Ομηρικοί Ύμνοι/XVIII. Εις Ερμήν
Πήδηση στην πλοήγηση
Πήδηση στην αναζήτηση
Ὁμηρικοὶ ὕμνοι Εἰς Ἑρμῆν |
Ἑρμῆν ἀείδω Κυλλήνιον Ἀργειφόντην
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
ἄγγελον ἀθανάτων ἐριούνιον ὃν τέκε Μαῖα
Ἄτλαντος θυγάτηρ Διὸς ἐν φιλότητι μιγεῖσα
αἰδοίη· μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον 5
ἄντρῳ ναιετάουσα παλισκίῳ ἔνθα Κρονίων
νύμφῃ ἐϋπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην·
λάνθανε δ᾽ ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους.
Καὶ σὺ μὲν οὕτω χαῖρε Διὸς καὶ Μαιάδος υἱέ· 10
σεῦ δ᾽ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
χαῖρ᾽ Ἑρμῆ χαριδῶτα διάκτορε, δῶτορ ἐάων.