Αποκάλυψις Σεδράχ: Διαφορά μεταξύ των αναθεωρήσεων

Από Βικιθήκη
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Batchheizer (συζήτηση | Συνεισφορά)
Chapter 2 and 3 added
Batchheizer (συζήτηση | Συνεισφορά)
Chapter 4-6 added
Γραμμή 39: Γραμμή 39:
'''6''' λέγει αὐτῷ Σεδράχ· Εἰ ταῦτα ἐποίησας, διὰ τί ἀπώλεσας αὐτόν;
'''6''' λέγει αὐτῷ Σεδράχ· Εἰ ταῦτα ἐποίησας, διὰ τί ἀπώλεσας αὐτόν;
'''7''' εἶπεν δὲ ὁ κύριος· Ὁ ἄνθρωπος ἔργον μου ἐστὶν καὶ πλάσμα τῶν χειρῶν μου, καὶ παιδεύω αὐτὸν καθὼς εὑρίσκω.
'''7''' εἶπεν δὲ ὁ κύριος· Ὁ ἄνθρωπος ἔργον μου ἐστὶν καὶ πλάσμα τῶν χειρῶν μου, καὶ παιδεύω αὐτὸν καθὼς εὑρίσκω.

=== IV ===
'''1''' Λέγει αὐτῷ Σεδράχ· Κόλασις καὶ πῦρ ἐστιν ἡ παίδευσίς σου· πικροί εἰσιν, κύριέ μου·
'''2''' καλὸν ἦν τῷ ἀνθρώπῳ εἰ οὐκ ἐγεννήθη· τί τάχα ἐποίησας, κύριέ μου;
'''3''' διὰ τί ἐκοπίασας τὰς ἀχράντους σοῦ χεῖρας καὶ ἔπλασας τὸν ἄνθρωπον, ἐπεὶ οὐκ ἤθελες ἐλεῆσαι αὐτόν;
'''4''' λέγει αὐτὸν ὁ θεός· Ἐγὼ ἐποίησα τὸν πρωτόπλαστον Ἀδὰμ καὶ ἔθηκα αὐτὸν ἐν τῷ παραδείσῳ ἐν μέσῳ τοῦ φυτοῦ τῆς ζωῆς, καὶ εἶπα αὐτῷ·
'''5''' Ἀπὸ πάντων τῶν καρπῶν φάγε, μόνον τὸ ξύλον τῆς ζωῆς φύλαξον· ἐὰν γὰρ φάγῃς ἀπ´ αὐτοῦ, θανάτῳ ἀποθανεῖ.
'''6''' αὐτὸς δὲ παρήκουσέ μου τὴν ἐντολὴν καὶ ὑπὸ τοῦ διαβόλου ἀπατηθεὶς ἔφαγεν ἀπὸ τοῦ ξύλου.

=== V ===
'''1''' Λέγει αὐτῷ Σεδράχ· Σοῦ θελήματος ἠπατήθη, δέσποτά μου, ὁ Ἀδάμ·
'''2''' σὺ ἐκέλευσας τοὺς ἀγγέλους σου τὸν Ἀδὰμ προσκυνεῖν, αὐτὸς δὲ ὁ πρῶτος τῶν ἀγγέλων παρήκουσέν σου τὸ πρόσταγμα καὶ οὐ προσεκύνησεν αὐτὸν,
'''3''' καὶ σὺ ἐξώρισας αὐτὸν, διότι παρέβη τὸ πρόσταγμά σου καὶ οὐ προσῆλθεν τῶν χειρῶν σου τὸ πλαστούργημα·
'''4''' ἐὰν τὸν ἄνθρωπον ἠγάπησας, τὸν διάβολον διὰ τί οὐκ ἐφόνευσας τὸν τεχνίτην τῆς ἀδικίας;
'''5''' τίς δύναται πολεμεῖν ἀθεώρητον πνεῦμα; αὐτὸς δὲ ὡς καπνὸς εἰσέρχεται εἰς τὰς καρδίας τῶν ἀνθρώπων καὶ διδάσκει αὐτοὺς πᾶσαν ἁμαρτίαν·
'''6''' αὐτός σε τὸν ἀθάνατον θεὸν πολεμεῖ, ὁ δὲ ἐλεεινὸς ἄνθρωπος τί ἄρα ἔχει ποιῆσαι αὐτῷ;
'''7''' ἀλλὰ ἐλέησον, δέσποτα, καὶ ἀνάλυσον τὰς κολάσεις· εἰ δὲ μὴ, δέξαι καὶ ἐμὲ μὲ τοὺς ἁμαρτωλούς·
'''8''' ἐὰν τοὺς ἁμαρτωλοὺς οὐκ ἐλεήσῃς, ποῦ εἰσιν τὰ ἐλέη σου, ποῦ ἡ εὐσπλαγχνία σου, κύριε;

