Εις Ηρακλέα Λεοντόθυμον

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση


Ομηρικοί Ύμνοι

Εἲς Ἡρακλέα Λεοντόθυμον



Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγ' ἄριστον
γείνατ' ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν
Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι:
ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν

πλαζόμενος πομπῇσιν ὕπ' Εὐρυσθῆος ἄνακτος    5
πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ' ἀνέτλη:
νῦν δ' ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου
ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.

χαῖρε, ἄναξ, Διὸς υἱέ: δίδου δ' ἀρετήν τε καὶ ὄλβον.