Συμποσιακά Γ΄: Διαφορά μεταξύ των αναθεωρήσεων

Από Βικιθήκη
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ →‎top: clean up, αφαίρεσε: </div> με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 82: Γραμμή 82:
Ὅθεν ὁ φίλτατος Διόνυσος οὐχ ὡς βοηθὸν ἐπὶ τὴν μέθην οὐδ´ ὡς πολέμιον τῷ οἴνῳ τὸν κιττὸν ἐπήγαγεν, ὅς γε τὸν ἄκρατον ἄντικρυς «μέθυ» καί «μεθυμναῖον» αὐτὸς αὑτὸν ὠνόμασεν· ἀλλά μοι δοκεῖ, καθάπερ οἱ φίλοινοι μὴ παρόντος ἀμπελίνου κριθίνῳ χρῶνται πόματι, καὶ μηλίτας τινάς, οἱ δὲ φοινικίνους οἴνους ποιοῦσιν, οὕτω καὶ ὁ ποθῶν χειμῶνος ὥρᾳ τὸν ἀπὸ τῆς ἀμπέλου στέφανον, ὡς ἐκείνην ἑώρα γυμνὴν καὶ ἄφυλλον, ἀγαπῆσαι τὴν ὁμοιότητα τοῦ κιττοῦ. Καὶ γὰρ τοῦ κλήματος τὸ ἑλικῶδες τοῦτο καὶ σφαλλόμενον ἐν τῇ πορείᾳ καὶ τοῦ πετάλου τὸ ὑγρὸν καὶ περικεχυμένον ἀτάκτως, μάλιστα δ´ αὐτὸς ὁ κόρυμβος ὄμφακι πυκνῷ καὶ περκάζοντι προσεοικώς, ἐκμεμίμηται τὴν τῆς ἀμπέλου διάθεσιν. Οὐ μὴν ἀλλὰ κἂν βοηθῇ τι πρὸς μέθην ὁ κιττός, θερμότητι τοῦτο ποιεῖν φήσομεν αὐτὸν ἀνοίγοντα τοὺς πόρους ἢ συνεκπέττοντα μᾶλλον τὸν ἄκρατον, ἵνα καὶ μένῃ σὴν χάριν, ὦ Τρύφων, ἰατρὸς ὁ Διόνυσος.»
Ὅθεν ὁ φίλτατος Διόνυσος οὐχ ὡς βοηθὸν ἐπὶ τὴν μέθην οὐδ´ ὡς πολέμιον τῷ οἴνῳ τὸν κιττὸν ἐπήγαγεν, ὅς γε τὸν ἄκρατον ἄντικρυς «μέθυ» καί «μεθυμναῖον» αὐτὸς αὑτὸν ὠνόμασεν· ἀλλά μοι δοκεῖ, καθάπερ οἱ φίλοινοι μὴ παρόντος ἀμπελίνου κριθίνῳ χρῶνται πόματι, καὶ μηλίτας τινάς, οἱ δὲ φοινικίνους οἴνους ποιοῦσιν, οὕτω καὶ ὁ ποθῶν χειμῶνος ὥρᾳ τὸν ἀπὸ τῆς ἀμπέλου στέφανον, ὡς ἐκείνην ἑώρα γυμνὴν καὶ ἄφυλλον, ἀγαπῆσαι τὴν ὁμοιότητα τοῦ κιττοῦ. Καὶ γὰρ τοῦ κλήματος τὸ ἑλικῶδες τοῦτο καὶ σφαλλόμενον ἐν τῇ πορείᾳ καὶ τοῦ πετάλου τὸ ὑγρὸν καὶ περικεχυμένον ἀτάκτως, μάλιστα δ´ αὐτὸς ὁ κόρυμβος ὄμφακι πυκνῷ καὶ περκάζοντι προσεοικώς, ἐκμεμίμηται τὴν τῆς ἀμπέλου διάθεσιν. Οὐ μὴν ἀλλὰ κἂν βοηθῇ τι πρὸς μέθην ὁ κιττός, θερμότητι τοῦτο ποιεῖν φήσομεν αὐτὸν ἀνοίγοντα τοὺς πόρους ἢ συνεκπέττοντα μᾶλλον τὸν ἄκρατον, ἵνα καὶ μένῃ σὴν χάριν, ὦ Τρύφων, ἰατρὸς ὁ Διόνυσος.»


