Παραγραφή προς Πανταίνετον: Διαφορά μεταξύ των αναθεωρήσεων

Από Βικιθήκη
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Αντιγόνη (συζήτηση | Συνεισφορά)
μ Lint error: Stripped tag με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 17: Γραμμή 17:
{{χ|7}} Ἐκεῖνος δ᾽ ἁπλῶς οὔτε τοὺς τόκους ἀπολαμβάνων οὔτε τῶν ἄλλων τῶν ἐν ταῖς συνθήκαις ποιοῦντος οὐδὲν τούτου, ἐλθὼν παρ᾽ ἑκόντος τούτου λαβὼν ἔχειν τὰ ἑαυτοῦ· μετὰ δὲ ταῦτ᾽ ἀπελθόντα τοῦτον ἥκειν τοὺς ἀμφισβητήσοντας ἄγοντα, αὐτὸς δ᾽ οὐχ ὑπεξελθεῖν ἐκείνοις, τοῦτον δ᾽ οὐχὶ κωλύειν ἔχειν ὅσαπερ ἐμισθώσατο, εἰ ποιοίη τὰ συγκείμενα.
{{χ|7}} Ἐκεῖνος δ᾽ ἁπλῶς οὔτε τοὺς τόκους ἀπολαμβάνων οὔτε τῶν ἄλλων τῶν ἐν ταῖς συνθήκαις ποιοῦντος οὐδὲν τούτου, ἐλθὼν παρ᾽ ἑκόντος τούτου λαβὼν ἔχειν τὰ ἑαυτοῦ· μετὰ δὲ ταῦτ᾽ ἀπελθόντα τοῦτον ἥκειν τοὺς ἀμφισβητήσοντας ἄγοντα, αὐτὸς δ᾽ οὐχ ὑπεξελθεῖν ἐκείνοις, τοῦτον δ᾽ οὐχὶ κωλύειν ἔχειν ὅσαπερ ἐμισθώσατο, εἰ ποιοίη τὰ συγκείμενα.


{{χ|8}} τούτων μὲν δὴ τοιούτους ἀκούω λόγους. Ἐκεῖνο δ᾽ οἶδ᾽ ὅτι, εἰ μὲν οὗτος ἀληθῆ λέγει καὶ δεινὰ πέπονθεν, ὥσπερ φησίν, ὑπὸ τοῦ Εὐέργου, ἔχει δίκην ἧς ἐτιμήσατ᾽ αὐτός· εἷλεν γὰρ εἰσελθὼν αὐτὸν ὡς ὑμᾶς, καὶ οὐ δήπου τῶν αὐτῶν παρά τε τοῦ πεποιηκότος δίκαιός ἐστιν δίκην λαβεῖν καὶ παρ᾽ ἐμοῦ τοῦ μηδ᾽ ἐπιδημοῦντος· εἰ δ᾽ ὁ Εὔεργος ἀληθῆ λέγει, σεσυκοφάντηται μὲν ὡς ἔοικεν ἐκεῖνος, ἐγὼ δ᾽ οὐδ᾽ οὕτως τῶν αὐτῶν φεύγοιμ᾽ ἂν δίκην εἰκότως. Ὡς οὖν ταῦτα πρῶτον ἀληθῆ λέγω, τούτων τοὺς μάρτυρας ὑμῖν παρέξομαι.Μάρτυρες
{{χ|8}} τούτων μὲν δὴ τοιούτους ἀκούω λόγους. Ἐκεῖνο δ᾽ οἶδ᾽ ὅτι, εἰ μὲν οὗτος ἀληθῆ λέγει καὶ δεινὰ πέπονθεν, ὥσπερ φησίν, ὑπὸ τοῦ Εὐέργου, ἔχει δίκην ἧς ἐτιμήσατ᾽ αὐτός· εἷλεν γὰρ εἰσελθὼν αὐτὸν ὡς ὑμᾶς, καὶ οὐ δήπου τῶν αὐτῶν παρά τε τοῦ πεποιηκότος δίκαιός ἐστιν δίκην λαβεῖν καὶ παρ᾽ ἐμοῦ τοῦ μηδ᾽ ἐπιδημοῦντος· εἰ δ᾽ ὁ Εὔεργος ἀληθῆ λέγει, σεσυκοφάντηται μὲν ὡς ἔοικεν ἐκεῖνος, ἐγὼ δ᾽ οὐδ᾽ οὕτως τῶν αὐτῶν φεύγοιμ᾽ ἂν δίκην εἰκότως. Ὡς οὖν ταῦτα πρῶτον ἀληθῆ λέγω, τούτων τοὺς μάρτυρας ὑμῖν παρέξομαι. Μάρτυρες


{{χ|9}} ὅτι μὲν τοίνυν καὶ πρατὴρ ἦν ἡμῖν τῶν κτημάτων ὅσπερ ἐξ ἀρχῆς αὐτὸς ἐώνητο, καὶ κατὰ τὰς συνθήκας οὗτος ἐμισθώσαθ᾽ ἡμέτερον ὂν τὸ ἐργαστήριον καὶ τἀνδράποδα, καὶ οὔτε παρῆν ἐγὼ τοῖς μετὰ ταῦτα πρὸς Εὔεργον τούτῳ πραχθεῖσιν οὔτ᾽ ἐπεδήμουν ὅλως, ἔλαχέν τε δίκην ἐκείνῳ καὶ οὐδὲν πώποθ᾽ ἡμῖν ἐνεκάλει, ἀκούετε τῶν μαρτύρων, ὦ ἄνδρες δικασταί.
{{χ|9}} ὅτι μὲν τοίνυν καὶ πρατὴρ ἦν ἡμῖν τῶν κτημάτων ὅσπερ ἐξ ἀρχῆς αὐτὸς ἐώνητο, καὶ κατὰ τὰς συνθήκας οὗτος ἐμισθώσαθ᾽ ἡμέτερον ὂν τὸ ἐργαστήριον καὶ τἀνδράποδα, καὶ οὔτε παρῆν ἐγὼ τοῖς μετὰ ταῦτα πρὸς Εὔεργον τούτῳ πραχθεῖσιν οὔτ᾽ ἐπεδήμουν ὅλως, ἔλαχέν τε δίκην ἐκείνῳ καὶ οὐδὲν πώποθ᾽ ἡμῖν ἐνεκάλει, ἀκούετε τῶν μαρτύρων, ὦ ἄνδρες δικασταί.
Γραμμή 27: Γραμμή 27:
{{χ|12}} Ὡς δὲ συνήλθομεν, τὰ μὲν πολλὰ τί δεῖ λέγειν ἧκον δ᾽ οἱ δεδανεικέναι φάσκοντες τούτῳ ἐπὶ τῷ ἐργαστηρίῳ καὶ τοῖς ἀνδραπόδοις ἃ ἡμεῖς ἐπριάμεθα παρὰ Μνησικλέους, καὶ οὐδὲν ἦν ἁπλοῦν οὐδ᾽ ὑγιὲς τούτων. Πάντα δ᾽ ἐξελεγχόμενοι ψευδῆ λέγοντες, καὶ τοῦ Μνησικλέους βεβαιοῦντος ἡμῖν, προκαλοῦνται πρόκλησιν ἡμᾶς ὡς οὐ δεξομένους, ἢ κομίσασθαι πάντα τὰ χρήματα παρ᾽ αὑτῶν καὶ ἀπελθεῖν, ἢ διαλῦσαι σφᾶς ὑπὲρ ὧν ἐνεκάλουν, αἰτιώμενοι πολλῷ πλείονος ἄξι᾽ ἔχειν ὧν ἐδεδώκεμεν χρημάτων.
{{χ|12}} Ὡς δὲ συνήλθομεν, τὰ μὲν πολλὰ τί δεῖ λέγειν ἧκον δ᾽ οἱ δεδανεικέναι φάσκοντες τούτῳ ἐπὶ τῷ ἐργαστηρίῳ καὶ τοῖς ἀνδραπόδοις ἃ ἡμεῖς ἐπριάμεθα παρὰ Μνησικλέους, καὶ οὐδὲν ἦν ἁπλοῦν οὐδ᾽ ὑγιὲς τούτων. Πάντα δ᾽ ἐξελεγχόμενοι ψευδῆ λέγοντες, καὶ τοῦ Μνησικλέους βεβαιοῦντος ἡμῖν, προκαλοῦνται πρόκλησιν ἡμᾶς ὡς οὐ δεξομένους, ἢ κομίσασθαι πάντα τὰ χρήματα παρ᾽ αὑτῶν καὶ ἀπελθεῖν, ἢ διαλῦσαι σφᾶς ὑπὲρ ὧν ἐνεκάλουν, αἰτιώμενοι πολλῷ πλείονος ἄξι᾽ ἔχειν ὧν ἐδεδώκεμεν χρημάτων.


{{χ|13}} Ἀκούσας δ᾽ ἐγώ, παραχρῆμα, οὐδὲ βουλευσάμενος, κομίσασθαι συνεχώρησα, καὶ τὸν Εὔεργον ἔπεισα. Ἐπειδὴ δ᾽ ἔδει τὰ χρήμαθ᾽ ἡμᾶς ἀπολαμβάνειν καὶ τὸ πρᾶγμ᾽ εἰς τοῦτο προῆκτο, οὐκ ἔφασαν μετὰ ταῦτα δώσειν οἱ τότ᾽ ἐκεῖν᾽ ἐπαγγειλάμενοι, εἰ μὴ πρατῆρες γιγνοίμεθ᾽ ἡμεῖς τῶν κτημάτων αὐτοῖς, νοῦν ἔχοντες, ὦ ἄνδρες Ἀθηναῖοι, κατ᾽ αὐτό γε τοῦτο· ἑώρων γὰρ ἡμᾶς οἷ᾽ ἐσυκοφαντούμεθ᾽ ὑπὸ τούτου. Ὡς οὖν καὶ ταῦτ᾽ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτας τὰς μαρτυρίας.Μαρτυρίαι
{{χ|13}} Ἀκούσας δ᾽ ἐγώ, παραχρῆμα, οὐδὲ βουλευσάμενος, κομίσασθαι συνεχώρησα, καὶ τὸν Εὔεργον ἔπεισα. Ἐπειδὴ δ᾽ ἔδει τὰ χρήμαθ᾽ ἡμᾶς ἀπολαμβάνειν καὶ τὸ πρᾶγμ᾽ εἰς τοῦτο προῆκτο, οὐκ ἔφασαν μετὰ ταῦτα δώσειν οἱ τότ᾽ ἐκεῖν᾽ ἐπαγγειλάμενοι, εἰ μὴ πρατῆρες γιγνοίμεθ᾽ ἡμεῖς τῶν κτημάτων αὐτοῖς, νοῦν ἔχοντες, ὦ ἄνδρες Ἀθηναῖοι, κατ᾽ αὐτό γε τοῦτο· ἑώρων γὰρ ἡμᾶς οἷ᾽ ἐσυκοφαντούμεθ᾽ ὑπὸ τούτου. Ὡς οὖν καὶ ταῦτ᾽ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτας τὰς μαρτυρίας. Μαρτυρίαι


{{χ|14}} ἐπειδὴ τοίνυν τὸ πρᾶγμ᾽ ἐνταῦθ᾽ εἱστήκει, καὶ τὰ μὲν χρήματ᾽ οὐ προΐενθ᾽ οὓς ἐπήγαγεν οὗτος, ἡμεῖς δ᾽ εἰκότως ἐφαινόμεθ᾽ ὧν ἐωνήμεθα κρατεῖν, ἱκέτευεν, ἐδεῖτο, ἠντεβόλει πρατῆρας ἡμᾶς γενέσθαι. Ἀξιοῦντος δὲ τούτου καὶ πολλὰ δεηθέντος ἐμοῦ καὶ τί οὐ ποιήσαντοσ καὶ τοῦθ᾽ ὑπέμεινα.
{{χ|14}} ἐπειδὴ τοίνυν τὸ πρᾶγμ᾽ ἐνταῦθ᾽ εἱστήκει, καὶ τὰ μὲν χρήματ᾽ οὐ προΐενθ᾽ οὓς ἐπήγαγεν οὗτος, ἡμεῖς δ᾽ εἰκότως ἐφαινόμεθ᾽ ὧν ἐωνήμεθα κρατεῖν, ἱκέτευεν, ἐδεῖτο, ἠντεβόλει πρατῆρας ἡμᾶς γενέσθαι. Ἀξιοῦντος δὲ τούτου καὶ πολλὰ δεηθέντος ἐμοῦ καὶ τί οὐ ποιήσαντος καὶ τοῦθ᾽ ὑπέμεινα.


{{χ|15}} ὁρῶν δ᾽ αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, κακοήθη, καὶ τὸ μὲν ἐξ ἀρχῆς τοῦ Μνησικλέους κατηγοροῦντα πρὸς ἡμᾶς, πάλιν δ᾽ ᾧ φίλος ἦν τὰ μάλιστα, τῷ Εὐέργῳ, τούτῳ προσκεκρουκότα, καὶ τὸ μὲν πρῶτον ὡς ἐγὼ κατέπλευσα, ἅσμενον φάσκονθ᾽ ἑορακέναι με, ἐπειδὴ δ᾽ ἔδει τὰ δίκαια ποιεῖν, ἐμοὶ πάλιν δυσκολαίνοντα, καὶ ἅπασι μέχρι τοῦ προλαβεῖν καὶ τυχεῖν ὧν δέοιτο φίλον ὄντα, μετὰ ταῦτα δ᾽ ἐχθρὸν καὶ διάφορον γιγνόμενον,
{{χ|15}} ὁρῶν δ᾽ αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, κακοήθη, καὶ τὸ μὲν ἐξ ἀρχῆς τοῦ Μνησικλέους κατηγοροῦντα πρὸς ἡμᾶς, πάλιν δ᾽ ᾧ φίλος ἦν τὰ μάλιστα, τῷ Εὐέργῳ, τούτῳ προσκεκρουκότα, καὶ τὸ μὲν πρῶτον ὡς ἐγὼ κατέπλευσα, ἅσμενον φάσκονθ᾽ ἑορακέναι με, ἐπειδὴ δ᾽ ἔδει τὰ δίκαια ποιεῖν, ἐμοὶ πάλιν δυσκολαίνοντα, καὶ ἅπασι μέχρι τοῦ προλαβεῖν καὶ τυχεῖν ὧν δέοιτο φίλον ὄντα, μετὰ ταῦτα δ᾽ ἐχθρὸν καὶ διάφορον γιγνόμενον,
Γραμμή 35: Γραμμή 35:
{{χ|16}} ἠξίουν ἀπαλλαττόμενος καὶ πρατὴρ ὑπὲρ τούτου γιγνόμενος, πάντων ἀφεθεὶς τῶν ἐγκλημάτων καὶ ἀπαλλαγείς, οὕτω διαλύεσθαι. Τούτων δὲ συγχωρηθέντων οὗτος μὲν ἀφῆκεν ἁπάντων ἐμέ, ἐγὼ δὲ πρατήρ, ὥσπερ ἐδεῖθ᾽ οὗτος, τῶν κτημάτων ἐγιγνόμην, καθάπερ αὐτὸς ἐπριάμην παρὰ Μνησικλέους. Κομισάμενος δὲ τἀμαυτοῦ καὶ τοῦτον οὐδ᾽ ὁτιοῦν ἀδικῶν, μὰ τοὺς θεούς, οὐδ᾽ ἂν εἴ τι γένοιτο, ᾠήθην ἂν δίκην μοι λαχεῖν ποτὲ τουτονί.
{{χ|16}} ἠξίουν ἀπαλλαττόμενος καὶ πρατὴρ ὑπὲρ τούτου γιγνόμενος, πάντων ἀφεθεὶς τῶν ἐγκλημάτων καὶ ἀπαλλαγείς, οὕτω διαλύεσθαι. Τούτων δὲ συγχωρηθέντων οὗτος μὲν ἀφῆκεν ἁπάντων ἐμέ, ἐγὼ δὲ πρατήρ, ὥσπερ ἐδεῖθ᾽ οὗτος, τῶν κτημάτων ἐγιγνόμην, καθάπερ αὐτὸς ἐπριάμην παρὰ Μνησικλέους. Κομισάμενος δὲ τἀμαυτοῦ καὶ τοῦτον οὐδ᾽ ὁτιοῦν ἀδικῶν, μὰ τοὺς θεούς, οὐδ᾽ ἂν εἴ τι γένοιτο, ᾠήθην ἂν δίκην μοι λαχεῖν ποτὲ τουτονί.


