Ύμνος προς την Αφροδίτη: Διαφορά μεταξύ των αναθεωρήσεων

Από Βικιθήκη
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
AristippusSer (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
AristippusSer (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 35: Γραμμή 35:
::::::δηὖτε κάλημι,
::::::δηὖτε κάλημι,


κὤττι μοι<ref>κωτεμω {{sc|l}}; κὄττι ἐμῷ {{sc|c}}.</ref> μάλιστα θέλω γένεσθαι
κὤττι ἔμῳ<ref>κωτεμω {{sc|l}}; κὄττι ἐμῷ {{sc|c}}.</ref> μάλιστα θέλω γένεσθαι
μαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθω
μαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθω
μαῖς ἄγην ἐς σὰν<ref>τινα δηυτε πειθω και σαγήν εσσαν {{sc|l}}; τιναδ’ ἐυτεπείθωμαι σαγηνέσσαν {{sc|p}}.</ref> φιλότατα; τίς τ, ὦ
μαῖς ἄγην ἐς σὰν<ref>τινα δηυτε πειθω και σαγήν εσσαν {{sc|l}}; τιναδ’ ἐυτεπείθωμαι σαγηνέσσαν {{sc|p}}.</ref> φιλότατα; τίς τ, ὦ

Αναθεώρηση της 11:21, 17 Ιουνίου 2020

Ύμνος προς την Αφροδίτη
Συγγραφέας:
Greek Melic Poets, ed. Smyth, 1900. [1]


Ποικιλόθρον᾽[1] ἀθάνατ᾽ ᾽Αφρόδιτα[2],
παῖ Διός, δολόπλοκε, λίσσομαί σε
μή μ᾽ ἄσαισι μηδ᾽ ὀνίαισι δάμνα,
πότνια, θῦμον·

ἀλλά τυῖδ᾽ ἔλθ᾽, αἴ ποτα κἀτέρωτα
τᾶς ἔμας αὔδως[3] ἀίοισα πήλυι[4]
ἔκλυες, πάτρος δὲ δόμον λίποισα
χρύσιον[5] ἦλθες

ἄρμ᾽ ὐπαζεύξαισα[6], κάλοι δέ σ᾽ ἆγον
ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας
πύκνα δίννεντες[7] πτέρ’ ἀπ᾽ ὠράνω αἴθε-
ρος[8] διὰ μέσσω.

αἶψα δ᾽ ἐξίκοντο, τὺ δ᾽, ὦ μάκαιρα
μει διάσαισ᾽ ἀθανάτῳ προσώπῳ,
ἤρε’ ὄττι δηὖτε[9] πέπονθα κὤττι[10]
δηὖτε κάλημι,

κὤττι ἔμῳ[11] μάλιστα θέλω γένεσθαι
μαινόλᾳ θύμῳ· τίνα δηὖτε πείθω
μαῖς ἄγην ἐς σὰν[12] φιλότατα; τίς τ, ὦ
Ψάπφ᾽, ἀδικήει[13];

καὶ γὰρ αἰ[14] φεύγει, ταχέως διώξει,
αἰ δὲ δῶρα μὴ δέκετ ἀλλὰ δώσει,
αἰ δὲ μὴ φίλει ταχέως φιλήσει,
κωὐκ ἐθέλοισα[15].

ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον
ἐκ μερίμναν ὄσσα δέ μοι τέλεσσαι
θῦμος ἰμμέρρει[16], τέλεσον, σὐ δ᾽ αὔτα
σύμμαχος ἔσσο.

Σημειώσεις

  1. v.l. ποικιλόφρον m.
  2. Ἀφροδίτα dmau.
  3. αὐδῶς p; αὐδὰς dm.
  4. πόλυ p; πηλοὶ l.
  5. χρύσεινον p.
  6. ὐπασδεύξαισα l; ὑποζεύξασα p.
  7. δινῆντες p.; διννηντε v (a copy of l); δινεῦντες dm.
  8. ωρανω θερος l; αἰθέρος m.
  9. δ’ ῆυ τὸ p.
  10. κὤτι dm.
  11. κωτεμω l; κὄττι ἐμῷ c.
  12. τινα δηυτε πειθω και σαγήν εσσαν l; τιναδ’ ἐυτεπείθωμαι σαγηνέσσαν p.
  13. ἀδικήη Et. Mag. 485. 41.
  14. l; εἰ other mss.
  15. κωϋκ ἐθέλουσα l.
  16. ἰμμέρρει Fick: ϊμέρει p.