=== VI ===
'''1''' Λέγει αὐτὸν ὁ θεός· Γνωστὸν ἔστω σοι ὅτι πάντα εὐδιάλλακτα ἐπέταξα αὐτόν·
'''2''' ἐποίησα αὐτὸν φρόνιμον καὶ κληρονόμον οὐρανοῦ καὶ γῆς, καὶ πάντα αὐτῷ ὑπέταξα,
'''3''' καὶ πᾶν ζῷον φεύγει ἀπ´ αὐτοῦ καὶ ἀπὸ προσώπου αὐτοῦ·
'''4''' ἀλλ´ αὐτὸς τὰ ἐμὰ λαβὼν ἀλλότριος ἐγένετο μοιχαλὶς καὶ ἁμαρτωλός·
'''5''' ποῖος πατὴρ προικίσας, εἰπέ μοι, τῷ υἱῷ αὐτοῦ, καὶ λαβὼν τὴν οὐσίαν καταλιπὼν τὸν πατέρα ἀπῆλθεν καὶ ἐγένετο ἀλλότριος καὶ δουλεύει ἀλλοτρίῳ,
'''6''' καὶ ἰδὼν ὁ πατὴρ ὅτι ἐγκατέλιπεν αὐτὸν ὁ υἱὸς καπνίζεται τὴν καρδίαν αὐτοῦ,
'''7''' καὶ ἀπελθὼν ὁ πατὴρ λαμβάνει τὴν οὐσίαν αὐτοῦ καὶ ἐξορίζει αὐτὸν ἐκ τῆς δόξης αὐτοῦ διότι ἐγκατέλιπεν τὸν πατέρα αὐτοῦ;
'''8''' πῶς δὲ ἐγὼ ὁ θαυμαστὸς καὶ ζηλωτὴς θεὸς τὰ πάντα δέδωκα αὐτῷ, καὶ αὐτὸς λαβὼν ταῦτα ἐγένετο μοιχαλὶς καὶ ἁμαρτωλός;

Αναθεώρηση της 07:50, 21 Οκτωβρίου 2011

Τοῦ ἁγίου καὶ μακαρίου Σεδρὰχ λόγος.



Montague Rhodes James: Apocrypha anecdota. A collection of thirteen apocryphal books and fragments, Cambridge 1893, S. 127–137

Αποκάλυψις Σεδράχ
APOCALYPSIS SEDRACH

Τοῦ ἁγίου καὶ μακαρίου Σεδρὰχ λόγος περὶ ἀγάπης καὶ περὶ μετανοίας καὶ ὀρθοδόξων Χριστιανῶν καὶ περὶ δευτέρας παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Δέσποτα εὐλόγησον.

I

1 Ἀγαπητοὶ, μηδὲν προτιμήσωμεν πλὴν τῆς ἀνυποκρίτου ἀγάπης· πολλὰ γὰρ πταίομεν καθ´ ἑκάστην ἡμέραν καὶ νύκτα καὶ ὥραν. 2 καὶ διὰ τοῦτο τὴν ἀγάπην κτησώμεθα, αὐτὴ γὰρ καλύπτει πλῆθος ἁμαρτιῶν· 3 τί γὰρ τὸ ὄφελος, τέκνα μου, ἐὰν τὰ πάντα ἔχωμεν, τὴν δὲ σώζουσαν ἀγάπην οὐκ ἔχωμεν; ..... 4 Ὦ μακαρία ἀγάπη, χορηγὲ πάντων ἀγαθῶν. μακάριος ἄνθρωπος ὁ τὴν ἀληθινὴν πίστιν καὶ ἀνυπόκριτον κτησάμενος ἀγάπην, 5 καθὼς εἶπεν ὁ δεσπότης ὅτι Μειζότερον τῆς ἀγάπης οὐδέν ἐστιν ἵνα τις τὴν ψυχὴν θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.

