Κατά Στεφάνου Ψευδομαρτυριών Α: Διαφορά μεταξύ των αναθεωρήσεων

Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
καμία σύνοψη επεξεργασίας
μ (Lint error: Stripped tag με τη χρήση AWB)
Χωρίς σύνοψη επεξεργασίας
{{χ|20}} Οὐκοῦν ἦν ἁπλοῦν, ὦ ἄνδρες δικασταί, τὸν ταῦτα μαρτυροῦντα προσμαρτυρῆσαι εἶναι δὲ τὸ γραμματεῖον, ὃ αὐτὸς παρέχει, τοῦτο, καὶ τὸ γραμματεῖον ἐμβαλεῖν. Ἀλλὰ τοῦτο μὲν οἶμαι τὸ ψεῦδος ἡγεῖτ᾽ ὀργῆς ἄξιον, καὶ δίκην ἂν ὑμᾶς παρ᾽ αὑτοῦ λαβεῖν, γραμματεῖον δ᾽ αὑτῷ καταλειφθῆναι μαρτυρῆσαι φαῦλον καὶ οὐδέν. Ἔστι δὲ τοῦτ᾽ αὐτὸ τὸ δηλοῦν καὶ κατηγοροῦν ὅτι πᾶν τὸ πρᾶγμα κατεσκευάκασιν.
 
{{χ|21}} Εἰ μὲν γὰρ ἐπῆν ἐπὶ τῆς διαθήκης Πασίωνος καὶ Φορμίωνος, ἢ πρὸς Φορμίωνα, ἢ τοιοῦτό τι, εἰκότως ἂν αὐτὴν ἐτήρει τούτῳ· εἰ δέ, ὥσπερ μεμαρτύρηκεν, ἐπῆν διαθήκη Πασίωνος, πῶς οὐκ ἂν ἀνῃρήμην αὐτὴν ἐγώ, συνειδὼς μὲν ἐμαυτῷ μέλλοντι δικάζεσθαι, συνειδὼς δ᾽ ὑπεναντίαν οὖσαν, εἴπερ ἦν τοιαύτη, τοῖς ἐμαυτῷ συμφέρουσιν, κληρονόμος δ᾽ ὢν καὶ ταύτης, εἴπερ ἦν τοὐμοῦ πατρός, καὶ τῶν ἄλλων τῶν πατρῴων ὁμοίωσὁμοίως
 
{{χ|22}} οὐκοῦν τῷ παρέχεσθαι μὲν Φορμίωνι, γεγράφθαι δὲ Πασίωνος, εἰᾶσθαι δ᾽ ὑφ᾽ ἡμῶν, ἐξελέγχεται κατεσκευασμένη μὲν ἡ διαθήκη, ψευδὴς δ᾽ ἡ τοῦ Κηφισοφῶντος μαρτυρία. Ἀλλ᾽ ἐῶ Κηφισοφῶντα· οὔτε γὰρ νῦν μοι πρὸς ἐκεῖνόν ἐστιν οὔτ᾽ ἐμαρτύρησεν ἐκεῖνος περὶ τῶν ἐν ταῖς διαθήκαις ἐνόντων οὐδέν.
{{χ|23}} Καίτοι καὶ τοῦτο σκοπεῖτε, ὅσον ἐστὶ τεκμήριον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ τούτους τὰ ψευδῆ μεμαρτυρηκέναι. Εἰ γὰρ ὁ μὲν αὐτὸς ἔχειν τὸ γραμματεῖον μαρτυρῶν οὐκ ἐτόλμησεν ἀντίγραφ᾽ εἶναι ἃ παρείχετο Φορμίων τῶν παρ᾽ αὑτῷ μαρτυρῆσαι, οὗτοι δ᾽ οὔτ᾽ ἐξ ἀρχῆς ὡς παρῆσαν ἔχοιεν ἂν εἰπεῖν, οὔτ᾽ ἀνοιχθὲν εἶδον πρὸς τῷ διαιτητῇ τὸ γραμματεῖον, ἀλλὰ καὶ μεμαρτυρήκασιν αὐτοὶ μὴ ᾽θέλειν ἔμ᾽ ἀνοίγειν, ταῦθ᾽ ὡς ἀντίγραφ᾽ ἐστὶν ἐκείνων μεμαρτυρηκότες τί ἄλλ᾽ ἢ σφῶν αὐτῶν κατήγοροι γεγόνασιν ὅτι ψεύδονται
 
