτερον παρεὶς, τῷ ἀμαθεστέρῳ κατηκολούθησας; οὐδὲ γὰρ ὁ Ῥοβοὰμ ἐπῃνέθη, ὅτι τὴν βουλὴν τῶν πρεσβυτέρων ἀτιμάσας, τὴν τῶν νεωτέρων ἔστησε. Θεοῦ δὲ καὶ ἀνθρώπων ἐξεταζομένων, προτιμήσεις τὰ τῶν ἀνθρώπων; Οὐ σύ γε, ἂν ἐμοὶ πείθῃ, καὶ φρονῇς ἄμεινον.

8. Ἀλλ᾿ αἰσχυνόμεθά σου, φησὶ, ταῖς ὕβρεσιν. Ἐγὼ δὲ ὑμῖν, ὅτι αἰσχύνεσθε. Εἰ μὲν γὰρ ὀρθῶς ταῦτα πάσχομεν, αἰσχυντέον ἡμῖν μᾶλλον, ἢ ὑμῖν ἐφ᾿ ἡμῖν· οὐχ ὅτι ἀτιμαζόμεθα μᾶλλον, ἢ ὅτι ἐσμὲν ἀτιμίας ἄξιοι· εἰ δὲ ἀδίκως, τῶν ὑβριζόντων τὸ ἔγκλημα, καὶ ὑπὲρ ἐκείνων μᾶλλον, ἢ ὑπὲρ ἡμῶν ἀγανακτητέον· ἐκεῖνοι γὰρ οἱ κακῶς πάσχοντες. Εἰ δέ με ὄντα κακὸν, ἄριστον ὑπελάμβανες, τί με ποιεῖν ἐχρῆν; Εἶναι μᾶλλον κακὸν, ἵνα πλέον ἀρέσκω σοί; Οὐκ ἂν τοῦτο ἐμαυτῷ συνεβούλευσα. Οὕτως οὐδὲ, εἰ κατορθοῦντά με πταίειν ὑπολαμβάνεις, τοῦ κατορθοῦν διὰ σὲ μεταθήσομαι. Ζῶ γὰρ, οὐ σοὶ μᾶλλον ἢ ἐμαυτῷ· καὶ σύμβουλον ἔχω περὶ πάντων τὸν λόγον, καὶ τὰ τοῦ Θεοῦ δικαιώματα, ὑφ᾿ ὧν ἁλίσκομαι μὲν πολλάκις, οὐδενὸς κατηγοροῦντος· ἀφίεμαι δὲ, πολλῶν κατακρινόντων. Καὶ τοῦτο μόνον οὐκ ἔστι διαφυγεῖν, τὸ ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς δικαστήριον, πρὸς ὃ βλέποντας μόνον, τὴν εὐθεῖαν ὁδὸν ἰτέον. Τὸ δοκεῖν δὲ, ἂν μὲν ὑπάρχῃ, δεξόμεθα, ἵν᾿ εἴπω τι καὶ ἀνθρώπινον· ἂν δὲ ἀντιπίπτῃ, χαίρειν ἐάσομεν, καὶ οὐδὲν τοῦ εἶναι διὰ τὸ δοκεῖν ἀφαιρήσομεν.

9. Καὶ γὰρ οὕτως ἔχει· ὁ μέν τινος ἕνεκεν τὸ καλὸν ἐπιτηδεύων, οὐ βέβαιος εἰς ἀρετήν. Ὁμοῦ τε γὰρ παρῆλθεν ἐκεῖνο, καὶ τοῦ καλοῦ στήσεται· ὥσπερ ὁ κέρδους ἕνεκεν πλέων, τοῦ πλεῖν, ἂν μὴ παρῇ τὸ κερδαίνειν. Ὁ δὲ αὐτὸ δι᾿ ἑαυτὸ τιμῶν τε καὶ περιέπων, ἐπειδὴ τοῦ ἑστῶτος ἐρᾷ, ἑστῶσαν ἔχει καὶ τὴν περὶ αὐτὸ προθυμίαν· ὥστε θεῖόν τι πάσχων, καὶ τὸ τοῦ Θεοῦ δύνασθαι λέγειν· Ἐγὼ δὲ, ὁ αὐτός εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Οὔκουν μεταποιηθήσεται, οὐδὲ μετατεθήσεται. οὐδὲ συμμεταπεσεῖται τοῖς καιροῖς καὶ τοῖς πράγμασιν, ἄλλοτε ἄλλος γινόμενος, καὶ πολλὰς μεταλαμβάνων χρόας, ὥσπερ τὰς τῶν πετρῶν οἱ πολύποδες, αἷς ἂν ὁμιλήσωσι· μενεῖ δὲ ὁ αὐτὸς ἀεὶ, πάγιος ἐν οὐ πεπηγόσι, καὶ ἐν στρεφομένοις ἄστροφος· πέτρα τις, οἶμαι, πρὸς ἐμβολὰς ἀνέμων τε καὶ κυμάτων, οὔτε τινασσομένη, καὶ δαπανῶσα περὶ ἑαυτὴν τὰ προσπίπτοντα. Ταῦτα μὲν εἰς τοσοῦτον· οὐδὲ γάρ μοι σχολὴ ταῖς γλώσσαις μάχεσθαι, καὶ ταῦτα ἴσως πλείω τοῦ δέοντος.

