Εις Εστίαν

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση


Ομηρικοί Ύμνοι

Εἲς Ἑστίαν



ἑστίη, ἥτε ἄνακτος Ἀπόλλωνος ἑκάτοιο
Πυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις,
αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον:
ἔρχεο τόνδ' ἀνὰ οἶκον, ἕν' ἔρχεο θυμὸν ἔχουσα    5
σὺν Διὶ μητιόεντι: χάριν δ' ἅμ' ὄπασσον ἀοιδῇ.