Χρονική Διήγησις/Ιωάννης Κομνηνός/8: Διαφορά μεταξύ των αναθεωρήσεων

Από Βικιθήκη
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Flyax (συζήτηση | Συνεισφορά)
Flyax (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 4: Γραμμή 4:
| μεταφραστής=
| μεταφραστής=
| ενότητα = Ιωάννης Κομνηνός (8)
| ενότητα = Ιωάννης Κομνηνός (8)
| επόμενο = [[Χρονική Διήγησις, Νικήτας Χωνιάτης/Ιωάννης Κομνηνός (9)|Ιωάννης Κομνηνός (9)]]
| επόμενο = [[../9|Ιωάννης Κομνηνός (9)]]
| προηγούμενο= [[Χρονική Διήγησις, Νικήτας Χωνιάτης/Ιωάννης Κομνηνός (7)|Ιωάννης Κομνηνός (7)]]
| προηγούμενο= [[../7|Ιωάννης Κομνηνός (7)]]
| σημειώσεις = Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.
| σημειώσεις = Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.
}}
}}
<div align=center>'''ΙΩΑΝΝΗΣ ΚΟΜΝΗΝΟΣ (8)'''</div>
<div align=center>'''ΙΩΑΝΝΗΣ ΚΟΜΝΗΝΟΣ (8)'''</div>
<center><div style="width: 40em; text-align: justify">
<center><div style="width: 40em; text-align: justify">
Ἀλλὰ καὶ ταύτην διὰ βραχέος χειρωσάμενος μεταβαίνει πρὸς τὰ πορρώτερα, καὶ τῆς πρὸς τὸ Σέζερ πορείας ἁπτόμενος στρατοπεδεύει περὶ τὸ Ἴστριον (πόλις δὲ καὶ τοῦτο τῆς μέσης τῶν ποταμῶν) ἄποθεν μικρῷ τοῦ Σέζερ κείμενον καὶ τοῖς πᾶσι κατεσκευασμένον ἄριστα. ὁδοῦ δὲ πάρεργον καὶ τούτου διαφθαρέντος καὶ πρὸς ἁρπαγὴν διαφεθέντος τοῖς στρατιώταις͵ καὶ τούτων μάλιστα τοῖς ἐκ καταλόγων τῶν Σκυθικῶν ὑφ΄ ὧν ἑάλωκεν͵ ἐκεῖθεν ἀπαναστὰς τῷ Σέζερ '''[19D]''' πρόσεισιν. Οἱ δ΄ ἐκ τοῦ ἄστεος τοῦδε͵ καὶ τῶν ἀγχούρων σατραπῶν συνελθόντων͵ πλείστους ὅσους τοὺς ὁπλιτεύοντας συνειλόχασιν, ὅθεν καὶ πρὸς ἕνα συνασπισμὸν συνιόντες καὶ ὁμαιχμίαν κρατυνάμενοι μίαν προσυπήντων, τὸν ἐκεῖσε περικλώμενον ποταμὸν διαβάντες͵ ἀλλὰ καὶ δοράτια ἐκ καλάμων κραδαίνοντες ταῖς τοῦ βασιλέως συμπλέκονται φάλαγξιν, ἵπποις ὠκύποσιν ἐποχούμενοι. καὶ συρρήξεως γενομένης πολλάκις τὴν νίκην ὁ βασιλεὺς ἀποφέρεται, καὶ οἱ μὲν τῶν πολεμίων κατὰ τοῦ ὕδατος ἀκοντίζονται͵ οἱ δ΄ ἐμπείρονται δόρασιν͵ οὐδαμῶς ἐπαρκεσάντων σφίσι τῶν ἐνσειομένων δονάκων͵ ἀλλ΄ ἀσθενῆ καὶ λεπτὴν ἐπικουρίαν καὶ τὸ ὅλον εἰπεῖν καλαμίνην