{{χ|17}} τὰ μὲν δὴ γεγενημένα, καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, καὶ δι᾽ ἃ τὴν δίκην συκοφαντούμενος παρεγραψάμην μὴ εἰσαγώγιμον εἶναι, ταῦτ᾽ ἐστιν, ὦ ἄνδρες δικασταί. Παρασχόμενος δὲ μάρτυρας οἳ παρῆσαν ἡνίκ᾽ ἀφιέμην ὑπὸ τούτου καὶ ἀπηλλαττόμην, ὡς οὐκ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, μετὰ ταῦτ᾽ ἐπιδείξω. Καί μοι λέγε ταύτην τὴν μαρτυρίαν.Μαρτυρίαλέγε δή μοι καὶ τὴν τῶν ἐωνημένων μαρτυρίαν, ἵν᾽ εἰδῆθ᾽ ὅτι τούτου κελεύοντος αὔτ᾽ ἀπεδόμην οἷς οὗτος ἐκέλευσεν.Μαρτυρία
{{χ|17}} τὰ μὲν δὴ γεγενημένα, καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, καὶ δι᾽ ἃ τὴν δίκην συκοφαντούμενος παρεγραψάμην μὴ εἰσαγώγιμον εἶναι, ταῦτ᾽ ἐστιν, ὦ ἄνδρες δικασταί. Παρασχόμενος δὲ μάρτυρας οἳ παρῆσαν ἡνίκ᾽ ἀφιέμην ὑπὸ τούτου καὶ ἀπηλλαττόμην, ὡς οὐκ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, μετὰ ταῦτ᾽ ἐπιδείξω. Καί μοι λέγε ταύτην τὴν μαρτυρίαν. Μαρτυρία λέγε δή μοι καὶ τὴν τῶν ἐωνημένων μαρτυρίαν, ἵν᾽ εἰδῆθ᾽ ὅτι τούτου κελεύοντος αὔτ᾽ ἀπεδόμην οἷς οὗτος ἐκέλευσεν. Μαρτυρία


{{χ|18}} οὐ τοίνυν μόνον ἡμῖν εἰσιν οὗτοι μάρτυρες, ὡς ἀφείμεθα καὶ νῦν συκοφαντούμεθα, ἀλλὰ καὶ Πανταίνετος αὐτός. Ὅτε γὰρ λαγχάνων Εὐέργῳ τὴν δίκην εἴασεν ἐμέ, τότ᾽ ἐμαρτύρει οὗτος πρὸς ἔμ᾽ αὑτῷ μηδὲν ἔγκλημ᾽ ὑπόλοιπον εἶναι· οὐ γὰρ ἂν δήπου, τῶν αὐτῶν ἀδικημάτων παρόντων, ἀμφοῖν δ᾽ ὁμοίως ἐγκαλῶν, τὸν μὲν εἴασεν τῷ δ᾽ ἐδικάζετο. Ἀλλὰ μὴν ὅτι γ᾽ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων πάλιν λαγχάνειν, οἶμαι μὲν ὑμᾶς καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν· ὅμως δὲ λέγ᾽ αὐτοῖς καὶ τὸν νόμον τουτονί.Νόμος
{{χ|18}} οὐ τοίνυν μόνον ἡμῖν εἰσιν οὗτοι μάρτυρες, ὡς ἀφείμεθα καὶ νῦν συκοφαντούμεθα, ἀλλὰ καὶ Πανταίνετος αὐτός. Ὅτε γὰρ λαγχάνων Εὐέργῳ τὴν δίκην εἴασεν ἐμέ, τότ᾽ ἐμαρτύρει οὗτος πρὸς ἔμ᾽ αὑτῷ μηδὲν ἔγκλημ᾽ ὑπόλοιπον εἶναι· οὐ γὰρ ἂν δήπου, τῶν αὐτῶν ἀδικημάτων παρόντων, ἀμφοῖν δ᾽ ὁμοίως ἐγκαλῶν, τὸν μὲν εἴασεν τῷ δ᾽ ἐδικάζετο. Ἀλλὰ μὴν ὅτι γ᾽ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων πάλιν λαγχάνειν, οἶμαι μὲν ὑμᾶς καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν· ὅμως δὲ λέγ᾽ αὐτοῖς καὶ τὸν νόμον τουτονί. Νόμος


{{χ|19}} ἀκούετ᾽, ὦ ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ὧν ἂν ἀφῇ καὶ ἀπαλλάξῃ τις, μηκέτι τὰς δίκας εἶναι. Καὶ μὴν ὅτι γ᾽ ἀμφότερ᾽ ἐστὶ πεπραγμένα ταῦτα τούτῳ πρὸς ἡμᾶς, ἠκούσατε τῶν μαρτυριῶν. Ἁπάντων μὲν τοίνυν τῶν ἐν τοῖς νόμοις ἀπειρημένων οὐ προσήκει δικάζεσθαι, ἥκιστα δὲ τούτων. Ἃ μὲν γὰρ τὸ δημόσιον πέπρακεν, ἔχοι τις ἂν εἰπεῖν ὡς ἀδίκως οὐ προσήκοντα πέπρακεν·
{{χ|19}} ἀκούετ᾽, ὦ ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ὧν ἂν ἀφῇ καὶ ἀπαλλάξῃ τις, μηκέτι τὰς δίκας εἶναι. Καὶ μὴν ὅτι γ᾽ ἀμφότερ᾽ ἐστὶ πεπραγμένα ταῦτα τούτῳ πρὸς ἡμᾶς, ἠκούσατε τῶν μαρτυριῶν. Ἁπάντων μὲν τοίνυν τῶν ἐν τοῖς νόμοις ἀπειρημένων οὐ προσήκει δικάζεσθαι, ἥκιστα δὲ τούτων. Ἃ μὲν γὰρ τὸ δημόσιον πέπρακεν, ἔχοι τις ἂν εἰπεῖν ὡς ἀδίκως οὐ προσήκοντα πέπρακεν·
Γραμμή 45: Γραμμή 45:
{{χ|21}} οὐκοῦν ὡς μὲν ἀφῆκέ με πάντων, ὅτ᾽ ἐγιγνόμην τῶν ἀνδραπόδων πρατήρ, ἐπέδειξα· ὅτι δ᾽ οὐκ ἐῶσιν οἱ νόμοι τούτων εἶναι δίκας, ἀκηκόατ᾽ ἀρτίως ἀναγιγνωσκομένου τοῦ νόμου. Ἵνα δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μή τις οἴηται τοῖς περὶ τῶν πραγμάτων αὐτῶν δικαίοις ἁλισκόμενόν μ᾽ ἐπὶ τοῦτ᾽ ἀποχωρεῖν, καὶ καθ᾽ ἕκαστον ὧν ἐγκαλεῖ βούλομαι δεῖξαι αὐτὸν ψευδόμενον.
{{χ|21}} οὐκοῦν ὡς μὲν ἀφῆκέ με πάντων, ὅτ᾽ ἐγιγνόμην τῶν ἀνδραπόδων πρατήρ, ἐπέδειξα· ὅτι δ᾽ οὐκ ἐῶσιν οἱ νόμοι τούτων εἶναι δίκας, ἀκηκόατ᾽ ἀρτίως ἀναγιγνωσκομένου τοῦ νόμου. Ἵνα δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μή τις οἴηται τοῖς περὶ τῶν πραγμάτων αὐτῶν δικαίοις ἁλισκόμενόν μ᾽ ἐπὶ τοῦτ᾽ ἀποχωρεῖν, καὶ καθ᾽ ἕκαστον ὧν ἐγκαλεῖ βούλομαι δεῖξαι αὐτὸν ψευδόμενον.


{{χ|22}} Λέγε δ᾽ αὐτὸ τὸ ἔγκλημα, ὅ μοι δικάζεται.Ἔγκλημαἔβλαψέ με Νικόβουλος ἐπιβουλεύσας ἐμοὶ καὶ τῇ οὐσίᾳ τῇ ἐμῇ, ἀφελέσθαι κελεύσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην τὸ ἀργύριον τοῦ ἐμοῦ οἰκέτου, ὃ ἔφερεν καταβολὴν τῇ πόλει τοῦ μετάλλου, ὃ ἐγὼ ἐπριάμην ἐνενήκοντα μνῶν, καὶ αἴτιος ἐμοὶ γενόμενος ἐγγραφῆναι τὸ διπλοῦν τῷ δημοσίῳ.
{{χ|22}} Λέγε δ᾽ αὐτὸ τὸ ἔγκλημα, ὅ μοι δικάζεται. Ἔγκλημα ἔβλαψέ με Νικόβουλος ἐπιβουλεύσας ἐμοὶ καὶ τῇ οὐσίᾳ τῇ ἐμῇ, ἀφελέσθαι κελεύσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην τὸ ἀργύριον τοῦ ἐμοῦ οἰκέτου, ὃ ἔφερεν καταβολὴν τῇ πόλει τοῦ μετάλλου, ὃ ἐγὼ ἐπριάμην ἐνενήκοντα μνῶν, καὶ αἴτιος ἐμοὶ γενόμενος ἐγγραφῆναι τὸ διπλοῦν τῷ δημοσίῳ.


{{χ|23}} Ἐπίσχες. Ταυτὶ πάντα, ἃ νῦν ἐγκέκληκεν ἐμοί, πρότερον τὸν Εὔεργον αἰτιασάμενος τὴν δίκην εἷλε. Μεμαρτύρηται μὲν δὴ καὶ ἐν ἀρχῇ μοι τοῦ λόγου πρὸς ὑμᾶς ὡς ἀπεδήμουν, ὅτε τούτοις αἱ πρὸς ἀλλήλους ἐγίγνοντο διαφοραί· οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ ἐγκλήματος τούτου δῆλόν ἐστιν. Οὐδαμοῦ γὰρ ὡς ἐγώ τι πεποίηκα τούτων ἔγραψεν, ἀλλ᾽ ὑπογράψας ἐπιβουλεῦσαί με αὑτῷ καὶ τῇ οὐσίᾳ, προστάξαι φησὶ τῷ παιδὶ ταῦτα ποιεῖν, ψευδόμενος· πῶς γὰρ ἐγὼ προσέταξα, ὃς ὅτ᾽ ἐξέπλεον τῶν γενησομένων ἐνταῦθ᾽ οὐδ᾽ ὁτιοῦν δήπουθεν ᾔδειν
{{χ|23}} Ἐπίσχες. Ταυτὶ πάντα, ἃ νῦν ἐγκέκληκεν ἐμοί, πρότερον τὸν Εὔεργον αἰτιασάμενος τὴν δίκην εἷλε. Μεμαρτύρηται μὲν δὴ καὶ ἐν ἀρχῇ μοι τοῦ λόγου πρὸς ὑμᾶς ὡς ἀπεδήμουν, ὅτε τούτοις αἱ πρὸς ἀλλήλους ἐγίγνοντο διαφοραί· οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ ἐγκλήματος τούτου δῆλόν ἐστιν. Οὐδαμοῦ γὰρ ὡς ἐγώ τι πεποίηκα τούτων ἔγραψεν, ἀλλ᾽ ὑπογράψας ἐπιβουλεῦσαί με αὑτῷ καὶ τῇ οὐσίᾳ, προστάξαι φησὶ τῷ παιδὶ ταῦτα ποιεῖν, ψευδόμενος· πῶς γὰρ ἐγὼ προσέταξα, ὃς ὅτ᾽ ἐξέπλεον τῶν γενησομένων ἐνταῦθ᾽ οὐδ᾽ ὁτιοῦν δήπουθεν ᾔδειν
Γραμμή 51: Γραμμή 51:
{{χ|24}} εἶτα καὶ πόση μωρία, λέγονθ᾽ ὡς ἐπεβούλευον ἀτιμῶσαι καὶ τὰ ἔσχατα πρᾶξαι, οἰκέτῃ με ταῦτα προστάξαι γεγραφέναι, ἃ οὐδὲ πολίτης πολίτην δύναιτ᾽ ἂν ποιῆσαι τί οὖν ἐστι τοῦτο οὐκ ἔχων οἶμαι κατ᾽ οὐδὲν διὰ τὴν ἀποδημίαν εἰς ἐμὲ τούτων ἀνενεγκεῖν τι, συκοφαντεῖν δὲ βουλόμενος, ὡς προσέταξα, ἐνέγραψεν· οὐδὲ γὰρ λόγος ἦν, εἰ μὴ τοῦτ᾽ ἐποίησε.
{{χ|24}} εἶτα καὶ πόση μωρία, λέγονθ᾽ ὡς ἐπεβούλευον ἀτιμῶσαι καὶ τὰ ἔσχατα πρᾶξαι, οἰκέτῃ με ταῦτα προστάξαι γεγραφέναι, ἃ οὐδὲ πολίτης πολίτην δύναιτ᾽ ἂν ποιῆσαι τί οὖν ἐστι τοῦτο οὐκ ἔχων οἶμαι κατ᾽ οὐδὲν διὰ τὴν ἀποδημίαν εἰς ἐμὲ τούτων ἀνενεγκεῖν τι, συκοφαντεῖν δὲ βουλόμενος, ὡς προσέταξα, ἐνέγραψεν· οὐδὲ γὰρ λόγος ἦν, εἰ μὴ τοῦτ᾽ ἐποίησε.


{{χ|25}} λέγε τἀκόλουθον.Ἔγκλημακαὶ ἐπειδὴ ὦφλον ἐγὼ τῷ δημοσίῳ, καταστήσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην εἰς τὸ ἐργαστήριον τὸ ἐμὸν τὸ ἐπὶ Θρασύλλῳ κύριον τῶν ἐμῶν, ἀπαγορεύοντος ἐμοῦ.Ἐπίσχες. Πάλιν ταυτὶ πάνθ᾽ ὑπ᾽ αὐτοῦ τοῦ πράγματος ἐξελεγχθήσεται ψευδόμενος. Γέγραφεν γὰρ καταστῆσαι μὲν ἐμέ, ἀπαγορεύειν δ᾽ αὑτόν. Ταῦτα δ᾽ οὐχ οἷόν τε τὸν μὴ παρόντα. Οὔτε γὰρ καθίστην ἐγώ, ὅ γ᾽ ὢν ἐν τῷ Πόντῳ, οὔτ᾽ ἀπηγόρευεν οὗτος τῷ μὴ παρόντι· πῶς γάρ
{{χ|25}} λέγε τἀκόλουθον. Ἔγκλημακαὶ ἐπειδὴ ὦφλον ἐγὼ τῷ δημοσίῳ, καταστήσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην εἰς τὸ ἐργαστήριον τὸ ἐμὸν τὸ ἐπὶ Θρασύλλῳ κύριον τῶν ἐμῶν, ἀπαγορεύοντος ἐμοῦ. Ἐπίσχες. Πάλιν ταυτὶ πάνθ᾽ ὑπ᾽ αὐτοῦ τοῦ πράγματος ἐξελεγχθήσεται ψευδόμενος. Γέγραφεν γὰρ καταστῆσαι μὲν ἐμέ, ἀπαγορεύειν δ᾽ αὑτόν. Ταῦτα δ᾽ οὐχ οἷόν τε τὸν μὴ παρόντα. Οὔτε γὰρ καθίστην ἐγώ, ὅ γ᾽ ὢν ἐν τῷ Πόντῳ, οὔτ᾽ ἀπηγόρευεν οὗτος τῷ μὴ παρόντι· πῶς γάρ


{{χ|26}} πῶς οὖν εἰς ἀνάγκην ἦλθεν ταῦθ᾽ οὕτω γράψαι ὁ Εὔεργος τότ᾽ οἶμαι πλημμελῶν ὧν δέδωκε δίκην, συνήθως ἔχων ἐμοὶ καὶ γνώριμος ὢν κατέστησεν τὸν οἰκέτην οἴκοθεν λαβὼν παρ᾽ ἐμοῦ φυλάττειν ὡς αὑτόν. Εἰ μὲν οὖν ἔγραψε τἀληθές, γέλως ἂν ἦν· τί γάρ, εἰ κατέστησεν Εὔεργος, ἐγώ σ᾽ ἀδικῶ φεύγων δὲ τοῦτο τοιαῦτ᾽ ἠνάγκασται γράφειν, ἵν᾽ ᾖ πρὸς ἔμ᾽ αὐτῷ τὸ ἔγκλημα. Λέγε τὰ ἐφεξῆς.Ἔγκλημακἄπειτα πείσας τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα ἐπὶ βλάβῃ τῇ ἐμῇ.
{{χ|26}} πῶς οὖν εἰς ἀνάγκην ἦλθεν ταῦθ᾽ οὕτω γράψαι ὁ Εὔεργος τότ᾽ οἶμαι πλημμελῶν ὧν δέδωκε δίκην, συνήθως ἔχων ἐμοὶ καὶ γνώριμος ὢν κατέστησεν τὸν οἰκέτην οἴκοθεν λαβὼν παρ᾽ ἐμοῦ φυλάττειν ὡς αὑτόν. Εἰ μὲν οὖν ἔγραψε τἀληθές, γέλως ἂν ἦν· τί γάρ, εἰ κατέστησεν Εὔεργος, ἐγώ σ᾽ ἀδικῶ φεύγων δὲ τοῦτο τοιαῦτ᾽ ἠνάγκασται γράφειν, ἵν᾽ ᾖ πρὸς ἔμ᾽ αὐτῷ τὸ ἔγκλημα. Λέγε τὰ ἐφεξῆς. Ἔγκλημα κἄπειτα πείσας τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα ἐπὶ βλάβῃ τῇ ἐμῇ.


