Κατά Τιμοκράτους: Διαφορά μεταξύ των αναθεωρήσεων

Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
καμία σύνοψη επεξεργασίας
μ (Lint error: Stripped tag με τη χρήση AWB)
Χωρίς σύνοψη επεξεργασίας
{{χ|17}} βούλομαι δὴ μικρὰ διεξελθὼν περὶ τῶν κειμένων νόμων, καθ᾽ οὕς εἰσιν αἱ τοιαίδε γραφαί, περὶ αὐτοῦ τοῦ νόμου λέγειν ὃν γέγραμμαι· γενήσεσθε γὰρ εὐμαθέστεροι πρὸς τὰ λοιπὰ ταῦτα προακούσαντες. Ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν τοῖς οὖσι νόμοις ἡμῖν κυρίοις διωρισμέν᾽ ἀκριβῶς καὶ σαφῶς πάνθ᾽ ὅσα δεῖ ποιεῖν περὶ τῶν μελλόντων τεθήσεσθαι νόμων.
 
{{χ|18}} καὶ πρῶτον μὲν ἁπάντων χρόνος ἐστὶ γεγραμμένος, ἐν ᾧ προσήκει νομοθετεῖν· εἶτ᾽ οὐδὲ τόθ᾽ ὡς ἂν ἑκάστῳ δοκῇ δέδωκε τοῦτο πράττειν, ἀλλὰ προστάττει πρῶτον μὲν ἐκθεῖναι πρόσθεν τῶν ἐπωνύμων γράψαντα σκοπεῖν τωτῷ βουλομένῳ, μετὰ ταῦτ᾽ ἐπὶ πᾶσι τὸν αὐτὸν νόμον τιθέναι κελεύει, πρὸς τούτοις λύειν τοὺς ἐναντίους, ἄλλα περὶ ὧν οὐδὲν ἴσως ὑμᾶς κατεπείγει νῦν ἀκοῦσαι. Ἂν δέ τις τούτων ἓν παραβῇ, τῷ βουλομένῳ δίδωσι γράφεσθαι.
 
{{χ|19}} Εἰ μὲν οὖν μὴ πᾶσιν ἦν ἔνοχος τούτοις Τιμοκράτης, καὶ παρὰ πάντα ταῦτ᾽ εἰσενηνόχει τὸν νόμον, ἓν ἂν αὐτοῦ τις ἐποιεῖτο κατηγόρημα, ὅ τι δήποτε τοῦτ᾽ ἦν· νῦν δ᾽ ἀνάγκη καθ᾽ ἕκαστον, χωρὶς περὶ ἑκάστου διελόμενον, λέγειν. Πρῶτον μὲν οὖν, ὅπερ ἠδίκησε πρῶτον, τοῦτ᾽ ἐρῶ, ὡς παρὰ πάντας τοὺς νόμους ἐνομοθέτει, εἶτα τῶν ἄλλων ἑξῆς ὅ τι ἂν βουλομένοις ὑμῖν ἀκούειν ᾖ. Καί μοι λαβὲ τουτουσὶ τοὺς νόμους καὶ ἀνάγνωθι· φανήσεται γὰρ τούτων οὐδὲν πεποιηκώς. Προσέχετ᾽, ἄνδρες δικασταί, τὸν νοῦν ἀναγιγνωσκομένοις τοῖς νόμοις.
 
{{χ|20}} Ἐπιχειροτονία ΝόμωνἐπὶΝόμων ἐπὶ δὲ τῆς πρώτης πρυτανείας τῇ ἑνδεκάτῃ ἐν τῷ δήμῳ, ἐπειδὰν εὔξηται ὁ κῆρυξ, ἐπιχειροτονίαν ποιεῖν τῶν νόμων, πρῶτον μὲν περὶ τῶν βουλευτικῶν, δεύτερον δὲ τῶν κοινῶν, εἶτα οἳ κεῖνται τοῖς ἐννέα ἄρχουσιν, εἶτα τῶν ἄλλων ἀρχῶν. Ἡ δὲ χειροτονία ἔστω ἡ προτέρα, ὅτῳ δοκοῦσιν ἀρκεῖν οἱ νόμοι οἱ βουλευτικοί, ἡ δ᾽ ὑστέρα, ὅτῳ μὴ δοκοῦσιν· εἶτα τῶν κοινῶν κατὰ ταὐτά. Τὴν δ᾽ ἐπιχειροτονίαν εἶναι τῶν νόμων κατὰ τοὺς νόμους τοὺς κειμένους.
 
{{χ|21}} Ἐὰν δέ τινες τῶν νόμων τῶν κειμένων ἀποχειροτονηθῶσι, τοὺς πρυτάνεις, ἐφ᾽ ὧν ἂν ἡ ἐπιχειροτονία γένηται, ποιεῖν περὶ τῶν ἀποχειροτονηθέντων τὴν τελευταίαν τῶν τριῶν ἐκκλησιῶν· τοὺς δὲ προέδρους, οἳ ἂν τυγχάνωσι προεδρεύοντες ἐν ταύτῃ τῇ ἐκκλησίᾳ, χρηματίζειν ἐπάναγκες πρῶτον μετὰ τὰ ἱερὰ περὶ τῶν νομοθετῶν, καθ᾽ ὅ τι καθεδοῦνται, καὶ περὶ τοῦ ἀργυρίου, ὁπόθεν τοῖς νομοθέταις ἔσται· τοὺς δὲ νομοθέτας εἶναι ἐκ τῶν ὀμωμοκότων τὸν ἡλιαστικὸν ὅρκον.
{{χ|26}} Τούτων μέντοι τοσούτων ὄντων οὐδὲν πεποίηκε Τιμοκράτης οὑτοσί· οὔτε γὰρ ἐξέθηκε τὸν νόμον, οὔτ᾽ ἔδωκεν εἴ τις ἐβούλετ᾽ ἀναγνοὺς ἀντειπεῖν, οὔτ᾽ ἀνέμεινεν οὐδένα τῶν τεταγμένων χρόνων ἐν τοῖς νόμοις, ἀλλὰ τῆς ἐκκλησίας, ἐν ᾗ τοὺς νόμους ἐπεχειροτονήσατε, οὔσης ἑνδεκάτῃ τοῦ ἑκατομβαιῶνος μηνός, δωδεκάτῃ τὸν νόμον εἰσήνεγκεν, εὐθὺς τῇ ὑστεραίᾳ, καὶ ταῦτ᾽ ὄντων Κρονίων καὶ διὰ ταῦτ᾽ ἀφειμένης τῆς βουλῆς, διαπραξάμενος μετὰ τῶν ὑμῖν ἐπιβουλευόντων καθέζεσθαι νομοθέτας διὰ ψηφίσματος ἐπὶ τῇ τῶν Παναθηναίων προφάσει.
 
{{χ|27}} Βούλομαι δ᾽ ὑμῖν τὸ ψήφισμ᾽ αὔτ᾽ ἀναγνῶναι τὸ νικῆσαν, ἵν᾽ ἴδηθ᾽ ὅτι πάντα συνταξάμενοι καὶ οὐδὲν ἀπὸ ταὐτομάτου τούτων ἔπραττον. Λαβὲ τὸ ψήφισμ᾽ αὐτοῖς καὶ ἀναγίγνωσκε σύ.Ψήφισμαἐπὶ Ψήφισμα ἐπὶ τῆς Πανδιονίδος πρώτης, ἑνδεκάτῃ τῆς πρυτανείας, Ἐπικράτης εἶπεν, ὅπως ἂν τὰ ἱερὰ θύηται καὶ ἡ διοίκησις ἱκανὴ γένηται καὶ εἴ τινος ἐνδεῖ πρὸς τὰ Παναθήναια διοικηθῇ, τοὺς πρυτάνεις τοὺς τῆς Πανδιονίδος καθίσαι νομοθέτας αὔριον, τοὺς δὲ νομοθέτας εἶναι ἕνα καὶ χιλίους ἐκ τῶν ὀμωμοκότων, συννομοθετεῖν δὲ καὶ τὴν βουλήν.
 
{{χ|28}} Ἐνθυμήθητε ἀναγιγνωσκομένου τοῦ ψηφίσματος ὡς τεχνικῶς ὁ γράφων αὐτὸ τὴν διοίκησιν καὶ τὸ τῆς ἑορτῆς προστησάμενος κατεπεῖγον, ἀνελὼν τὸν ἐκ τῶν νόμων χρόνον, αὐτὸς ἔγραψεν αὔριον νομοθετεῖν, οὐ μὰ Δί᾽ οὐχ ἵν᾽ ὡς κάλλιστα γένοιτό τι τῶν περὶ τὴν ἑορτήν οὐδὲ γὰρ ἦν ὑπόλοιπον οὐδ᾽ ἀδιοίκητον οὐδέν, ἀλλ᾽ ἵνα μὴ προαισθομένου μηδενὸς ἀνθρώπων μηδ᾽ ἀντειπόντος τεθείη καὶ γένοιτο κύριος αὐτοῖς ὅδ᾽ ὁ νῦν ἀγωνιζόμενος νόμος.
{{χ|32}} ὅτι μὲν τοίνυν οὐδὲν ὧν προσῆκέν τε καὶ κελεύουσιν οἱ νόμοι πεποίηκεν, εἰς τὰ προειρημένα τις σκοπῶν ἂν γνοίη. Ὅτι δ᾽ οὐ μόνον κατὰ τοῦτ᾽ ἀδικεῖ, εἰ παραβὰς τὸν χρόνον τὸν ἐκ τῶν νόμων καὶ τὸ βουλεύσασθαι καὶ σκέψασθαι περὶ τούτων ὑμᾶς παντελῶς ἀνελὼν οὔσης ἱερομηνίας ἐνομοθέτει, ἀλλὰ καὶ κατ᾽ ἐκεῖνο, ὅτι πᾶσιν ἐναντίον εἰσενήνοχεν τοῖς οὖσι νόμοις, αὐτίκα δὴ μάλ᾽ ἀκριβῶς μαθήσεσθε. Ἀνάγνωθι δέ μοι λαβὼν τουτονὶ πρῶτον τὸν νόμον, ὃς διαρρήδην οὐκ ἐᾷ νόμον οὐδέν᾽ ἐναντίον εἰσφέρειν, ἐὰν δέ τις εἰσφέρῃ, γράφεσθαι κελεύει. Ἀναγίγνωσκε.
 