II

1 Καὶ φωνὴν ἀοράτως ἐδέξατο ἐν ταῖς ἀκοαῖς αὐτοῦ· Ὧδε, Σεδρὰχ, ὅτι βούλῃ καὶ ἐπιθυμεῖς ὁμιλῆσαι σὺν θεῷ καὶ αἰτῆσαι παρ´ αὐτοῦ ἵνα ἀποκαλύψῃ αὐτῷ ἅπερ βούλῃ ἐρωτᾶν. 2 καὶ εἶπεν Σεδράχ· Τί, κύριέ μου; καὶ εἶπεν αὐτῷ ἡ φωνή· Ἐγὼ ἀπεστάλην πρός σε ἵνα ἀναβάσω σε ὧδε εἰς τὸν οὐρανόν. 3 ὁ δὲ εἶπεν· Ἤθελον λαλῆσαι στόμα ὑπὸ στόματος θεοῦ· οὐκ εἰμὶ ἱκανὸς, κύριε, τοῦ ἀνελθεῖν εἰς τοὺς οὐρανούς. 4 καὶ ἐκτείνας ταῖς πτερυξὶν αὐτοῦ ἔλαβεν αὐτὸν καὶ ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς εἰς αὐτὴν τὴν φλόγα, καὶ ἔστησεν αὐτὸν ἕως τρίτου οὐρανοῦ, καὶ ἔστη ἐν αὐτῷ ἡ φλὸξ τῆς θεότητος.

III

1 Καὶ λέγει αὐτὸν ὁ κύριος· Καλῶς ἦλθες, ἀγαπητέ μου Σεδράχ· τί δίκην ἔχεις πρὸς τὸν θεὸν τὸν πλάσαντά σε, ὅτι εἶπας Ἤθελον λαλῆσαι πρὸς στόματος θεοῦ; 2 λέγει αὐτῷ Σεδράχ· Ναὶ, ἔχει ὁ υἱὸς δίκην μὲ τὸν πατέρα· κύριέ μου, διὰ τί ἐποίησας τὴν γῆν; 3 λέγει αὐτῷ ὁ κύριος· Διὰ τὸν ἄνθρωπον. 4 λέγει Σεδράχ· Καὶ διὰ τί ἐποίησας τὴν θάλασσαν; διὰ τί ἔσπειρας πᾶν ἀγαθὸν ἐπὶ τῆς γῆς; 5 λέγει ὁ κύριος· Διὰ τὸν ἄνθρωπον. 6 λέγει αὐτῷ Σεδράχ· Εἰ ταῦτα ἐποίησας, διὰ τί ἀπώλεσας αὐτόν; 7 εἶπεν δὲ ὁ κύριος· Ὁ ἄνθρωπος ἔργον μου ἐστὶν καὶ πλάσμα τῶν χειρῶν μου, καὶ παιδεύω αὐτὸν καθὼς εὑρίσκω.

IV

1 Λέγει αὐτῷ Σεδράχ· Κόλασις καὶ πῦρ ἐστιν ἡ παίδευσίς σου· πικροί εἰσιν, κύριέ μου· 2 καλὸν ἦν τῷ ἀνθρώπῳ εἰ οὐκ ἐγεννήθη· τί τάχα ἐποίησας, κύριέ μου; 3 διὰ τί ἐκοπίασας τὰς ἀχράντους σοῦ χεῖρας καὶ ἔπλασας τὸν ἄνθρωπον, ἐπεὶ οὐκ ἤθελες ἐλεῆσαι αὐτόν; 4 λέγει αὐτὸν ὁ θεός· Ἐγὼ ἐποίησα τὸν πρωτόπλαστον Ἀδὰμ καὶ ἔθηκα αὐτὸν ἐν τῷ παραδείσῳ ἐν μέσῳ τοῦ φυτοῦ τῆς ζωῆς, καὶ εἶπα αὐτῷ· 5 Ἀπὸ πάντων τῶν καρπῶν φάγε, μόνον τὸ ξύλον τῆς ζωῆς φύλαξον· ἐὰν γὰρ φάγῃς ἀπ´ αὐτοῦ, θανάτῳ ἀποθανεῖ. 6 αὐτὸς δὲ παρήκουσέ μου τὴν ἐντολὴν καὶ ὑπὸ τοῦ διαβόλου ἀπατηθεὶς ἔφαγεν ἀπὸ τοῦ ξύλου.