{{χ|27}} Τουτὶ παντελῶς ἤδη καὶ ἀναιδές ἐστιν· οὐ γὰρ μόνον ἐκ τοῦ προκαλεῖσθαι τούτους παραδοῦναι, τοῦτον δὲ μὴ ᾽θέλειν, ἀλλὰ καὶ ἐκ πάντων δῆλόν ἐστιν ψεῦδος ὄν. Τίνος γὰρ εἵνεκ᾽ ἔπειθον ἵνα νὴ Δί᾽ αὐτοὺς κτήσωμαι. Ἀλλ᾽ αἱρέσεώς μοι δοθείσης ἢ ἔχειν ἢ κομίσασθαι τὰ ἐμαυτοῦ, εἱλόμην κομίσασθαι, καὶ ταῦτα μεμαρτύρηται. Λέγε δὴ τὴν πρόκλησιν ὅμως.Πρόκλησις
{{χ|27}} Τουτὶ παντελῶς ἤδη καὶ ἀναιδές ἐστιν· οὐ γὰρ μόνον ἐκ τοῦ προκαλεῖσθαι τούτους παραδοῦναι, τοῦτον δὲ μὴ ᾽θέλειν, ἀλλὰ καὶ ἐκ πάντων δῆλόν ἐστιν ψεῦδος ὄν. Τίνος γὰρ εἵνεκ᾽ ἔπειθον ἵνα νὴ Δί᾽ αὐτοὺς κτήσωμαι. Ἀλλ᾽ αἱρέσεώς μοι δοθείσης ἢ ἔχειν ἢ κομίσασθαι τὰ ἐμαυτοῦ, εἱλόμην κομίσασθαι, καὶ ταῦτα μεμαρτύρηται. Λέγε δὴ τὴν πρόκλησιν ὅμως. Πρόκλησις


{{χ|28}} ταύτην τοίνυν οὐχὶ δεξάμενος τὴν πρόκλησιν, ἀλλὰ φυγών, σκέψασθ᾽ οἷον εὐθέως μετὰ ταῦτ᾽ ἐγκαλεῖ. Λέγε τοὐχόμενον.Ἔγκλημακαὶ κατεργασάμενος τὴν ἀργυρῖτιν, ἣν οἱ ἐμοὶ οἰκέται ἠργάσαντο, καὶ ἔχων τὸ ἀργύριον τὸ ἐκ ταύτης τῆς ἀργυρίτιδος.Πάλιν ταῦτα πῶς ἔνεστ᾽ ἐμοὶ πεπρᾶχθαι τῷ μὴ παρόντι,καὶ περὶ ὧν Εὐέργου κατεδικάσω
{{χ|28}} ταύτην τοίνυν οὐχὶ δεξάμενος τὴν πρόκλησιν, ἀλλὰ φυγών, σκέψασθ᾽ οἷον εὐθέως μετὰ ταῦτ᾽ ἐγκαλεῖ. Λέγε τοὐχόμενον. Ἔγκλημα καὶ κατεργασάμενος τὴν ἀργυρῖτιν, ἣν οἱ ἐμοὶ οἰκέται ἠργάσαντο, καὶ ἔχων τὸ ἀργύριον τὸ ἐκ ταύτης τῆς ἀργυρίτιδος. Πάλιν ταῦτα πῶς ἔνεστ᾽ ἐμοὶ πεπρᾶχθαι τῷ μὴ παρόντι,καὶ περὶ ὧν Εὐέργου κατεδικάσω


{{χ|29}} λέγε δ᾽ αὐτοῖς τὸ ἐφεξῆς.Ἔγκλημακαὶ ἀποδόμενος τὸ ἐργαστήριον τὸ ἐμὸν καὶ τοὺς οἰκέτας παρὰ τὰς συνθήκας, ἃς ἔθετο πρός με.Ἐπίσχες. Τουτὶ πολὺ πάνθ᾽ ὑπερβέβληκεν τἄλλα. Πρῶτον μὲν γὰρ παρὰ τὰς συνθήκας φησίν, ἃς ἔθετο πρὸς ἐμέ. Αὗται δ᾽ εἰσὶ τίνεσ ἐμισθώσαμεν τῶν τόκων τῶν γιγνομένων τούτῳ τὰ ἡμέτερ᾽ ἡμεῖς, καὶ ἄλλ᾽ οὐδέν· πρατὴρ μὲν γὰρ ὁ Μνησικλῆς ἡμῖν ἐγεγόνει τούτου παρόντος καὶ κελεύοντος.
{{χ|29}} λέγε δ᾽ αὐτοῖς τὸ ἐφεξῆς. Ἔγκλημα καὶ ἀποδόμενος τὸ ἐργαστήριον τὸ ἐμὸν καὶ τοὺς οἰκέτας παρὰ τὰς συνθήκας, ἃς ἔθετο πρός με. Ἐπίσχες. Τουτὶ πολὺ πάνθ᾽ ὑπερβέβληκεν τἄλλα. Πρῶτον μὲν γὰρ παρὰ τὰς συνθήκας φησίν, ἃς ἔθετο πρὸς ἐμέ. Αὗται δ᾽ εἰσὶ τίνες ἐμισθώσαμεν τῶν τόκων τῶν γιγνομένων τούτῳ τὰ ἡμέτερ᾽ ἡμεῖς, καὶ ἄλλ᾽ οὐδέν· πρατὴρ μὲν γὰρ ὁ Μνησικλῆς ἡμῖν ἐγεγόνει τούτου παρόντος καὶ κελεύοντος.


{{χ|30}} μετὰ ταῦτα δὲ τὸν αὐτὸν τρόπον ἡμεῖς ἑτέροις ἀπεδόμεθα, ἐφ᾽ οἷσπερ αὐτοὶ ἐπριάμεθα, οὐ μόνον κελεύοντος ἔτι τούτου, ἀλλὰ καὶ ἱκετεύοντος· οὐδεὶς γὰρ ἤθελεν δέχεσθαι τοῦτον πρατῆρα. Τί οὖν αἱ τῆς μισθώσεως ἐνταῦθα συνθῆκαι τί τοῦτ᾽, ὦ φαυλότατ᾽ ἀνθρώπων, ἐνέγραψασ ἀλλὰ μὴν ὅτι σοῦ κελεύοντος καὶ ἐφ᾽ οἷσπερ ἐωνήμεθ᾽ αὐτοὶ πάλιν ἀπεδόμεθα, λέγε τὴν μαρτυρίαν.Μαρτυρία
{{χ|30}} μετὰ ταῦτα δὲ τὸν αὐτὸν τρόπον ἡμεῖς ἑτέροις ἀπεδόμεθα, ἐφ᾽ οἷσπερ αὐτοὶ ἐπριάμεθα, οὐ μόνον κελεύοντος ἔτι τούτου, ἀλλὰ καὶ ἱκετεύοντος· οὐδεὶς γὰρ ἤθελεν δέχεσθαι τοῦτον πρατῆρα. Τί οὖν αἱ τῆς μισθώσεως ἐνταῦθα συνθῆκαι τί τοῦτ᾽, ὦ φαυλότατ᾽ ἀνθρώπων, ἐνέγραψας ἀλλὰ μὴν ὅτι σοῦ κελεύοντος καὶ ἐφ᾽ οἷσπερ ἐωνήμεθ᾽ αὐτοὶ πάλιν ἀπεδόμεθα, λέγε τὴν μαρτυρίαν. Μαρτυρία


{{χ|31}} μαρτυρεῖς τοίνυν καὶ σύ· ἃ γὰρ ἡμεῖς πέντε καὶ ἑκατὸν μνῶν ἐωνήμεθα, ταῦθ᾽ ὕστερον τριῶν ταλάντων καὶ δισχιλίων καὶ ἑξακοσίων ἀπέδου σύ· καίτοι τίς ἂν καθάπαξ πρατῆρά σ᾽ ἔχων σοὶ δραχμὴν ἔδωκε μίαν ἀλλὰ μὴν ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.Μάρτυρες
{{χ|31}} μαρτυρεῖς τοίνυν καὶ σύ· ἃ γὰρ ἡμεῖς πέντε καὶ ἑκατὸν μνῶν ἐωνήμεθα, ταῦθ᾽ ὕστερον τριῶν ταλάντων καὶ δισχιλίων καὶ ἑξακοσίων ἀπέδου σύ· καίτοι τίς ἂν καθάπαξ πρατῆρά σ᾽ ἔχων σοὶ δραχμὴν ἔδωκε μίαν ἀλλὰ μὴν ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας. Μάρτυρες


{{χ|32}} ἔχων μὲν τοίνυν ἣν ἐπείσθη τῶν αὑτοῦ τιμήν, δεηθεὶς δ᾽ ἐμοῦ τὸ γενέσθαι πρατῆρα καθ᾽ ὃ συνέβαλον ἀργύριον, αὑτὸς δυοῖν ταλάντοιν προσδικάζεται. Καὶ τὰ λοιπὰ τῶν ἐγκλημάτων ἔτ᾽ ἐστὶ δεινότερα. Λέγε δή μοι τὸ λοιπὸν τοῦ ἐγκλήματος.Ἔγκλημα
{{χ|32}} ἔχων μὲν τοίνυν ἣν ἐπείσθη τῶν αὑτοῦ τιμήν, δεηθεὶς δ᾽ ἐμοῦ τὸ γενέσθαι πρατῆρα καθ᾽ ὃ συνέβαλον ἀργύριον, αὑτὸς δυοῖν ταλάντοιν προσδικάζεται. Καὶ τὰ λοιπὰ τῶν ἐγκλημάτων ἔτ᾽ ἐστὶ δεινότερα. Λέγε δή μοι τὸ λοιπὸν τοῦ ἐγκλήματος. Ἔγκλημα


{{χ|33}} ἐνταυθὶ πόλλ᾽ ἄττα καὶ δεινά μοι ἅμ᾽ ἐγκαλεῖ· καὶ γὰρ αἴκειαν καὶ ὕβριν καὶ βιαίων καὶ πρὸς ἐπικλήρους ἀδικήματα. Τούτων δ᾽ εἰσὶν ἑκάστου χωρὶς αἱ δίκαι καὶ οὔτε πρὸς ἀρχὴν τὴν αὐτὴν οὔθ᾽ ὑπὲρ τιμημάτων τῶν αὐτῶν, ἀλλ᾽ ἡ μὲν αἴκεια καὶ τὰ τῶν βιαίων πρὸς τοὺς τετταράκοντα, αἱ δὲ τῆς ὕβρεως πρὸς τοὺς θεσμοθέτας, ὅσα δ᾽ εἰς ἐπικλήρους, πρὸς τὸν ἄρχοντα. Οἱ δὲ νόμοι καὶ τούτων διδόασι τὰς παραγραφὰς ἀντιλαγχάνειν, περὶ ὧν οὐκ εἰσὶν εἰσαγωγεῖς. Λέγε δ᾽ αὐτοῖς τουτονὶ τὸν νόμον.Νόμος
{{χ|33}} ἐνταυθὶ πόλλ᾽ ἄττα καὶ δεινά μοι ἅμ᾽ ἐγκαλεῖ· καὶ γὰρ αἴκειαν καὶ ὕβριν καὶ βιαίων καὶ πρὸς ἐπικλήρους ἀδικήματα. Τούτων δ᾽ εἰσὶν ἑκάστου χωρὶς αἱ δίκαι καὶ οὔτε πρὸς ἀρχὴν τὴν αὐτὴν οὔθ᾽ ὑπὲρ τιμημάτων τῶν αὐτῶν, ἀλλ᾽ ἡ μὲν αἴκεια καὶ τὰ τῶν βιαίων πρὸς τοὺς τετταράκοντα, αἱ δὲ τῆς ὕβρεως πρὸς τοὺς θεσμοθέτας, ὅσα δ᾽ εἰς ἐπικλήρους, πρὸς τὸν ἄρχοντα. Οἱ δὲ νόμοι καὶ τούτων διδόασι τὰς παραγραφὰς ἀντιλαγχάνειν, περὶ ὧν οὐκ εἰσὶν εἰσαγωγεῖς. Λέγε δ᾽ αὐτοῖς τουτονὶ τὸν νόμον. Νόμος


{{χ|34}} τοῦτο τοίνυν ἐμοῦ παραγεγραμμένου πρὸς τῇ ἄλλῃ παραγραφῇ, καὶ οὐκ ὄντων εἰσαγωγέων τῶν θεσμοθετῶν ὑπὲρ ὧν λαγχάνει Πανταίνετος, ἐξαλήλιπται καὶ οὐ πρόσεστι τῇ παραγραφῇ. Τὸ δ᾽ ὅπως, ὑμεῖς σκοπεῖτε· ἐμοὶ μὲν γάρ, ἕως ἂν ἔχω τὸν νόμον αὐτὸν δεικνύναι, οὐδ᾽ ὁτιοῦν διαφέρει· οὐ γὰρ τὸ γιγνώσκειν καὶ συνιέναι τὰ δίκαι᾽ ὑμῶν ἐξαλεῖψαι δυνήσεται.
{{χ|34}} τοῦτο τοίνυν ἐμοῦ παραγεγραμμένου πρὸς τῇ ἄλλῃ παραγραφῇ, καὶ οὐκ ὄντων εἰσαγωγέων τῶν θεσμοθετῶν ὑπὲρ ὧν λαγχάνει Πανταίνετος, ἐξαλήλιπται καὶ οὐ πρόσεστι τῇ παραγραφῇ. Τὸ δ᾽ ὅπως, ὑμεῖς σκοπεῖτε· ἐμοὶ μὲν γάρ, ἕως ἂν ἔχω τὸν νόμον αὐτὸν δεικνύναι, οὐδ᾽ ὁτιοῦν διαφέρει· οὐ γὰρ τὸ γιγνώσκειν καὶ συνιέναι τὰ δίκαι᾽ ὑμῶν ἐξαλεῖψαι δυνήσεται.


