Ομηρικοί Ύμνοι/IX. Εις Άρτεμιν

Από Βικιθήκη
< Ομηρικοί Ύμνοι(Ανακατεύθυνση από Εις Άρτεμιν (1))
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ὁμηρικοὶ ὕμνοι
Εἰς Ἄρτεμιν


Ἄρτεμιν ὕμνει Μοῦσα κασιγνήτην Ἑκάτοιο,
παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος,
ἥθ᾽ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος
ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει
ἐς Κλάρον ἀμπελόεσσαν, ὅθ᾽ ἀργυρότοξος Ἀπόλλων 5
ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν.
Καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θ᾽ ἅμα πᾶσαι ἀοιδῇ·
αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομ᾽ ἀείδειν,
σεῦ δ᾽ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.