{{χ|33}} ΝόμοςτῶνΝόμος τῶν δὲ νόμων τῶν κειμένων μὴ ἐξεῖναι λῦσαι μηδένα, ἐὰν μὴ ἐν νομοθέταις. Τότε δ᾽ ἐξεῖναι τῷ βουλομένῳ Ἀθηναίων λύειν, ἕτερον τιθέντι ἀνθ᾽ ὅτου ἂν λύῃ. Διαχειροτονίαν δὲ ποιεῖν τοὺς προέδρους περὶ τούτων τῶν νόμων, πρῶτον μὲν περὶ τοῦ κειμένου, εἰ δοκεῖ ἐπιτήδειος εἶναι τῷ δήμῳ τῷ Ἀθηναίων ἢ οὔ, ἔπειτα περὶ τοῦ τιθεμένου. Ὁπότερον δ᾽ ἂν χειροτονήσωσιν οἱ νομοθέται, τοῦτον κύριον εἶναι. Ἐναντίον δὲ νόμον μὴ ἐξεῖναι τιθέναι τῶν νόμων τῶν κειμένων μηδενί. Ἐὰν δέ τις λύσας τινὰ τῶν νόμων τῶν κειμένων ἕτερον ἀντιθῇ μὴ ἐπιτήδειον τῷ δήμῳ τῷ Ἀθηναίων ἢ ἐναντίον τῶν κειμένων τῳ, τὰς γραφὰς εἶναι κατ᾽ αὐτοῦ κατὰ τὸν νόμον ὃς κεῖται ἐάν τις μὴ ἐπιτήδειον θῇ νόμον.
 
{{χ|34}} Ἠκούσατε μὲν τοῦ νόμου· πολλῶν δὲ καλῶς κειμένων νόμων τῇ πόλει οὐδενὸς ἧττον ἡγοῦμαι καὶ τοῦτον ἀξίως ἐπαίνου γεγράφθαι. Σκέψασθε γὰρ ὡς δικαίως καὶ σφόδρ᾽ ὑπὲρ τοῦ δήμου κεῖται. Οὐκ ἐᾷ τοῖς ὑπάρχουσι νόμοις ἐναντίον εἰσφέρειν, ἐὰν μὴ λύσῃ τὸν πρότερον κείμενον. Τίνος εἵνεκα πρῶτον μὲν ἵν᾽ ὑμῖν ἐξῇ τὰ δίκαια ψηφίζεσθαι μετ᾽ εὐσεβείας.
{{χ|38}} Διὰ ταῦτα πάντ᾽ ἐφ᾽ ἑκάστην ἀπαντᾷ τὴν ὁδὸν τῶν ἀδικημάτων, κωλύων καὶ οὐκ ἐῶν βαδίζειν τοὺς ἐπιβουλεύοντας ὑμῖν. Ταῦτα πάντα Τιμοκράτης, οὕτω καλῶς καὶ δικαίως κείμενα, ἠφάνισεν, ἐξήλειψεν, ὅσον ἦν ἐπὶ τούτῳ, καὶ νόμον εἰσήνεγκεν ἅπασιν ἐναντίον, ὡς ἔπος εἰπεῖν, τοῖς οὖσιν, οὐ παραναγνούς, οὐ λύσας, οὐ δοὺς αἵρεσιν, οὐκ ἄλλο ποιήσας οὐδὲν τῶν προσηκόντων.
 
{{χ|39}} ὡς μὲν οὖν ἔνοχος τῇ γραφῇ καθέστηκεν, ἐναντίον εἰσενηνοχὼς τοῖς οὖσι νόμοις, οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι· ἵνα δ᾽ εἰδῆτε παρ᾽ οἵους νόμους οἷον οὗτος εἰσήνεγκεν, ἀναγνώσεται πρῶτον ὑμῖν τὸν τούτου νόμον, εἶτα τοὺς ἄλλους, οἷς οὗτος ἐναντίος ἐστίν. Ἀναγίγνωσκε.Νόμοςἐπὶ Νόμος ἐπὶ τῆς Πανδιονίδος πρώτης, δωδεκάτῃ τῆς πρυτανείας, Τιμοκράτης εἶπεν, καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα δεσμοῦ ἢ τὸ λοιπὸν προστιμηθῇ, εἶναι αὐτῷ ἢ ἄλλῳ ὑπὲρ ἐκείνου ἐγγυητὰς καταστῆσαι τοῦ ὀφλήματος, οὓς ἂν ὁ δῆμος χειροτονήσῃ, ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν. Τοὺς δὲ προέδρους ἐπιχειροτονεῖν ἐπάναγκες, ὅταν τις καθιστάναι βούληται.
 
{{χ|40}} Τῷ δὲ καταστήσαντι τοὺς ἐγγυητάς, ἐὰν ἀποδιδῷ τῇ πόλει τὸ ἀργύριον ἐφ᾽ ᾧ κατέστησε τοὺς ἐγγυητάς, ἀφεῖσθαι τοῦ δεσμοῦ. Ἐὰν δὲ μὴ καταβάλῃ τὸ ἀργύριον ἢ αὐτὸς ἢ οἱ ἐγγυηταὶ ἐπὶ τῆς ἐνάτης πρυτανείας, τὸν μὲν ἐξεγγυηθέντα δεδέσθαι, τῶν δὲ ἐγγυητῶν δημοσίαν εἶναι τὴν οὐσίαν. Περὶ δὲ τῶν ὠνουμένων τὰ τέλη καὶ τῶν ἐγγυωμένων καὶ ἐκλεγόντων, καὶ τῶν τὰ μισθώσιμα μισθουμένων καὶ ἐγγυωμένων, τὰς πράξεις εἶναι τῇ πόλει κατὰ τοὺς νόμους τοὺς κειμένους. Ἐὰν δ᾽ ἐπὶ τῆς ἐνάτης ἢ δεκάτης πρυτανείας ὄφλῃ, τοῦ ὑστέρου ἐνιαυτοῦ ἐπὶ τῆς ἐνάτης πρυτανείας ἐκτίνειν.
{{χ|41}} Ἀκηκόατε μὲν τοῦ νόμου, μνημονεύετε δ᾽ ἐξ αὐτοῦ μοι πρῶτον μὲν τὸ καὶ εἴ τινι τῶν ὀφειλόντων δεσμοῦ προστετίμηται ἢ τὸ λοιπὸν προστιμηθῇ, ἔπειθ᾽ ὅτι πλὴν περὶ τῶν τελωνῶν καὶ περὶ τῶν μισθουμένων, καὶ ὅσοι ταῦτ᾽ ἐγγυῶνται, χρῆσθαι κελεύει τῷ νόμῳ. Ὅλος μὲν γάρ ἐστιν ἅπασιν ἐναντίος τοῖς οὖσι, μάλιστα δὲ ταῦτα· γνώσεσθε δὲ τοὺς νόμους ἀκούοντες αὐτούς. Λέγε.
 
{{χ|42}} ΝόμοςΔιοκλῆςΝόμος Διοκλῆς εἶπεν· τοὺς νόμους τοὺς πρὸ Εὐκλείδου τεθέντας ἐν δημοκρατίᾳ καὶ ὅσοι ἐπ᾽ Εὐκλείδου ἐτέθησαν καὶ εἰσὶν ἀναγεγραμμένοι, κυρίους εἶναι. Τοὺς δὲ μετ᾽ Εὐκλείδην τεθέντας καὶ τὸ λοιπὸν τιθεμένους κυρίους εἶναι ἀπὸ τῆς ἡμέρας ἧς ἕκαστος ἐτέθη, πλὴν εἴ τῳ προσγέγραπται χρόνος ὅντινα δεῖ ἄρχειν. Ἐπιγράψαι δὲ τοῖς μὲν νῦν κειμένοις τὸν γραμματέα τῆς βουλῆς τριάκοντα ἡμερῶν· τὸ δὲ λοιπόν, ὃς ἂν τυγχάνῃ γραμματεύων, προσγραφέτω παραχρῆμα τὸν νόμον κύριον εἶναι ἀπὸ τῆς ἡμέρας ἧς ἐτέθη.
 
{{χ|43}} Καλῶς ἐχόντων τῶν νόμων, ὦ ἄνδρες δικασταί, τῶν ὑπαρχόντων, ὅδ᾽ ὁ νῦν ἀναγνωσθεὶς νόμος ὡσπερεὶ διώρισεν καὶ βεβαιοτέρους ἐποίησεν αὐτούς. Κελεύει γὰρ ἕκαστον ἀφ᾽ ἧς ἡμέρας ἐτέθη κύριον εἶναι, πλὴν εἴ τῳ χρόνος προσγέγραπται, τούτῳ δὲ τὸν γεγραμμένον ἄρχειν. Διὰ τί ὅτι πολλοῖς τῶν νόμων προσεγέγραπτο τὸν δὲ νόμον εἶναι κύριον τόνδ᾽ ἀπὸ τοῦ μετὰ τὸν νῦν ἄρχοντα. Ὕστερον δὲ γράφων ὁ τιθεὶς ἐπὶ τούτοις τόνδε τὸν νόμον τὸν ἀνεγνωσμένον, οὐκ ἐνόμιζε δίκαιον εἶναι τοὺς αὐτοὺς τῶν νόμων ἀναγεγραμμένους ὕστερον ἢ ἐτέθησαν κυρίους εἶναι ἀνενεγκεῖν ἐπὶ τὴν ἡμέραν, ἀφ᾽ ἧς ἐτέθησαν, καὶ πρότερον ποιῆσαι κυρίους ἢ ὁ θεὶς ἕκαστον ἠξίωσεν.
{{χ|44}} Τούτῳ μέντοι τῷ νόμῳ σκέψασθ᾽ ὡς ἐναντίος ἐστὶν ὃν οὗτος τέθηκεν. Ὁ μέν γε κελεύει τὸν γεγραμμένον χρόνον ἢ τὴν ἡμέραν ἀφ᾽ ἧς ἂν τεθῇ κυρίαν εἶναι· ὁ δ᾽ ἔγραψεν καὶ εἴ τινι προστετίμηται, περὶ τῶν παρεληλυθότων λέγων. Καὶ οὐδὲ τοῦθ᾽ ὥρισεν, ἄρχοντα προσγράψας ἀφ᾽ οὗ, ἀλλὰ πεποίηκεν οὐ μόνον πρὸ τῆς ἡμέρας ἐν ᾗ τέθηκε κύριον τὸν νόμον, ἀλλὰ καὶ πρὸ τοῦ γενέσθαι τιν᾽ ἡμῶν· ἀόριστον γὰρ ἅπαντα τὸν παρεληλυθότα προσπεριείληφε χρόνον. Καίτοι χρῆν σ᾽, ὦ Τιμόκρατες, ἢ τοῦτον μὴ γράφειν ἢ ἐκεῖνον λύειν, οὐχ, ἵν᾽ ὃ βούλει σὺ γένηται, πάντα τὰ πράγματα συνταράξαι. Λέγ᾽ ἄλλον νόμον.
 