{{χ|24}} ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς γέγραπταί τις ἂν ἐξετάσας τὴν μαρτυρίαν γνοίη παντελῶς τοῦτο μεμηχανημένους αὐτούς, ὅπως δικαίως καὶ ἀδίκως δόξει ταῦθ᾽ ὁ πατὴρ οὑμὸς διαθέσθαι. Λαβὲ δ᾽ αὐτὴν τὴν μαρτυρίαν, καὶ λέγ᾽ ἐπισχὼν οὗ ἄν σε κελεύω, ἵν᾽ ἐξ αὐτῆς δεικνύω.'''Μαρτυρία''' Μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον, εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν ΠασίωνοσΠασίωνος
 
{{χ|25}} ἐπίσχες. Ἐνθυμεῖσθ᾽ ὅτι τῶν διαθηκῶν γέγραπται τῶν Πασίωνος. Καίτοι χρῆν τοὺς βουλομένους τἀληθῆ μαρτυρεῖν, εἰ τὰ μάλιστ᾽ ἐγίγνεθ᾽ ἡ πρόκλησις, ὡς οὐκ ἐγίγνετο, ἐκείνως μαρτυρεῖν. Λέγε τὴν μαρτυρίαν ἀπ᾽ ἀρχῆς πάλιν.'''Μαρτυρία''' Μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ ΤεισίᾳΜαρτυροῦμενΤεισίᾳ Μαρτυροῦμεν· παρῆμεν γὰρ δή· λέγε. Ὅτε προὐκαλεῖτο Φορμίων ἈπολλόδωρονΚαὶἈπολλόδωρον Καὶ τοῦτο, εἴπερ προὐκαλεῖτο, ὀρθῶς ἂν ἐμαρτύρουν. Εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν ΠασίωνοσΠασίωνος
 
{{χ|26}} ἔχ᾽ αὐτοῦ. Οὐδ᾽ ἂν εἷς ἔτι δήπου τοῦτ᾽ ἐμαρτύρησεν, εἰ μή τις καὶ παρῆν διατιθεμένῳ τῷ πατρὶ τῷ ἐμῷ· ἀλλ᾽ εὐθὺς ἂν εἶπε τί δ᾽ ἡμεῖς ἴσμεν εἴ τινές εἰσι διαθῆκαι ΠασίωνοσΠασίωνος καὶ γράφειν ἂν αὐτὸν ἠξίωσεν, ὥσπερ ἐν ἀρχῇ τῆς προκλήσεως εἰ μή φημ᾽ ἐγὼ ἀντίγραφα εἶναι τῶν διαθηκῶν, οὕτως ὧν φησι Φορμίων Πασίωνα καταλιπεῖν, οὐ τῶν Πασίωνος. Τοῦτο μὲν γὰρ ἦν εἶναι διαθήκας μαρτυρεῖν, ὅπερ ἦν τούτοις βούλημα, ἐκεῖνο δὲ φάσκειν Φορμίωνα· πλεῖστον δὲ δήπου κεχώρισται τό τ᾽ εἶναι καὶ τὸ τοῦτον φάσκειν.
 
{{χ|27}} ἵνα τοίνυν εἰδῆθ᾽ ὑπὲρ ἡλίκων καὶ ὅσων ἦν τὸ κατασκεύασμα τὸ τῆς διαθήκης, μίκρ᾽ ἀκούσατέ μου. Ἦν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο πρῶτον μὲν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην ὧν διεφθάρκει, ἣν ἐμοὶ μὲν οὐ καλὸν λέγειν, ὑμεῖς δ᾽ ἴστε, κἂν ἐγὼ μὴ λέγω, ἔπειθ᾽ ὑπὲρ τοῦ κατασχεῖν ὅσ᾽ ἦν τῷ ἡμετέρῳ πατρὶ χρήματα παρὰ τῇ μητρί, πρὸς δὲ τούτοις ὑπὲρ τοῦ καὶ τῶν ἄλλων τῶν ἡμετέρων ἁπάντων κυρίῳ γενέσθαι. Ὅτι δ᾽ οὕτω ταῦτ᾽ ἔχει, τῆς διαθήκης αὐτῆς ἀκούσαντες γνώσεσθε· φανήσεται γὰρ οὐ πατρὸς ὡς ὑπὲρ υἱέων γράφοντος ἐοικυῖα διαθήκῃ, ἀλλὰ δούλου λελυμασμένου τὰ τῶν δεσποτῶν, ὅπως μὴ δώσει δίκην σκοποῦντος.
 