{{χ|35}} λαβὲ δὴ καὶ τὸν μεταλλικὸν νόμον· καὶ γὰρ ἐκ τούτου δείξειν οἴομαι, οὔτ᾽ οὖσαν εἰσαγώγιμον τὴν δίκην, χάριτός τ᾽ ὢν μᾶλλον ἄξιος ἢ τοῦ συκοφαντεῖσθαι. Λέγε.Νόμοςοὗτος σαφῶς ὁ νόμος διείρηκεν ὧν εἶναι δίκας προσήκει μεταλλικάς. Οὐκοῦν ὁ μὲν νόμος, ἐάν τις ἐξίλλῃ τινὰ τῆς ἐργασίας, ὑπόδικον ποιεῖ· ἐγὼ δ᾽ οὐχ ὅπως αὐτὸς ἐξίλλω, ἀλλ᾽ ὧν τοῦτον ἄλλος ἀπεστέρει, τούτων ἐγκρατῆ κατέστησα καὶ παρέδωκα, καὶ πρατὴρ τούτου δεηθέντος ἐγενόμην.
{{χ|35}} λαβὲ δὴ καὶ τὸν μεταλλικὸν νόμον· καὶ γὰρ ἐκ τούτου δείξειν οἴομαι, οὔτ᾽ οὖσαν εἰσαγώγιμον τὴν δίκην, χάριτός τ᾽ ὢν μᾶλλον ἄξιος ἢ τοῦ συκοφαντεῖσθαι. Λέγε. Νόμος οὗτος σαφῶς ὁ νόμος διείρηκεν ὧν εἶναι δίκας προσήκει μεταλλικάς. Οὐκοῦν ὁ μὲν νόμος, ἐάν τις ἐξίλλῃ τινὰ τῆς ἐργασίας, ὑπόδικον ποιεῖ· ἐγὼ δ᾽ οὐχ ὅπως αὐτὸς ἐξίλλω, ἀλλ᾽ ὧν τοῦτον ἄλλος ἀπεστέρει, τούτων ἐγκρατῆ κατέστησα καὶ παρέδωκα, καὶ πρατὴρ τούτου δεηθέντος ἐγενόμην.


{{χ|36}} Ναί, φησίν· ἀλλὰ κἂν ἄλλο τι ἀδικῇ τις περὶ τὰ μέταλλα, καὶ τούτων εἰσὶν δίκαι. Ὀρθῶς γ᾽, ὦ Πανταίνετε· ἀλλὰ ταῦτα τί ἐστιν ἂν τύφῃ τις, ἂν ὅπλ᾽ ἐπιφέρῃ, ἂν ἐπικατατέμνῃ τῶν μέτρων ἐντός. Ταῦτ᾽ ἐστὶν τἄλλα, ὧν οὐδὲν δήπου πέπρακται πρὸς ὑμᾶς ἐμοί, πλὴν εἰ τοὺς κομιζομένους ἃ προεῖντό σοι, μεθ᾽ ὅπλων ἥκειν νομίζεις. Εἰ δὲ ταῦθ᾽ ἡγεῖ, πρὸς ἅπαντας τοὺς προϊεμένους τὰ ἑαυτῶν εἰσί σοι δίκαι μεταλλικαί.
{{χ|36}} Ναί, φησίν· ἀλλὰ κἂν ἄλλο τι ἀδικῇ τις περὶ τὰ μέταλλα, καὶ τούτων εἰσὶν δίκαι. Ὀρθῶς γ᾽, ὦ Πανταίνετε· ἀλλὰ ταῦτα τί ἐστιν ἂν τύφῃ τις, ἂν ὅπλ᾽ ἐπιφέρῃ, ἂν ἐπικατατέμνῃ τῶν μέτρων ἐντός. Ταῦτ᾽ ἐστὶν τἄλλα, ὧν οὐδὲν δήπου πέπρακται πρὸς ὑμᾶς ἐμοί, πλὴν εἰ τοὺς κομιζομένους ἃ προεῖντό σοι, μεθ᾽ ὅπλων ἥκειν νομίζεις. Εἰ δὲ ταῦθ᾽ ἡγεῖ, πρὸς ἅπαντας τοὺς προϊεμένους τὰ ἑαυτῶν εἰσί σοι δίκαι μεταλλικαί.
Γραμμή 83: Γραμμή 83:
{{χ|40}} ἀναγιγνώσκει μοι πρόκλησιν μακράν, ἀξιῶν, ὅν φησιν οἰκέτην ταῦτα συνειδέναι, βασανίζεσθαι, κἂν μὲν ᾖ ταῦτ᾽ ἀληθῆ, τὴν δίκην ἀτίμητον ὀφλεῖν αὑτῷ, ἐὰν δὲ ψευδῆ, τὸν βασανιστὴν Μνησικλέα ἐπιγνώμον᾽ εἶναι τῆς τιμῆς τῆς τοῦ παιδός. Λαβὼν δ᾽ ἐγγυητὰς τούτων παρ᾽ ἐμοῦ, καὶ σημηναμένου τὴν πρόκλησιν ἐμοῦ, οὐχ ὡς δίκαιον ὄν ποῦ γάρ ἐστι δίκαιον,
{{χ|40}} ἀναγιγνώσκει μοι πρόκλησιν μακράν, ἀξιῶν, ὅν φησιν οἰκέτην ταῦτα συνειδέναι, βασανίζεσθαι, κἂν μὲν ᾖ ταῦτ᾽ ἀληθῆ, τὴν δίκην ἀτίμητον ὀφλεῖν αὑτῷ, ἐὰν δὲ ψευδῆ, τὸν βασανιστὴν Μνησικλέα ἐπιγνώμον᾽ εἶναι τῆς τιμῆς τῆς τοῦ παιδός. Λαβὼν δ᾽ ἐγγυητὰς τούτων παρ᾽ ἐμοῦ, καὶ σημηναμένου τὴν πρόκλησιν ἐμοῦ, οὐχ ὡς δίκαιον ὄν ποῦ γάρ ἐστι δίκαιον,


{{χ|41}} ἐν οἰκέτου σώματι καὶ ψυχῇ ἢ δύ᾽ ὠφληκέναι τάλαντα, ἢ μηδὲν τὸν συκοφαντοῦντα ζημιοῦσθαι ἀλλ᾽ ἐγὼ πολλῷ τῷ δικαίῳ περιεῖναι βουλόμενος συνεχώρουν. Καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς οὕτως εὐθὺς ἦν δῆλος οὐδ᾽ οἷς αὐτὸς ὡρίσατ᾽ ἐμμένων δικαίοισ·
{{χ|41}} ἐν οἰκέτου σώματι καὶ ψυχῇ ἢ δύ᾽ ὠφληκέναι τάλαντα, ἢ μηδὲν τὸν συκοφαντοῦντα ζημιοῦσθαι ἀλλ᾽ ἐγὼ πολλῷ τῷ δικαίῳ περιεῖναι βουλόμενος συνεχώρουν. Καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς οὕτως εὐθὺς ἦν δῆλος οὐδ᾽ οἷς αὐτὸς ὡρίσατ᾽ ἐμμένων δικαίοις·


{{χ|42}} ἐπειδὴ δ᾽ ἥκομεν πρὸς τὸν βασανιστήν, ἀντὶ τοῦ τὴν πρόκλησιν ἀνοίξας δεῖξαι τὰ γεγραμμένα καὶ κατὰ ταῦτα πράττειν ὅ τι δόξαι διὰ γὰρ τὸν θόρυβον τότε καὶ τὸ μέλλειν καλεῖσθαι τὴν δίκην τοιοῦτον ἦν· προκαλοῦμαί σε ταυτί· δέχομαι· φέρε δὴ τὸν δακτύλιον· λαβέ· τίς δ᾽ ἐγγυητήσ οὑτοσί· οὐδὲν οὔτ᾽ ἀντίγραφον οὔτ᾽ ἄλλ᾽ οὐδὲν ἐποιησάμην τοιοῦτον ἀντὶ δὲ τοῦ ταῦθ᾽ οὕτως ὥσπερ λέγω πράττειν ἑτέραν ἧκεν ἔχων πρόκλησιν, ἀξιῶν αὐτὸς βασανίζειν τὸν ἄνθρωπον, καὶ ἐπιλαβόμενος εἷλκεν, καὶ ἐνέλειπεν οὐδὲν ἀσελγείας.
{{χ|42}} ἐπειδὴ δ᾽ ἥκομεν πρὸς τὸν βασανιστήν, ἀντὶ τοῦ τὴν πρόκλησιν ἀνοίξας δεῖξαι τὰ γεγραμμένα καὶ κατὰ ταῦτα πράττειν ὅ τι δόξαι διὰ γὰρ τὸν θόρυβον τότε καὶ τὸ μέλλειν καλεῖσθαι τὴν δίκην τοιοῦτον ἦν· προκαλοῦμαί σε ταυτί· δέχομαι· φέρε δὴ τὸν δακτύλιον· λαβέ· τίς δ᾽ ἐγγυητὴς οὑτοσί· οὐδὲν οὔτ᾽ ἀντίγραφον οὔτ᾽ ἄλλ᾽ οὐδὲν ἐποιησάμην τοιοῦτον ἀντὶ δὲ τοῦ ταῦθ᾽ οὕτως ὥσπερ λέγω πράττειν ἑτέραν ἧκεν ἔχων πρόκλησιν, ἀξιῶν αὐτὸς βασανίζειν τὸν ἄνθρωπον, καὶ ἐπιλαβόμενος εἷλκεν, καὶ ἐνέλειπεν οὐδὲν ἀσελγείας.


{{χ|43}} Καὶ ἔγωγ᾽ ἐνεθυμήθην, ὦ ἄνδρες δικασταί, ἡλίκον ἐστὶ πλεονέκτημα τὸ καταπεπλάσθαι τὸν βίον. Ἐγὼ γὰρ ἐμαυτῷ ταῦτα πάσχειν ἐδόκουν καταφρονούμενος τῷ ἁπλῶς καὶ ὡς πέφυκα ζῆν, καὶ δίκην διδόναι παμμεγέθη ταῦτ᾽ ἀνεχόμενος. Ὅτι δ᾽ οὖν ἠναγκαζόμην, παρ᾽ ἃ ἡγούμην δίκαι᾽ εἶναι, ἀντιπροκαλεῖσθαι, καὶ τὸν οἰκέτην παρεδίδουν, καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, λέγε τὴν πρόκλησιν.Πρόκλησις
{{χ|43}} Καὶ ἔγωγ᾽ ἐνεθυμήθην, ὦ ἄνδρες δικασταί, ἡλίκον ἐστὶ πλεονέκτημα τὸ καταπεπλάσθαι τὸν βίον. Ἐγὼ γὰρ ἐμαυτῷ ταῦτα πάσχειν ἐδόκουν καταφρονούμενος τῷ ἁπλῶς καὶ ὡς πέφυκα ζῆν, καὶ δίκην διδόναι παμμεγέθη ταῦτ᾽ ἀνεχόμενος. Ὅτι δ᾽ οὖν ἠναγκαζόμην, παρ᾽ ἃ ἡγούμην δίκαι᾽ εἶναι, ἀντιπροκαλεῖσθαι, καὶ τὸν οἰκέτην παρεδίδουν, καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, λέγε τὴν πρόκλησιν. Πρόκλησις


{{χ|44}} φυγὼν μὲν τοίνυν ταῦτα, φυγὼν δ᾽ ἃ τὸ πρῶτον αὐτὸς προὐκαλέσατο, ἔγωγ᾽, ὅ τι ποτ᾽ ἐρεῖ πρὸς ὑμᾶς, θαυμάζω. Ἵνα δ᾽ εἰδῆθ᾽ ὑφ᾽ οὗ φησὶ καὶ τὰ δεινὰ πεπονθέναι, θεάσασθε. Οὗτός ἐστιν ὁ Πανταίνετον ἐκβαλών, οὗτός ἐσθ᾽ ὁ κρείττων τῶν φίλων τῶν Πανταινέτου καὶ τῶν νόμων. Οὐ γὰρ ἔγωγ᾽ ἐπεδήμουν, οὐδ᾽ αὐτὸς ἐγκαλεῖ.
{{χ|44}} φυγὼν μὲν τοίνυν ταῦτα, φυγὼν δ᾽ ἃ τὸ πρῶτον αὐτὸς προὐκαλέσατο, ἔγωγ᾽, ὅ τι ποτ᾽ ἐρεῖ πρὸς ὑμᾶς, θαυμάζω. Ἵνα δ᾽ εἰδῆθ᾽ ὑφ᾽ οὗ φησὶ καὶ τὰ δεινὰ πεπονθέναι, θεάσασθε. Οὗτός ἐστιν ὁ Πανταίνετον ἐκβαλών, οὗτός ἐσθ᾽ ὁ κρείττων τῶν φίλων τῶν Πανταινέτου καὶ τῶν νόμων. Οὐ γὰρ ἔγωγ᾽ ἐπεδήμουν, οὐδ᾽ αὐτὸς ἐγκαλεῖ.
Γραμμή 109: Γραμμή 109:
{{χ|53}} Ἐγὼ δ᾽ ἀδικεῖν μὲν οὐδένα τῶν δανειζόντων οἴομαι, μισεῖσθαι μέντοι τινὰς ἂν εἰκότως ὑφ᾽ ὑμῶν, οἳ τέχνην τὸ πρᾶγμα πεποιημένοι μήτε συγγνώμης μήτ᾽ ἄλλου μηδενός εἰσιν ἀλλ᾽ ἢ τοῦ πλείονος. Διὰ γὰρ τὸ καὶ δεδανεῖσθαι πολλάκις, μὴ μόνον αὐτὸς τούτῳ δανεῖσαι, οὐδ᾽ ἐγὼ τούτους ἀγνοῶ, οὐδὲ φιλῶ, οὐ μέντοι γ᾽ ἀποστερῶ μὰ Δία, οὐδὲ συκοφαντῶ.
{{χ|53}} Ἐγὼ δ᾽ ἀδικεῖν μὲν οὐδένα τῶν δανειζόντων οἴομαι, μισεῖσθαι μέντοι τινὰς ἂν εἰκότως ὑφ᾽ ὑμῶν, οἳ τέχνην τὸ πρᾶγμα πεποιημένοι μήτε συγγνώμης μήτ᾽ ἄλλου μηδενός εἰσιν ἀλλ᾽ ἢ τοῦ πλείονος. Διὰ γὰρ τὸ καὶ δεδανεῖσθαι πολλάκις, μὴ μόνον αὐτὸς τούτῳ δανεῖσαι, οὐδ᾽ ἐγὼ τούτους ἀγνοῶ, οὐδὲ φιλῶ, οὐ μέντοι γ᾽ ἀποστερῶ μὰ Δία, οὐδὲ συκοφαντῶ.