{{χ|45}} ΝόμοςμηδὲΝόμος μηδὲ περὶ τῶν ἀτίμων, ὅπως χρὴ ἐπιτίμους αὐτοὺς εἶναι, μηδὲ περὶ τῶν ὀφειλόντων τοῖς θεοῖς ἢ τῷ δημοσίῳ τῷ Ἀθηναίων περὶ ἀφέσεως τοῦ ὀφλήματος ἢ τάξεως, ἐὰν μὴ ψηφισαμένων Ἀθηναίων τὴν ἄδειαν πρῶτον μὴ ἔλαττον ἑξακισχιλίων, οἷς ἂν δόξῃ κρύβδην ψηφιζομένοις. Τότε δ᾽ ἐξεῖναι χρηματίζειν καθ᾽ ὅ τι ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ.
 
{{χ|46}} Ἄλλος οὗτος νόμος, οὐκ ἐῶν περὶ τῶν ἀτίμων οὐδὲ τῶν ὀφειλόντων λέγειν οὐδὲ χρηματίζειν περὶ ἀφέσεως τῶν ὀφλημάτων οὐδὲ τάξεως, ἂν μὴ τῆς ἀδείας δοθείσης, καὶ ταύτης μὴ ἔλαττον ἢ ἑξακισχιλίων ψηφισαμένων. Οὗτος δ᾽ ἔγραψεν ἄντικρυς, καὶ εἴ τινι τῶν ὀφειλόντων δεσμοῦ προστετίμηται, εἶναι τὴν ἄφεσιν πορισαμένῳ τοὺς ἐγγυησομένους, οὐ προτεθέντος οὐδενὸς περὶ τούτων, οὐδὲ δοθείσης ἀδείας λέγειν.
{{χ|49}} Νῦν δὲ τῷ λάθρα καὶ ταχὺ καὶ παρὰ τοὺς νόμους ἐμβαλεῖν τὸν νόμον εἰς τοὺς νόμους καὶ μὴ θεῖναι, πᾶσαν ἀφῄρησαι σαυτοῦ τὴν συγγνώμην· τοῖς γὰρ ἄκουσιν ἁμαρτοῦσι μέτεστι συγγνώμης, οὐ τοῖς ἐπιβουλεύσασιν, ὃ σὺ νῦν εἴληψαι ποιῶν. Ἀλλὰ γὰρ αὐτίκ᾽ ἐρῶ περὶ τούτων. Νῦν δ᾽ ἀναγίγνωσκε τὸν ἑξῆς νόμον.
 
{{χ|50}} ΝόμοςἐὰνΝόμος ἐὰν δέ τις ἱκετεύῃ ἐν τῇ βουλῇ ἢ ἐν τῷ δήμῳ περὶ ὧν δικαστήριον ἢ ἡ βουλὴ ἢ ὁ δῆμος κατέγνω, ἐὰν μὲν αὐτὸς ὁ ὀφλὼν ἱκετεύῃ πρὶν ἐκτεῖσαι, ἔνδειξιν εἶναι αὐτοῦ, καθάπερ ἐάν τις ὀφείλων τῷ δημοσίῳ ἡλιάζηται· ἐὰν δ᾽ ἄλλος ὑπὲρ τοῦ ὠφληκότος ἱκετεύῃ πρὶν ἐκτεῖσαι, δημοσία ἔστω αὐτοῦ ἡ οὐσία ἅπασα. Ἐὰν δέ τις τῶν προέδρων δῷ τινι τὴν ἐπιχειροτονίαν, ἢ αὐτῷ τῷ ὠφληκότι ἢ ἄλλῳ ὑπὲρ ἐκείνου, πρὶν ἐκτεῖσαι, ἄτιμος ἔστω.
 
{{χ|51}} Ἔστι μὲν ἔργον, ὦ ἄνδρες δικασταί, εἰ περὶ πάντων τῶν νόμων οἷς οὗτος ἐναντίον εἰσενήνοχεν ἐροῦμεν· ἄξιον δ᾽, εἰ περί του καὶ ἄλλου, καὶ περὶ τοῦδ᾽ ὃν νῦν ἀνέγνω διελθεῖν. Ὁ γὰρ τὸν νόμον τοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, θεὶς ᾔδει τὴν φιλανθρωπίαν καὶ τὴν πραότητα τὴν ὑμετέραν, καὶ διὰ ταύτην ἑώρα περὶ πολλῶν ὑμᾶς ἑκόντας ἤδη ποτὲ μεγάλα ζημιωθέντας.
{{χ|52}} Βουλόμενος δὴ μηδεμίαν πρόφασιν τοῦ τὰ κοινὰ κακῶς ἔχειν ὑπολιπεῖν, τοὺς μετὰ τῶν νόμων κρίσει καὶ δικαστηρίῳ μὴ δίκαια ποιεῖν ἐγνωσμένους οὐκ ᾤετο δεῖν τῆς εὐηθείας τῆς ὑμετέρας ἀπολαύειν, τὸ δεῖσθαι καὶ μετὰ συμφορᾶς ἱκετεύειν ἔχοντας ἀφορμήν, ἀλλ᾽ ὅλως ἀπεῖπεν μήτ᾽ αὐτῷ μήτ᾽ ἄλλῳ μηδενὶ μήθ᾽ ἱκετεύειν μήτε λέγειν ὑπὲρ τῶν τοιούτων, ἀλλὰ ποιεῖν τὰ δίκαια σιγῇ.
 
{{χ|53}} Εἰ τοίνυν τις ἔροιθ᾽ ὑμᾶς ποτέροις μᾶλλον ἂν εἰκότως ποιήσαιθ᾽ ὁτιοῦν, τοῖς δεομένοις ἢ τοῖς ἐπιτάττουσιν, οἶδ᾽ ὅτι φήσαιτ᾽ ἂν τοῖς δεομένοις· τὸ μὲν γὰρ χρηστῶν, τὸ δ᾽ ἀνάνδρων ἀνθρώπων ἔργον ἐστίν. Οὐκοῦν οἱ νόμοι μὲν ἅπαντες προστάττουσιν ἃ χρὴ ποιεῖν, οἱ τιθέντες δὲ τὰς ἱκετηρίας δέονται. Εἰ τοίνυν ἱκετεύειν οὐκ ἔξεστιν, ἦ που νόμον γ᾽ ἐπίταγμ᾽ ἔχοντ᾽ εἰσφέρειν ἐγὼ μὲν οὐκ οἶμαι. Καὶ γὰρ αἰσχρὸν περὶ ὧν μηδὲ χαρίζεσθαι δεῖν ὑπειλήφατε, περὶ τούτων ἀκόντων ὑμῶν ἐᾶν ἅ τινες βούλονται πραχθῆναι. Λέγε τὸν μετὰ τοῦτον ἐφεξῆς.
 
{{χ|54}} ΝόμοςὅσωνΝόμος ὅσων δίκη πρότερον ἐγένετο ἢ εὔθυνα ἢ διαδικασία περί του ἐν δικαστηρίῳ, ἢ ἰδίᾳ ἢ δημοσίᾳ, ἢ τὸ δημόσιον ἀπέδοτο, μὴ εἰσάγειν περὶ τούτων εἰς τὸ δικαστήριον μηδ᾽ ἐπιψηφίζειν τῶν ἀρχόντων μηδένα, μηδὲ κατηγορεῖν ἐώντων ἃ οὐκ ἐῶσιν οἱ νόμοι.
 
{{χ|55}} Τιμοκράτης τοίνυν, ὥσπερ μαρτυρίαν ὧν ἀδικεῖ γράφων, εὐθὺς ἀρχόμενος τοῦ νόμου τἀναντί᾽ ἔθηκε τούτοις. Ὁ μέν γ᾽ οὐκ ἐᾷ περὶ ὧν ἂν ἅπαξ γνῷ δικαστήριον πάλιν χρηματίζειν· ὁ δ᾽ ἔγραψεν, καὶ εἴ τινι προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα, τὸν δῆμον τούτῳ χρηματίζειν, ὅπως ἃ μὲν ἔγνω τὸ δικαστήριον λυθήσεται, καταστήσει δ᾽ ἐγγυητὰς ὁ ὀφλών. Καὶ ὁ μὲν νόμος μηδ᾽ ἐπιψηφίζειν φησὶ τῶν ἀρχόντων παρὰ ταῦτα μηδένα· ὁ δ᾽ ἔγραψε τοῖς προέδροις ἐπάναγκες, ἐάν τις καθιστῇ, προσάγειν, καὶ προσέγραψεν ὁπότ᾽ ἄν τις βούληται.
 
{{χ|56}} λέγ᾽ ἄλλον νόμον.Νόμοςτὰς Νόμος τὰς δίκας καὶ τὰς διαίτας, ὅσαι ἐγένοντο ἐπὶ τοῖς νόμοις ἐν δημοκρατουμένῃ τῇ πόλει, κυρίας εἶναι. Οὔ φησι Τιμοκράτης, οὔκουν ὁπόσοις γ᾽ ἂν δεσμοῦ προστιμηθῇ. Λέγε.Νόμοςὁπόσα Νόμος ὁπόσα δ᾽ ἐπὶ τῶν τριάκοντα ἐπράχθη ἢ δίκη ἐδικάσθη, ἢ ἰδίᾳ ἢ δημοσίᾳ, ἄκυρα εἶναι.
 
{{χ|57}} Ἐπίσχες. Εἰπέ μοι, τί δεινότατον πάντες ἂν ἀκούσαντες φήσαιτε, καὶ τί μάλιστ᾽ ἂν ἀπεύξαισθε οὐχὶ ταῦτα τὰ πράγμαθ᾽ ἅπερ ἦν ἐπὶ τῶν τριάκοντα μὴ γενέσθαι ἔγωγ᾽ οἶμαι. Ὁ γοῦν νόμος οὑτοσί, εὐλαβούμενος, ὡς ἐμοὶ δοκεῖ, τὸ τοιοῦτον ἀπεῖπε τὰ πραχθέντ᾽ ἐπ᾽ ἐκείνων μὴ κύρι᾽ εἶναι. Οὑτοσὶ τοίνυν τὴν αὐτὴν κατέγνω παρανομίαν τῶν ἐπὶ τῆς δημοκρατίας πεπραγμένων ἥνπερ τῶν ἐπ᾽ ἐκείνων ὑμεῖς· ὁμοίως γοῦν ἄκυρα ποιεῖ.
{{χ|58}} Καίτοι τί φήσομεν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον κύριον τὸν νόμον ἐάσαντες γενέσθαι πότερον τὰ δικαστήρια, ἃ δημοκρατουμένης τῆς πόλεως ἐκ τῶν ὀμωμοκότων πληροῦται, ταὔτ᾽ ἀδικήματα τοῖς ἐπὶ τῶν τριάκοντ᾽ ἀδικεῖν καὶ πῶς οὐ δεινόν ἀλλὰ δικαίως ἐψηφίσθαι τίνος οὖν εἵνεκα τὸν λύσοντα ταῦτα νόμον θέσθαι φήσομεν πλὴν εἰ τοῦτό τις εἴποι, μανέντες· ἄλλο γὰρ οὐκ ἔστιν εἰπεῖν.
 