10. Ἤδη δέ μοι πρὸς ὑμᾶς ὁ λόγος, τὸ ἐμὸν ποίμνιον. Ὑμεῖς γένεσθέ μοι, φησὶν ὁ Παῦλος, δόξα, καὶ χαρὰ, καὶ καυχήσεως στέφανος· ὑμεῖς ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν· ἵν᾿, ὥσπερ τοῖς τεκτονικοῖς ἢ γραφικοῖς ἀπαιτουμένοις λόγον, ἐξαρκεῖ δείξασι τὸ τεκτονηθὲν ἢ γραφὲν ἀπηλλάχθαι πραγμάτων (ἔργον γὰρ λόγου, φησὶν, ἰσχυρότερον), οὕτως καὶ αὐτὸς ὑμᾶς ἐπιδείξας, ὑπερέξω τὰς λοιδορίας. Ὑπερέξω δὲ πῶς; Πρῶτον μὲν, ἐὰν τὴν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ὁμολογίαν ἀκλινῆ καὶ βεβαίαν φυλάττητε, μηδὲν προστιθέντες, μηδὲ ἀφαιροῦντες, μηδὲ σμικρύνοντες τῆς μιᾶς Θεότητος (τὸ γὰρ ἐλαττωθὲν, τοῦ παντός ἐστιν ἐλάττωσι)ς· τοὺς δὲ ἄλλο τι φρονοῦντας, ἢ λέγοντας, ἢ φύσεων μέτροις τὸ ἑν διαλύοντας, ἢ διατειχίζοντας, ὡς λύμην τῆς Ἐκκλησίας, καὶ τῆς ἀληθείας ἰὸν, ἀποπέμποισθε, μὴ μισοῦντες, ἀλλ᾿ ἐλεοῦντες τοῦ πτώματος. Δεύτερον δὲ, εἰ τὴν πολιτείαν ἀκόλουθον τῷ ὀρθῷ λόγῳ παρέχοιτε, ἵν᾿ ἦτε περιδέξιοι τὴν ἀρετὴν, ἀλλὰ μὴ τῷ ἑτέρῳ λείποντες.

11. Οἱ βασιλεῖς, αἰδεῖσθε τὴν ἁλουργίδα· νομοθετήσει γὰρ καὶ νομοθέταις ὁ λόγος. Γινώσκετε ὅσον τὸ πιστευθὲν ὑμῖν, καὶ τί τὸ μέγα περὶ ὑμᾶς μυστήριον. Κόσμος ὅλος ὑπὸ χεῖρα τὴν ὑμετέραν, διαδήματι μικρῷ καὶ βραχεῖ ῥακίῳ κρατούμενος. Τὰ μὲν ἄνω, μόνου Θεοῦ· τὰ κάτω δὲ, καὶ ὑμῶν. Θεοὶ γένεσθε τοῖς ὑφ᾿ ὑμᾶς, ἵν᾿ εἴπω τι καὶ τολμηρότερον. Καρδία βασιλέως ἐν χειρὶ Θεοῦ, καὶ εἴρηται, καὶ πιστεύεται. Ἐνταῦθα ἔστω τὸ κράτος ὑμῖν, ἀλλὰ μὴ τῷ χρυσῷ καὶ ταῖς φάλαγξιν. Οἱ περὶ τὰ βασίλεια καὶ τοὺς θρόνους, μὴ σφόδρα ταῖς ἐξουσίαις ἐπαίρεσθε, μηδὲ ἀθάνατα διανοεῖσθε περὶ τῶν οὐκ ἀθανάτων. Πιστοὶ μένετε τοῖς βασιλεῦσι, Θεῷ δὲ πρότερον, δι᾿ ὃν καὶ τούτοις οἷς ἐπιστεύθητε, καὶ οἷς παραδέδοσθε. Οἱ τὸ γένος κομπάζοντες, τὸν τρόπον ἐξευγενίσατε· ἢ φθέγξομαί τι τῶν ἀηδῶν μὲν, εὐγενῶν δέ. Τότε γὰρ ἀληθὲς εὐγενέστατον ἦν ἄν τι τὸ ὑμέτερον, εἰ μὴ καὶ δέλτοι τοὺς δυσγενεῖς ὑμῖν ἐνέγραφον.