παρεχομένων αὐτοῖς. ἐντεῦθεν εἰς τὸ τεῖχος ἀναχωρήσαντες οὐκέτι ἐπεξόδους εἰργάζοντο͵ ἐκ δὲ τῶν γηΐνων ὀρόφων προφαινόμενοι καὶ πολλὴν ἐντεῦθεν τὴν σύναρσιν ἔχοντες Ῥωμαίοις ἀντεφέροντο͵ τὴν ἑαυτῶν χώραν ἀνέντες εἰς τὸ ἀδεῶς ἐκπορθεῖσθαι καὶ ληΐζεσθαι καὶ χειροῦσθαι τὰ '''[20A]''' φρούρια. οὕτω δὲ τούτων πραττόντων͵ ὁ βασιλεὺς τὰς φάλαγγας διηυκρινηκὼς καὶ κατὰ γένος καὶ φατρίας διῃρηκώς͵ ὡς φῦλα φύλοις ἀρήγωσιν͵ εἰς μίαν μοῖραν τὸν Μακεδόνα καθίστησιν͵ ἑτέραν τὸ τῶν ἐκλεκτῶν͵ ἄλλην τὸ Σκυθικόν͵ ἔτι δὲ τὸ ἐκ Περσίδος ὁρμώμενον καὶ προσχωρῆσαν Ῥωμαίοις κατὰ πολέμους τοὺς πρότερον. καὶ τῷ ἀμιγεῖ καὶ πολυμερεῖ τῷδε τῶν στρατευμάτων͵ διαφόρους προφαινόντων τὰς ὁπλίσεις͵ φόβῳ πλείονι ληφθὲν τὸ πολέμιον τῆς ἄγαν ἐνστάσεως καθυφίησι καὶ τὸν ἐκτὸς προέμενον τειχισμὸν πρὸς περίβολον τὸν ἔνδον μεθίσταται. ἐπὶ πολλαῖς οὖν ἡμέραις ἀγχέμαχοι '''[20B]''' συνέβαινον συμπλοκαὶ καὶ πεῖραι καὶ διαμάχαι, καὶ μονομαχίαι τῶν ἀρίστων, καὶ περιφυγαὶ καὶ ὑποχωρήσεις καὶ καταδιώξεις ἐξ ἑκατέρων. ἀλλ΄ ἀεὶ τὰ μὲν Ῥωμαίων ἐπικρατέστερα κατεφαίνετο͵ τὸ δ΄ ἐναντίον κἂν ἔπιπτεν ἀπὸ ξίφους πλειόνως, κἂν ἐκ τόξων εἰς θάνατον ὕπνωττε, κἂν τοῖς ἐκ μηχανῶν λίθοις εἰς μέρη διῄρητο καὶ πρὸς γῆν τὰ τείχη καὶ τὰ τούτων καθῃρεῖτο θωράκια͵ ὅμως ἔμενεν ἔτι ἀκράδαντον ἐς μυριοπληθὲς ἀριθμούμενον͵ ἄλλως τε καὶ ὑπὲρ αὐτῶν τῶν ψυχῶν καὶ τέκνων καὶ γυναικῶν, πρὸς δὲ καὶ πλούτου πολλοῦ͵ καὶ τούτου παντοδαποῦ͵ διαγωνιζόμενον. Καὶ τάχ΄ ἂν ἥλω καὶ ἡ πόλις ἥδε καὶ βασιλεῖ καθυπέκυψε καὶ παντὸς τοῦ πλούτου κεκένωτο καὶ Ῥωμαῖοι τῇ ταύτης χειρώσει κλέος ἤραντο '''[20C]''' τῶν πρώην ἐπικυδέστερον͵ εἰ μὴ ἀγγελίαι τινὲς ἀπαίσιοι καὶ ἄκοντα ἐκεῖθεν τὸν βασιλέα μεθείλκυσαν͵ αἳ τὴν Ἔδεσσαν ᾖδον κυκλωθῆναι παρὰ Περσῶν καὶ κινδυνεύειν παθεῖν τὰ χείριστα μὴ βασιλέως αὐτῇ τὴν ταχίστην ἀρήξαντος. οὐκοῦν ἐκ τῶν πολιορκουμένων δῶρα μεγαλοπρεπῆ κομισάμενος͵ καὶ ταῦτα ἐξ ὕλης τιμαλφεστέρας τῶν ἁπασῶν͵ καὶ ἵππους ἐριαύχενας εὐγενεῖς καὶ νήματα σηρικὰ διαπλεχθέντα χρυσῷ καὶ τράπεζαν ἀξιοθέατον͵ πρὸ δὲ τούτων σταυρὸν εἰς χεῖρας δεξάμενος πάγκαλόν τι χρῆμα καὶ ξενίζον τῇ θέᾳ͵ λυχνίτῃ λίθῳ κεκολαμμένον͵ ἐν ᾧπερ αὐτοφυῶς ἡ τέχνη διύφανε '''[20D]''' γράμματα εἰς κάλλος φιλόνεικον τοῦ θείου εἰκάσματος, καὶ ὀφθαλμῶν ἀτεχνῶς τρυφήν͵ λύει τὴν πολιορκίαν͵ τῆς πρὸς Ἀντιόχειαν ἁψάμενος. ἔφασκον δὲ οἱ κατὰ τὸ Σέζερ Σαρακηνοὶ πάλαι ποτὲ τοὺς προγόνους αὐτῶν ἐκ τῶν προσενεχθέντων δώρων τῷ βασιλεῖ δορύκτητα σχεῖν τόν τε ἐκ λίθου ἀκτινώδους σταυρὸν καὶ τὴν πολυτελῆ καὶ οἵαν ἐκπλῆξαι τράπεζαν͵ ἡνίκα Ῥωμανὸν εἷλον τὸν Διογένην τὴν αὐτοκράτορα Ῥωμαίων ἀρχὴν χειρίζοντα, τήν τε βασίλειον ἐκείνῳ σκηνὴν ἐσκύλευσαν καὶ τοῦ χάρακος κεκρατηκότες τὰ ἐνόντα διείλοντο. Ἐν δὲ τῇ ἐκ τοῦ Σέζερ ἀπάρσει τοῦ βασιλέως Ῥωμαίοις κατ΄ οὐρὰν ἐπιτίθενται τὰ τοῦ Ζακῆ καί τινων ἀρχηγῶν ἄλλων διασήμων Περσικὰ στρατεύματα͵ θρυπτικώτατα τοῖς μικροῦ ποδηνέμοις ὀχήμασι προδεικνύμενα καὶ Ῥωμαίων ὀλιγωρότατα τύφῳ ἐμπλήκτῳ βαρβαρικῷ. τῶν γε μὴν ἐλπίδων διαμαρτόντα οὐχ ὅπως οὐδέν τι γενναῖον ἔπραξαν͵ '''[21A]''' ἀλλὰ καὶ τοῦ κόμπου καὶ τῆς μεγαληγορίας δίκην ἀμοιβὸν ὑπὸ τῆς θείας τίσαντες δίκης καὶ δύο τῶν ἡγεμόνων ζωγρίας προσαπεβάλοντο· ἦσαν δ΄ οὗτοι ὁ υἱὸς τοῦ Ἀταπακά καὶ ὁ τοῦ Σαμοὺχ Ἀμηρᾶ κασίγνητος. εἰσιὼν δ΄ ὁ βασιλεὺς τὴν Ἀντιόχου μεγαλώνυμον πόλιν τὸ ἀστικὸν πλῆθος ὅλον ἑαυτοῦ ἀνηρτήσατο͵ ὡς καὶ μεθ΄ ἱερῶν ἐκτύπων καὶ πλείστης ὅτι φιλοκαλίας τῶν ἀγυιῶν λαμπρὸν ἐκείνῳ σχεδιάσαι τὸ εἰσιτήριον. ἐκ δὲ ταύτης μετὰ φωνῶν εὐφήμων καὶ προπέμψεων αἰνεσίμων εἰς τὰ τῆς Κιλικίας ὅρια παραβαλὼν, κἀκεῖθεν ἐξορμήσας τῆς πρὸς τὸ Βυζάντιον φερούσης ἅπτεται. καὶ γοῦν κατὰ τάξιν προϊὼν καὶ τῆς αὑτοῦ στρατηγίας ἐχόμενος στέλλει κατὰ τῶν Ἰκονιέων Περσῶν ἀπόμοιράν τινα '''[21B]''' τοῦ στρατεύματος· οὗτοι γάρ͵ ὁπότε τῆς Συρίας ἐπέβαινε βασιλεύς͵ τῷ καιρῷ χρησάμενοι πρὸς ἐπίθεσιν ἐκδρομαῖς κατὰ Ῥωμαίων ἐχρήσαντο. τῷ τοι καὶ τοῦ δυσμενοῦς στίφους περιγενόμενος ἔκειρε τὴν πολεμίαν͵ ἅλωσιν ἀνθρώπων καὶ ζώων ἔλασιν παντοίων͵ ὁπόσα ὑπὸ ζυγὸν καὶ ὄχησιν͵ ἐργασάμενος. καὶ τοιοῦτοι μὲν οἱ πρὸς ἀνίσχοντα ἥλιον ἀγῶνες τοῦδε τοῦ αὐτοκράτορος, δι΄ ἐκστρατείας μιᾶς πᾶσαν μὲν γλῶσσαν͵ πᾶσαν δὲ γνώμην ἐς ἑαυτοὺς ἐφελκύσαντες͵ ἐν ᾗ καὶ τριετὴς χρόνος ἐξίκετο.