{{χ|59}} λέγ᾽ ἄλλον νόμον.Νόμοςμηδὲ Νόμος μηδὲ νόμον ἐξεῖναι ἐπ᾽ ἀνδρὶ θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσιν Ἀθηναίοις τιθῇ ἐὰν μὴ ψηφισαμένων μὴ ἔλαττον ἑξακισχιλίων οἷς ἂν δόξῃ κρύβδην ψηφιζομένοις. Οὐκ ἐᾷ νόμον ἀλλ᾽ ἢ τὸν αὐτὸν τιθέναι κατὰ τῶν πολιτῶν πάντων, καλῶς καὶ δημοτικῶς λέγων. Ὥσπερ γὰρ τῆς ἄλλης πολιτείας ἴσον μέτεστιν ἑκάστῳ, οὕτω καὶ τούτων ἴσον μετέχειν ἕκαστον ἀξιοῖ. Δι᾽ οὓς μὲν τοίνυν οὗτος εἰσέφερεν, ὑμεῖς οὐδὲν ἐμοῦ χεῖρον γιγνώσκετε· ἄνευ δὲ τούτων αὐτὸς ὡμολόγησεν μὴ ἐπὶ πᾶσι τὸν αὐτὸν τεθηκέναι, πλὴν περὶ τῶν τελωνῶν καὶ τῶν μισθουμένων καὶ τῶν τούτων ἐγγυητῶν χρῆσθαι προσγράψας τῷ νόμῳ. Οὐκοῦν ὁπότ᾽ εἰσίν τινες οὓς ἀφορίζεις, οὐκ ἂν ἔτ᾽ εἴης ἐπὶ πᾶσιν τὸν αὐτὸν τεθηκώς.
 
{{χ|60}} Καὶ μὴν οὐδ᾽ ἐκεῖνό γ᾽ ἂν εἴποις, ὡς ὅσοις δεσμοῦ προστιμᾶται, τούτων μάλιστ᾽ ἢ τὰ μέγιστ᾽ ἀδικοῦσιν οἱ τελῶναι, ὥστε μόνοις αὐτοῖς μὴ μεταδοῦναι τοῦ νόμου. Πολὺ γὰρ δήπου μᾶλλον οἱ προδιδόντες τι τῶν κοινῶν, οἱ τοὺς γονέας κακοῦντες, οἱ μὴ καθαρὰς τὰς χεῖρας ἔχοντες, εἰσιόντες δ᾽ εἰς τὴν ἀγοράν, ἀδικοῦσιν. Οἷς ἅπασιν οἱ μὲν ὑπάρχοντες νόμοι δεσμὸν προλέγουσιν, ὁ δὲ σὸς λελύσθαι δίδωσιν. Ἀλλ᾽ ἐνταῦθα πάλιν καταμηνύεις ὑπὲρ ὧν ἐτίθεις· διὰ γὰρ τὸ μὴ τελωνήσαντας ὀφείλειν αὐτούς, ἀλλὰ κλέψαντας, μᾶλλον δ᾽ ἁρπάσαντας τὰ χρήματα, διὰ τοῦτ᾽ οὐκ ἐφρόντισας, οἶμαι, τῶν τελωνῶν.
{{χ|62}} Τὸ μὲν οὖν τοῖς τῶν ἄλλων ἐναντίον εἰσενηνοχέναι νόμον δεινὸν μέν, ἀλλ᾽ ἄλλου δεῖται κατηγόρου· τὸ δ᾽ ὑφ᾽ αὑτοῦ πρότερον κειμένῳ νόμῳ τἀναντία θεῖναι, τοῦτ᾽ ἤδη ποιεῖ κατήγορον αὐτὸν αὑτοῦ γεγενῆσθαι. Ἵν᾽ οὖν τοῦτ᾽ εἰδῆτε γιγνόμενον, ἀναγνώσεται τὸν νόμον ὑμῖν αὐτὸν ὃν οὗτος ἔθηκεν· ἐγὼ δὲ σιωπήσομαι. Λέγε.
 
{{χ|63}} ΝόμοςΤιμοκράτηςΝόμος Τιμοκράτης εἶπεν· ὁπόσοι Ἀθηναίων κατ᾽ εἰσαγγελίαν ἐκ τῆς βουλῆς ἢ νῦν εἰσιν ἐν τῷ δεσμωτηρίῳ ἢ τὸ λοιπὸν κατατεθῶσι, καὶ μὴ παραδοθῇ ἡ κατάγνωσις αὐτῶν τοῖς θεσμοθέταις ὑπὸ τοῦ γραμματέως τοῦ κατὰ πρυτανείαν κατὰ τὸν εἰσαγγελτικὸν νόμον, δεδόχθαι τοῖς νομοθέταις εἰσάγειν τοὺς ἕνδεκα εἰς τὸ δικαστήριον τριάκονθ᾽ ἡμερῶν ἀφ᾽ ἧς ἂν παραλάβωσιν, ἐὰν μή τι δημοσίᾳ κωλύῃ, ἐὰν δὲ μή, ὅταν πρῶτον οἷόν τ᾽ ᾖ. Κατηγορεῖν δ᾽ Ἀθηναίων τὸν βουλόμενον οἷς ἔξεστιν. Ἐὰν δ᾽ ἁλῷ, τιμάτω ἡ ἡλιαία περὶ αὐτοῦ ὅ τι ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ ἀποτεῖσαι. Ἐὰν δ᾽ ἀργυρίου τιμηθῇ, δεδέσθω τέως ἂν ἐκτείσῃ ὅ τι ἂν αὐτοῦ καταγνωσθῇ.
 
{{χ|64}} Ἀκούετ᾽, ὦ ἄνδρες δικασταί λέγ᾽ αὐτοῖς αὐτὸ τοῦτο πάλιν.Νόμοςἐὰν Νόμος ἐὰν δ᾽ ἀργυρίου τιμηθῇ, δεδέσθω τέως ἂν ἐκτείσῃ. Πέπαυσο. Ἔστιν οὖν ὅπως ἂν ἐναντιώτερά τις δύο θείη τοῦ δεδέσθαι, τέως ἂν ἐκτείσωσι, τοὺς ἁλόντας, καὶ τοῦ καθιστάναι τοὺς αὐτοὺς τούτους ἐγγυητάς, ἀλλὰ μὴ δεῖν ταῦτα τοίνυν κατηγορεῖ Τιμοκράτης Τιμοκράτους, οὐ Διόδωρος, οὐδ᾽ ἄλλος ὑμῶν οὐδεὶς τοσούτων ὄντων τὸ πλῆθος.
 
{{χ|65}} καίτοι τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ λήμματος ἢ τί ποιεῖν ἂν ὀκνῆσαι κέρδους εἵνεκα, ὅστις ἐναντί᾽ αὐτὸς αὑτῷ νομοθετεῖν ἠξίωσεν, οὐδὲ τοῖς ἄλλοις τῶν νόμων ἐώντων ἐμοὶ μὲν γὰρ εἵνεκ᾽ ἀναιδείας ὁ τοιοῦτος δοκεῖ πᾶν ἂν ἑτοίμως ἔργον ποιῆσαι. Ὥσπερ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν περὶ τἄλλα κακούργων τοὺς ὁμολογοῦντας ἄνευ κρίσεως κολάζειν οἱ νόμοι κελεύουσιν, οὕτω δίκαιον καὶ τούτου, ἐπειδὴ τοὺς νόμους κακουργῶν εἴληπται, μὴ δόντας λόγον μηδ᾽ ἐθελήσαντας ἀκοῦσαι καταψηφίσασθαι· ὡμολόγηκε γὰρ θατέρῳ τῷ προτέρῳ νόμῳ τόνδε τιθεὶς ἀδικεῖν.
{{χ|70}} Τούτων τοίνυν ὧν διεξελήλυθ᾽ ἐγὼ νῦν οὐδ᾽ ὁτιοῦν οὗτος ἔχων ὁ νόμος φανήσεται, τἀναντία δ᾽ ἑξῆς πάντα. Πολλαχόθεν μὲν οὖν ἄν τις ἔχοι τοῦτο διδάσκειν, μάλιστα δὲ τὸν νόμον αὐτὸν ὃν τέθηκε διεξιών. Ἔστι γὰρ οὐ τὸ μὲν αὐτοῦ καλῶς κείμενον, τὸ δ᾽ ἡμαρτημένον, ἀλλ᾽ ὅλος ἐξ ἀρχῆς, ἀπὸ τῆς πρώτης συλλαβῆς μέχρι τῆς τελευταίας, ἐφ᾽ ὑμῖν κεῖται.
 
{{χ|71}} Λαβὲ δ᾽ αὐτοῖς τὴν γραφὴν αὐτήν, καὶ μέχρι τοῦ πρώτου μέρους ἀνάγνωθι τὸν νόμον· ῥᾷστα γὰρ οὕτως ἐγώ τε διδάξω καὶ ὑμεῖς μαθήσεσθ᾽ ἃ λέγω.Νόμοςἐπὶ Νόμος ἐπὶ τῆς Πανδιονίδος πρώτης δωδεκάτῃ τῆς πρυτανείας τῶν προέδρων ἐπεψήφισεν Ἀριστοκλῆς Μυρρινούσιος, Τιμοκράτης εἶπεν· καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα δεσμοῦ ἢ τὸ λοιπὸν προστιμηθῇ, εἶναι αὐτῷ ἢ ἄλλῳ ὑπὲρ ἐκείνου ἐγγυητὰς καταστῆσαι.
 