Πρὸς ταῦθ´ ὁ μὲν Τρύφων ἄφωνος ἦν, ὅπως ἀντείποι σκεπτόμενος· ὁ δ´ Ἐράτων ἕκαστον ἡμῶν τῶν νέων ἀνακαλούμενος ἐκέλευε βοηθεῖν τῷ Τρύφωνι {τῶν στεφάνων} ἢ τοὺς στεφάνους ἀποτίθεσθαι· καὶ Ἀμμώνιος ἔφη παρέχειν ἄδειαν, οὐ γὰρ ἀντερεῖν οἷς ἂν ἡμεῖς εἴπωμεν. Οὕτω δὴ καὶ τοῦ Τρύφωνος ἐπικελεύοντος εἰπεῖν ἔφην ὅτι τὸ μὲν ἀποδεῖξαι ψυχρὸν εἶναι τὸν κιττὸν οὐκ ἐμὸν ἦν ἔργον, ἀλλὰ Τρύφωνος· οὗτος γὰρ αὐτῷ ψύχοντι καὶ στύφοντι πολλὰ χρῆται· «»τῶν δ´ εἰρημένων«» ἔφην «»τὸ μὲν μεθύσκειν κιττὸν οἴνῳ μιγνύμενον οὐκ ἀληθές ἐστιν· ὃ γὰρ ἐμποιεῖ τοῖς πιοῦσι πάθος οὐ μέθην ἄν τις εἴποι, ταραχὴν δὲ καὶ παραφροσύνην, οἷον ὑοςκύαμος ἐμποιεῖ καὶ πολλὰ τοιαῦτα κινοῦντα μανικῶς τὴν διάνοιαν. Ὁ δὲ τοῦ κλήματος σπασμὸς ἄλογός ἐστιν· τοιαῦτα γὰρ παρὰ φύσιν ἔργα τῶν κατὰ φύσιν δυνάμεων οὐκ ἔστιν· ἀλλὰ καὶ τὰ ξύλα διαστρέφεται τοῦ πυρὸς τὸ ὑγρὸν ἕλκοντος ἐξ αὐτῶν βίᾳ κυρτότητας ἴσχοντα καὶ παραβάσεις· τὸ δὲ συγγενὲς θερμὸν αὔξειν καὶ τρέφειν πέφυκεν. Σκόπει δὲ μὴ μᾶλλον ἀρρωστία τις καὶ ψυχρότης σώματος τὸ πολυκαμπὲς καὶ χαμαιπετὲς πέφυκε, προσκρούσεις πυκνὰς καὶ ἀντικοπὰς λαμβάνοντος, ὥσπερ ὁδοιπόρου δι´ ἀσθένειαν πολλάκις ἀποκαθίζοντος εἶτα πάλιν ἐρχομένου· διὸ καὶ περιπλοκῆς δεῖται καὶ στηρίγματος, αὐτὸς ἑαυτὸν ἀνέχειν καὶ ποδηγεῖν ἀδυνατῶν δι´ ἔνδειαν θερμότητος, ἧς τὸ ἀνωφερὲς δύναμίς ἐστιν. Ἡ δὲ χιὼν ἀπορρεῖ καὶ περιτήκεται δι´ ὑγρότητα τοῦ φύλλου· τὸ γὰρ ὕδωρ σβέννυσιν αὐτῆς καὶ κόπτει τὴν χαυνότητα διὰ τὸ μικρῶν εἶναι καὶ πυκνῶν ἄθροισμα πομφολύγων· ὅθεν οὐχ ἧττον ἐν τοῖς περιψύκτοις σφόδρα καὶ νοτεροῖς τόποις ἢ τοῖς προσείλοις αἱ χιόνες ῥέουσιν.
Πρὸς ταῦθ´ ὁ μὲν Τρύφων ἄφωνος ἦν, ὅπως ἀντείποι σκεπτόμενος· ὁ δ´ Ἐράτων ἕκαστον ἡμῶν τῶν νέων ἀνακαλούμενος ἐκέλευε βοηθεῖν τῷ Τρύφωνι {τῶν στεφάνων} ἢ τοὺς στεφάνους ἀποτίθεσθαι· καὶ Ἀμμώνιος ἔφη παρέχειν ἄδειαν, οὐ γὰρ ἀντερεῖν οἷς ἂν ἡμεῖς εἴπωμεν. Οὕτω δὴ καὶ τοῦ Τρύφωνος ἐπικελεύοντος εἰπεῖν ἔφην ὅτι τὸ μὲν ἀποδεῖξαι ψυχρὸν εἶναι τὸν κιττὸν οὐκ ἐμὸν ἦν ἔργον, ἀλλὰ Τρύφωνος· οὗτος γὰρ αὐτῷ ψύχοντι καὶ στύφοντι πολλὰ χρῆται· «»τῶν δ´ εἰρημένων«» ἔφην «»τὸ μὲν μεθύσκειν κιττὸν οἴνῳ μιγνύμενον οὐκ ἀληθές ἐστιν· ὃ γὰρ ἐμποιεῖ τοῖς πιοῦσι πάθος οὐ μέθην ἄν τις εἴποι, ταραχὴν δὲ καὶ παραφροσύνην, οἷον <ὑος>κύαμος ἐμποιεῖ καὶ πολλὰ τοιαῦτα κινοῦντα μανικῶς τὴν διάνοιαν. Ὁ δὲ τοῦ κλήματος σπασμὸς ἄλογός ἐστιν· τοιαῦτα γὰρ παρὰ φύσιν ἔργα τῶν κατὰ φύσιν δυνάμεων οὐκ ἔστιν· ἀλλὰ καὶ τὰ ξύλα διαστρέφεται τοῦ πυρὸς τὸ ὑγρὸν ἕλκοντος ἐξ αὐτῶν βίᾳ κυρτότητας ἴσχοντα καὶ παραβάσεις· τὸ δὲ συγγενὲς θερμὸν αὔξειν καὶ τρέφειν πέφυκεν. Σκόπει δὲ μὴ μᾶλλον ἀρρωστία τις καὶ ψυχρότης σώματος τὸ πολυκαμπὲς καὶ χαμαιπετὲς πέφυκε, προσκρούσεις πυκνὰς καὶ ἀντικοπὰς λαμβάνοντος, ὥσπερ ὁδοιπόρου δι´ ἀσθένειαν πολλάκις ἀποκαθίζοντος εἶτα πάλιν ἐρχομένου· διὸ καὶ περιπλοκῆς δεῖται καὶ στηρίγματος, αὐτὸς ἑαυτὸν ἀνέχειν καὶ ποδηγεῖν ἀδυνατῶν δι´ ἔνδειαν θερμότητος, ἧς τὸ ἀνωφερὲς δύναμίς ἐστιν. Ἡ δὲ χιὼν ἀπορρεῖ καὶ περιτήκεται δι´ ὑγρότητα τοῦ φύλλου· τὸ γὰρ ὕδωρ σβέννυσιν αὐτῆς καὶ κόπτει τὴν χαυνότητα διὰ τὸ μικρῶν εἶναι καὶ πυκνῶν ἄθροισμα πομφολύγων· ὅθεν οὐχ ἧττον ἐν τοῖς περιψύκτοις σφόδρα καὶ νοτεροῖς τόποις ἢ τοῖς προσείλοις αἱ χιόνες ῥέουσιν.