12. Οἱ σοφοὶ, καὶ φιλόσοφοι, καὶ σεμνοὶ τὴν ὑπήνην καὶ τὸ τριβώνιον, οἱ σοφισταὶ, καὶ γραμματισταὶ, καὶ τῶν δημοσίων θηρευταὶ κρότων, οὐκ οἶδα πῶς ἂν σοφοὶ κληθείητε, τὸν πρῶτον λόγον οὐκ ἔχοντες. Οἱ περὶ τὸν πλοῦτον, ἀκούσατε τοῦ λέγοντος· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ· ἴστε θαῤῥοῦντες ἀβεβαίῳ πράγματι. Ἀποφόρτισαί τι τῆς νηὸς, ἵνα πλέῃς κουφότερος. Ἐχθροῦ τι τυχὸν ὑφαιρήσεις, εἰς ὃν τὰ σὰ περιστήσεται. Οἱ περὶ τὴν τρυφὴν, ὑφέλετέ τι τῆς γαστρὸς, δότε τῷ πνεύματι. Ἐγγὺς ὁ πένης· τῇ νόσῳ βοήθησον· εἰς τοῦτον ἀπέρευξαί τι τῶν περιττῶν. Τί καὶ σὺ κάμνεις ἀπεπτῶν, καὶ οὗτος πεινῶν; καὶ σὺ κραιπαλῶν, καὶ οὗτος ὑδεριῶν; καὶ σὺ κόρῳ κόρον βαρύνων, καὶ οὗτος περιτρεπόμενος νόσῳ; Μὴ παρίδῃς τὸν σὸν Λάζαρον ἐνταῦθα, μή σε ποιήσῃ τὸν ἐκεῖθεν πλούσιον. Ὑμεῖς ἡ μεγάλη πόλις, οἱ πρῶτοι μετὰ τὴν πρώτην εὐθέως, ἢ μηδὲ τοῦτο παραχωροῦντες, φάνητέ μοι πρῶτοι, μὴ τὴν κακίαν, ἀλλὰ τὴν ἀρετήν· μὴ τὴν ἔκλυσιν, ἀλλὰ τὴν εὐνομίαν. Ὡς ἔστιν αἰσχρὸν, τῶν μὲν πόλεων κρατεῖν, τῶν δὲ ἡδονῶν ἡττᾶσθαι· ἢ τὰ μὲν ἄλλα σωφρονεῖν, περὶ δὲ τοὺς ἱππικοὺς, καὶ τὰ θέατρα, καὶ τὰ στάδια, καὶ τὰ κυνηγέσια τοσοῦτον μεμηνέναι, ὥστε ταῦτα ποιεῖσθαι βίον, καὶ πόλιν εἶναι παιζόντων τὴν πρώτην ἐν πόλεσιν, ἣν καὶ ταῖς ἄλλαις τύπον εἶναι καλοῦ παντὸς πρεπωδέστερον. Ταῦτα διαπτύοιτε, Θεοῦ πόλις εἴητε. ἐπὶ τῶν χειρῶν τοῦ Κυρίου ζωγραφηθείητε, καὶ παραστήσαισθε σὺν ἡμῖν τῷ μεγάλῳ πολιστῇ λαμπροὶ λαμπρῶς ὕστερον. Τοῦτο ὑμᾶς εὐαγγελίζομαι ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.