Βίοι Σοφιστών (Φιλόστρατος)/Προοίμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Από Βικιθήκη
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Francois-Pier (συζήτηση | Συνεισφορά)
Νέο λήμμα
(Καμία διαφορά)

Αναθεώρηση της 00:05, 19 Φεβρουαρίου 2016

Προΐμιον
Συγγραφέας:
Βίοι Σοφιστῶν
Flavii Philostrati Opera, Vol 2. Philostratus the Athenian. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae. 1871.


τῷ λαμπροτάτῳ ὑπάτῳ Ἀντωνίῳ Γορδιανῷ Φλάυιος Φιλόστρατος

τοὺς φιλοσοφήσαντας ἐν δόξῃ τοῦ σοφιστεῦσαι καὶ τοὺς οὕτω κυρίως προσρηθέντας σοφιστὰς ἐς δύο βιβλία ἀνέγραψά σοι, γιγνώσκων μέν, ὅτι καὶ γένος ἐστί σοι πρὸς τὴν τέχνην ἐς Ἡρώδην τὸν σοφιστὴν ἀναφέροντι, μεμνημένος δὲ καὶ τῶν κατὰ τὴν Ἀντιόχειαν σπουδασθέντων ποτὲ ἡμῖν ὑπὲρ σοφιστῶν ἐν τῷ τοῦ Δαφναίου ἱερῷ. πατέρας δὲ οὐ προσέγραψα, μὰ Δία, οὐ πᾶσιν, ἀλλὰ τοῖς ἀπ᾽ εὐδοκίμων· οἶδα γὰρ δὴ καὶ Κριτίαν τὸν σοφιστὴν οὐκ ἐκ πατέρων, ἀλλὰ Ὁμήρου δὴ μόνου σὺν τῷ πατρὶ ἐπιμνησθέντα, ἐπειδὴ θαῦμα δηλώσειν ἔμελλε πατέρα Ὁμήρῳ ποταμὸν εἶναι. καὶ ἄλλως οὐκ εὐτυχὲς τῷ βουλομένῳ πολλὰ εἰδέναι πατέρα μὲν τοῦ δεῖνος ἐξεπίστασθαι καὶ μητέρα, τὰς δὲ περὶ αὐτὸν ἀρετάς τε καὶ κακίας οὐ γιγνώσκειν, μηδ᾽ ὅ τι κατώρθωσέ τε οὗτος καὶ ἐσφάλη ἢ τύχῃ ἢ γνώμῃ. τὸ δὲ φρόντισμα τοῦτο, ἄριστε ἀνθυπάτων, καὶ τὰ ἄχθη σοι κουφιεῖ τῆς γνώμης, ὥσπερ ὁ κρατὴρ τῆς Ἑλένης τοῖς Αἰγυπτίοις φαρμάκοις. ἔρρωσο Μουσηγέτα.