{{χ|54}} Ὅστις δ᾽ εἴργασται μὲν ὥσπερ ἐγὼ πλέων καὶ κινδυνεύων, εὐπορήσας δὲ μικρῶν ἐδάνεισεν ταῦτα, καὶ χαρίσασθαι βουλόμενος καὶ μὴ λαθεῖν διαρρυὲν αὑτὸν τἀργύριον, τί τις ἂν τοῦτον εἰς ἐκείνους τιθείη εἰ μὴ τοῦτο λέγεις, ὡς ὃς ἂν σοὶ δανείσῃ, τοῦτον δημοσίᾳ μισεῖσθαι προσήκει. Λέγε δή μοι τὰς μαρτυρίας, τίς ἐγὼ πρὸς τοὺς συμβάλλοντας ἄνθρωπος καὶ πρὸς τοὺς δεομένους εἰμί.Μαρτυρίαι
{{χ|54}} Ὅστις δ᾽ εἴργασται μὲν ὥσπερ ἐγὼ πλέων καὶ κινδυνεύων, εὐπορήσας δὲ μικρῶν ἐδάνεισεν ταῦτα, καὶ χαρίσασθαι βουλόμενος καὶ μὴ λαθεῖν διαρρυὲν αὑτὸν τἀργύριον, τί τις ἂν τοῦτον εἰς ἐκείνους τιθείη εἰ μὴ τοῦτο λέγεις, ὡς ὃς ἂν σοὶ δανείσῃ, τοῦτον δημοσίᾳ μισεῖσθαι προσήκει. Λέγε δή μοι τὰς μαρτυρίας, τίς ἐγὼ πρὸς τοὺς συμβάλλοντας ἄνθρωπος καὶ πρὸς τοὺς δεομένους εἰμί. Μαρτυρίαι


{{χ|55}} τοιοῦτος, ὦ Πανταίνετε, ἐγώ, ὁ ταχὺ βαδίζων, καὶ τοιοῦτος σύ, ὁ ἀτρέμας. Ἀλλὰ μὴν περὶ τοῦ ἐμοῦ γε βαδίσματος ἢ τῆς διαλέκτου, τἀληθῆ πάντ᾽ ἐρῶ πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, μετὰ παρρησίας. Ἐγὼ γὰρ οὐχὶ λέγηθ᾽ ἐμαυτόν, οὐδ᾽ ἀγνοῶ, οὐ τῶν εὖ πεφυκότων κατὰ ταῦτ᾽ ὢν ἀνθρώπων, οὐδὲ τῶν λυσιτελούντως ἑαυτοῖς. Εἰ γὰρ ἐν οἷς μηδὲν ὠφελοῦμαι ποιῶν, λυπῶ τινάς, πῶς οὐκ ἀτυχῶ κατὰ τοῦτο τὸ μέροσ
{{χ|55}} τοιοῦτος, ὦ Πανταίνετε, ἐγώ, ὁ ταχὺ βαδίζων, καὶ τοιοῦτος σύ, ὁ ἀτρέμας. Ἀλλὰ μὴν περὶ τοῦ ἐμοῦ γε βαδίσματος ἢ τῆς διαλέκτου, τἀληθῆ πάντ᾽ ἐρῶ πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, μετὰ παρρησίας. Ἐγὼ γὰρ οὐχὶ λέληθ᾽ ἐμαυτόν, οὐδ᾽ ἀγνοῶ, οὐ τῶν εὖ πεφυκότων κατὰ ταῦτ᾽ ὢν ἀνθρώπων, οὐδὲ τῶν λυσιτελούντως ἑαυτοῖς. Εἰ γὰρ ἐν οἷς μηδὲν ὠφελοῦμαι ποιῶν, λυπῶ τινάς, πῶς οὐκ ἀτυχῶ κατὰ τοῦτο τὸ μέρος


{{χ|56}} ἀλλὰ τί χρὴ παθεῖν ἂν τῷ δεῖνι δανείσω, διὰ ταῦτα δίκην προσοφλεῖν μηδαμῶς. Κακίαν γὰρ ἐμοὶ καὶ πονηρίαν οὔθ᾽ οὗτος προσοῦσαν οὐδεμίαν δείξει, οὔθ᾽ ὑμῶν τοσούτων ὄντων οὐδὲ εἷς σύνοιδεν. Τἄλλα δὲ ταῦθ᾽ ἕκαστος ἡμῶν, ὅπως ἔτυχεν, πέφυκεν οἶμαι. Καὶ φύσει μάχεσθαι μὲν ἔχοντ᾽ οὐκ εὔπορόν ἐστιν οὐ γὰρ ἂν ἀλλήλων διεφέρομεν οὐδέν, γνῶναι δ᾽ ἰδόνθ᾽ ἕτερον καὶ ἐπιπλῆξαι ῥᾴδιον.
{{χ|56}} ἀλλὰ τί χρὴ παθεῖν ἂν τῷ δεῖνι δανείσω, διὰ ταῦτα δίκην προσοφλεῖν μηδαμῶς. Κακίαν γὰρ ἐμοὶ καὶ πονηρίαν οὔθ᾽ οὗτος προσοῦσαν οὐδεμίαν δείξει, οὔθ᾽ ὑμῶν τοσούτων ὄντων οὐδὲ εἷς σύνοιδεν. Τἄλλα δὲ ταῦθ᾽ ἕκαστος ἡμῶν, ὅπως ἔτυχεν, πέφυκεν οἶμαι. Καὶ φύσει μάχεσθαι μὲν ἔχοντ᾽ οὐκ εὔπορόν ἐστιν οὐ γὰρ ἂν ἀλλήλων διεφέρομεν οὐδέν, γνῶναι δ᾽ ἰδόνθ᾽ ἕτερον καὶ ἐπιπλῆξαι ῥᾴδιον.


{{χ|57}} ἀλλὰ τί τούτων ἐμοὶ πρὸς σέ, Πανταίνετε πολλὰ καὶ δεινὰ πέπονθασ οὐκοῦν εἴληφας δίκην. Οὐ παρ᾽ ἐμοῦ γε οὐδὲ γὰρ ἠδικήθης οὐδὲν ὑπ᾽ ἐμοῦ. Οὐ γὰρ ἄν ποτ᾽ ἀφῆκας, οὐδ᾽, ὅτ᾽ Εὐέργῳ προῃροῦ λαγχάνειν, εἴασας ἐμέ, οὐδὲ πρατῆρ᾽ ἠξίωσας ὑποστῆναι τόν γε δεινά σε καὶ πόλλ᾽ εἰργασμένον. Εἶτα καὶ πῶς ἂν ὁ μὴ παρὼν μηδ᾽ ἐπιδημῶν ἐγώ τί σ᾽ ἠδίκησα
{{χ|57}} ἀλλὰ τί τούτων ἐμοὶ πρὸς σέ, Πανταίνετε πολλὰ καὶ δεινὰ πέπονθας οὐκοῦν εἴληφας δίκην. Οὐ παρ᾽ ἐμοῦ γε οὐδὲ γὰρ ἠδικήθης οὐδὲν ὑπ᾽ ἐμοῦ. Οὐ γὰρ ἄν ποτ᾽ ἀφῆκας, οὐδ᾽, ὅτ᾽ Εὐέργῳ προῃροῦ λαγχάνειν, εἴασας ἐμέ, οὐδὲ πρατῆρ᾽ ἠξίωσας ὑποστῆναι τόν γε δεινά σε καὶ πόλλ᾽ εἰργασμένον. Εἶτα καὶ πῶς ἂν ὁ μὴ παρὼν μηδ᾽ ἐπιδημῶν ἐγώ τί σ᾽ ἠδίκησα


{{χ|58}} εἰ τοίνυν ὡς οἷόν τε μέγιστ᾽ ἠδικῆσθαι δοίη τις αὐτῷ καὶ ἐρεῖν ἅπαντ᾽ ἀληθῆ περὶ τούτων νυνί, ἐκεῖνό γ᾽ οἶμαι πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, ὅτι πολλὰ συμβέβηκεν ἠδικῆσθαί τισιν ἤδη μείζω τῶν εἰς χρήματα γιγνομένων ἀδικημάτων· καὶ γὰρ ἀκούσιοι φόνοι καὶ ὕβρεις εἰς ἃ μὴ δεῖ καὶ πόλλ᾽ ἄλλα τοιαῦτα γίγνεται. Ἀλλ᾽ ὅμως ἁπάντων τούτων ὅρος καὶ λύσις τοῖς παθοῦσι τέτακται τὸ πεισθέντας ἀφεῖναι.
{{χ|58}} εἰ τοίνυν ὡς οἷόν τε μέγιστ᾽ ἠδικῆσθαι δοίη τις αὐτῷ καὶ ἐρεῖν ἅπαντ᾽ ἀληθῆ περὶ τούτων νυνί, ἐκεῖνό γ᾽ οἶμαι πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, ὅτι πολλὰ συμβέβηκεν ἠδικῆσθαί τισιν ἤδη μείζω τῶν εἰς χρήματα γιγνομένων ἀδικημάτων· καὶ γὰρ ἀκούσιοι φόνοι καὶ ὕβρεις εἰς ἃ μὴ δεῖ καὶ πόλλ᾽ ἄλλα τοιαῦτα γίγνεται. Ἀλλ᾽ ὅμως ἁπάντων τούτων ὅρος καὶ λύσις τοῖς παθοῦσι τέτακται τὸ πεισθέντας ἀφεῖναι.

Αναθεώρηση της 12:25, 29 Ιανουαρίου 2018


Παραγραφὴ πρὸς Πανταίνετον
Λόγος




[1] Δεδωκότων, ὦ ἄνδρες δικασταί, τῶν νόμων παραγράψασθαι περὶ ὧν ἄν τις ἀφεὶς καὶ ἀπαλλάξας δικάζηται, γεγενημένων ἀμφοτέρων μοι τούτων πρὸς Πανταίνετον τουτονί, παρεγραψάμην, ὡς ἠκούσατ᾽ ἀρτίως, μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην, οὐκ οἰόμενος δεῖν ἀφεῖσθαι τοῦ δικαίου τούτου, οὐδ᾽, ἐπειδὰν ἐξελέγξω πρὸς ἅπασι τοῖς ἄλλοις καὶ ἀφεικότα τοῦτον ἐμαυτὸν καὶ ἀπηλλαγμένον, ἐγγενέσθαι τούτῳ μὴ φάσκειν ἀληθῆ με λέγειν, καὶ ποιεῖσθαι τεκμήριον ὡς, εἴπερ ἐπράχθη τι τοιοῦτον, παρεγραψάμην ἂν αὐτόν, ἀλλ᾽ ἐπὶ ταύτης τῆς σκήψεως εἰσελθὼν ἀμφότερ᾽ ὑμῖν ἐπιδεῖξαι, καὶ ὡς οὐδὲν ἠδίκηκα τοῦτον καὶ ὡς παρὰ τὸν νόμον μοι δικάζεται.

[2] Εἰ μὲν οὖν ἐπεπόνθει τι τούτων Πανταίνετος ὧν νῦν ἐγκαλεῖ, κατ᾽ ἐκείνους ἂν τοὺς χρόνους εὐθὺς ἐφαίνετό μοι δικαζόμενος, ἐν οἷς τὸ συμβόλαιον ἡμῖν πρὸς ἀλλήλους ἐγένετο, οὐσῶν μὲν ἐμμήνων τούτων τῶν δικῶν, ἐπιδημούντων δ᾽ ἡμῶν ἀμφοτέρων, ἁπάντων δ᾽ ἀνθρώπων εἰωθότων παρ᾽ αὐτὰ τἀδικήματα μᾶλλον ἢ χρόνων ἐγγεγενημένων ἀγανακτεῖν. Ἐπειδὴ δ᾽ οὐδὲν ἠδικημένος, ὡς καὶ ὑμεῖς οἶδ᾽ ὅτι φήσετε, ἐπειδὰν τὰ πεπραγμέν᾽ ἀκούσητε, τῷ κατορθῶσαι τὴν πρὸς Εὔεργον δίκην ἐπηρμένος συκοφαντεῖ, ὑπόλοιπόν ἐστι παρ᾽ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἐπιδείξανθ᾽ ὡς οὐδ᾽ ὁτιοῦν ἀδικῶ, καὶ μάρτυρας ὧν ἂν λέγω παρασχόμενον, πειρᾶσθαι σῴζειν ἐμαυτόν.

[3] Δεήσομαι δὲ καὶ μέτρια καὶ δίκαι᾽ ὑμῶν ἁπάντων, ἀκοῦσαί τέ μου περὶ ὧν παρεγραψάμην εὐνοϊκῶς, καὶ προσέχειν ὅλῳ τῷ πράγματι τὸν νοῦν· πολλῶν γὰρ δικῶν ἐν τῇ πόλει γεγενημένων, οὐδένα πω δίκην οὔτ᾽ ἀναιδεστέραν οὔτε συκοφαντικωτέραν οἴομαι φανήσεσθαι δεδικασμένον ἧς νῦν οὑτοσὶ λαχὼν εἰσελθεῖν τετόλμηκεν. Ἐξ ἀρχῆς δ᾽, ὡς ἂν οἷός τ᾽ ὦ διὰ βραχυτάτων, ἅπαντα τὰ πραχθέντα διηγήσομαι πρὸς ὑμᾶς.

[4] ἐδανείσαμεν πέντε καὶ ἑκατὸν μνᾶς ἐγὼ καὶ Εὔεργος, ὦ ἄνδρες δικασταί, Πανταινέτῳ τουτῳί, ἐπ᾽ ἐργαστηρίῳ τ᾽ ἐν τοῖς ἔργοις ἐν Μαρωνείᾳ καὶ τριάκοντ᾽ ἀνδραπόδοις. Ἦν δὲ τοῦ δανείσματος τετταράκοντα μὲν καὶ πέντε μναῖ ἐμαί, τάλαντον δ᾽ Εὐέργου. Συνέβαινε δὲ τοῦτον ὀφείλειν Μνησικλεῖ μὲν Κολλυτεῖ τάλαντον, Φιλέᾳ δ᾽ Ἐλευσινίῳ καὶ Πλείστορι πέντε καὶ τετταράκοντα μνᾶς.

[5] Πρατὴρ μὲν δὴ τοῦ ἐργαστηρίου καὶ τῶν ἀνδραπόδων ὁ Μνησικλῆς ἡμῖν γίγνεται καὶ γὰρ ἐώνητ᾽ ἐκεῖνος αὐτὰ τούτῳ παρὰ Τηλεμάχου τοῦ πρότερον κεκτημένου· μισθοῦται δ᾽ οὗτος παρ᾽ ἡμῶν τοῦ γιγνομένου τόκου τῷ ἀργυρίῳ, πέντε καὶ ἑκατὸν δραχμῶν τοῦ μηνὸς ἑκάστου. Καὶ τιθέμεθα συνθήκας, ἐν αἷς ἥ τε μίσθωσις ἦν γεγραμμένη καὶ λύσις τούτῳ παρ᾽ ἡμῶν ἔν τινι ῥητῷ χρόνῳ.

[6] Πραχθέντων δὲ τούτων ἐλαφηβολιῶνος μηνὸς ἐπὶ Θεοφίλου ἄρχοντος, ἐγὼ μὲν ἐκπλέων εἰς τὸν Πόντον εὐθὺς ᾠχόμην, οὗτος δ᾽ ἐνθάδ᾽ ἦν καὶ Εὔεργος. Τὰ μὲν δὴ πραχθέντα τούτοις πρὸς αὑτούς, ἕως ἀπεδήμουν ἐγώ, οὐκ ἂν ἔχοιμ᾽ εἰπεῖν. Οὔτε γὰρ ταὐτὰ λέγουσιν οὔτ᾽ ἀεὶ ταὔθ᾽ οὗτός γε, ἀλλὰ τοτὲ μὲν ἐκπεσεῖν ὑπ᾽ ἐκείνου βίᾳ παρὰ τὰς συνθήκας ἐκ τῆς μισθώσεως, τοτὲ δ᾽ αὐτὸν αἴτιον αὑτῷ πρὸς τὸ δημόσιον γενέσθαι τῆς ἐγγραφῆς, τοτὲ δ᾽ ἄλλ᾽ ὅ τι ἂν βούληται.

[7] Ἐκεῖνος δ᾽ ἁπλῶς οὔτε τοὺς τόκους ἀπολαμβάνων οὔτε τῶν ἄλλων τῶν ἐν ταῖς συνθήκαις ποιοῦντος οὐδὲν τούτου, ἐλθὼν παρ᾽ ἑκόντος τούτου λαβὼν ἔχειν τὰ ἑαυτοῦ· μετὰ δὲ ταῦτ᾽ ἀπελθόντα τοῦτον ἥκειν τοὺς ἀμφισβητήσοντας ἄγοντα, αὐτὸς δ᾽ οὐχ ὑπεξελθεῖν ἐκείνοις, τοῦτον δ᾽ οὐχὶ κωλύειν ἔχειν ὅσαπερ ἐμισθώσατο, εἰ ποιοίη τὰ συγκείμενα.

[8] τούτων μὲν δὴ τοιούτους ἀκούω λόγους. Ἐκεῖνο δ᾽ οἶδ᾽ ὅτι, εἰ μὲν οὗτος ἀληθῆ λέγει καὶ δεινὰ πέπονθεν, ὥσπερ φησίν, ὑπὸ τοῦ Εὐέργου, ἔχει δίκην ἧς ἐτιμήσατ᾽ αὐτός· εἷλεν γὰρ εἰσελθὼν αὐτὸν ὡς ὑμᾶς, καὶ οὐ δήπου τῶν αὐτῶν παρά τε τοῦ πεποιηκότος δίκαιός ἐστιν δίκην λαβεῖν καὶ παρ᾽ ἐμοῦ τοῦ μηδ᾽ ἐπιδημοῦντος· εἰ δ᾽ ὁ Εὔεργος ἀληθῆ λέγει, σεσυκοφάντηται μὲν ὡς ἔοικεν ἐκεῖνος, ἐγὼ δ᾽ οὐδ᾽ οὕτως τῶν αὐτῶν φεύγοιμ᾽ ἂν δίκην εἰκότως. Ὡς οὖν ταῦτα πρῶτον ἀληθῆ λέγω, τούτων τοὺς μάρτυρας ὑμῖν παρέξομαι. Μάρτυρες

[9] ὅτι μὲν τοίνυν καὶ πρατὴρ ἦν ἡμῖν τῶν κτημάτων ὅσπερ ἐξ ἀρχῆς αὐτὸς ἐώνητο, καὶ κατὰ τὰς συνθήκας οὗτος ἐμισθώσαθ᾽ ἡμέτερον ὂν τὸ ἐργαστήριον καὶ τἀνδράποδα, καὶ οὔτε παρῆν ἐγὼ τοῖς μετὰ ταῦτα πρὸς Εὔεργον τούτῳ πραχθεῖσιν οὔτ᾽ ἐπεδήμουν ὅλως, ἔλαχέν τε δίκην ἐκείνῳ καὶ οὐδὲν πώποθ᾽ ἡμῖν ἐνεκάλει, ἀκούετε τῶν μαρτύρων, ὦ ἄνδρες δικασταί.