Ἀλλὰ καὶ ταύτην διὰ βραχέος χειρωσάμενος μεταβαίνει πρὸς τὰ πορρώτερα, καὶ τῆς πρὸς τὸ Σέζερ πορείας ἁπτόμενος στρατοπεδεύει περὶ τὸ Ἴστριον (πόλις δὲ καὶ τοῦτο τῆς μέσης τῶν ποταμῶν) ἄποθεν μικρῷ τοῦ Σέζερ κείμενον καὶ τοῖς πᾶσι κατεσκευασμένον ἄριστα. ὁδοῦ δὲ πάρεργον καὶ τούτου διαφθαρέντος καὶ πρὸς ἁρπαγὴν διαφεθέντος τοῖς στρατιώταις, καὶ τούτων μάλιστα τοῖς ἐκ καταλόγων τῶν Σκυθικῶν ὑφ΄ ὧν ἑάλωκεν, ἐκεῖθεν ἀπαναστὰς τῷ Σέζερ '''[19D]''' πρόσεισιν. Οἱ δ΄ ἐκ τοῦ ἄστεος τοῦδε, καὶ τῶν ἀγχούρων σατραπῶν συνελθόντων, πλείστους ὅσους τοὺς ὁπλιτεύοντας συνειλόχασιν, ὅθεν καὶ πρὸς ἕνα συνασπισμὸν συνιόντες καὶ ὁμαιχμίαν κρατυνάμενοι μίαν προσυπήντων, τὸν ἐκεῖσε περικλώμενον ποταμὸν διαβάντες, ἀλλὰ καὶ δοράτια ἐκ καλάμων κραδαίνοντες ταῖς τοῦ βασιλέως συμπλέκονται φάλαγξιν, ἵπποις ὠκύποσιν ἐποχούμενοι. καὶ συρρήξεως γενομένης πολλάκις τὴν νίκην ὁ βασιλεὺς ἀποφέρεται, καὶ οἱ μὲν τῶν πολεμίων κατὰ τοῦ ὕδατος ἀκοντίζονται, οἱ δ΄ ἐμπείρονται δόρασιν, οὐδαμῶς ἐπαρκεσάντων σφίσι τῶν ἐνσειομένων δονάκων, ἀλλ΄ ἀσθενῆ καὶ λεπτὴν ἐπικουρίαν καὶ τὸ ὅλον εἰπεῖν καλαμίνην παρεχομένων αὐτοῖς. ἐντεῦθεν εἰς τὸ τεῖχος ἀναχωρήσαντες οὐκέτι ἐπεξόδους εἰργάζοντο, ἐκ δὲ τῶν γηΐνων ὀρόφων προφαινόμενοι καὶ πολλὴν ἐντεῦθεν τὴν σύναρσιν ἔχοντες Ῥωμαίοις ἀντεφέροντο, τὴν ἑαυτῶν χώραν ἀνέντες εἰς τὸ ἀδεῶς ἐκπορθεῖσθαι καὶ ληΐζεσθαι καὶ χειροῦσθαι τὰ '''[20A]''' φρούρια. οὕτω δὲ τούτων πραττόντων, ὁ βασιλεὺς τὰς φάλαγγας διηυκρινηκὼς καὶ κατὰ γένος καὶ φατρίας διῃρηκώς, ὡς φῦλα φύλοις ἀρήγωσιν, εἰς μίαν μοῖραν τὸν Μακεδόνα καθίστησιν, ἑτέραν τὸ τῶν ἐκλεκτῶν, ἄλλην τὸ Σκυθικόν, ἔτι δὲ τὸ ἐκ Περσίδος ὁρμώμενον καὶ προσχωρῆσαν Ῥωμαίοις κατὰ πολέμους τοὺς πρότερον. καὶ τῷ ἀμιγεῖ καὶ πολυμερεῖ τῷδε τῶν στρατευμάτων, διαφόρους προφαινόντων τὰς ὁπλίσεις, φόβῳ πλείονι ληφθὲν τὸ πολέμιον τῆς ἄγαν ἐνστάσεως καθυφίησι καὶ τὸν ἐκτὸς προέμενον τειχισμὸν πρὸς περίβολον τὸν ἔνδον μεθίσταται. ἐπὶ πολλαῖς οὖν ἡμέραις ἀγχέμαχοι '''[20B]''' συνέβαινον συμπλοκαὶ καὶ πεῖραι καὶ διαμάχαι, καὶ μονομαχίαι τῶν ἀρίστων, καὶ περιφυγαὶ καὶ ὑποχωρήσεις καὶ καταδιώξεις ἐξ ἑκατέρων. ἀλλ΄ ἀεὶ τὰ μὲν Ῥωμαίων ἐπικρατέστερα κατεφαίνετο, τὸ δ΄ ἐναντίον κἂν