{{χ|28}} Λέγε δ᾽ αὐτοῖς τὴν διαθήκην αὐτήν, ἣν οὗτοι μετὰ τῆς προκλήσεως μεμαρτυρήκασιν· ὑμεῖς δ᾽ ἐνθυμεῖσθ᾽ ἃ λέγω.'''Διαθήκη''' Τάδε διέθετο Πασίων Ἀχαρνεύς· δίδωμι τὴν ἐμαυτοῦ γυναῖκα Ἀρχίππην Φορμίωνι, καὶ προῖκα ἐπιδίδωμι Ἀρχίππῃ τάλαντον μὲν τὸ ἐκ Πεπαρήθου, τάλαντον δὲ τὸ αὐτόθεν, συνοικίαν ἑκατὸν μνῶν, θεραπαίνας καὶ τὰ χρυσία, καὶ τἄλλα ὅσα ἐστὶν αὐτῇ ἔνδον, ἅπαντα ταῦτα Ἀρχίππῃ δίδωμι. Ἠκούσατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ πλῆθος τῆς προικός, τάλαντον ἐκ Πεπαρήθου, τάλαντον αὐτόθεν, συνοικίαν ἑκατὸν μνῶν, θεραπαίνας καὶ χρυσία, καὶ τἄλλα, φησίν, ὅσ᾽ ἔστιν αὐτῇ δίδωμι, τούτῳ τῷ γράμματι καὶ τοῦ ζητῆσαί τι τῶν καταλειφθέντων ἀποκλείων ἡμᾶς.
 
{{χ|29}} φέρε δὴ δείξω τὴν μίσθωσιν ὑμῖν, καθ᾽ ἣν ἐμεμίσθωτο τὴν τράπεζαν παρὰ τοῦ πατρὸς οὗτος. Καὶ γὰρ ἐκ ταύτης καίπερ ἐσκευωρημένης ὄψεσθ᾽ ὅτι πλάσμ᾽ ὅλον ἐστὶν ἡ διαθήκη. Δείξω δ᾽ ἣν οὗτος παρέσχετο μίσθωσιν, οὐκ ἄλλην τινά, ἐν ᾗ προσγέγραπται ἕνδεκα τάλανθ᾽ ὁ πατὴρ ὀφείλων εἰς τὰς παρακαταθήκας τούτῳ. Ἔστι δ᾽ οἶμαι ταῦτα τοιαῦτα.
{{χ|44}} Πρὸς δὴ τὸν λόγον τοῦτον καὶ τὴν ἀναίδειαν βέλτιόν ἐστι μικρὰ προειπεῖν ὑμῖν, ἵνα μὴ λάθητ᾽ ἐξαπατηθέντες. Πρῶτον μέν, ὅταν ἐγχειρῇ λέγειν τοῦτο, ὡς ἄρ᾽ οὐ πάντων ὑπεύθυνός ἐστιν, ἐνθυμεῖσθ᾽ ὅτι διὰ ταῦθ᾽ ὁ νόμος μαρτυρεῖν ἐν γραμματείῳ κελεύει, ἵνα μήτ᾽ ἀφελεῖν ἐξῇ μήτε προσθεῖναι τοῖς γεγραμμένοις μηδέν. Τότ᾽ οὖν αὐτὸν ἔδει ταῦτ᾽ ἀπαλείφειν κελεύειν ἃ νῦν οὐ φήσει μεμαρτυρηκέναι, οὐ νῦν ἐνόντων ἀναισχυντεῖν.
 