V

1 Λέγει αὐτῷ Σεδράχ· Σοῦ θελήματος ἠπατήθη, δέσποτά μου, ὁ Ἀδάμ· 2 σὺ ἐκέλευσας τοὺς ἀγγέλους σου τὸν Ἀδὰμ προσκυνεῖν, αὐτὸς δὲ ὁ πρῶτος τῶν ἀγγέλων παρήκουσέν σου τὸ πρόσταγμα καὶ οὐ προσεκύνησεν αὐτὸν, 3 καὶ σὺ ἐξώρισας αὐτὸν, διότι παρέβη τὸ πρόσταγμά σου καὶ οὐ προσῆλθεν τῶν χειρῶν σου τὸ πλαστούργημα· 4 ἐὰν τὸν ἄνθρωπον ἠγάπησας, τὸν διάβολον διὰ τί οὐκ ἐφόνευσας τὸν τεχνίτην τῆς ἀδικίας; 5 τίς δύναται πολεμεῖν ἀθεώρητον πνεῦμα; αὐτὸς δὲ ὡς καπνὸς εἰσέρχεται εἰς τὰς καρδίας τῶν ἀνθρώπων καὶ διδάσκει αὐτοὺς πᾶσαν ἁμαρτίαν· 6 αὐτός σε τὸν ἀθάνατον θεὸν πολεμεῖ, ὁ δὲ ἐλεεινὸς ἄνθρωπος τί ἄρα ἔχει ποιῆσαι αὐτῷ; 7 ἀλλὰ ἐλέησον, δέσποτα, καὶ ἀνάλυσον τὰς κολάσεις· εἰ δὲ μὴ, δέξαι καὶ ἐμὲ μὲ τοὺς ἁμαρτωλούς· 8 ἐὰν τοὺς ἁμαρτωλοὺς οὐκ ἐλεήσῃς, ποῦ εἰσιν τὰ ἐλέη σου, ποῦ ἡ εὐσπλαγχνία σου, κύριε;

VI

1 Λέγει αὐτὸν ὁ θεός· Γνωστὸν ἔστω σοι ὅτι πάντα εὐδιάλλακτα ἐπέταξα αὐτόν· 2 ἐποίησα αὐτὸν φρόνιμον καὶ κληρονόμον οὐρανοῦ καὶ γῆς, καὶ πάντα αὐτῷ ὑπέταξα, 3 καὶ πᾶν ζῷον φεύγει ἀπ´ αὐτοῦ καὶ ἀπὸ προσώπου αὐτοῦ· 4 ἀλλ´ αὐτὸς τὰ ἐμὰ λαβὼν ἀλλότριος ἐγένετο μοιχαλὶς καὶ ἁμαρτωλός· 5 ποῖος πατὴρ προικίσας, εἰπέ μοι, τῷ υἱῷ αὐτοῦ, καὶ λαβὼν τὴν οὐσίαν καταλιπὼν τὸν πατέρα ἀπῆλθεν καὶ ἐγένετο ἀλλότριος καὶ δουλεύει ἀλλοτρίῳ, 6 καὶ ἰδὼν ὁ πατὴρ ὅτι ἐγκατέλιπεν αὐτὸν ὁ υἱὸς καπνίζεται τὴν καρδίαν αὐτοῦ, 7 καὶ ἀπελθὼν ὁ πατὴρ λαμβάνει τὴν οὐσίαν αὐτοῦ καὶ ἐξορίζει αὐτὸν ἐκ τῆς δόξης αὐτοῦ διότι ἐγκατέλιπεν τὸν πατέρα αὐτοῦ; 8 πῶς δὲ ἐγὼ ὁ θαυμαστὸς καὶ ζηλωτὴς θεὸς τὰ πάντα δέδωκα αὐτῷ, καὶ αὐτὸς λαβὼν ταῦτα ἐγένετο μοιχαλὶς καὶ ἁμαρτωλός;