{{χ|72}} Ἐπίσχες· αὐτίκα γὰρ καθ᾽ ἕκαστον ἀναγνώσει. Τουτὶ πάντων, ὦ ἄνδρες δικασταί, τῶν γεγραμμένων ἐν τῷ νόμῳ σχεδόν ἐστι δεινότατον. Οἶμαι γὰρ οὐδὲ ἕν᾽ ἀνθρώπων ἄλλον τολμῆσαι, νόμον εἰσφέροντ᾽ ἐπὶ τῷ χρῆσθαι τοὺς πολίτας αὐτῷ, τὰς κατὰ τοὺς πρότερον κυρίους νόμους κρίσεις γεγενημένας ἐπιχειρῆσαι λύειν. Τοῦτο τοίνυν οὑτοσὶ Τιμοκράτης ἀναιδῶς καὶ οὐδ᾽ ἀποκρυψάμενος πεποίηκεν, γράψας διαρρήδην καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα δεσμοῦ ἢ τὸ λοιπὸν προστιμηθῇ.
{{χ|73}} περὶ μὲν δὴ τῶν μελλόντων εἴ τι δίκαιον ἔπεισεν ὑμᾶς, οὐκ ἂν ἠδίκει· περὶ δ᾽ ὧν δικαστήριον ἔγνωκεν καὶ τέλος ἔσχηκεν, πῶς οὐ δεινὰ ποιεῖ νόμον εἰσφέρων δι᾽ οὗ ταῦτα λυθήσεται ὥσπερ ἂν εἴ τις ἐάσας κύριον τὸν τούτου γενέσθαι νόμον γράψει᾽ ἕτερον τοιόνδε καὶ εἴ τινες, ὠφληκότες χρήματα καὶ δεσμοῦ προστετιμημένον αὐτοῖς, ἐγγυητὰς κατέστησαν κατὰ τὸν νόμον, μὴ εἶναι τὴν διεγγύησιν αὐτοῖς, μηδὲ τὸ λοιπὸν ἐξεγγυᾶν μηδένα.
 
{{χ|74}} Ἀλλ᾽ οὔτε ταῦτα ποιήσειεν ἂν οὐδεὶς ὑγιαίνων, οἶμαι, σύ τ᾽ ἐκεῖνα λύων ἠδίκεις. Χρῆν γὰρ αὐτόν, εἰ τὸ πρᾶγμ᾽ ἐνόμιζεν δίκαιον, ἐπὶ τοῖς ὕστερον γενησομένοις θεῖναι τὸν νόμον, καὶ μὴ συνενεγκόντ᾽ εἰς ταὐτὸ τὰ μέλλοντα τοῖς παρεληλυθόσιν καὶ τὰ μὴ δῆλα τοῖς φανεροῖς ἀδικήμασιν, εἶτ᾽ ἐπὶ πᾶσι γράψαι τὴν αὐτὴν γνώμην. Πῶς γὰρ οὐ δεινὸν τῶν αὐτῶν ἠξιωκέναι δικαίων τοὺς ἐξεληλεγμένους ἀδικοῦντας τὴν πόλιν πρότερον καὶ τοὺς μηδ᾽ εἰ κρίσεως ἄξιον ἐργάσονταί τι δήλουσδήλους
 
{{χ|75}} καὶ μὴν κἀκεῖθεν ἴδοι τις ἂν ὡς δεινὸν πεποίηκεν τὸ θεῖναι περὶ τῶν παρεληλυθότων τὸν νόμον, εἰ λογίσαιτο παρ᾽ αὑτῷ τί ποτ᾽ ἐστὶν ᾧ νόμος ὀλιγαρχίας διαφέρει, καὶ τί δή ποθ᾽ οἱ μὲν ὑπὸ νόμων ἐθέλοντες ἄρχεσθαι σώφρονες καὶ χρηστοὶ νομίζονται, οἱ δ᾽ ὑπὸ τῶν ὀλιγαρχιῶν ἄνανδροι καὶ δοῦλοι.
{{χ|94}} ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησιν Τιμοκράτους νόμος ἐστὶ παρ᾽ ἡμῖν· ἀναμείνατ᾽ οὖν τὴν ἐνάτην πρυτανείαν· εἶτα τότ᾽ ἔξιμεν· τοῦτο γὰρ λοιπόν. Ἂν δ᾽ ὑπὲρ ὑμῶν αὐτῶν ἀμύνεσθαι δέῃ, ἆρά γ᾽ οἴεσθε τοὺς ἐχθροὺς τὰς τῶν παρ᾽ ἡμῖν πονηρῶν διαδύσεις καὶ κακουργίας ἀναμενεῖν ἢ τὴν πόλιν, αὑτὴν ἐμποδίζοντας νόμους εἰ θήσεται καὶ τἀναντία τῶν συμφερόντων λέγοντας, δυνήσεσθαί τι ποιῆσαι τῶν δεόντων
 
{{χ|95}} ἀλλ᾽ ἀγαπητόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ πάντων καλῶς ἐχόντων ἡμῖν καὶ μηδενὸς ὄντος τοιούτου νόμου, κρατοῖμεν τῶν ἐχθρῶν καὶ ταῖς ὀξύτησι δυναίμεθα καὶ τοῖς τοῦ πολέμου καιροῖς ἀκολουθεῖν καὶ μηδενὸς ὑστερίζειν. Ἀλλὰ μὴν εἰ φαίνει τοιοῦτον τεθηκὼς νόμον ὃς τὰ τοιαῦτα λυμαίνεται δι᾽ ὧν ἡ πόλις καὶ σεμνὴ καὶ λαμπρὰ παρὰ πᾶσι καθέστηκεν, πῶς οὐχὶ δικαίως ὁτιοῦν ἂν πάθοισπάθοις
 
{{χ|96}} ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν διοίκησιν ἀναιρεῖ, τήν θ᾽ ἱερὰν καὶ τὴν ὁσίαν. Ὡς δέ, ἐγὼ φράσω. Ἔστιν ὑμῖν κύριος νόμος, καλῶς εἴπερ τις καὶ ἄλλος κείμενος, τοὺς ἔχοντας τά θ᾽ ἱερὰ καὶ τὰ ὅσια χρήματα καταβάλλειν εἰς τὸ βουλευτήριον, εἰ δὲ μή, τὴν βουλὴν αὐτοὺς εἰσπράττειν χρωμένην τοῖς νόμοις τοῖς τελωνικοῖς.
{{χ|97}} Διὰ τοίνυν τοῦ νόμου τούτου διοικεῖται τὰ κοινά· τὰ γὰρ εἰς τὰς ἐκκλησίας καὶ τὰς θυσίας καὶ τὴν βουλὴν καὶ τοὺς ἱππέας καὶ τἄλλα χρήματ᾽ ἀναλισκόμενα, οὗτός ἐσθ᾽ ὁ νόμος ὁ ποιῶν προσευπορεῖσθαι. Οὐ γὰρ ὄντων ἱκανῶν τῶν ἐκ τῶν τελῶν χρημάτων τῇ διοικήσει, τὰ προσκαταβλήματ᾽ ὀνομαζόμενα διὰ τὸν τοῦ νόμου τούτου φόβον καταβάλλεται.
 
{{χ|98}} Πῶς οὖν οὐχ ἅπαντ᾽ ἀνάγκη καταλυθῆναι τὰ τῆς πόλεως, ὅταν αἱ μὲν τῶν τελῶν καταβολαὶ μὴ ὦσ᾽ ἱκαναὶ τῇ διοικήσει, ἀλλ᾽ ἐνδέῃ πολλῶν, καὶ μηδὲ ταῦτ᾽ ἀλλ᾽ ἢ περὶ λήγοντα τὸν ἐνιαυτὸν ᾖ λαβεῖν, τὰ δὲ προσκαταβλήματα τοὺς μὴ τιθέντας μὴ ᾖ κυρία δεῖν ἡ βουλὴ μηδὲ τὰ δικαστήρια, ἀλλὰ καθιστῶσιν ἐγγυητὰς ἄχρι τῆς ἐνάτης πρυτανείασπρυτανείας
 
{{χ|99}} τὰς δ᾽ ὀκτὼ τί ποιήσομεν εἰπέ, Τιμόκρατες· οὐ σύνιμεν καὶ βουλευσόμεθ᾽ ἄν τι δέῃ εἶτ᾽ ἔτι δημοκρατησόμεθα οὐ δικάσει τὰ δικαστήρια τά τ᾽ ἴδια καὶ τὰ δημόσια καὶ τίς ὑπάρξει τοῖς ἀδικουμένοις ἀσφάλεια οὐκ εἴσεισιν ἡ βουλὴ καὶ διοικήσει τὰ ἐκ τῶν νόμων καὶ τί λοιπὸν ἔσθ᾽ ἡμῖν ἀλλ᾽ ἢ καταλελύσθαι ἀλλὰ νὴ Δί᾽ ἀμισθεὶ ταῦτα ποιήσομεν. Καὶ πῶς οὐ δεινόν, εἰ διὰ τὸν νόμον, ὃν σὺ τέθηκας μισθὸν λαβών, ἄμισθος ὁ δῆμος καὶ ἡ βουλὴ καὶ τὰ δικαστήρι᾽ ἔσται
{{χ|104}} Ὥστ᾽ ἔμοιγε δοκεῖ καὶ γὰρ εἰ φορτικώτερον εἶναι τὸ ῥηθησόμενον δόξει, λέξω καὶ οὐκ ἀποτρέψομαι κατὰ τοῦτ᾽ αὔτ᾽ ἄξιον αὐτὸν εἶναι θανάτῳ ζημιῶσαι, ἵν᾽ ἐν Ἅιδου τοῖς ἀσεβέσιν θῇ τοῦτον τὸν νόμον, ἡμᾶς δὲ τοὺς ζῶντας τοῖσδε τοῖς ὁσίοις καὶ δικαίοις ἐᾷ τὸ λοιπὸν χρῆσθαι. Ἀνάγνωθι δὲ καὶ τούτους τοὺς νόμους.
 
{{χ|105}} Νόμοι Κλοπῆς, Κακώσεως Γονέων, ἈστρατείαςὅἈστρατείας ὅ τι ἄν τις ἀπολέσῃ, ἐὰν μὲν αὐτὸ λάβῃ, τὴν διπλασίαν καταδικάζειν, ἐὰν δὲ μή, τὴν διπλασίαν πρὸς τοῖς ἐπαιτίοις. Δεδέσθαι δ᾽ ἐν τῇ ποδοκάκκῃ τὸν πόδα πένθ᾽ ἡμέρας καὶ νύκτας ἴσας, ἐὰν προστιμήσῃ ἡ ἡλιαία. Προστιμᾶσθαι δὲ τὸν βουλόμενον, ὅταν περὶ τοῦ τιμήματος ᾖ. Ἐὰν δέ τις ἀπαχθῇ, τῶν γονέων κακώσεως ἑαλωκὼς ἢ ἀστρατείας ἢ προειρημένον αὐτῷ τῶν νόμων εἴργεσθαι, εἰσιὼν ὅποι μὴ χρή, δησάντων αὐτὸν οἱ ἕνδεκα καὶ εἰσαγόντων εἰς τὴν ἡλιαίαν, κατηγορείτω δὲ ὁ βουλόμενος οἷς ἔξεστιν. Ἐὰν δ᾽ ἁλῷ, τιμάτω ἡ ἡλιαία ὅ τι χρὴ παθεῖν αὐτὸν ἢ ἀποτεῖσαι. Ἐὰν δ᾽ ἀργυρίου τιμηθῇ, δεδέσθω τέως ἂν ἐκτείσῃ.
 
