Λόγοι/Ιεροί λόγοι γ΄: Διαφορά μεταξύ των αναθεωρήσεων

Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
καμία σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 316|size=90%}}}}
φαρμάκων ἐχόμενα, ὧν τὰ μὲν αὐτὸς συντιθεὶς, τὰ δὲ τῶν ἐν μέσῳ καὶ κοινῶν ἐδίδου θεραπείαν τοῦ σώματος, [p. 496] ὡς ἑκάστοτε συμβαίνοι. ὅτε δὲ ἡ συνέχεια τῶν κατάρρων ἦν καὶ ἡ ὑπερώα πυρίκαυτος, καὶ σταφυλὴ ἐφειστήκει, καὶ φλέβες οὐκ ἐπεῖχον τεινόμεναι, βιβλίον τι τῶν σπουδαίων ἔδοξα ἀναγιγνώσκειν, οὗ τὰ μὲν καθ᾽ ἕκαστον, πάλιν γὰρ τὸν αὐτὸν ἐρῶ λόγον, οὐκ ἂν ἔχοιμι εἰπεῖν. πῶς γὰρ τοσοῦτόν γε ὕστερον, ἄλλως τε καὶ τῆς ἀπογραφῆς τὸ τῇ μνήμῃ προσέχειν ἀφελομένης; ἀλλὰ πρὸς τῷ τέλει τοῦ βιβλίου τοιάδε μάλιστα ἐνῆν. ἦν δὲ ὡς ἐπί τινος τῶν ἀγωνιστῶν λεγόμενα. ταῦτα δὴ πάντα ὁ θεὸς συλλογισάμενος καὶ ὁρῶν τὸ ῥεῦμα ἄρδην φερόμενον προσέταξεν ὕδωρ πίνειν, οἴνου δὲ ἀπέχεσθαι, εἴ τι δεῖται νικῆσαι: ἃ δὴ καὶ σοὶ, ἔφη, ἔξεστι μιμησαμένῳ στεφανοῦσθαι ἢ συστεφανοῦσθαι. ἐνταῦθα ἔληγεν. εἶθ᾽ ὑπεγέγραπτο τοῦ λόγου δὴ τοὐπίγραμμα, φιλοστέφανος, ἢ φιλησιστέφανος. ὅσον μὲν οὖν τινα χρόνον διήνεγκα τὴν ὑδροποσίαν, οὐδὲ τοῦτο ἔχω λέγειν: ὅτι δ᾽ εὐκόλως τε καὶ ῥᾳδίως ἀεί πως πρότερον δυσχεραίνων τὸ ὕδωρ καὶ ναυτιῶν. ὡς δὲ καὶ τοῦτο ἐλελειτούργητο, τοῦ μὲν ὕδατος ἀφίησί με, οἴνου δὲ ἔταξε μέτρον, καὶ ἦν γε τὸ ῥῆμα ἡμίνα βασιλική: γνώριμον δή που ὅτι ἔφραζεν ἡμικοτύλιον. ἐχρώμην τούτῳ καὶ οὕτως ἤρκει ὡς οὐκ ἤρκει πρότερον τὸ διπλάσιον, ἔστι δ᾽ ὅτε καὶ φειδομένῳ ὑπὸ τοῦ δεδιέναι μὴ ἐπιλείπῃ περιῆν. οὐ μὴν τοῦτό γε ἐποιούμην ἐξαίρετον εἰς τὴν ὑστεραίαν, ἀλλ᾽ ἐξ ἀρχῆς ἔδει τῷ μέτρῳ στέργειν. ἐπεὶ δὲ καὶ ταύτην εἶχε τὴν πεῖραν, ἀφίησιν ἤδη πίνειν πρὸς ἐξουσίαν, οὑτωσί πως χαριεντισάμενος, ὅτι μάταιοι τῶν ἀνθρώπων εἶεν ὅσοι τῶν ἱκανῶν εὐποροῦντες μὴ τολμῶσιν ἐλευθέρως χρῆσθαι. καὶ τὸ βιβλίον αὐτὸ τοῦτο ἐδόκει εἶναι Ἀντισθένους περὶ χρήσεως: ἔφερε δὲ εἰς οἶνον, καὶ Διονύσου προσῆν τινα σύμβολα. οὕτω δ᾽ οὖν ὑπὸ τῆς συνηθείας διεκείμην, ὥστε
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 317|size=90%}}}}
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 318|size=90%}}}}
τὴν πόλιν κληθῆναι. ἔπειθ᾽ ὅπως μὴ δοκοίην δημοκοπικός τις εἶναι, ἐπέσχον, πρὸς δὲ τοὺς συνόντας διεμαρτυράμην, ὅπως ἀδείας ἔχοιμι, αὐτοὺς δὴ τούτους τοὺς λόγους εἰπών.
 