ἔπιπτεν ἀπὸ ξίφους πλειόνως, κἂν ἐκ τόξων εἰς θάνατον ὕπνωττε, κἂν τοῖς ἐκ μηχανῶν λίθοις εἰς μέρη διῄρητο καὶ πρὸς γῆν τὰ τείχη καὶ τὰ τούτων καθῃρεῖτο θωράκια, ὅμως ἔμενεν ἔτι ἀκράδαντον ἐς μυριοπληθὲς ἀριθμούμενον, ἄλλως τε καὶ ὑπὲρ αὐτῶν τῶν ψυχῶν καὶ τέκνων καὶ γυναικῶν, πρὸς δὲ καὶ πλούτου πολλοῦ, καὶ τούτου παντοδαποῦ, διαγωνιζόμενον. Καὶ τάχ΄ ἂν ἥλω καὶ ἡ πόλις ἥδε καὶ βασιλεῖ καθυπέκυψε καὶ παντὸς τοῦ πλούτου κεκένωτο καὶ Ῥωμαῖοι τῇ ταύτης χειρώσει κλέος ἤραντο '''[20C]''' τῶν πρώην ἐπικυδέστερον, εἰ μὴ ἀγγελίαι τινὲς ἀπαίσιοι καὶ ἄκοντα ἐκεῖθεν τὸν βασιλέα μεθείλκυσαν, αἳ τὴν Ἔδεσσαν ᾖδον κυκλωθῆναι παρὰ Περσῶν καὶ κινδυνεύειν παθεῖν τὰ χείριστα μὴ βασιλέως αὐτῇ τὴν ταχίστην ἀρήξαντος. οὐκοῦν ἐκ τῶν πολιορκουμένων δῶρα μεγαλοπρεπῆ κομισάμενος, καὶ ταῦτα ἐξ ὕλης τιμαλφεστέρας τῶν ἁπασῶν, καὶ ἵππους ἐριαύχενας εὐγενεῖς καὶ νήματα σηρικὰ διαπλεχθέντα χρυσῷ καὶ τράπεζαν ἀξιοθέατον, πρὸ δὲ τούτων σταυρὸν εἰς χεῖρας δεξάμενος πάγκαλόν τι χρῆμα καὶ ξενίζον τῇ θέᾳ, λυχνίτῃ λίθῳ κεκολαμμένον, ἐν ᾧπερ αὐτοφυῶς ἡ τέχνη διύφανε '''[20D]''' γράμματα εἰς κάλλος φιλόνεικον τοῦ θείου εἰκάσματος, καὶ ὀφθαλμῶν ἀτεχνῶς τρυφήν, λύει τὴν πολιορκίαν, τῆς πρὸς Ἀντιόχειαν ἁψάμενος. ἔφασκον δὲ οἱ κατὰ τὸ Σέζερ Σαρακηνοὶ πάλαι ποτὲ τοὺς προγόνους αὐτῶν ἐκ τῶν προσενεχθέντων δώρων τῷ βασιλεῖ δορύκτητα σχεῖν τόν τε ἐκ λίθου ἀκτινώδους σταυρὸν καὶ τὴν πολυτελῆ καὶ οἵαν ἐκπλῆξαι τράπεζαν, ἡνίκα Ῥωμανὸν εἷλον τὸν Διογένην τὴν αὐτοκράτορα Ῥωμαίων ἀρχὴν χειρίζοντα, τήν τε βασίλειον ἐκείνῳ σκηνὴν ἐσκύλευσαν καὶ τοῦ χάρακος κεκρατηκότες τὰ ἐνόντα διείλοντο. Ἐν δὲ τῇ ἐκ τοῦ Σέζερ ἀπάρσει τοῦ βασιλέως Ῥωμαίοις κατ΄ οὐρὰν ἐπιτίθενται τὰ τοῦ Ζακῆ καί τινων ἀρχηγῶν ἄλλων διασήμων Περσικὰ στρατεύματα, θρυπτικώτατα τοῖς μικροῦ ποδηνέμοις ὀχήμασι προδεικνύμενα καὶ Ῥωμαίων ὀλιγωρότατα τύφῳ ἐμπλήκτῳ βαρβαρικῷ. τῶν γε μὴν ἐλπίδων διαμαρτόντα οὐχ ὅπως οὐδέν τι γενναῖον ἔπραξαν, '''[21A]''' ἀλλὰ καὶ τοῦ κόμπου καὶ τῆς μεγαληγορίας δίκην ἀμοιβὸν ὑπὸ τῆς θείας τίσαντες δίκης καὶ δύο τῶν ἡγεμόνων ζωγρίας προσαπεβάλοντο· ἦσαν δ΄ οὗτοι ὁ υἱὸς τοῦ Ἀταπακά καὶ ὁ τοῦ Σαμοὺχ Ἀμηρᾶ κασίγνητος. εἰσιὼν δ΄ ὁ βασιλεὺς τὴν Ἀντιόχου μεγαλώνυμον