Εις Μητέρα Θεών

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση


Ομηρικοί Ύμνοι

Εἲς Μητέρα Θεῶν



μητέρα μοι πάντων τε θεῶν πάντων τ' ἀνθρώπων
ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο,
ᾗ κροτάλων τυπάνων τ' ἰαχὴ σύν τε βρόμος αὐλῶν
εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντων   5

οὔρεά τ' ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι.

καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ' ἅμα πᾶσαι ἀοιδῇ.