{{χ|106}} ὅμοιός γ᾽, οὐ γάρ ὦ ἄνδρες Ἀθηναῖοι, Σόλων νομοθέτης καὶ Τιμοκράτης. Ὁ μέν γε καὶ τοὺς ὄντας βελτίους ποιεῖ καὶ τοὺς μέλλοντας ἔσεσθαι· ὁ δὲ καὶ τοῖς γεγενημένοις πονηροῖς, ὅπως μὴ δώσουσι δίκην, ὁδὸν δείκνυσιν, καὶ τοῖς οὖσιν ὅπως ἄδεια γενήσεται κακουργεῖν εὑρίσκει, καὶ τοῖς μέλλουσιν ἔσεσθαι, τοὺς ἐξ ἁπάντων τῶν χρόνων πονηρούς, ὅπως ἔσονται σῷοι καὶ μηδὲν πείσονται, παρασκευάζων.
{{χ|115}} ᾤετο γὰρ δεῖν τόν γε τὰ αἴσχρ᾽ ἔργ᾽ ἐργαζόμενον μὴ ἃ ὑφείλετο μόνον ἀποδόντ᾽ ἀπηλλάχθαι πολλοὶ γὰρ ἂν αὐτῷ ἐδόκουν οὕτω γ᾽ οἱ κλέπται ἔσεσθαι, εἰ μέλλοιεν λαθόντες μὲν ἕξειν, μὴ λαθόντες δ᾽ αὐτὰ μόνον καταθήσειν, ἀλλὰ ταῦτα μὲν διπλάσια καταθεῖναι, δεθέντα δὲ πρὸς τούτῳ τῷ τιμήματι ἐν αἰσχύνῃ ζῆν ἤδη τὸν ἄλλον βίον. Ἀλλ᾽ οὐ Τιμοκράτης, ἀλλ᾽ ὅπως ἁπλᾶ μέν, ἃ δεῖ διπλάσια, καταθήσουσιν παρεσκεύασε, μηδ᾽ ὁτιοῦν δ᾽ ἐπιτίμιον ἔσται πρὸς τούτοις.
 
{{χ|116}} Καὶ οὐκ ἀπέχρησεν ὑπὲρ τῶν μελλόντων αὐτῷ ταῦτ᾽ ἀδικεῖν, ἀλλὰ καὶ εἴ τις ἄρ᾽ ἠδικηκὼς καὶ κεκολασμένος ἦν, καὶ τοῦτον ἀφῆκεν. Καίτοι ἔγωγ᾽ ᾤμην δεῖν τὸν νομοθετοῦντα περὶ τῶν μελλόντων ἔσεσθαι, οἷα δεῖ γίγνεσθαι καὶ ὡς ἕκαστ᾽ ἔχειν, καὶ τὰς τιμωρίας ὁποίας τινὰς ἐφ᾽ ἑκάστοις δεῖ τοῖς ἀδικήμασιν εἶναι, περὶ τούτων νομοθετεῖν· τοῦτο γάρ ἐστι τὸ ἐφ᾽ ἅπασι τοῖς πολίταις κοινοὺς τοὺς νόμους τιθέναι. Τὸ δὲ περὶ τῶν γεγονότων πραγμάτων νόμους γράφειν, οὐ νομοθετεῖν ἐστιν, ἀλλὰ τοὺς ἀδικοῦντας τῆς ἐνάτης πρυτανείασπρυτανείας
 
{{χ|117}} σῴζειν. Σκοπεῖτε δ᾽ ὡς ἀληθῆ λέγω, ἐκ τωνδί. Εἰ μὲν γὰρ Εὐκτήμων ἑάλω τὴν τῶν παρανόμων γραφήν, οὐκ ἂν ἔθηκε τοῦτον τὸν νόμον ὁ Τιμοκράτης, οὐδ᾽ ἂν ἐδεῖθ᾽ ἡ πόλις τούτου τοῦ νόμου, ἀλλ᾽ ἐξήρκει ἂν αὐτοῖς ἀπεστερηκόσι τὴν πόλιν τὰ χρήματα τῶν ἄλλων μὴ φροντίζειν. Νῦν δ᾽, ἐπειδὴ ἀπέφυγεν, τὸ μὲν ὑμέτερον δόγμα καὶ τὴν τοῦ δικαστηρίου ψῆφον καὶ τοὺς ἄλλους νόμους ἀκύρους οἴεται δεῖν εἶναι, αὑτὸν δὲ καὶ τὸν αὑτοῦ νόμον κύριον.
{{χ|127}} Ἀλλὰ περὶ μὲν τοῦ πατρὸς αὐτοῦ οὐδὲν ἂν φλαῦρον εἴποιμι, οὐδ᾽ εἰ πάνυ πόλλ᾽ ἔχω περὶ κλοπῆς λέγειν, ἀλλ᾽ ἔστω ἐμοὶ ἐκεῖνός γε τοιοῦτος οἷον ἂν Τιμοκράτης αὐτὸν ἐγκωμιάσειεν. Ἀλλ᾽ εἰ χρηστοῦ πατρὸς ὢν πονηρὸς καὶ κλέπτης ἦν, καὶ προδοσίας γ᾽ ἁλοὺς τρία τάλαντ᾽ ἀπέτεισε, καὶ συνέδρου γενομένου κλοπὴν αὐτοῦ τὸ δικαστήριον κατέγνω καὶ δεκαπλάσιον ἀπέτεισεν, καὶ παρεπρεσβεύσατ᾽ εἰς Αἴγυπτον, καὶ τοὺς ἀδελφοὺς τοὺς ἑαυτοῦ ἠδίκει, οὐ τοσούτῳ μᾶλλον αὐτὸν ἔδει δεδέσθαι, εἰ χρηστοῦ πατρὸς ὢν τοιοῦτος ἦν οἶμαι γὰρ ἔγωγε, εἴπερ τῷ ὄντι χρηστὸς ἦν Λάχης καὶ φιλόπολις, ὑπ᾽ αὐτοῦ ἂν ἐκείνου δεθῆναι αὐτὸν τοιοῦτόν γ᾽ ὄντα καὶ οὕτως αἰσχροῖς ὀνείδεσιν περιβάλλοντ᾽ ἐκεῖνον. Καὶ τοῦτον μὲν δὴ ἐῶμεν, Γλαυκέτην δὲ σκεψώμεθα.
 
{{χ|128}} Οὐχ οὗτός ἐστιν ὁ πρῶτον μὲν εἰς Δεκέλειαν αὐτομολήσας, κἀκεῖθεν ὁρμώμενος καταθέων καὶ φέρων καὶ ἄγων ὑμᾶσὑμᾶς ἀλλὰ πάντες ἴστε ταῦτα. Καὶ ἀπὸ μὲν τῶν ὑμετέρων παίδων καὶ γυναικῶν καὶ τῶν ἄλλων χρημάτων ὅσα λάβοι, δεκάτας ἐκεῖ τῷ ἁρμοστῇ κατατιθεὶς τούτων ἀκριβῶς,
 
{{χ|129}} τὴν δέ γ᾽ ἐνθάδε θεόν, πρεσβευτὴς ἀξιωθεὶς εἶναι ὑφ᾽ ὑμῶν, ἀποστερῶν τὰς ἀπὸ τῶν ὑμετέρων πολεμίων δεκάτασδεκάτας ἔπειτα ταμιεύσας ἐν ἀκροπόλει τἀριστεῖα τῆς πόλεως ἃ ἔλαβεν ἀπὸ τῶν βαρβάρων ὑφῃρημένος ἐξ ἀκροπόλεως, τόν τε δίφρον τὸν ἀργυρόποδα καὶ τὸν ἀκινάκην τὸν Μαρδονίου, ὃς ἦγε τριακοσίους δαρεικούσδαρεικούς ἀλλὰ ταῦτά γ᾽ οὕτω περιφανῆ ἐστιν ὥστε πάντας ἀνθρώπους εἰδέναι.
 
{{χ|130}} ἀλλὰ τἄλλ᾽ οὐ βίαιοσβίαιος ὡς οὐδείς γ᾽ ἀνθρώπων. Εἶτα φείσασθαί τινος αὐτῶν ἄξιόν ἐστιν, ὥστε διὰ τούτους ἢ τῶν δεκατῶν τῶν τῆς θεοῦ ἀμελῆσαι ἢ τῆς διπλασίας τῶν ὁσίων χρημάτων, ἢ τὸν τούτους πειρώμενον σῴζειν μὴ τιμωρήσασθαι καὶ τί κωλύσει ἅπαντας εἶναι πονηρούς, ὦ ἄνδρες δικασταί, εἰ διὰ ταῦτα πλέον ἕξουσιν ἐγὼ μὲν γὰρ οἶμαι οὐδέν.
 
{{χ|131}} μὴ τοίνυν αὐτοὶ διδάσκετε, ἀλλὰ τιμωρεῖσθε. Καὶ μὴ ἐᾶτ᾽ ἀγανακτεῖν εἰ δεθήσονται ἔχοντες τὰ ὑμέτερα ἀλλ᾽ ἄγετ᾽ αὐτοὺς ὑπὸ τοὺς νόμους. Οὐδὲ γὰρ οἱ τῆς ξενίας ἁλισκόμενοι ἀγανακτοῦσιν ἐν τῷ οἰκήματι τούτῳ ὄντες, ἕως ἂν τῶν ψευδομαρτυριῶν ἀγωνίσωνται, ἀλλὰ μένουσιν καὶ οὐκ οἴονται δεῖν ἐγγυητὰς καταστήσαντες περιιέναι.
{{χ|148}} Ἄκυρον οὖν τοῦ δῆσαι τὴν βουλὴν ποιῶν ὁ Σόλων τοῦτο πρὸς τὸν ὅρκον τὸν βουλευτικὸν προσέγραψεν, ἀλλ᾽ οὐ πρὸς τὸν ὑμέτερον· ἁπάντων γὰρ κυριώτατον ᾤετο δεῖν εἶναι τὸ δικαστήριον, καὶ ὅ τι γνοίη, τοῦτο πάσχειν τὸν ἁλόντα. Ἀναγνώσεται δ᾽ ὑμῖν αὐτοῦ τούτου ἕνεκα τὸν τῶν ἡλιαστῶν ὅρκον. Λέγε σύ.
 