πόλιν τὸ ἀστικὸν πλῆθος ὅλον ἑαυτοῦ ἀνηρτήσατο, ὡς καὶ μεθ΄ ἱερῶν ἐκτύπων καὶ πλείστης ὅτι φιλοκαλίας τῶν ἀγυιῶν λαμπρὸν ἐκείνῳ σχεδιάσαι τὸ εἰσιτήριον. ἐκ δὲ ταύτης μετὰ φωνῶν εὐφήμων καὶ προπέμψεων αἰνεσίμων εἰς τὰ τῆς Κιλικίας ὅρια παραβαλὼν, κἀκεῖθεν ἐξορμήσας τῆς πρὸς τὸ Βυζάντιον φερούσης ἅπτεται. καὶ γοῦν κατὰ τάξιν προϊὼν καὶ τῆς αὑτοῦ στρατηγίας ἐχόμενος στέλλει κατὰ τῶν Ἰκονιέων Περσῶν ἀπόμοιράν τινα '''[21B]''' τοῦ στρατεύματος· οὗτοι γάρ, ὁπότε τῆς Συρίας ἐπέβαινε βασιλεύς, τῷ καιρῷ χρησάμενοι πρὸς ἐπίθεσιν ἐκδρομαῖς κατὰ Ῥωμαίων ἐχρήσαντο. τῷ τοι καὶ τοῦ δυσμενοῦς στίφους περιγενόμενος ἔκειρε τὴν πολεμίαν, ἅλωσιν ἀνθρώπων καὶ ζώων ἔλασιν παντοίων, ὁπόσα ὑπὸ ζυγὸν καὶ ὄχησιν, ἐργασάμενος. καὶ τοιοῦτοι μὲν οἱ πρὸς ἀνίσχοντα ἥλιον ἀγῶνες τοῦδε τοῦ αὐτοκράτορος, δι΄ ἐκστρατείας μιᾶς πᾶσαν μὲν γλῶσσαν, πᾶσαν δὲ γνώμην ἐς ἑαυτοὺς ἐφελκύσαντες, ἐν ᾗ καὶ τριετὴς χρόνος ἐξίκετο.


</div></center>
</div></center>
{{Πλοήγηση|Χρονική Διήγησις, Νικήτας Χωνιάτης/Ιωάννης Κομνηνός (7)|Χρονική Διήγησις, Νικήτας Χωνιάτης|Χρονική Διήγησις, Νικήτας Χωνιάτης/Ιωάννης Κομνηνός (9)}}

Αναθεώρηση της 16:10, 17 Νοεμβρίου 2010

Χρονική Διήγησις, Νικήτας Χωνιάτης
Συγγραφέας:
Ιωάννης Κομνηνός (8)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΙΩΑΝΝΗΣ ΚΟΜΝΗΝΟΣ (8)

Ἀλλὰ καὶ ταύτην διὰ βραχέος χειρωσάμενος μεταβαίνει πρὸς τὰ πορρώτερα, καὶ τῆς πρὸς τὸ Σέζερ πορείας ἁπτόμενος στρατοπεδεύει περὶ τὸ Ἴστριον (πόλις δὲ καὶ τοῦτο τῆς μέσης τῶν ποταμῶν) ἄποθεν μικρῷ τοῦ Σέζερ κείμενον καὶ τοῖς πᾶσι κατεσκευασμένον ἄριστα. ὁδοῦ δὲ πάρεργον καὶ τούτου διαφθαρέντος καὶ πρὸς ἁρπαγὴν διαφεθέντος τοῖς στρατιώταις, καὶ τούτων μάλιστα τοῖς ἐκ καταλόγων τῶν Σκυθικῶν ὑφ΄ ὧν ἑάλωκεν, ἐκεῖθεν ἀπαναστὰς τῷ Σέζερ [19D] πρόσεισιν. Οἱ δ΄ ἐκ τοῦ ἄστεος τοῦδε, καὶ τῶν ἀγχούρων σατραπῶν συνελθόντων, πλείστους ὅσους τοὺς ὁπλιτεύοντας συνειλόχασιν, ὅθεν καὶ πρὸς ἕνα συνασπισμὸν συνιόντες καὶ ὁμαιχμίαν κρατυνάμενοι μίαν προσυπήντων, τὸν ἐκεῖσε περικλώμενον ποταμὸν διαβάντες, ἀλλὰ καὶ δοράτια ἐκ καλάμων κραδαίνοντες ταῖς τοῦ βασιλέως συμπλέκονται φάλαγξιν, ἵπποις ὠκύποσιν ἐποχούμενοι. καὶ συρρήξεως γενομένης πολλάκις τὴν νίκην ὁ βασιλεὺς ἀποφέρεται, καὶ οἱ μὲν τῶν πολεμίων κατὰ τοῦ ὕδατος ἀκοντίζονται, οἱ δ΄ ἐμπείρονται δόρασιν, οὐδαμῶς ἐπαρκεσάντων σφίσι τῶν ἐνσειομένων δονάκων, ἀλλ΄ ἀσθενῆ καὶ λεπτὴν ἐπικουρίαν καὶ τὸ ὅλον εἰπεῖν καλαμίνην παρεχομένων αὐτοῖς. ἐντεῦθεν εἰς τὸ τεῖχος ἀναχωρήσαντες οὐκέτι ἐπεξόδους εἰργάζοντο, ἐκ δὲ τῶν γηΐνων ὀρόφων προφαινόμενοι καὶ πολλὴν ἐντεῦθεν τὴν σύναρσιν ἔχοντες Ῥωμαίοις ἀντεφέροντο, τὴν ἑαυτῶν χώραν ἀνέντες εἰς τὸ ἀδεῶς ἐκπορθεῖσθαι καὶ ληΐζεσθαι καὶ χειροῦσθαι τὰ [20A] φρούρια. οὕτω δὲ τούτων πραττόντων, ὁ βασιλεὺς τὰς φάλαγγας διηυκρινηκὼς καὶ κατὰ γένος καὶ φατρίας διῃρηκώς, ὡς φῦλα φύλοις ἀρήγωσιν, εἰς μίαν μοῖραν τὸν Μακεδόνα καθίστησιν, ἑτέραν τὸ τῶν ἐκλεκτῶν, ἄλλην τὸ Σκυθικόν, ἔτι δὲ τὸ ἐκ Περσίδος ὁρμώμενον καὶ προσχωρῆσαν Ῥωμαίοις κατὰ πολέμους τοὺς πρότερον. καὶ τῷ ἀμιγεῖ καὶ πολυμερεῖ τῷδε τῶν στρατευμάτων, διαφόρους προφαινόντων τὰς ὁπλίσεις, φόβῳ πλείονι ληφθὲν τὸ πολέμιον τῆς ἄγαν ἐνστάσεως καθυφίησι καὶ τὸν ἐκτὸς προέμενον τειχισμὸν πρὸς περίβολον τὸν ἔνδον μεθίσταται. ἐπὶ πολλαῖς οὖν ἡμέραις ἀγχέμαχοι [20B] συνέβαινον συμπλοκαὶ καὶ πεῖραι καὶ διαμάχαι, καὶ μονομαχίαι τῶν ἀρίστων, καὶ περιφυγαὶ καὶ ὑποχωρήσεις καὶ καταδιώξεις ἐξ ἑκατέρων. ἀλλ΄ ἀεὶ τὰ μὲν Ῥωμαίων ἐπικρατέστερα κατεφαίνετο, τὸ δ΄ ἐναντίον κἂν ἔπιπτεν ἀπὸ ξίφους πλειόνως, κἂν ἐκ τόξων εἰς θάνατον ὕπνωττε, κἂν τοῖς ἐκ μηχανῶν λίθοις εἰς μέρη διῄρητο καὶ πρὸς γῆν τὰ τείχη καὶ τὰ τούτων καθῃρεῖτο θωράκια, ὅμως ἔμενεν ἔτι ἀκράδαντον ἐς μυριοπληθὲς ἀριθμούμενον, ἄλλως τε καὶ ὑπὲρ αὐτῶν τῶν ψυχῶν καὶ τέκνων καὶ γυναικῶν, πρὸς δὲ καὶ πλούτου πολλοῦ, καὶ τούτου παντοδαποῦ, διαγωνιζόμενον. Καὶ τάχ΄ ἂν ἥλω καὶ ἡ πόλις ἥδε καὶ βασιλεῖ καθυπέκυψε καὶ παντὸς τοῦ πλούτου κεκένωτο καὶ Ῥωμαῖοι τῇ ταύτης χειρώσει κλέος ἤραντο [20C] τῶν πρώην ἐπικυδέστερον, εἰ μὴ ἀγγελίαι τινὲς ἀπαίσιοι καὶ ἄκοντα ἐκεῖθεν τὸν βασιλέα μεθείλκυσαν, αἳ τὴν Ἔδεσσαν ᾖδον κυκλωθῆναι παρὰ Περσῶν καὶ κινδυνεύειν παθεῖν τὰ χείριστα μὴ βασιλέως αὐτῇ τὴν ταχίστην ἀρήξαντος. οὐκοῦν ἐκ τῶν πολιορκουμένων δῶρα μεγαλοπρεπῆ κομισάμενος, καὶ ταῦτα ἐξ ὕλης τιμαλφεστέρας τῶν ἁπασῶν, καὶ ἵππους ἐριαύχενας εὐγενεῖς καὶ νήματα σηρικὰ διαπλεχθέντα χρυσῷ καὶ τράπεζαν ἀξιοθέατον, πρὸ δὲ τούτων σταυρὸν εἰς χεῖρας δεξάμενος πάγκαλόν τι χρῆμα καὶ ξενίζον τῇ θέᾳ, λυχνίτῃ λίθῳ κεκολαμμένον, ἐν ᾧπερ αὐτοφυῶς ἡ τέχνη διύφανε [20D] γράμματα εἰς κάλλος φιλόνεικον τοῦ θείου εἰκάσματος, καὶ ὀφθαλμῶν ἀτεχνῶς τρυφήν, λύει τὴν πολιορκίαν, τῆς πρὸς Ἀντιόχειαν ἁψάμενος. ἔφασκον δὲ οἱ κατὰ τὸ Σέζερ Σαρακηνοὶ πάλαι ποτὲ τοὺς προγόνους αὐτῶν ἐκ τῶν προσενεχθέντων δώρων τῷ βασιλεῖ δορύκτητα σχεῖν τόν τε ἐκ λίθου ἀκτινώδους σταυρὸν καὶ τὴν πολυτελῆ καὶ οἵαν ἐκπλῆξαι τράπεζαν, ἡνίκα Ῥωμανὸν εἷλον τὸν Διογένην τὴν αὐτοκράτορα Ῥωμαίων ἀρχὴν χειρίζοντα, τήν τε βασίλειον ἐκείνῳ σκηνὴν ἐσκύλευσαν καὶ τοῦ χάρακος κεκρατηκότες τὰ ἐνόντα διείλοντο. Ἐν δὲ τῇ ἐκ τοῦ Σέζερ ἀπάρσει τοῦ βασιλέως Ῥωμαίοις κατ΄ οὐρὰν ἐπιτίθενται τὰ τοῦ Ζακῆ καί τινων ἀρχηγῶν ἄλλων διασήμων Περσικὰ στρατεύματα, θρυπτικώτατα τοῖς μικροῦ ποδηνέμοις ὀχήμασι προδεικνύμενα καὶ Ῥωμαίων ὀλιγωρότατα τύφῳ ἐμπλήκτῳ βαρβαρικῷ. τῶν γε μὴν ἐλπίδων διαμαρτόντα οὐχ ὅπως οὐδέν τι γενναῖον ἔπραξαν, [21A] ἀλλὰ καὶ τοῦ κόμπου καὶ τῆς μεγαληγορίας δίκην ἀμοιβὸν ὑπὸ τῆς θείας τίσαντες δίκης καὶ δύο τῶν ἡγεμόνων ζωγρίας προσαπεβάλοντο· ἦσαν δ΄ οὗτοι ὁ υἱὸς τοῦ Ἀταπακά καὶ ὁ τοῦ Σαμοὺχ Ἀμηρᾶ κασίγνητος. εἰσιὼν δ΄ ὁ βασιλεὺς τὴν Ἀντιόχου μεγαλώνυμον πόλιν τὸ ἀστικὸν πλῆθος ὅλον ἑαυτοῦ ἀνηρτήσατο, ὡς καὶ μεθ΄ ἱερῶν ἐκτύπων καὶ πλείστης ὅτι φιλοκαλίας τῶν ἀγυιῶν λαμπρὸν ἐκείνῳ σχεδιάσαι τὸ εἰσιτήριον. ἐκ δὲ ταύτης μετὰ φωνῶν εὐφήμων καὶ προπέμψεων αἰνεσίμων εἰς τὰ τῆς Κιλικίας ὅρια παραβαλὼν, κἀκεῖθεν ἐξορμήσας τῆς πρὸς τὸ Βυζάντιον φερούσης ἅπτεται. καὶ γοῦν κατὰ τάξιν προϊὼν καὶ τῆς αὑτοῦ στρατηγίας ἐχόμενος στέλλει κατὰ τῶν Ἰκονιέων Περσῶν ἀπόμοιράν τινα [21B] τοῦ στρατεύματος· οὗτοι γάρ, ὁπότε τῆς Συρίας ἐπέβαινε βασιλεύς, τῷ καιρῷ χρησάμενοι πρὸς ἐπίθεσιν ἐκδρομαῖς κατὰ Ῥωμαίων ἐχρήσαντο. τῷ τοι καὶ τοῦ δυσμενοῦς στίφους περιγενόμενος ἔκειρε τὴν πολεμίαν, ἅλωσιν ἀνθρώπων καὶ ζώων ἔλασιν παντοίων, ὁπόσα ὑπὸ ζυγὸν καὶ ὄχησιν, ἐργασάμενος. καὶ τοιοῦτοι μὲν οἱ πρὸς ἀνίσχοντα ἥλιον ἀγῶνες τοῦδε τοῦ αὐτοκράτορος, δι΄ ἐκστρατείας μιᾶς πᾶσαν μὲν γλῶσσαν, πᾶσαν δὲ γνώμην ἐς ἑαυτοὺς ἐφελκύσαντες, ἐν ᾗ καὶ τριετὴς χρόνος ἐξίκετο.