Εις Αθήναν

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση


Ομηρικοί Ύμνοι

Εἲς Ἀθήναν



Παλλάδ' Ἀθηναίην ἐρυσίπτολιν ἄρχομ' ἀείδειν,
δεινήν, ᾗ σὺν Ἄρηι μέλει πολεμήια ἔργα
περθόμεναί τε πόληες ἀϋτή τε πτόλεμοί τε,
καί τ' ἐῤῥύσατο λαὸν ἰόντα τε νισσόμενόν τε.   5

χαῖρε, θεά, δὸς δ' ἄμμι τύχην εὐδαιμονίην τε.