{{χ|149}} Ὅρκος ἩλιαστῶνψηφιοῦμαιἩλιαστῶν ψηφιοῦμαι κατὰ τοὺς νόμους καὶ τὰ ψηφίσματα τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῆς βουλῆς τῶν πεντακοσίων. Καὶ τύραννον οὐ ψηφιοῦμαι εἶναι οὐδ᾽ ὀλιγαρχίαν· οὐδ᾽ ἐάν τις καταλύῃ τὸν δῆμον τὸν Ἀθηναίων ἢ λέγῃ ἢ ἐπιψηφίζῃ παρὰ ταῦτα, οὐ πείσομαι· οὐδὲ τῶν χρεῶν τῶν ἰδίων ἀποκοπὰς οὐδὲ γῆς ἀναδασμὸν τῆς Ἀθηναίων οὐδ᾽ οἰκιῶν· οὐδὲ τοὺς φεύγοντας κατάξω, οὐδὲ ὧν θάνατος κατέγνωσται, οὐδὲ τοὺς μένοντας ἐξελῶ παρὰ τοὺς νόμους τοὺς κειμένους καὶ τὰ ψηφίσματα τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῆς βουλῆς οὔτ᾽ αὐτὸς ἐγὼ οὔτ᾽ ἄλλον οὐδένα ἐάσω.
 
{{χ|150}} Οὐδ᾽ ἀρχὴν καταστήσω ὥστ᾽ ἄρχειν ὑπεύθυνον ὄντα ἑτέρας ἀρχῆς, καὶ τῶν ἐννέα ἀρχόντων καὶ τοῦ ἱερομνήμονος καὶ ὅσοι μετὰ τῶν ἐννέα ἀρχόντων κυαμεύονται ταύτῃ τῇ ἡμέρᾳ, καὶ κήρυκος καὶ πρεσβείας καὶ συνέδρων· οὐδὲ δὶς τὴν αὐτὴν ἀρχὴν τὸν αὐτὸν ἄνδρα, οὐδὲ δύο ἀρχὰς ἄρξαι τὸν αὐτὸν ἐν τῷ αὐτῷ ἐνιαυτῷ. Οὐδὲ δῶρα δέξομαι τῆς ἡλιάσεως ἕνεκα οὔτ᾽ αὐτὸς ἐγὼ οὔτ᾽ ἄλλος ἐμοὶ οὔτ᾽ ἄλλη εἰδότος ἐμοῦ, οὔτε τέχνῃ οὔτε μηχανῇ οὐδεμιᾷ.
 
{{χ|151}} Καὶ γέγονα οὐκ ἔλαττον ἢ τριάκοντα ἔτη. Καὶ ἀκροάσομαι τοῦ τε κατηγόρου καὶ τοῦ ἀπολογουμένου ὁμοίως ἀμφοῖν, καὶ διαψηφιοῦμαι περὶ αὐτοῦ οὗ ἂν ἡ δίωξις ᾖ. Ἐπομνύναι Δία, Ποσειδῶ, Δήμητρα, καὶ ἐπαρᾶσθαι ἐξώλειαν ἑαυτῷ καὶ οἰκίᾳ τῇ ἑαυτοῦ, εἴ τι τούτων παραβαίνοι, εὐορκοῦντι δὲ πολλὰ κἀγαθὰ εἶναι. Ἐνταῦθ᾽ οὐκ ἔνι, ὦ ἄνδρες δικασταί, οὐδὲ δήσω Ἀθηναίων οὐδένα. Τὰ γὰρ κρίνοντα τὰς κρίσεις ἁπάσας τὰ δικαστήρι᾽ ἐστίν, οἷς ἐξουσία ἐστὶ καὶ δεσμὸν καὶ ἄλλ᾽ ὅ τι ἂν βούλωνται καταγιγνώσκειν.
 
{{χ|152}} ὡς μὲν οὖν ἔξεστιν ὑμῖν δεσμὸν καταγιγνώσκειν ταῦτ᾽ ἐπιδείκνυμι· ὡς δὲ τὰ δεδικασμέν᾽ ἄκυρα ποιεῖν καὶ δεινὸν καὶ ἀνόσιόν ἐστι καὶ δήμου κατάλυσις, πάντας ἂν οἶμαι ὁμολογῆσαι. Ἡ γὰρ πόλις ἡμῶν, ὦ ἄνδρες δικασταί, νόμοις καὶ ψηφίσμασιν διοικεῖται. Εἰ δή τις τὰ ψήφῳ κεκριμένα νόμῳ καινῷ λύσει, τί πέρας ἔσται ἢ πῶς τοῦτον δίκαιόν ἐστι νόμον προσαγορεύειν, ἀλλ᾽ οὐκ ἀνομίαν ἢ πῶς οὐ τῆς μεγίστης ὀργῆς ὁ τοιοῦτος νομοθέτης ἄξιός ἐστιν
{{χ|161}} Δημηγορίαν δ᾽ ἐπὶ τούτοις ποιούμενος, ὡς ἔστι τριῶν αἵρεσις, ἢ τὰ πομπεῖα κατακόπτειν ἢ πάλιν εἰσφέρειν ἢ τοὺς ὀφείλοντας εἰσπράττειν, αἱρουμένων εἰκότως ὑμῶν τοὺς ὀφείλοντας εἰσπράττειν, ταῖς ὑποσχέσεσιν κατέχων καὶ διὰ τὸν καιρὸν ὃς ἦν τότ᾽ ἔχων ἐξουσίαν, τοῖς μὲν κειμένοις νόμοις περὶ τούτων οὐκ ᾤετο δεῖν χρῆσθαι, οὐδ᾽, εἰ μὴ τούτους ἐνόμιζ᾽ ἱκανούς, ἑτέρους τιθέναι, ψηφίσματα δ᾽ εἶπεν ἐν ὑμῖν δεινὰ καὶ παράνομα, δι᾽ ὧν ἠργολάβει, προσαγωγεῖ τούτῳ χρώμενος τῶν λημμάτων.
 
{{χ|162}} Καὶ πολλὰ τῶν ὑμετέρων κέκλοφεν μετὰ τούτου, γράψας τοὺς ἕνδεκα καὶ τοὺς ἀποδέκτας καὶ τοὺς ὑπηρέτας ἀκολουθεῖν μεθ᾽ αὑτοῦ. Εἶτ᾽ ἔχων τούτους ἦγ᾽ ἐπὶ τὰς ὑμετέρας οἰκίας, καὶ σύ, ὦ Τιμόκρατες, συνηκολούθεις μόνος τῶν συναρχόντων δέκ᾽ ὄντων. Καὶ μηδεὶς ὑπολαμβανέτω με λέγειν ὡς οὐ χρῆν εἰσπράττειν τοὺς ὀφείλοντας. Χρῆν γάρ. Ἀλλὰ πῶσπῶς ὡς ὁ νόμος ἀγορεύει· τῶν ἄλλων ἕνεκα· τοῦτο γάρ ἐστι δημοτικόν. Οὐ γὰρ τοσοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, πέντε ταλάντων ὑμῖν, ὧν οὗτοι τότ᾽ εἰσέπραξαν, τεθέντων ὠφέλησθε, ὅσον βέβλαφθε τοιούτων ἐθῶν εἰς τὴν πολιτείαν εἰσαγομένων.
 
{{χ|163}} Εἰ γὰρ θέλετ᾽ ἐξετάσαι τίνος εἵνεκα μᾶλλον ἄν τις ἕλοιτ᾽ ἐν δημοκρατίᾳ ζῆν ἢ ἐν ὀλιγαρχίᾳ, τοῦτ᾽ ἂν εὕροιτε προχειρότατον, ὅτι πάντα πραότερ᾽ ἐν δημοκρατίᾳ. Ὅτι μὲν τοίνυν τῆς ὅπου βούλεσθ᾽ ὀλιγαρχίας πολλῷ ἀσελγέστερα καὶ δεινότερ᾽ ἐποίουν οὗτοι, παραλείψω. Ἀλλὰ παρ᾽ ἡμῖν πότε πώποτε δεινότατ᾽ ἐν τῇ πόλει γέγονεν
{{χ|178}} Κᾆτ᾽ ἐπὶ μὲν ταῖς εἰσφοραῖς τὸν δημόσιον παρεῖναι προσέγραψεν ὡς δὴ δίκαιος ὤν, ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι τῶν εἰσενεγκόντων· ἐπὶ τοῖς στεφάνοις δ᾽ οὓς κατέκοπτεν οὐχὶ προσήγαγεν ταὐτὸ δίκαιον τοῦτο, ἀλλ᾽ αὑτὸς ῥήτωρ, χρυσοχόος, ταμίας, ἀντιγραφεὺς γέγονεν.
 
{{χ|179}} Καὶ μὴν εἰ μὲν ἅπαντ᾽ ἠξίους, ὅσα πράττεις τῇ πόλει, σαυτῷ πιστεύειν, οὐκ ἂν ὁμοίως κλέπτης ὢν ἐφωρῶ· νῦν δ᾽ ἐπὶ ταῖς εἰσφοραῖς ὃ δίκαιόν ἐσθ᾽ ὁρίσας, μὴ σοὶ πιστεύειν, ἀλλὰ τοῖς αὑτῆς δούλοις τὴν πόλιν, ὁπότ᾽ ἄλλο τι πράττων καὶ χρήματα κινῶν ἱερά, ὧν ἔνι᾽ οὐδ᾽ ἐπὶ τῆς ἡμετέρας γενεᾶς ἀνετέθη, μὴ προσγραψάμενος τὴν αὐτὴν φυλακὴν ἥνπερ ἐπὶ τῶν εἰσφορῶν φαίνει, οὐκ ἤδη δῆλον δι᾽ ὃ τοῦτ᾽ ἐποίησασἐποίησας ἐγὼ μὲν οἶμαι.
 