Τὸ δ´ ἀειθαλὲς τοῦτο καὶ ὥς φησιν Ἐμπεδοκλῆς «ἐμπεδόφυλλον» οὐκ ἔστι θερμότητος· οὐδὲ γὰρ ψυχρότητος τὸ φυλλορροεῖν· ἡ γοῦν μυρρίνη καὶ τὸ ἀδίαντον οὐκ ὄντα τῶν θερμῶν ἀλλὰ τῶν ψυχρῶν ἀεὶ τέθηλεν. Ἔνιοι μὲν οὖν ὁμαλότητι κράσεως οἴονται παραμένειν τὸ φύλλον· Ἐμπεδοκλῆς δὲ πρὸς τούτῳ καὶ πόρων τινὰ συμμετρίαν αἰτιᾶται, τεταγμένως καὶ ὁμαλῶς τὴν τροφὴν διιέντων, ὥστ´ ἀρκούντως ἐπιρρεῖν. Τοῖς δὲ φυλλορροοῦσιν οὐκ ἔστι διὰ μανότητα τῶν ἄνω καὶ στενότητα τῶν κάτω πόρων, ὅταν οἱ μὲν μὴ ἐπιπέμπωσιν οἱ δὲ μὴ φυλάττωσιν ἀλλ´ ὀλίγον λαβόντες ἄθρουν ἐκχέωσιν, ὥσπερ ἐν ἀνδήροις τισὶν οὐχ ὁμαλοῖς· τὰ δ´ ὑδρευόμεν´ ἀεὶ τὴν τροφὴν διαρκῆ καὶ σύμμετρον ἀντέχει καὶ παραμένει ἀγήρω καὶ χλοερά.
Τὸ δ´ ἀειθαλὲς τοῦτο καὶ ὥς φησιν Ἐμπεδοκλῆς «ἐμπεδόφυλλον» οὐκ ἔστι θερμότητος· οὐδὲ γὰρ ψυχρότητος τὸ φυλλορροεῖν· ἡ γοῦν μυρρίνη καὶ τὸ ἀδίαντον οὐκ ὄντα τῶν θερμῶν ἀλλὰ τῶν ψυχρῶν ἀεὶ τέθηλεν. Ἔνιοι μὲν οὖν ὁμαλότητι κράσεως οἴονται παραμένειν τὸ φύλλον· Ἐμπεδοκλῆς δὲ πρὸς τούτῳ καὶ πόρων τινὰ συμμετρίαν αἰτιᾶται, τεταγμένως καὶ ὁμαλῶς τὴν τροφὴν διιέντων, ὥστ´ ἀρκούντως ἐπιρρεῖν. Τοῖς δὲ φυλλορροοῦσιν οὐκ ἔστι διὰ μανότητα τῶν ἄνω καὶ στενότητα τῶν κάτω πόρων, ὅταν οἱ μὲν μὴ ἐπιπέμπωσιν οἱ δὲ μὴ φυλάττωσιν ἀλλ´ ὀλίγον λαβόντες ἄθρουν ἐκχέωσιν, ὥσπερ ἐν ἀνδήροις τισὶν οὐχ ὁμαλοῖς· τὰ δ´ ὑδρευόμεν´ ἀεὶ τὴν τροφὴν διαρκῆ καὶ σύμμετρον ἀντέχει καὶ παραμένει ἀγήρω καὶ χλοερά.