{{χ|45}} Ἔπειτα καὶ τόδε σκοπεῖτε, εἰ ἐάσαιτ᾽ ἂν ἐναντίον ὑμῶν ἐμὲ προσγράψαι τι λαβόντα τὸ γραμματεῖον. Οὐ δήπου. Οὔκουν οὐδὲ τοῦτον ἀφαιρεῖν τῶν γεγραμμένων ἐᾶν προσήκει. Τίς γὰρ ἁλώσεταί ποτε ψευδομαρτυρίων, εἰ μαρτυρήσει θ᾽ ἃ βούλεται, καὶ λόγον ὧν βούλεται δώσει ἀλλ᾽ οὐχ οὕτω ταῦτ᾽ οὔθ᾽ ὁ νόμος διεῖλεν οὔθ᾽ ὑμῖν ἀκούειν προσήκει· ἀλλ᾽ ἐκεῖν᾽ ἁπλοῦν καὶ δίκαιον. Τί γέγραπται τί μεμαρτύρηκασμεμαρτύρηκας ταῦθ᾽ ὡς ἀληθῆ δείκνυε. Καὶ γὰρ ἀντιγέγραψαι ταῦτα ἀληθῆ μεμαρτύρηκα, μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, οὐ τὸ καὶ τὸ τῶν ἐν τῷ γραμματείῳ.
 
{{χ|46}} Ὅτι δ᾽ οὕτω ταῦτ᾽ ἔχει, λαβὲ τὴν ἀντιγραφὴν αὐτήν μοι. Λέγε.'''Ἀντιγραφή''' Ἀπολλόδωρος Πασίωνος Ἀχαρνεὺς Στεφάνῳ Μενεκλέους Ἀχαρνεῖ ψευδομαρτυρίων, τίμημα τάλαντον. Τὰ ψευδῆ μου κατεμαρτύρησε Στέφανος μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα. Στέφανος Μενεκλέους Ἀχαρνεὺς τἀληθῆ ἐμαρτύρησα μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα. Ταῦθ᾽ οὗτος ἀντεγράψατο, ἃ χρὴ μνημονεύειν ὑμᾶς, καὶ μὴ τοὺς ἐπ᾽ ἐξαπάτῃ νῦν λόγους ὑπὸ τούτου ῥηθησομένους πιστοτέρους ποιεῖσθαι τῶν νόμων καὶ τῶν ὑπὸ τούτου γραφέντων εἰς τὴν ἀντιγραφήν.
 
{{χ|47}} πυνθάνομαι τοίνυν αὐτοὺς καὶ περὶ ὧν ἔλαχον τὴν ἐξ ἀρχῆς δίκην, ἐρεῖν καὶ κατηγορήσειν, ὡς συκοφαντήματ᾽ ἦν. Ἐγὼ δ᾽ ὃν μὲν τρόπον ἐσκευωρήσατο τὴν μίσθωσιν, ὅπως τὴν ἀφορμὴν τῆς τραπέζης κατάσχοι, εἶπον καὶ διεξῆλθον ὑμῖν, ὑπὲρ δὲ τῶν ἄλλων οὐκ ἂν οἷός τ᾽ εἴην λέγειν ἅμα καὶ τούτους ἐλέγχειν περὶ τῆς μαρτυρίας· οὐ γὰρ ἱκανόν μοι τὸ ὕδωρ ἐστίν.
{{χ|59}} οὐ γὰρ ἐξομνύναι ᾽θελήσειν αὐτοὺς οἴομαι. Ἐὰν δ᾽ ἄρα τοῦτο ποιήσωσιν ὑπ᾽ ἀναιδείας, πρόκλησιν ὑμῖν ἀναγνώσεται, ἐξ ἧς τούτους τ᾽ ἐπιορκοῦντας ἐπ᾽ αὐτοφώρῳ λήψεσθε, καὶ τοῦτον ὁμοίως ὑφῃρημένον τὴν μαρτυρίαν εἴσεσθε. Καίτοι ὅστις, ὦ ἄνδρες Ἀθηναῖοι, κακῶν ἀλλοτρίων κλέπτης ὑπέμεινεν ὀνομασθῆναι, τί ἂν ἡγεῖσθε ποιῆσαι τοῦτον ὑπὲρ αὑτοῦ
 
{{χ|60}} λέγε τὴν μαρτυρίαν εἶτα τὴν πρόκλησιν ταύτην.'''Μαρτυρία''' Μαρτυροῦσι φίλοι εἶναι καὶ ἐπιτήδειοι Φορμίωνι, καὶ παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε ἦν ἀπόφασις τῆς διαίτης Ἀπολλοδώρῳ πρὸς Φορμίωνα, καὶ εἰδέναι τὴν μαρτυρίαν ὑφῃρημένον Στέφανον, ἣν αἰτιᾶται αὐτὸν Ἀπολλόδωρος ὑφελέσθαι. Ἢ μαρτυρεῖτε, ἢ ἐξομόσασθε.'''Ἐξωμοσία'''
 