[10] Ἐπειδὴ τοίνυν ἀφικόμην σχεδόν τι πάντ᾽ ἀπολωλεκὼς ὅσ᾽ ἔχων ἐξέπλευσα, ἀκούσας καὶ καταλαβὼν τοῦτον μὲν ἀφεστηκότα, τὸν δ᾽ Εὔεργον ἔχοντα καὶ κρατοῦνθ᾽ ὧν ἐωνήμεθα, θαυμαστῶς ὡς ἐλυπήθην, ὁρῶν τὸ πρᾶγμά μοι περιεστηκὸς εἰς ἄτοπον· ἢ γὰρ κοινωνεῖν ἔδει τῆς ἐργασίας καὶ τῶν ἐπιμελειῶν τῷ Εὐέργῳ, ἢ χρήστην ἀντὶ τούτου τὸν Εὔεργον ἔχειν, καὶ πρὸς ἐκεῖνον πάλιν μίσθωσιν γράφειν καὶ συμβόλαιον ποιεῖσθαι· τούτων δ᾽ οὐδέτερον προῃρούμην.

[11] Ἀηδῶς δ᾽ ἔχων οἷς λέγω τούτοις, ἰδὼν τὸν Μνησικλέα τὸν πρατῆρα τούτων ἡμῖν γεγενημένον, προσελθὼν ἐμεμφόμην αὐτῷ, λέγων οἷον ἄνθρωπον προὐξένησέ μοι, καὶ τοὺς ἀμφισβητοῦντας καὶ τί ταῦτ᾽ ἐστὶν ἠρώτων. Ἀκούσας δ᾽ ἐκεῖνος τῶν μὲν ἀμφισβητούντων κατεγέλα, συνελθεῖν δ᾽ ἔφη τούτους βούλεσθαι πρὸς ἡμᾶς, καὶ συνάξειν αὐτὸς ἡμᾶς, καὶ παραινέσειν τούτῳ πάντα ποιεῖν τὰ δίκαι᾽ ἐμοί, καὶ οἴεσθαι πείσειν.

[12] Ὡς δὲ συνήλθομεν, τὰ μὲν πολλὰ τί δεῖ λέγειν ἧκον δ᾽ οἱ δεδανεικέναι φάσκοντες τούτῳ ἐπὶ τῷ ἐργαστηρίῳ καὶ τοῖς ἀνδραπόδοις ἃ ἡμεῖς ἐπριάμεθα παρὰ Μνησικλέους, καὶ οὐδὲν ἦν ἁπλοῦν οὐδ᾽ ὑγιὲς τούτων. Πάντα δ᾽ ἐξελεγχόμενοι ψευδῆ λέγοντες, καὶ τοῦ Μνησικλέους βεβαιοῦντος ἡμῖν, προκαλοῦνται πρόκλησιν ἡμᾶς ὡς οὐ δεξομένους, ἢ κομίσασθαι πάντα τὰ χρήματα παρ᾽ αὑτῶν καὶ ἀπελθεῖν, ἢ διαλῦσαι σφᾶς ὑπὲρ ὧν ἐνεκάλουν, αἰτιώμενοι πολλῷ πλείονος ἄξι᾽ ἔχειν ὧν ἐδεδώκεμεν χρημάτων.

[13] Ἀκούσας δ᾽ ἐγώ, παραχρῆμα, οὐδὲ βουλευσάμενος, κομίσασθαι συνεχώρησα, καὶ τὸν Εὔεργον ἔπεισα. Ἐπειδὴ δ᾽ ἔδει τὰ χρήμαθ᾽ ἡμᾶς ἀπολαμβάνειν καὶ τὸ πρᾶγμ᾽ εἰς τοῦτο προῆκτο, οὐκ ἔφασαν μετὰ ταῦτα δώσειν οἱ τότ᾽ ἐκεῖν᾽ ἐπαγγειλάμενοι, εἰ μὴ πρατῆρες γιγνοίμεθ᾽ ἡμεῖς τῶν κτημάτων αὐτοῖς, νοῦν ἔχοντες, ὦ ἄνδρες Ἀθηναῖοι, κατ᾽ αὐτό γε τοῦτο· ἑώρων γὰρ ἡμᾶς οἷ᾽ ἐσυκοφαντούμεθ᾽ ὑπὸ τούτου. Ὡς οὖν καὶ ταῦτ᾽ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτας τὰς μαρτυρίας. Μαρτυρίαι

[14] ἐπειδὴ τοίνυν τὸ πρᾶγμ᾽ ἐνταῦθ᾽ εἱστήκει, καὶ τὰ μὲν χρήματ᾽ οὐ προΐενθ᾽ οὓς ἐπήγαγεν οὗτος, ἡμεῖς δ᾽ εἰκότως ἐφαινόμεθ᾽ ὧν ἐωνήμεθα κρατεῖν, ἱκέτευεν, ἐδεῖτο, ἠντεβόλει πρατῆρας ἡμᾶς γενέσθαι. Ἀξιοῦντος δὲ τούτου καὶ πολλὰ δεηθέντος ἐμοῦ καὶ τί οὐ ποιήσαντος καὶ τοῦθ᾽ ὑπέμεινα.

[15] ὁρῶν δ᾽ αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, κακοήθη, καὶ τὸ μὲν ἐξ ἀρχῆς τοῦ Μνησικλέους κατηγοροῦντα πρὸς ἡμᾶς, πάλιν δ᾽ ᾧ φίλος ἦν τὰ μάλιστα, τῷ Εὐέργῳ, τούτῳ προσκεκρουκότα, καὶ τὸ μὲν πρῶτον ὡς ἐγὼ κατέπλευσα, ἅσμενον φάσκονθ᾽ ἑορακέναι με, ἐπειδὴ δ᾽ ἔδει τὰ δίκαια ποιεῖν, ἐμοὶ πάλιν δυσκολαίνοντα, καὶ ἅπασι μέχρι τοῦ προλαβεῖν καὶ τυχεῖν ὧν δέοιτο φίλον ὄντα, μετὰ ταῦτα δ᾽ ἐχθρὸν καὶ διάφορον γιγνόμενον,

[16] ἠξίουν ἀπαλλαττόμενος καὶ πρατὴρ ὑπὲρ τούτου γιγνόμενος, πάντων ἀφεθεὶς τῶν ἐγκλημάτων καὶ ἀπαλλαγείς, οὕτω διαλύεσθαι. Τούτων δὲ συγχωρηθέντων οὗτος μὲν ἀφῆκεν ἁπάντων ἐμέ, ἐγὼ δὲ πρατήρ, ὥσπερ ἐδεῖθ᾽ οὗτος, τῶν κτημάτων ἐγιγνόμην, καθάπερ αὐτὸς ἐπριάμην παρὰ Μνησικλέους. Κομισάμενος δὲ τἀμαυτοῦ καὶ τοῦτον οὐδ᾽ ὁτιοῦν ἀδικῶν, μὰ τοὺς θεούς, οὐδ᾽ ἂν εἴ τι γένοιτο, ᾠήθην ἂν δίκην μοι λαχεῖν ποτὲ τουτονί.

[17] τὰ μὲν δὴ γεγενημένα, καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, καὶ δι᾽ ἃ τὴν δίκην συκοφαντούμενος παρεγραψάμην μὴ εἰσαγώγιμον εἶναι, ταῦτ᾽ ἐστιν, ὦ ἄνδρες δικασταί. Παρασχόμενος δὲ μάρτυρας οἳ παρῆσαν ἡνίκ᾽ ἀφιέμην ὑπὸ τούτου καὶ ἀπηλλαττόμην, ὡς οὐκ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, μετὰ ταῦτ᾽ ἐπιδείξω. Καί μοι λέγε ταύτην τὴν μαρτυρίαν. Μαρτυρία λέγε δή μοι καὶ τὴν τῶν ἐωνημένων μαρτυρίαν, ἵν᾽ εἰδῆθ᾽ ὅτι τούτου κελεύοντος αὔτ᾽ ἀπεδόμην οἷς οὗτος ἐκέλευσεν. Μαρτυρία

[18] οὐ τοίνυν μόνον ἡμῖν εἰσιν οὗτοι μάρτυρες, ὡς ἀφείμεθα καὶ νῦν συκοφαντούμεθα, ἀλλὰ καὶ Πανταίνετος αὐτός. Ὅτε γὰρ λαγχάνων Εὐέργῳ τὴν δίκην εἴασεν ἐμέ, τότ᾽ ἐμαρτύρει οὗτος πρὸς ἔμ᾽ αὑτῷ μηδὲν ἔγκλημ᾽ ὑπόλοιπον εἶναι· οὐ γὰρ ἂν δήπου, τῶν αὐτῶν ἀδικημάτων παρόντων, ἀμφοῖν δ᾽ ὁμοίως ἐγκαλῶν, τὸν μὲν εἴασεν τῷ δ᾽ ἐδικάζετο. Ἀλλὰ μὴν ὅτι γ᾽ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων πάλιν λαγχάνειν, οἶμαι μὲν ὑμᾶς καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώσκειν· ὅμως δὲ λέγ᾽ αὐτοῖς καὶ τὸν νόμον τουτονί. Νόμος

[19] ἀκούετ᾽, ὦ ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ὧν ἂν ἀφῇ καὶ ἀπαλλάξῃ τις, μηκέτι τὰς δίκας εἶναι. Καὶ μὴν ὅτι γ᾽ ἀμφότερ᾽ ἐστὶ πεπραγμένα ταῦτα τούτῳ πρὸς ἡμᾶς, ἠκούσατε τῶν μαρτυριῶν. Ἁπάντων μὲν τοίνυν τῶν ἐν τοῖς νόμοις ἀπειρημένων οὐ προσήκει δικάζεσθαι, ἥκιστα δὲ τούτων. Ἃ μὲν γὰρ τὸ δημόσιον πέπρακεν, ἔχοι τις ἂν εἰπεῖν ὡς ἀδίκως οὐ προσήκοντα πέπρακεν·

[20] καὶ περὶ ὧν ἔγνω τὸ δικαστήριον, ἔστιν εἰπεῖν ὡς ἐξαπατηθὲν τοῦτ᾽ ἐποίησεν, καὶ περὶ τῶν ἄλλων τῶν ἐν τῷ νόμῳ καθ᾽ ἑκάστου γένοιτ᾽ ἄν τις εἰκότως λόγος. Ἃ δ᾽ αὐτὸς ἐπείσθη καὶ ἀφῆκεν, οὐκ ἔνι δήπουθεν εἰπεῖν οὐδ᾽ αὑτὸν αἰτιάσασθαι, ὡς οὐ δικαίως ταῦτ᾽ ἐποίησεν. Οἱ μὲν οὖν παρά τι τῶν ἄλλων τούτων δικαζόμενοι τοῖς ὑφ᾽ ἑτέρων δικαίοις ὡρισμένοις οὐκ ἐμμένουσιν, ὁ δ᾽ ὧν ἂν ἀφῇ πάλιν λαγχάνων τοῖς ὑφ᾽ ἑαυτοῦ. Διὸ πάντων μάλιστ᾽ ἄξιον τούτοις χαλεπαίνειν.

[21] οὐκοῦν ὡς μὲν ἀφῆκέ με πάντων, ὅτ᾽ ἐγιγνόμην τῶν ἀνδραπόδων πρατήρ, ἐπέδειξα· ὅτι δ᾽ οὐκ ἐῶσιν οἱ νόμοι τούτων εἶναι δίκας, ἀκηκόατ᾽ ἀρτίως ἀναγιγνωσκομένου τοῦ νόμου. Ἵνα δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μή τις οἴηται τοῖς περὶ τῶν πραγμάτων αὐτῶν δικαίοις ἁλισκόμενόν μ᾽ ἐπὶ τοῦτ᾽ ἀποχωρεῖν, καὶ καθ᾽ ἕκαστον ὧν ἐγκαλεῖ βούλομαι δεῖξαι αὐτὸν ψευδόμενον.

[22] Λέγε δ᾽ αὐτὸ τὸ ἔγκλημα, ὅ μοι δικάζεται. Ἔγκλημα ἔβλαψέ με Νικόβουλος ἐπιβουλεύσας ἐμοὶ καὶ τῇ οὐσίᾳ τῇ ἐμῇ, ἀφελέσθαι κελεύσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην τὸ ἀργύριον τοῦ ἐμοῦ οἰκέτου, ὃ ἔφερεν καταβολὴν τῇ πόλει τοῦ μετάλλου, ὃ ἐγὼ ἐπριάμην ἐνενήκοντα μνῶν, καὶ αἴτιος ἐμοὶ γενόμενος ἐγγραφῆναι τὸ διπλοῦν τῷ δημοσίῳ.

[23] Ἐπίσχες. Ταυτὶ πάντα, ἃ νῦν ἐγκέκληκεν ἐμοί, πρότερον τὸν Εὔεργον αἰτιασάμενος τὴν δίκην εἷλε. Μεμαρτύρηται μὲν δὴ καὶ ἐν ἀρχῇ μοι τοῦ λόγου πρὸς ὑμᾶς ὡς ἀπεδήμουν, ὅτε τούτοις αἱ πρὸς ἀλλήλους ἐγίγνοντο διαφοραί· οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ ἐγκλήματος τούτου δῆλόν ἐστιν. Οὐδαμοῦ γὰρ ὡς ἐγώ τι πεποίηκα τούτων ἔγραψεν, ἀλλ᾽ ὑπογράψας ἐπιβουλεῦσαί με αὑτῷ καὶ τῇ οὐσίᾳ, προστάξαι φησὶ τῷ παιδὶ ταῦτα ποιεῖν, ψευδόμενος· πῶς γὰρ ἐγὼ προσέταξα, ὃς ὅτ᾽ ἐξέπλεον τῶν γενησομένων ἐνταῦθ᾽ οὐδ᾽ ὁτιοῦν δήπουθεν ᾔδειν

[24] εἶτα καὶ πόση μωρία, λέγονθ᾽ ὡς ἐπεβούλευον ἀτιμῶσαι καὶ τὰ ἔσχατα πρᾶξαι, οἰκέτῃ με ταῦτα προστάξαι γεγραφέναι, ἃ οὐδὲ πολίτης πολίτην δύναιτ᾽ ἂν ποιῆσαι τί οὖν ἐστι τοῦτο οὐκ ἔχων οἶμαι κατ᾽ οὐδὲν διὰ τὴν ἀποδημίαν εἰς ἐμὲ τούτων ἀνενεγκεῖν τι, συκοφαντεῖν δὲ βουλόμενος, ὡς προσέταξα, ἐνέγραψεν· οὐδὲ γὰρ λόγος ἦν, εἰ μὴ τοῦτ᾽ ἐποίησε.