Τελευταία αναθεώρηση της 17:17, 20 Δεκεμβρίου 2017

Συμποσιακά Γ΄
Συγγραφέας:
Ηθικά


ΣΥΜΠΟΣΙΑΚΩΝ ΒΙΒΛΙΑ - ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ

Σιμωνίδης ὁ ποιητής, ὦ Σόσσιε Σενεκίων, ἔν τινι πότῳ ξένον ἰδὼν κατακείμενον σιωπῇ καὶ μηδενὶ διαλεγόμενον,

« Ὦ ἄνθρωπ´» εἶπεν, «εἰ μὲν ἠλίθιος εἶ, σοφὸν πρᾶγμα ποιεῖς· εἰ δὲ σοφός, ἠλίθιον.»

«Ἀμαθίην γὰρ ἄμεινον» ὥς φησιν Ἡράκλειτος «κρύπτειν»,

ἔργον δ ´ ἐν ἀνέσει καὶ παρ´ οἶνον

«Ὅστ´ ἐφέηκε πολύφρονά περ μάλ´ ἀεῖσαι, καί θ´ ἁπαλὸν γελάσαι καί τ ´ ὀρχήσασθαι ἀνῆκεν, καί τι ἔπος προέηκεν, ὅπερ τ´ ἄρρητον ἄμεινον·»

οἰνώσεως ἐνταῦθα τοῦ ποιητοῦ καὶ μέθης, ὡς ἐμοὶ δοκεῖ, διαφορὰν ὑποδεικνύντος. ᾠδὴ μὲν γὰρ καὶ γέλως καὶ ὄρχησις οἰνουμένοις μετρίως ἔπεισι· τὸ δὲ λαλεῖν καὶ λέγειν, ἃ βέλτιον ἦν σιωπᾶν, παροινίας ἤδη καὶ μέθης ἔργον ἐστίν. Διὸ καὶ Πλάτων ἐν οἴνῳ μάλιστα καθορᾶσθαι τὰ ἤθη τῶν πολλῶν νομίζει, καὶ Ὅμηρος εἰπὼν

« Οὐδὲ τραπέζῃ γνώτην ἀλλήλων»