{{χ|61}} Οὐκ ἄδηλον ἦν, ὦ ἄνδρες δικασταί, ὅτι τοῦτ᾽ ἔμελλον ποιήσειν, προθύμως ἐξομεῖσθαι. Ἵνα τοίνυν παραχρῆμ᾽ ἐξελεγχθῶσιν ἐπιωρκηκότες, λαβέ μοι ταύτην τὴν μαρτυρίαν καὶ τὴν πρόκλησιν. Ἀναγίγνωσκε.'''Μαρτυρία. Πρόκλησις.''' Μαρτυροῦσι παρεῖναι ὅτε Ἀπολλόδωρος προὐκαλεῖτο Στέφανον παραδοῦναι τὸν παῖδα τὸν ἀκόλουθον εἰς βάσανον περὶ τῆς ὑφαιρέσεως τοῦ γραμματείου, καὶ γράμματα ἦν ἕτοιμος γράφειν Ἀπολλόδωρος καθ᾽ ὅ τι ἔσται ἡ βάσανος. Ταῦτα δὲ προκαλουμένου Ἀπολλοδώρου οὐκ ἐθελῆσαι παραδοῦναι Στέφανον, ἀλλ᾽ ἀποκρίνασθαι Ἀπολλοδώρῳ δικάζεσθαι, εἰ βούλοιτο, εἴ τί φησιν ἀδικεῖσθαι ὑφ᾽ ἑαυτοῦ.
{{χ|68}} οὐ τοίνυν οὐδ᾽ ἃ πέπλασται οὗτος καὶ βαδίζει παρὰ τοὺς τοίχους ἐσκυθρωπακώς, σωφροσύνης ἄν τις ἡγήσαιτ᾽ εἰκότως εἶναι σημεῖα, ἀλλὰ μισανθρωπίας. Ἐγὼ γάρ, ὅστις αὐτῷ μηδενὸς συμβεβηκότος δεινοῦ, μηδὲ τῶν ἀναγκαίων σπανίζων, ἐν ταύτῃ τῇ σχέσει διάγει τὸν βίον, τοῦτον ἡγοῦμαι συνεορακέναι καὶ λελογίσθαι παρ᾽ αὑτῷ, ὅτι τοῖς μὲν ἁπλῶς, ὡς πεφύκασι, βαδίζουσι καὶ φαιδροῖς καὶ προσέλθοι τις ἂν καὶ δεηθείη καὶ ἐπαγγείλειεν οὐδὲν ὀκνῶν, τοῖς δὲ πεπλασμένοις καὶ σκυθρωποῖς ὀκνήσειέ τις ἂν προσελθεῖν πρῶτον.
 
{{χ|69}} Οὐδὲν οὖν ἄλλ᾽ ἢ πρόβλημα τοῦ τρόπου τὸ σχῆμα τοῦτ᾽ ἔστι, καὶ τὸ τῆς διανοίας ἄγριον καὶ πικρὸν ἐνταῦθα δηλοῖ. Σημεῖον δέ· τοσούτων γὰρ ὄντων τὸ πλῆθος Ἀθηναίων, πράττων πολὺ βέλτιον ἢ σὲ προσῆκον ἦν, τῷ πώποτ᾽ εἰσήνεγκας, ἢ τίνι συμβέβλησαί πω, ἢ τίν᾽ εὖ πεποίηκασπεποίηκας
 