[25] λέγε τἀκόλουθον. Ἔγκλημακαὶ ἐπειδὴ ὦφλον ἐγὼ τῷ δημοσίῳ, καταστήσας Ἀντιγένην τὸν ἑαυτοῦ οἰκέτην εἰς τὸ ἐργαστήριον τὸ ἐμὸν τὸ ἐπὶ Θρασύλλῳ κύριον τῶν ἐμῶν, ἀπαγορεύοντος ἐμοῦ. Ἐπίσχες. Πάλιν ταυτὶ πάνθ᾽ ὑπ᾽ αὐτοῦ τοῦ πράγματος ἐξελεγχθήσεται ψευδόμενος. Γέγραφεν γὰρ καταστῆσαι μὲν ἐμέ, ἀπαγορεύειν δ᾽ αὑτόν. Ταῦτα δ᾽ οὐχ οἷόν τε τὸν μὴ παρόντα. Οὔτε γὰρ καθίστην ἐγώ, ὅ γ᾽ ὢν ἐν τῷ Πόντῳ, οὔτ᾽ ἀπηγόρευεν οὗτος τῷ μὴ παρόντι· πῶς γάρ

[26] πῶς οὖν εἰς ἀνάγκην ἦλθεν ταῦθ᾽ οὕτω γράψαι ὁ Εὔεργος τότ᾽ οἶμαι πλημμελῶν ὧν δέδωκε δίκην, συνήθως ἔχων ἐμοὶ καὶ γνώριμος ὢν κατέστησεν τὸν οἰκέτην οἴκοθεν λαβὼν παρ᾽ ἐμοῦ φυλάττειν ὡς αὑτόν. Εἰ μὲν οὖν ἔγραψε τἀληθές, γέλως ἂν ἦν· τί γάρ, εἰ κατέστησεν Εὔεργος, ἐγώ σ᾽ ἀδικῶ φεύγων δὲ τοῦτο τοιαῦτ᾽ ἠνάγκασται γράφειν, ἵν᾽ ᾖ πρὸς ἔμ᾽ αὐτῷ τὸ ἔγκλημα. Λέγε τὰ ἐφεξῆς. Ἔγκλημα κἄπειτα πείσας τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα ἐπὶ βλάβῃ τῇ ἐμῇ.

[27] Τουτὶ παντελῶς ἤδη καὶ ἀναιδές ἐστιν· οὐ γὰρ μόνον ἐκ τοῦ προκαλεῖσθαι τούτους παραδοῦναι, τοῦτον δὲ μὴ ᾽θέλειν, ἀλλὰ καὶ ἐκ πάντων δῆλόν ἐστιν ψεῦδος ὄν. Τίνος γὰρ εἵνεκ᾽ ἔπειθον ἵνα νὴ Δί᾽ αὐτοὺς κτήσωμαι. Ἀλλ᾽ αἱρέσεώς μοι δοθείσης ἢ ἔχειν ἢ κομίσασθαι τὰ ἐμαυτοῦ, εἱλόμην κομίσασθαι, καὶ ταῦτα μεμαρτύρηται. Λέγε δὴ τὴν πρόκλησιν ὅμως. Πρόκλησις

[28] ταύτην τοίνυν οὐχὶ δεξάμενος τὴν πρόκλησιν, ἀλλὰ φυγών, σκέψασθ᾽ οἷον εὐθέως μετὰ ταῦτ᾽ ἐγκαλεῖ. Λέγε τοὐχόμενον. Ἔγκλημα καὶ κατεργασάμενος τὴν ἀργυρῖτιν, ἣν οἱ ἐμοὶ οἰκέται ἠργάσαντο, καὶ ἔχων τὸ ἀργύριον τὸ ἐκ ταύτης τῆς ἀργυρίτιδος. Πάλιν ταῦτα πῶς ἔνεστ᾽ ἐμοὶ πεπρᾶχθαι τῷ μὴ παρόντι,καὶ περὶ ὧν Εὐέργου κατεδικάσω

[29] λέγε δ᾽ αὐτοῖς τὸ ἐφεξῆς. Ἔγκλημα καὶ ἀποδόμενος τὸ ἐργαστήριον τὸ ἐμὸν καὶ τοὺς οἰκέτας παρὰ τὰς συνθήκας, ἃς ἔθετο πρός με. Ἐπίσχες. Τουτὶ πολὺ πάνθ᾽ ὑπερβέβληκεν τἄλλα. Πρῶτον μὲν γὰρ παρὰ τὰς συνθήκας φησίν, ἃς ἔθετο πρὸς ἐμέ. Αὗται δ᾽ εἰσὶ τίνες ἐμισθώσαμεν τῶν τόκων τῶν γιγνομένων τούτῳ τὰ ἡμέτερ᾽ ἡμεῖς, καὶ ἄλλ᾽ οὐδέν· πρατὴρ μὲν γὰρ ὁ Μνησικλῆς ἡμῖν ἐγεγόνει τούτου παρόντος καὶ κελεύοντος.

[30] μετὰ ταῦτα δὲ τὸν αὐτὸν τρόπον ἡμεῖς ἑτέροις ἀπεδόμεθα, ἐφ᾽ οἷσπερ αὐτοὶ ἐπριάμεθα, οὐ μόνον κελεύοντος ἔτι τούτου, ἀλλὰ καὶ ἱκετεύοντος· οὐδεὶς γὰρ ἤθελεν δέχεσθαι τοῦτον πρατῆρα. Τί οὖν αἱ τῆς μισθώσεως ἐνταῦθα συνθῆκαι τί τοῦτ᾽, ὦ φαυλότατ᾽ ἀνθρώπων, ἐνέγραψας ἀλλὰ μὴν ὅτι σοῦ κελεύοντος καὶ ἐφ᾽ οἷσπερ ἐωνήμεθ᾽ αὐτοὶ πάλιν ἀπεδόμεθα, λέγε τὴν μαρτυρίαν. Μαρτυρία

[31] μαρτυρεῖς τοίνυν καὶ σύ· ἃ γὰρ ἡμεῖς πέντε καὶ ἑκατὸν μνῶν ἐωνήμεθα, ταῦθ᾽ ὕστερον τριῶν ταλάντων καὶ δισχιλίων καὶ ἑξακοσίων ἀπέδου σύ· καίτοι τίς ἂν καθάπαξ πρατῆρά σ᾽ ἔχων σοὶ δραχμὴν ἔδωκε μίαν ἀλλὰ μὴν ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας. Μάρτυρες

[32] ἔχων μὲν τοίνυν ἣν ἐπείσθη τῶν αὑτοῦ τιμήν, δεηθεὶς δ᾽ ἐμοῦ τὸ γενέσθαι πρατῆρα καθ᾽ ὃ συνέβαλον ἀργύριον, αὑτὸς δυοῖν ταλάντοιν προσδικάζεται. Καὶ τὰ λοιπὰ τῶν ἐγκλημάτων ἔτ᾽ ἐστὶ δεινότερα. Λέγε δή μοι τὸ λοιπὸν τοῦ ἐγκλήματος. Ἔγκλημα

[33] ἐνταυθὶ πόλλ᾽ ἄττα καὶ δεινά μοι ἅμ᾽ ἐγκαλεῖ· καὶ γὰρ αἴκειαν καὶ ὕβριν καὶ βιαίων καὶ πρὸς ἐπικλήρους ἀδικήματα. Τούτων δ᾽ εἰσὶν ἑκάστου χωρὶς αἱ δίκαι καὶ οὔτε πρὸς ἀρχὴν τὴν αὐτὴν οὔθ᾽ ὑπὲρ τιμημάτων τῶν αὐτῶν, ἀλλ᾽ ἡ μὲν αἴκεια καὶ τὰ τῶν βιαίων πρὸς τοὺς τετταράκοντα, αἱ δὲ τῆς ὕβρεως πρὸς τοὺς θεσμοθέτας, ὅσα δ᾽ εἰς ἐπικλήρους, πρὸς τὸν ἄρχοντα. Οἱ δὲ νόμοι καὶ τούτων διδόασι τὰς παραγραφὰς ἀντιλαγχάνειν, περὶ ὧν οὐκ εἰσὶν εἰσαγωγεῖς. Λέγε δ᾽ αὐτοῖς τουτονὶ τὸν νόμον. Νόμος

[34] τοῦτο τοίνυν ἐμοῦ παραγεγραμμένου πρὸς τῇ ἄλλῃ παραγραφῇ, καὶ οὐκ ὄντων εἰσαγωγέων τῶν θεσμοθετῶν ὑπὲρ ὧν λαγχάνει Πανταίνετος, ἐξαλήλιπται καὶ οὐ πρόσεστι τῇ παραγραφῇ. Τὸ δ᾽ ὅπως, ὑμεῖς σκοπεῖτε· ἐμοὶ μὲν γάρ, ἕως ἂν ἔχω τὸν νόμον αὐτὸν δεικνύναι, οὐδ᾽ ὁτιοῦν διαφέρει· οὐ γὰρ τὸ γιγνώσκειν καὶ συνιέναι τὰ δίκαι᾽ ὑμῶν ἐξαλεῖψαι δυνήσεται.

[35] λαβὲ δὴ καὶ τὸν μεταλλικὸν νόμον· καὶ γὰρ ἐκ τούτου δείξειν οἴομαι, οὔτ᾽ οὖσαν εἰσαγώγιμον τὴν δίκην, χάριτός τ᾽ ὢν μᾶλλον ἄξιος ἢ τοῦ συκοφαντεῖσθαι. Λέγε. Νόμος οὗτος σαφῶς ὁ νόμος διείρηκεν ὧν εἶναι δίκας προσήκει μεταλλικάς. Οὐκοῦν ὁ μὲν νόμος, ἐάν τις ἐξίλλῃ τινὰ τῆς ἐργασίας, ὑπόδικον ποιεῖ· ἐγὼ δ᾽ οὐχ ὅπως αὐτὸς ἐξίλλω, ἀλλ᾽ ὧν τοῦτον ἄλλος ἀπεστέρει, τούτων ἐγκρατῆ κατέστησα καὶ παρέδωκα, καὶ πρατὴρ τούτου δεηθέντος ἐγενόμην.

[36] Ναί, φησίν· ἀλλὰ κἂν ἄλλο τι ἀδικῇ τις περὶ τὰ μέταλλα, καὶ τούτων εἰσὶν δίκαι. Ὀρθῶς γ᾽, ὦ Πανταίνετε· ἀλλὰ ταῦτα τί ἐστιν ἂν τύφῃ τις, ἂν ὅπλ᾽ ἐπιφέρῃ, ἂν ἐπικατατέμνῃ τῶν μέτρων ἐντός. Ταῦτ᾽ ἐστὶν τἄλλα, ὧν οὐδὲν δήπου πέπρακται πρὸς ὑμᾶς ἐμοί, πλὴν εἰ τοὺς κομιζομένους ἃ προεῖντό σοι, μεθ᾽ ὅπλων ἥκειν νομίζεις. Εἰ δὲ ταῦθ᾽ ἡγεῖ, πρὸς ἅπαντας τοὺς προϊεμένους τὰ ἑαυτῶν εἰσί σοι δίκαι μεταλλικαί.

[37] ἀλλ᾽ οὐ δίκαιον. Φέρε γάρ, ὅστις ἂν μέταλλον παρὰ τῆς πόλεως πρίηται, τοὺς κοινοὺς παρελθὼν νόμους, καθ᾽ οὓς καὶ διδόναι καὶ λαμβάνειν πᾶσι προσήκει δίκας, ἐν ταῖς μεταλλικαῖς δικάσεται, ἐὰν δανείσηται παρά του τί δ᾽, ἂν κακῶς ἀκούσῃ ἂν πληγὰς λάβῃ ἂν κλοπὴν ἐγκαλῇ

[38] ἂν προεισφορὰν μὴ κομίζηται ἂν ὅλως ἄλλο τι ἐγὼ μὲν οὐκ οἴομαι, ἀλλὰ τὰς μεταλλικὰς εἶναι δίκας τοῖς κοινωνοῦσι μετάλλου καὶ τοῖς ἕτερον συντρήσασιν εἰς τὰ τῶν πλησίον καὶ ὅλως τοῖς ἐργαζομένοις τὰ μέταλλα καὶ τῶν ἐν τῷ νόμῳ τι ποιοῦσιν, τῷ δὲ δανείσαντι Πανταινέτῳ, καὶ ταῦτ᾽ ἀπειληφότι γλίσχρως καὶ μόλις παρὰ τούτου, οὐκ εἶναι δίκην μεταλλικὴν πρὸς φευκτέον, οὐδ᾽ ἐγγύς.

[39] ὡς μὲν οὖν οὔτ᾽ ἠδίκηκα τοῦτον οὐδὲν οὔτ᾽ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν ἡ δίκη, ταῦτ᾽ ἄν τις σκοπῶν ῥᾳδίως γνοίη. Οὐδὲν τοίνυν δίκαιον ἔχων οὐδὲ καθ᾽ ἓν λέγειν ὑπὲρ ὧν ἐγκαλεῖ, ἀλλὰ καὶ ψευδῆ γεγραφὼς εἰς τὸ ἔγκλημα καὶ περὶ ὧν ἀφῆκε δικαζόμενος, τοῦ ἐξελθόντος μηνός, ὦ ἄνδρες Ἀθηναῖοι, ἐπειδὴ ἔμελλον εἰσιέναι τὴν δίκην, ἤδη τῶν δικαστηρίων ἐπικεκληρωμένων, προσελθὼν καὶ περιστήσας τοὺς μεθ᾽ ἑαυτοῦ, τὸ ἐργαστήριον τῶν συνεστώτων, πρᾶγμα ποιεῖ πάνδεινον·

[40] ἀναγιγνώσκει μοι πρόκλησιν μακράν, ἀξιῶν, ὅν φησιν οἰκέτην ταῦτα συνειδέναι, βασανίζεσθαι, κἂν μὲν ᾖ ταῦτ᾽ ἀληθῆ, τὴν δίκην ἀτίμητον ὀφλεῖν αὑτῷ, ἐὰν δὲ ψευδῆ, τὸν βασανιστὴν Μνησικλέα ἐπιγνώμον᾽ εἶναι τῆς τιμῆς τῆς τοῦ παιδός. Λαβὼν δ᾽ ἐγγυητὰς τούτων παρ᾽ ἐμοῦ, καὶ σημηναμένου τὴν πρόκλησιν ἐμοῦ, οὐχ ὡς δίκαιον ὄν ποῦ γάρ ἐστι δίκαιον,

[41] ἐν οἰκέτου σώματι καὶ ψυχῇ ἢ δύ᾽ ὠφληκέναι τάλαντα, ἢ μηδὲν τὸν συκοφαντοῦντα ζημιοῦσθαι ἀλλ᾽ ἐγὼ πολλῷ τῷ δικαίῳ περιεῖναι βουλόμενος συνεχώρουν. Καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς οὕτως εὐθὺς ἦν δῆλος οὐδ᾽ οἷς αὐτὸς ὡρίσατ᾽ ἐμμένων δικαίοις·

[42] ἐπειδὴ δ᾽ ἥκομεν πρὸς τὸν βασανιστήν, ἀντὶ τοῦ τὴν πρόκλησιν ἀνοίξας δεῖξαι τὰ γεγραμμένα καὶ κατὰ ταῦτα πράττειν ὅ τι δόξαι διὰ γὰρ τὸν θόρυβον τότε καὶ τὸ μέλλειν καλεῖσθαι τὴν δίκην τοιοῦτον ἦν· προκαλοῦμαί σε ταυτί· δέχομαι· φέρε δὴ τὸν δακτύλιον· λαβέ· τίς δ᾽ ἐγγυητὴς οὑτοσί· οὐδὲν οὔτ᾽ ἀντίγραφον οὔτ᾽ ἄλλ᾽ οὐδὲν ἐποιησάμην τοιοῦτον ἀντὶ δὲ τοῦ ταῦθ᾽ οὕτως ὥσπερ λέγω πράττειν ἑτέραν ἧκεν ἔχων πρόκλησιν, ἀξιῶν αὐτὸς βασανίζειν τὸν ἄνθρωπον, καὶ ἐπιλαβόμενος εἷλκεν, καὶ ἐνέλειπεν οὐδὲν ἀσελγείας.

[43] Καὶ ἔγωγ᾽ ἐνεθυμήθην, ὦ ἄνδρες δικασταί, ἡλίκον ἐστὶ πλεονέκτημα τὸ καταπεπλάσθαι τὸν βίον. Ἐγὼ γὰρ ἐμαυτῷ ταῦτα πάσχειν ἐδόκουν καταφρονούμενος τῷ ἁπλῶς καὶ ὡς πέφυκα ζῆν, καὶ δίκην διδόναι παμμεγέθη ταῦτ᾽ ἀνεχόμενος. Ὅτι δ᾽ οὖν ἠναγκαζόμην, παρ᾽ ἃ ἡγούμην δίκαι᾽ εἶναι, ἀντιπροκαλεῖσθαι, καὶ τὸν οἰκέτην παρεδίδουν, καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, λέγε τὴν πρόκλησιν. Πρόκλησις

[44] φυγὼν μὲν τοίνυν ταῦτα, φυγὼν δ᾽ ἃ τὸ πρῶτον αὐτὸς προὐκαλέσατο, ἔγωγ᾽, ὅ τι ποτ᾽ ἐρεῖ πρὸς ὑμᾶς, θαυμάζω. Ἵνα δ᾽ εἰδῆθ᾽ ὑφ᾽ οὗ φησὶ καὶ τὰ δεινὰ πεπονθέναι, θεάσασθε. Οὗτός ἐστιν ὁ Πανταίνετον ἐκβαλών, οὗτός ἐσθ᾽ ὁ κρείττων τῶν φίλων τῶν Πανταινέτου καὶ τῶν νόμων. Οὐ γὰρ ἔγωγ᾽ ἐπεδήμουν, οὐδ᾽ αὐτὸς ἐγκαλεῖ.

