Αποκάλυψις Σεδράχ: Διαφορά μεταξύ των αναθεωρήσεων

Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Chapter 7 and 8 added
(Chapter 4-6 added)
(Chapter 7 and 8 added)
'''7''' καὶ ἀπελθὼν ὁ πατὴρ λαμβάνει τὴν οὐσίαν αὐτοῦ καὶ ἐξορίζει αὐτὸν ἐκ τῆς δόξης αὐτοῦ διότι ἐγκατέλιπεν τὸν πατέρα αὐτοῦ;
'''8''' πῶς δὲ ἐγὼ ὁ θαυμαστὸς καὶ ζηλωτὴς θεὸς τὰ πάντα δέδωκα αὐτῷ, καὶ αὐτὸς λαβὼν ταῦτα ἐγένετο μοιχαλὶς καὶ ἁμαρτωλός;
 
=== VII ===
'''1''' Λέγει αὐτῷ Σεδράχ· Σὺ, δέσποτα, ἔπλασας τὸν ἄνθρωπον· οἶδας ποταπῆς βουλῆς ἦν καὶ ποταπῆς γνώσεώς ἐσμεν, καὶ προφασίζεις τὸν ἄνθρωπον εἰς τὴν κόλασιν·
'''2''' ἀλλ´ ἔκβαλον αὐτόν· μὴ γὰρ ἐγὼ μόνος γεμίσω τὰ ἐπουράνια;
'''3''' εἰ δὲ μὴ, καὶ τὸν ἄνθρωπον σῶσον, κύριε· σοῦ θελήματος ἥμαρτεν, κύριε, ἐλεεινὸς ἄνθρωπος.
'''4''' Τί ἀπέβαλες λόγους πρός με, Σεδράχ; ἐγὼ ἔπλασα τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὸν ἥλιον καὶ εἶπα· Ἴδετε ἀλλήλους ποῖός ἐστιν φωτοειδής·
'''5''' ἡ δὲ γυνὴ τοῦ Ἀδὰμ φωτεινοτέρα ἐστὶν ἐν τῷ κάλλει τῆς σελήνης, καὶ τὴν ζωὴν ἐχαρίσατο αὐτῆς.
'''6''' λέγει Σεδράχ· Καὶ τί ὠφελοῦν τὰ κάλλη ἐὰν εἰς γῆν μαραίνωνται;
'''7''' πῶς εἶπας, κύριε, Κακὸν ἀντὶ κακοῦ μὴ ἀποδώσῃς;
'''8''' πῶς ἐστιν, δέσποτα; τῆς θεότητός σου ὁ λόγος οὐδέποτε ψεύδεται, καὶ διὰ τί ἀποδίδως τὸν ἄνθρωπον; ἢ οὐ θέλεις κακὸν ἀντὶ κακοῦ;
'''9''' ἐγὼ οἶδα ὅτι ἄλογόν ἐστιν κακότεχνον ἡμίονος εἰς τὰ τετράποδα ἄλλον οὐκ ἔστιν·
'''10''' ἀλλὰ τῆς μετὰ χαλιναρίου κόπτομεν αὐτὸ ὅταν ἡμεῖς θέλωμεν·
'''11''' σὺ δὲ ἔχεις ἀγγέλους· ἀπόστειλον τοῦ φυλάξαι αὐτοὺς, καὶ ὅταν κινήσῃ ὁ ἄνθρωπος πρὸς τὴν ἁμαρτίαν, τὸν πόδα αὐτοῦ τὸν ἕνα κρατήσαι καὶ οὐ μὴ πορεύεται ὅπου δὲ θέλει.
 
=== VIII ===
'''1''' Λέγει αὐτῷ ὁ θεός· Ἐὰν κρατήσω αὐτοῦ τὸν πόδα, λέγει ὅτι Οὐκ ἐποίησάς μοι χάριν εἰς τὸν κόσμον. ἀλλὰ ἀφῆκα αὐτὸν εἰς τὸ θέλημά του ὅτι ἠγάπησα αὐτόν.
'''2''' διότι τοὺς δικαίους μου ἀγγέλους ἀπέστειλα τοῦ φυλάσσειν αὐτὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ.
'''3''' λέγει Σεδράχ· Οἶδα, δέσποτα, ὅτι εἰς τὰ κτήματά σου πρῶτον ἠγάπησας τὸν ἄνθρωπον, εἰς τὰ τετράποδα τὸ πρόβατον, εἰς τὰ ξύλα τὴν ἐλαίαν, εἰς τοὺς καρποὺς τὸ κλῆμα, εἰς τὰ πετόμενα τὸ μελίσσιον, εἰς τοὺς ποταμοὺς τὸν Ἰορδάνην, εἰς τὰς πόλεις τὴν Ἰερουσαλήμ·
'''4''' καὶ ταῦτα πάντα ἀγαπᾷ καὶ ὁ ἄνθρωπος, δέσποτά μου.
'''5''' λέγει ὁ θεὸς τὸν Σεδράχ· Ἐρωτῶ σε ἕνα λόγον, Σεδράχ· ἐάν μοι εἴπῃς, καλῶς με συμαχᾶ σε, εἰ καί τινος ἐπείραζες τὸν πλάσαντά σε.
'''6''' λέγει Σεδράχ· Εἰπέ. λέγει κύριος ὁ θεός·
'''7''' Ἀφ´ ἧς ἐποίησα τὰ πάντα πόσοι ἄνθρωποι ἐγεννήθησαν, καὶ πόσοι ἀπέθανον, καὶ πόσοι θέλουν ἀποθανεῖν, καὶ πόσας τρίχας ἔχουσιν;
'''8''' εἰπέ μοι, Σεδρὰχ, ἀφ´ οὗ ἐκτίσθη ὁ οὐρανὸς καὶ ἡ γῆ πόσα δένδρα ἐγένοντο εἰς τὸν κόσμον, καὶ πόσα ἔπεσον, καὶ πόσα θέλουν πεσεῖν, καὶ πόσα θέλουν γενηθῆναι, καὶ πόσα φύλλα ἔχουσιν;
'''9''' εἰπέ μοι, Σεδρὰχ, ἀφ´ οὗ ἐποίησα τὴν θάλασσαν πόσα κύματα ἤγειραν, καὶ πόσα ὑποδιέβησαν, καὶ πόσα μέλλουν ἐγεῖραι, καὶ πόσοι ἄνεμοι πνέουσιν παρὰ τὸ χεῖλος τῆς θαλάσσης;
'''10''' εἰπέ μοι, Σεδρὰχ, ἀπὸ κτίσεως κόσμου τῶν αἰώνων βρέχοντος τοῦ ἀέρος πόσα σταλάγματα ἔπεσον εἰς τὸν κόσμον, καὶ πόσα μέλλουν πεσεῖν;
'''11''' καὶ εἶπεν Σεδράχ· Μόνος σὺ γινώσκεις ταῦτα πάντα, κύριε· μόνος σὺ ἐπίστασαι ταῦτα πάντα·
'''12''' μόνον δέομαί σου ἐλευθέρωσον τὸν ἄνθρωπον ἐκ τὴν κόλασιν, καὶ οὐ χωρίζομαι ἀπὸ τὸ γένος ἡμῶν.
122

επεξεργασίες

Μενού πλοήγησης