τὰ μὲν δὴ περὶ τῶν σεισμῶν καὶ ὡς βοῦν θύειν αὐτοῖς ἠρξάμεθα εἴρηται. ᾠὸν δή ποτε χήνειον ἐζητοῦμεν, τοῦ θεοῦ σημήναντος ἐπὶ τῆς ἐν Περγάμῳ καθέδρας, καὶ εὑρίσκετο οὐδαμοῦ τῆς ἀγορᾶς, ἀλλ᾽ ἦν Μειλάτης ἐξ ἀκροπόλεως, παρὰ τοῦτον ἔρχονται τελευτῶντες οἱ πρὸς τῇ ζητήσει, κατὰ δὴ τύχην ἅμα καὶ μήνυσιν. καὶ λέγει πρὸς αὐτοὺς ὁ Μειλάτης ἔχειν ᾠὸν, φυλάττειν δὲ ἰάματος ἕνεκα: οὕτω γὰρ αὐτῷ προειρηκέναι τὸν θεόν. οὐκοῦν ἡμεῖς γε ἐκεῖθεν, ἔφασαν οἱ ζητοῦντες, καὶ ὃς προσκυνήσας δίδωσιν. ὅ τι δ᾽ ἐχρησάμην λαβὼν οὐκ οἶδα ὑπό γε πλήθους ἐτῶν. παραπλήσιον δὲ τούτῳ τὸ ἐκ τῆς Ἴσιδος, κατ᾽ ἀρχὰς ἔτι τῆς ἀσθενείας περὶ χηνῶν αὐτῶν γενόμενον. διέτριβον ἐν τοῖς ὕδασι τοῖς θερμοῖς καὶ ἡ θεὸς κελεύει θῦσαι ἑαυτῇ χῆνας δύο. ᾔειν εἰς τὴν πόλιν προπέμψας τοὺς σκεψομένους, καὶ προειπὼν ἀπαντᾶν εἰς τὸ ἱερὸν τῆς Ἴσιδος τοὺς χῆνας ἔχοντας. ἄλλοι μὲν οὖν χῆνες οὐκ ἦσαν ἐκείνην τὴν ἡμέραν, δύο δ᾽ ἤστην μόνω. προσελθοῦσι δ᾽ αὐτοῖς καὶ ὠνουμένοις ἔφη ὁ τρέφων τοὺς χῆνας ὡς οὐχ οἷός τ᾽ εἴη πωλῆσαι: προειρῆσθαι γὰρ αὐτῷ ὑπὸ τῆς Ἴσιδος φυλάττειν Ἀριστείδῃ: πάντως δ᾽ ἥξειν καὶ θύσειν. ὡς δ᾽ ἔγνω τὸ πᾶν, ἐξεπλάγη τε καὶ προσκυνήσας δίδωσι: καὶ ταῦτα ἐπ᾽ αὐτῆς τῆς θυσίας ἔγνων ἐγώ. ἐγένετο δὲ καὶ φῶς παρὰ τῆς Ἴσιδος καὶ ἕτερα ἀμύθητα φέροντα εἰς σωτηρίαν. ἐφάνη δὲ καὶ ὁ Σάραπις τῆς αὐτῆς νυκτὸς, ἅμα αὐτός τε καὶ ὁ Ἀσκληπιὸς, θαυμαστοὶ τὸ κάλλος καὶ τὸ μέγεθος καί τινα τρόπον ἀλλήλοις ἐμφερεῖς. γενομένης δὲ τῆς περὶ Ζώσιμον συμφορᾶς, ἃ γὰρ μελλούσης προεῖπε καὶ παρεμυθήσατο ὁ θεὸς παρίημι, ἀλλ᾽ ἐπειδὴ ἐγένετο καὶ χαλεπῶς εἶχον ἀπὸ τῆς λύπης, ἐδόκει μοι σμίλην τιν᾽ ἔχων ὁ Σάραπις, ὥσπερ κάθηται τῷ σχήματι, περιτέμνειν μου τὰ κύκλῳ τοῦ προσώπου ὑπ᾽ αὐτό πως
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 319|size=90%}}}}

Μενού πλοήγησης