[45] βούλομαι δ᾽ ὑμῖν καὶ δι᾽ ὧν τοὺς πρότερον δικαστὰς ἐξαπατήσας εἷλε τὸν Εὔεργον εἰπεῖν, ἵν᾽ εἰδῆθ᾽ ὅτι καὶ νῦν οὐδὲν οὔτ᾽ ἀναιδείας οὔτε τοῦ ψεύδεσθαι παραλείψει. Πρὸς δὲ τούτοις καὶ περὶ ὧν ἐμοὶ δικάζεται νυνί, τὰς αὐτὰς οὔσας ἀπολογίας εὑρήσετε· ὅσπερ ἔλεγχος ἀκριβέστατός ἐστιν ὑπὲρ τοῦ τότ᾽ ἐκεῖνον σεσυκοφαντῆσθαι. Οὗτος γὰρ ᾐτιάσατ᾽ ἐκεῖνον πρὸς ἅπασι τοῖς ἄλλοις ἐλθόντ᾽ εἰς ἀγρὸν ὡς αὑτὸν ἐπὶ τὰς ἐπικλήρους εἰσελθεῖν καὶ τὴν μητέρα τὴν αὑτοῦ, καὶ τοὺς νόμους ἧκεν ἔχων τοὺς τῶν ἐπικλήρων πρὸς τὸ δικαστήριον.

[46] Καὶ πρὸς μὲν τὸν ἄρχοντα, ὃν τῶν τοιούτων οἱ νόμοι κελεύουσιν ἐπιμελεῖσθαι, καὶ παρ᾽ ᾧ τῷ μὲν ἠδικηκότι κίνδυνος περὶ τοῦ τί χρὴ παθεῖν ἢ ἀποτεῖσαι, τῷ δ᾽ ἐπεξιόντι μετ᾽ οὐδεμιᾶς ζημίας ἡ βοήθεια, οὐδέπω καὶ τήμερον ἐξήτασται, οὐδ᾽ εἰσήγγειλεν οὔτ᾽ ἔμ᾽ οὔτε τὸν Εὔεργον ὡς ἀδικοῦντας, ἐν δὲ τῷ δικαστηρίῳ ταῦτα κατηγόρει καὶ δυοῖν ταλάντοιν εἷλε δίκην.

[47] Ἦν γὰρ οἶμαι κατὰ μὲν τοὺς νόμους προειδότα τὴν αἰτίαν, ἐφ᾽ ᾗ κρίνεται, ῥᾴδιον τἀληθῆ καὶ τὰ δίκαι᾽ ἐπιδείξαντ᾽ ἀποφεύγειν, ἐν δὲ μεταλλικῇ δίκῃ, περὶ ὧν οὐδ᾽ ἂν ἤλπισεν αὑτοῦ κατηγορηθήσεσθαι, χαλεπὸν παραχρῆμ᾽ ἔχειν ἀπολύσασθαι τὴν διαβολήν· ἡ δ᾽ ὀργὴ ἡ παρὰ τῶν ἐξηπατημένων ὑπὸ τούτου δικαστῶν, ἐφ᾽ ᾧ τὴν ψῆφον εἶχον πράγματι, τούτου κατεψηφίσατο.

[48] Καίτοι τὸν ἐκείνους ἐξηπατηκότα τοὺς δικαστάς, ἆρ᾽ ὀκνήσειν ὑμᾶς ἐξαπατᾶν οἴεσθε ἢ πεπιστευκότ᾽ εἰσιέναι τοῖς πράγμασιν, ἀλλ᾽ οὐ τοῖς λόγοις καὶ τοῖς συνεστῶσιν μεθ᾽ αὑτοῦ μάρτυσιν, τῷ τ᾽ ἀκαθάρτῳ καὶ μιαρῷ Προκλεῖ, τῷ μεγάλῳ τούτῳ, καὶ Στρατοκλεῖ τῷ πιθανωτάτῳ πάντων ἀνθρώπων καὶ πονηροτάτῳ, καὶ τῷ μηδὲν ὑποστελλόμενον μηδ᾽ αἰσχυνόμενον κλαήσειν καὶ ὀδυρεῖσθαι

[49] καίτοι τοσούτου δεῖς ἐλέου τινὸς ἄξιος εἶναι, ὥστε μισηθείης ἂν δικαιότατ᾽ ἀνθρώπων ἐξ ὧν πεπραγμάτευσαι· ὅς γ᾽ ὀφείλων μνᾶς ἑκατὸν καὶ πέντε καὶ οὐχ οἷός τ᾽ ὢν διαλῦσαι, τοὺς ταῦτα συνευπορήσαντας καὶ γενομένους αἰτίους σοι τοῦ τὰ δίκαια ποιῆσαι τοῖς συμβαλοῦσιν ἐξ ἀρχῆς, χωρὶς ὧν περὶ αὐτὰ τὰ συμβόλαι᾽ ἠδίκεις, καὶ πρὸς ἀτιμῶσαι ζητεῖς. Καὶ τοὺς μὲν ἄλλους τοὺς δανειζομένους ἴδοι τις ἂν ἐξισταμένους τῶν ὄντων· σοὶ δ᾽ ὁ συμβεβληκὼς τοῦτο πέπονθεν, καὶ δανείσας τάλαντον δύ᾽ ὤφληκεν συκοφαντηθείς.

[50] Ἐγὼ δὲ τετταράκοντα μνᾶς δανείσας δυοῖν ταλάντοιν ταυτηνὶ φεύγω δίκην. Καὶ ἐφ᾽ οἷς δανείσασθαι μὲν οὐδεπώποτ᾽ ἐδυνήθης ἑκατὸν μνῶν πλέον, πέπρακας δὲ καθάπαξ τριῶν ταλάντων καὶ δισχιλίων, εἰς ταῦτα τέτταρ᾽ ὡς ἔοικεν ἠδίκησαι τάλαντα. Ὑπὸ τοῦ ταῦτα ὑπὸ τοῦ οἰκέτου νὴ Δία τοῦ ἐμοῦ. Τίς δ᾽ ἂν οἰκέτῃ παραχωρήσειε πολίτης τῶν αὑτοῦ ἢ τίς ἂν φήσειεν, ὧν δίκην λαχὼν ᾕρηκεν οὗτος Εὔεργον, τούτων καὶ τὸν ἐμὸν παῖδ᾽ ὑπεύθυνον εἶναι προσήκειν

[51] χωρὶς δὲ τούτων αὐτὸς αὐτὸν οὗτος ἀφῆκε τῶν τοιούτων αἰτιῶν ἁπασῶν. Οὐ γὰρ νῦν ἔδει λέγειν, οὐδ᾽ εἰς τὴν πρόκλησιν γράφειν ἐν ᾗ βασανίζειν ἐξῄτει, ἀλλὰ λαχόντ᾽ ἐκείνῳ τὴν δίκην τὸν κύριον διώκειν ἐμέ. Νῦν δ᾽ εἴληχεν μὲν ἐμοί, κατηγορεῖ δ᾽ ἐκείνου. Ταῦτα δ᾽ οὐκ ἐῶσιν οἱ νόμοι· τίς γὰρ πώποτε τῷ δεσπότῃ λαχών, τοῦ δούλου τὰ πράγματα, ὥσπερ κυρίου, κατηγόρησεν

[52] ἐπειδὰν τοίνυν τις αὐτὸν ἔρηται καὶ τί δίκαιον ἕξεις λέγειν πρὸς Νικόβουλον μισοῦσι, φησίν, Ἀθηναῖοι τοὺς δανείζοντας· Νικόβουλος δ᾽ ἐπίφθονός ἐστι, καὶ ταχέως βαδίζει, καὶ μέγα φθέγγεται, καὶ βακτηρίαν φορεῖ· ταῦτα δ᾽ ἐστὶν ἅπαντα, φησίν, πρὸς ἐμοῦ. Καὶ ταῦτ᾽ οὐκ αἰσχύνεται λέγων, οὐδὲ τοὺς ἀκούοντας οἴεται μανθάνειν ὅτι συκοφαντοῦντός ἐστι λογισμὸς οὗτος, οὐκ ἀδικουμένου.

[53] Ἐγὼ δ᾽ ἀδικεῖν μὲν οὐδένα τῶν δανειζόντων οἴομαι, μισεῖσθαι μέντοι τινὰς ἂν εἰκότως ὑφ᾽ ὑμῶν, οἳ τέχνην τὸ πρᾶγμα πεποιημένοι μήτε συγγνώμης μήτ᾽ ἄλλου μηδενός εἰσιν ἀλλ᾽ ἢ τοῦ πλείονος. Διὰ γὰρ τὸ καὶ δεδανεῖσθαι πολλάκις, μὴ μόνον αὐτὸς τούτῳ δανεῖσαι, οὐδ᾽ ἐγὼ τούτους ἀγνοῶ, οὐδὲ φιλῶ, οὐ μέντοι γ᾽ ἀποστερῶ μὰ Δία, οὐδὲ συκοφαντῶ.

[54] Ὅστις δ᾽ εἴργασται μὲν ὥσπερ ἐγὼ πλέων καὶ κινδυνεύων, εὐπορήσας δὲ μικρῶν ἐδάνεισεν ταῦτα, καὶ χαρίσασθαι βουλόμενος καὶ μὴ λαθεῖν διαρρυὲν αὑτὸν τἀργύριον, τί τις ἂν τοῦτον εἰς ἐκείνους τιθείη εἰ μὴ τοῦτο λέγεις, ὡς ὃς ἂν σοὶ δανείσῃ, τοῦτον δημοσίᾳ μισεῖσθαι προσήκει. Λέγε δή μοι τὰς μαρτυρίας, τίς ἐγὼ πρὸς τοὺς συμβάλλοντας ἄνθρωπος καὶ πρὸς τοὺς δεομένους εἰμί. Μαρτυρίαι

[55] τοιοῦτος, ὦ Πανταίνετε, ἐγώ, ὁ ταχὺ βαδίζων, καὶ τοιοῦτος σύ, ὁ ἀτρέμας. Ἀλλὰ μὴν περὶ τοῦ ἐμοῦ γε βαδίσματος ἢ τῆς διαλέκτου, τἀληθῆ πάντ᾽ ἐρῶ πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, μετὰ παρρησίας. Ἐγὼ γὰρ οὐχὶ λέληθ᾽ ἐμαυτόν, οὐδ᾽ ἀγνοῶ, οὐ τῶν εὖ πεφυκότων κατὰ ταῦτ᾽ ὢν ἀνθρώπων, οὐδὲ τῶν λυσιτελούντως ἑαυτοῖς. Εἰ γὰρ ἐν οἷς μηδὲν ὠφελοῦμαι ποιῶν, λυπῶ τινάς, πῶς οὐκ ἀτυχῶ κατὰ τοῦτο τὸ μέρος

[56] ἀλλὰ τί χρὴ παθεῖν ἂν τῷ δεῖνι δανείσω, διὰ ταῦτα δίκην προσοφλεῖν μηδαμῶς. Κακίαν γὰρ ἐμοὶ καὶ πονηρίαν οὔθ᾽ οὗτος προσοῦσαν οὐδεμίαν δείξει, οὔθ᾽ ὑμῶν τοσούτων ὄντων οὐδὲ εἷς σύνοιδεν. Τἄλλα δὲ ταῦθ᾽ ἕκαστος ἡμῶν, ὅπως ἔτυχεν, πέφυκεν οἶμαι. Καὶ φύσει μάχεσθαι μὲν ἔχοντ᾽ οὐκ εὔπορόν ἐστιν οὐ γὰρ ἂν ἀλλήλων διεφέρομεν οὐδέν, γνῶναι δ᾽ ἰδόνθ᾽ ἕτερον καὶ ἐπιπλῆξαι ῥᾴδιον.

[57] ἀλλὰ τί τούτων ἐμοὶ πρὸς σέ, Πανταίνετε πολλὰ καὶ δεινὰ πέπονθας οὐκοῦν εἴληφας δίκην. Οὐ παρ᾽ ἐμοῦ γε οὐδὲ γὰρ ἠδικήθης οὐδὲν ὑπ᾽ ἐμοῦ. Οὐ γὰρ ἄν ποτ᾽ ἀφῆκας, οὐδ᾽, ὅτ᾽ Εὐέργῳ προῃροῦ λαγχάνειν, εἴασας ἐμέ, οὐδὲ πρατῆρ᾽ ἠξίωσας ὑποστῆναι τόν γε δεινά σε καὶ πόλλ᾽ εἰργασμένον. Εἶτα καὶ πῶς ἂν ὁ μὴ παρὼν μηδ᾽ ἐπιδημῶν ἐγώ τί σ᾽ ἠδίκησα

[58] εἰ τοίνυν ὡς οἷόν τε μέγιστ᾽ ἠδικῆσθαι δοίη τις αὐτῷ καὶ ἐρεῖν ἅπαντ᾽ ἀληθῆ περὶ τούτων νυνί, ἐκεῖνό γ᾽ οἶμαι πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, ὅτι πολλὰ συμβέβηκεν ἠδικῆσθαί τισιν ἤδη μείζω τῶν εἰς χρήματα γιγνομένων ἀδικημάτων· καὶ γὰρ ἀκούσιοι φόνοι καὶ ὕβρεις εἰς ἃ μὴ δεῖ καὶ πόλλ᾽ ἄλλα τοιαῦτα γίγνεται. Ἀλλ᾽ ὅμως ἁπάντων τούτων ὅρος καὶ λύσις τοῖς παθοῦσι τέτακται τὸ πεισθέντας ἀφεῖναι.

[59] Καὶ τοῦθ᾽ οὕτω τὸ δίκαιον ἐν πᾶσιν ἰσχύει, ὥστ᾽ ἐὰν ἑλών τις ἀκουσίου φόνου καὶ σαφῶς ἐπιδείξας μὴ καθαρόν, μετὰ ταῦτ᾽ αἰδέσηται καὶ ἀφῇ, οὐκέτ᾽ ἐκβαλεῖν κύριος τὸν αὐτόν ἐστιν. Οὐδέ γ᾽, ἂν ὁ παθὼν αὐτὸς ἀφῇ τοῦ φόνου, πρὶν τελευτῆσαι, τὸν δράσαντα, οὐδενὶ τῶν λοιπῶν συγγενῶν ἔξεστ᾽ ἐπεξιέναι, ἀλλ᾽ οὓς ἐκπίπτειν καὶ φεύγειν, ἂν ἁλίσκωνται, καὶ τεθνάναι προστάττουσιν οἱ νόμοι, τούτους, ἐὰν ἀφεθῶσιν ἅπαξ, ἁπάντων ἐκλύει τῶν δεινῶν τοῦτο τὸ ῥῆμα.

[60] Εἶθ᾽ ὑπὲρ μὲν ψυχῆς καὶ τῶν μεγίστων οὕτως ἰσχύει καὶ μένει τὸ ἀφεῖναι, ὑπὲρ δὲ χρημάτων καὶ ἐλαττόνων ἐγκλημάτων ἄκυρον ἔσται μηδαμῶς. Οὐ γὰρ εἰ μὴ τῶν δικαίων ἐγὼ παρ᾽ ὑμῖν τεύξομαι, τοῦτ᾽ ἔστι δεινότατον, ἀλλ᾽ εἰ πρᾶγμα δίκαιον ὡρισμένον ἐκ παντὸς τοῦ χρόνου νῦν καταλύσετ᾽ ἐφ᾽ ἡμῶν.