{{χ|70}} οὐδέν᾽ ἂν εἰπεῖν ἔχοις· ἀλλὰ τοκίζων καὶ τὰς τῶν ἄλλων συμφορὰς καὶ χρείας εὐτυχήματα σαυτοῦ νομίζων, ἐξέβαλες μὲν τὸν ἀφῄρησαι δὲ τὴν σαυτοῦ πενθερὰν ταῦτ᾽ ἀφ᾽ ὧν ἔζη, ἀοίκητον δὲ τὸν Ἀρχεδήμου παῖδα τὸ σαυτοῦ μέρος πεποίηκας. Οὐδεὶς δὲ πώποθ᾽ οὕτω πικρῶς οὐδ᾽ ὑπερήμερον εἰσέπραξεν ὡς σὺ τοὺς ὀφείλοντας τοὺς τόκους. Εἶθ᾽ ὃν ὁρᾶτ᾽ ἐπὶ πάντων οὕτως ἄγριον καὶ μιαρόν, τοῦτον ὑμεῖς ἠδικηκότ᾽ ἐπ᾽ αὐτοφώρῳ λαβόντες οὐ τιμωρήσεσθε δείν᾽ ἄρ᾽, ὦ ἄνδρες δικασταί, ποιήσετε καὶ οὐχὶ δίκαια.
{{χ|78}} Τὰ δ᾽ εἰς τὴν πόλιν καὶ ὅσ᾽ εἰς ὑμᾶς, ὡς δύναμαι λαμπρότατα, ὡς ὑμεῖς σύνιστε, ποιῶ· οὐ γὰρ ἀγνοῶ τοῦθ᾽ ὅτι τοῖς μὲν γένει πολίταις ὑμῖν ἱκανόν ἐστι λῃτουργεῖν ὡς οἱ νόμοι προστάττουσι, τοὺς δὲ ποιητοὺς ἡμᾶς ὡς ἀποδιδόντας χάριν, οὕτω προσήκει φαίνεσθαι λῃτουργοῦντας. Μὴ οὖν μοι ταῦτ᾽ ὀνείδιζε, ἐφ᾽ οἷς ἐπαίνου τύχοιμ᾽ ἂν δικαίως.
 
{{χ|79}} Ἀλλὰ τίν᾽, ὦ Φορμίων, τῶν πολιτῶν ἑταιρεῖν, ὥσπερ σύ, μεμίσθωμαι δεῖξον. Τίνα τῆς πόλεως, ἧς αὐτὸς ἠξιώθην, καὶ τῆς ἐν αὐτῇ παρρησίας ἀπεστέρηκα, ὥσπερ σὺ τοῦτον ὃν κατῄσχυνασκατῄσχυνας τίνος γυναῖκα διέφθαρκα, ὥσπερ σὺ πρὸς πολλαῖς ἄλλαις ταύτην, ᾗ τὸ μνῆμ᾽ ᾠκοδόμησεν ὁ θεοῖς ἐχθρὸς οὗτος πλησίον τοῦ τῆς δεσποίνης, ἀνηλωκὼς πλέον ἢ τάλαντα δύο καὶ οὐκ ᾐσθάνετο, ὅτι οὐχὶ τοῦ τάφου μνημεῖον ἔσται τὸ οἰκοδόμημα τοιοῦτον ὄν, ἀλλὰ τῆς ἀδικίας ἧς τὸν ἄνδρ᾽ ἠδίκηκεν ἐκείνη διὰ τοῦτον.
 
{{χ|80}} Εἶτα τοιαῦτα ποιῶν καὶ τηλικαύτας μαρτυρίας ἐξενηνοχὼς τῆς ὕβρεως τῆς σαυτοῦ σύ, τὸν ἄλλου του βίον ἐξετάζειν τολμᾷσ μεθ᾽ ἡμέραν εἶ σὺ σώφρων, τὴν δὲ νύκτ᾽ ἐφ᾽ οἷς θάνατος ἡ ζημία, ταῦτα ποιεῖς. Πονηρός, ὦ ἄνδρες Ἀθηναῖοι, πονηρὸς οὗτος ἄνωθεν ἐκ τοῦ Ἀνακείου καὶ ἄδικος. Σημεῖον δέ· εἰ γὰρ ἦν δίκαιος, πένης ἂν ἦν τὰ τοῦ δεσπότου διοικήσας. Νῦν δὲ τοσούτων χρημάτων τὸ πλῆθος κύριος καταστὰς ὥστε τοσαῦτα λαθεῖν ἀπ᾽ αὐτῶν κλέψας ὅσα νῦν κέκτηται, οὐκ ὀφείλειν ταῦτα, ἀλλὰ πατρῷ᾽ ἔχειν ἡγεῖται.
 