{{χ|180}} Καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατὰ παντὸς τοῦ χρόνου σκέψασθ᾽ ὡς καλὰ καὶ ζηλώτ᾽ ἐπιγράμματα τῆς πόλεως ἀνελὼν ὡς ἀσεβῆ καὶ δείν᾽ ἀντεπέγραψεν. Οἶμαι γὰρ ὑμᾶς ἅπαντας ὁρᾶν ὑπὸ τῶν στεφάνων ταῖς χοινικίσιν κάτωθεν γεγραμμένα οἱ σύμμαχοι τὸν δῆμον ἀνδραγαθίας εἵνεκα ἐστεφάνωσαν καὶ δικαιοσύνης, ἢ οἱ σύμμαχοι ἀριστεῖον τῇ Ἀθηναίᾳ ἀνέθεσαν, ἢ κατὰ πόλεις οἱ δεῖνες τὸν δῆμον ἐστεφάνωσαν σωθέντες ὑπὸ τοῦ δήμου, οἷον Εὐβοεῖς ἐλευθερωθέντες ἐστεφάνωσαν τὸν δῆμον ἐπεγέγραπτό που, πάλιν Κόνων ἀπὸ τῆς ναυμαχίας τῆς πρὸς Λακεδαιμονίους, Χαβρίας ἀπὸ τῆς ἐν Νάξῳ ναυμαχίας· τοιαῦτα γὰρ ἦν τὰ τῶν στεφάνων ἐπιγράμματα.
{{χ|200}} ὃ τοίνυν ἔμοιγε δοκεῖ μάλιστ᾽ ἄξιον ὀργῆς εἶναι, φράσω καὶ οὐκ ἀποτρέψομαι, ὅτι ταῦτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, πράττων ἐπ᾽ ἀργυρίῳ, καὶ προῃρημένος ὡς ἀληθῶς μισθαρνεῖν, οὐκ εἰς ἃ καὶ συγγνώμην ἀκούσας ἄν τις ἔσχε, ταῦτ᾽ ἀναλίσκει. Ταῦτα δ᾽ ἐστὶν τί ὁ πατήρ, ὦ ἄνδρες δικασταί, ὁ τούτου τῷ δημοσίῳ ὀφείλει· καὶ οὐκ ὀνειδίζων ἐκείνῳ λέγω, ἀλλ᾽ ἀναγκαζόμενος· καὶ οὗτος ὁ χρηστὸς περιορᾷ.
 
{{χ|201}} Καίτοι ὅστις μέλλων κληρονομήσειν τῆς ἀτιμίας, ἂν ἐκεῖνός τι πάθῃ, μὴ οἴεται δεῖν ἐκτεῖσαι, ἀλλὰ κερδαίνειν, ὃν ἐκεῖνος ζῇ χρόνον, ἀξιοῖ τοῦτο τὸ κέρδος, τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ καὶ τὸν μὲν πατέρ᾽ οὔτ᾽ ἐλεεῖς οὔτε δεινά σοι δοκεῖ πάσχειν, εἰ σοῦ λαμβάνοντος καὶ χρηματιζομένου ἀπὸ τῶν εἰσφορῶν ὧν εἰσέπραττες, ἀπὸ τῶν ψηφισμάτων ὧν γράφεις, ἀφ᾽ ὧν εἰσφέρεις νόμων, διὰ μικρὸν ἀργύριον μὴ μετέχει τῆς πόλεως, ἑτέρους δ᾽ ἐλεῆσαί τινας φῄσφῄς
 
{{χ|202}} ἀλλὰ νὴ Δία τὴν ἀδελφὴν καλῶς διῴκηκεν. Ἀλλ᾽ εἰ καὶ μηδὲν ἄλλ᾽ ἠδίκει, κατὰ τοῦτ᾽ ἄξιός ἐστ᾽ ἀπολωλέναι· πέπρακε γὰρ αὐτήν, οὐκ ἐκδέδωκεν. Τῶν γὰρ ὑμετέρων ἐχθρῶν ἑνί, Κερκυραίῳ τινὶ τῶν νῦν ἐχόντων τὴν πόλιν, καταλύοντι παρ᾽ αὐτῷ, ὅτε δεῦρο πρεσβεύοι, καὶ βουληθέντι λαβεῖν αὐτήν ἐξ οὗ δὲ τρόπου, παραλείψω λαβὼν ἀργύριον δέδωκεν· καὶ νῦν ἐστιν ἐν Κερκύρᾳ.
{{χ|204}} καὶ μὴν ὅτι μὲν προσήκει πάντας κολάζειν τοὺς ἀδικοῦντας, εὖ οἶδ᾽ ὅτι πάντες ἄν, εἴ τις ἔροιτο, φήσαιτε· ὅσῳ δὲ μάλιστα τοῦτον, ὃς νόμον εἰσενήνοχ᾽ ἐπὶ βλάβῃ τοῦ πλήθους, ἐγὼ πειράσομαι διδάξαι. Τῶν μὲν γὰρ κλεπτῶν καὶ λωποδυτῶν καὶ τὰ τοιαῦτα κακουργούντων ἕκαστος πρῶτον μὲν ὡς ἀληθῶς τὸν ἐντυχόντ᾽ ἀδικεῖ, καὶ οὐκ ἂν οἷός τ᾽ εἴη πάντας ἐκδύειν οὐδὲ τὰ πάντων ὑφελέσθαι, εἶτα καταισχύνει τὴν αὑτοῦ δόξαν καὶ τὸν βίον μόνον.
 
{{χ|205}} Εἰ δέ τις εἰσφέρει νόμον ἐξ οὗ τοῖς ὑμᾶς βουλομένοις ἀδικεῖν ἡ πᾶσ᾽ ἐξουσία καὶ ἄδεια γενήσεται, οὗτος ὅλην ἀδικεῖ τὴν πόλιν καὶ καταισχύνει πάντας· νόμος γὰρ αἰσχρὸς ὅταν κύριος ᾖ, τῆς πόλεως ὄνειδός ἐστι τῆς θεμένης, καὶ βλάπτει πάντας ὅσοι περ ἂν αὐτῷ χρῶνται. Τὸν οὖν καὶ βλάπτειν ὑμᾶς καὶ δόξης ἀναπιμπλάναι φαύλης ἐπιχειροῦντα, τοῦτον οὐ τιμωρήσεσθε λαβόντεσλαβόντες
 
{{χ|206}} καὶ τί φήσετε γνοίη δ᾽ ἄν τις οὕτω μάλισθ᾽ ἡλίκα πράγματα συσκευάσας γέγραφ᾽ αὐτόν, καὶ ταῦθ᾽ ὡς ὑπεναντία τῇ καθεστώσῃ πολιτείᾳ, εἰ λογίσαιθ᾽ ὅτι πάντες, ὅταν που καταλύοντες τὸν δῆμον πράγμασιν ἐγχειρῶσι νεωτέροις, τοῦτο ποιοῦσι πρῶτον ἁπάντων· ἔλυσαν τοὺς πρότερον νόμῳ δι᾽ ἁμαρτίαν τινὰ ταύτην ὑπέχοντας τὴν δίκην.
{{χ|214}} Προσθεῖναι δὲ τεκμήριον τοῦ καὶ μεῖζον εἶναι τἀδίκημα, τὸ τοὺς νόμους διαφθείρειν ἢ τὸ ἀργύριον, ὅτι ἀργυρίῳ μὲν πολλαὶ τῶν πόλεων καὶ φανερῶς πρὸς χαλκὸν καὶ μόλυβδον κεκραμένῳ χρώμεναι σῴζονται καὶ οὐδ᾽ ὁτιοῦν παρὰ τοῦτο πάσχουσιν, νόμοις δὲ πονηροῖς χρώμενοι καὶ διαφθείρεσθαι τοὺς ὄντας ἐῶντες οὐδένες πώποτ᾽ ἐσώθησαν. Ταύτῃ μέντοι τῇ κατηγορίᾳ Τιμοκράτης ἔνοχος καθέστηκε νυνί, καὶ δικαίως ἂν ὑφ᾽ ὑμῶν τοῦ προσήκοντος τύχοι τιμήματος.
 
{{χ|215}} χρὴ μὲν οὖν πᾶσιν ὀργίλως ἔχειν, ὅσοι τιθέασι νόμους αἰσχροὺς καὶ πονηρούς, μάλιστα δὲ τούτοις οἳ τοὺς τοιούτους τῶν νόμων διαφθείρουσι δι᾽ ὧν ἔστιν ἢ μικρὰν ἢ μεγάλην εἶναι τὴν πόλιν. Εἰσὶ δ᾽ οὗτοι τίνεστίνες οἵ τε τοὺς ἀδικοῦντας τιμωρούμενοι καὶ ὅσοι τοῖς ἐπιεικέσι τιμάς τινας διδόασιν.
 
{{χ|216}} Εἰ γὰρ ἅπαντες προθυμηθεῖεν ποιεῖν ἀγαθόν τι τὸ κοινόν, τὰς τιμὰς καὶ τὰς δωρειὰς τὰς ὑπὲρ τούτων ζηλώσαντες, καὶ πάντες ἀποσταῖεν τοῦ κακουργεῖν ἢ κακόν τι πράττειν, τὰς βλάβας καὶ τὰς ζημίας τὰς ἐπὶ τούτοις κειμένας φοβηθέντες, ἔσθ᾽ ὅ τι κωλύει τὴν πόλιν μεγίστην εἶναι οὐ τριήρεις ὅσας οὐδεμία πόλις Ἑλληνὶς κέκτηται οὐχ ὁπλίτασὁπλίτας οὐχ ἱππέασἱππέας οὐ προσόδουσπροσόδους οὐ τόπουστόπους οὐ λιμένασλιμένας ταῦτα δὲ πάντα τί σῴζει καὶ συνέχει οἱ νόμοι· κατὰ γὰρ τούτους οὔσης τῆς πολιτείας ἐστὶ ταῦτα χρήσιμα τῷ κοινῷ.
 
{{χ|217}} Εἰ δὲ τοὐναντίον γένοιτο τοῖς χρηστοῖς μὲν μηδ᾽ ὁτιοῦν πλέον, τοῖς δ᾽ ἀδικοῦσιν ἄδει᾽ ὅσην Τιμοκράτης γέγραφεν, πόση ταραχὴ γένοιτ᾽ ἂν εἰκότωσεἰκότως εὖ γὰρ ἴσθ᾽ ὅτι τούτων ὧν διεξῆλθον κτημάτων, οὐδ᾽ εἰ δὶς γένοιθ᾽ ὅσα νῦν ἐστιν, οὐδ᾽ ὁτιοῦν ἂν ὄφελος εἴη. Οὗτος τοίνυν ἐν τούτῳ τῷ νόμῳ φαίνεται κακῶς ἐπιχειρῶν ὑμᾶς ποιεῖν δι᾽ οὗ τοῖς ἀδικεῖν ἐπιχειροῦσίν εἰσιν αἱ τιμωρίαι.
 
{{χ|218}} πάντων οὖν εἵνεκα τῶν εἰρημένων ἄξιον ὀργισθῆναι καὶ κολάσαι καὶ παράδειγμα ποιῆσαι τοῖς ἄλλοις· ὡς τὸ πράως ἔχειν τοῖς τοιούτοις, καὶ καταψηφίζεσθαι μέν, ὀλίγου δὲ τιμᾶν, ἐθίζειν καὶ προδιδάσκειν ἔστ᾽ ἀδικεῖν ὑμᾶς ὡς πλείστους.
368

επεξεργασίες

Μενού πλοήγησης