{{χ|81}} Καίτοι πρὸς θεῶν, εἰ κλέπτην σ᾽ ἀπῆγον ὡς ἐπ᾽ αὐτοφώρῳ εἰληφώς, τὴν οὐσίαν ἣν ἔχεις, εἴ πως οἷόν τ᾽ ἦν, ἐπιθείς σοι, εἶτά σ᾽ ἠξίουν, εἰ μὴ φὴς ὑφῃρημένοῦτ᾽ ἔχειν, ἀνάγειν ὅθεν εἴληφας, εἰς τίν᾽ ἂν αὔτ᾽ ἀνήγαγεσἀνήγαγες οὔτε γάρ σοι πατὴρ παρέδωκεν, οὔθ᾽ ηὗρες, οὔτε λαβών ποθεν ἄλλοθεν ἦλθες ὡς ἡμᾶς· βάρβαρος γὰρ ἐωνήθης. Εἶθ᾽ ᾧ δημοσίᾳ προσῆκεν ἐπὶ τοῖς εἰργασμένοις τεθνάναι, σύ, τὸ σῶμα σεσῳκὼς καὶ πόλιν ἐκ τῶν ἡμετέρων σαυτῷ κτησάμενος καὶ παῖδας ἀδελφοὺς τοῖς σεαυτοῦ δεσπόταις ἀξιωθεὶς ποιήσασθαι, παρεγράψω μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην τῶν ἐγκαλουμένων χρημάτων ὑφ᾽ ἡμῶνtryἡμῶν;
{{χ|82}} εἶτα κακῶς ἡμᾶς ἔλεγες καὶ τὸν ἡμέτερον πατέρ᾽ ἐξήταζες ὅστις ἦν ἐφ᾽ οἷς τίς οὐκ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπῶς ἤνεγκεν ἐγὼ γάρ, εἰ πάντων τῶν ἄλλων ὑμῶν ἔλαττον προσήκει μοι φρονεῖν, τούτου γε μεῖζον οἶμαι, καὶ τούτῳ γ᾽ εἰ μηδενὸς τῶν ἄλλων ἔλαττον, ἐμοῦ γ᾽ ἔλαττον· ὄντων γὰρ ἡμῶν τοιούτων ὁποίους τινὰς ἂν καὶ σὺ κατασκευάσῃς τῷ λόγῳ, σὺ δοῦλος ἦσθα.
 
{{χ|87}} Ἣν τοίνυν ὑμῶν ἂν ἕκαστος δίκην ἀξιώσειε λαβεῖν, ταύτην νομίζετε κἀμοὶ προσήκειν νῦν· καὶ τὸν ἀφῃρημένον τῷ μαρτυρῆσαι τὰ ψευδῆ καὶ ὑπὲρ τῶν νόμων καὶ ὑπὲρ τῶν ὅρκων οὓς ὀμωμοκότες δικάζετε, τιμωρήσασθε καὶ παράδειγμα ποιήσατε τοῖς ἄλλοις, μνημονεύοντες πάνθ᾽ ὅσ᾽ ἀκηκόαθ᾽ ἡμῶν, καὶ φυλάττοντες, ἐὰν παράγειν ἐπιχειρῶσιν ὑμᾶς, πρὸς ἕκαστον ἀπαντῶντες· ἐὰν μὴ φῶσιν ἅπαντα μεμαρτυρηκέναι, τί οὖν ἐν τῷ γραμματείῳ γέγραπται τί οὖν οὐ τότ᾽ ἀπηλείφου
 
{{χ|88}} τίς ἡ παρὰ τοῖς ἄρχουσιν ἀντιγραφή ἐὰν μεμαρτυρηκέναι τὸν μὲν ἐπιτροπευθῆναι κατὰ διαθήκας, τὸν δ᾽ ἐπιτροπεῦσαι, τὸν δ᾽ ἔχειν, ποίασποίας ἐν αἷς τί γέγραπται ταῦτ᾽ ἐρωτᾶτε· ἃ γὰρ οὗτοι μεμαρτυρήκασιν, οὐδεὶς ἐκείνων προσμεμαρτύρηκεν. Ἐὰν δ᾽ ὀδύρωνται, τὸν πεπονθότ᾽ ἐλεινότερον τῶν δωσόντων δίκην ἡγεῖσθε. Ταῦτα γὰρ ἂν ποιῆτε, ἐμοί τε βοηθήσετε, καὶ τούτους τῆς ἄγαν κολακείας ἐπισχήσετε, καὶ αὐτοὶ τὰ εὔορκ᾽ ἔσεσθ᾽ ἐψηφισμένοι.
 
{{DEFAULTSORT:Κατα Στεφανου Ψευδομαρτυριων 01}}
368

επεξεργασίες

Μενού πλοήγησης