δῆλός ἐστιν εἰδὼς τὸ πολύφωνον τοῦ οἴνου καὶ λόγων πολλῶν γόνιμον. Οὐ γὰρ ἔστι τρωγόντων σιωπῇ καὶ πινόντων γνῶσις·

ἀλλ´ ὅτι τὸ πίνειν εἰς τὸ λαλεῖν προάγεται, τῷ δὲ λαλεῖν ἐμφαίνεται καὶ τὸ ἀπογυμνοῦσθαι πολλὰ τῶν ἄλλως λανθανόντων, παρέχει τινὰ τὸ συμπίνειν κατανόησιν ἀλλήλων· ὥστε μὴ φαύλως ἂν ἐπιτιμῆσαι τῷ Αἰσώπῳ·

« Τί τὰς θυρίδας, ὦ μακάριε, ζητεῖς ἐκείνας, δι´ ὧν ἄλλος ἄλλου κατόψεται τὴν διάνοιαν; ὁ γὰρ οἶνος ἡμᾶς ἀνοίγει καὶ δείκνυσιν οὐκ ἐῶν ἡσυχίαν ἄγειν, ἀλλ´ ἀφαιρῶν τὸ πλάσμα καὶ τὸν σχηματισμόν, ἀπωτάτω τοῦ νόμου καθάπερ παιδαγωγοῦ γεγονότων.»

Αἰσώπῳ μὲν οὖν καὶ Πλάτωνι, καὶ εἴ τις ἄλλος ἐξετάσεως τρόπου δεῖται, πρὸς τοῦτο χρήσιμον ὁ ἄκρατος· οἱ δὲ μηδὲν ἀλλήλους βασανίζειν δεόμενοι μηδὲ καταφωρᾶν ἀλλ´ ἢ χρῆσθαι φιλοφρόνως, τὰ τοιαῦτα προβλήματα καὶ τοὺς τοιούτους λόγους ἄγουσι συνιόντες, οἷς ἀποκρύπτεται τὰ φαῦλα τῆς ψυχῆς, τὸ δὲ βέλτιστον ἀναθαρρεῖ καὶ τὸ μουσικώτατον, ὥσπερ ἐπὶ λειμῶνας οἰκείους καὶ νομὰς ὑπὸ φιλολογίας προερχόμενον. Ὅθεν καὶ ἡμεῖς τρίτην δεκάδα ταύτην σοι πεποιήμεθα συμποτικῶν ζητημάτων, τὸ περὶ τῶν στεφάνων πρῶτον ἔχουσαν.


ΠΡΟΒΛΗΜΑ Α.

Εἰ χρηστέον ἀνθίνοις στεφάνοις παρὰ πότον.

Ἐγένοντο γάρ ποτε καὶ περὶ στεφάνων λόγοι· τὸ δὲ συμπόσιον ἦν Ἀθήνησιν, Ἐράτωνος τοῦ ἁρμονικοῦ ταῖς Μούσαις τεθυκότος καὶ πλείονας ἑστιῶντος. Παντοδαπῶν γὰρ μετὰ τὸ δειπνῆσαι στεφάνων περιφερομένων, ὁ Ἀμμώνιος ἐπέσκωψέ πως ἡμᾶς ἀντὶ τοῦ δαφνίνου τοῖς ῥοδίνοις ἀναδησαμένους· ὅλως γὰρ εἶναι τοὺς ἀνθίνους κορασιώδεις καὶ παιζούσαις μᾶλλον ἐπιτηδείους παρθένοις καὶ γυναιξὶν ἢ συνουσίαις φιλοσόφων καὶ μουσικῶν ἀνδρῶν.

« Θαυμάζω δὲ καὶ Ἐράτωνα τουτονὶ τὰς μὲν ἐν τοῖς μέλεσι παραχρώσεις βδελυττόμενον καὶ κατηγοροῦντα τοῦ καλοῦ Ἀγάθωνος, ὃν πρῶτον εἰς τραγῳδίαν φασὶν ἐμβαλεῖν καὶ ὑπομῖξαι τὸ χρωματικόν, ὅτε τοὺς Μυσοὺς ἐδίδασκεν, αὐτὸς δ´ ἡμῖν ὁρᾶθ´ ὡς ποικίλων χρωμάτων καὶ ἀνθηρῶν τὸ συμπόσιον ἐμπέπληκεν, καὶ τὴν διὰ τῶν ὤτων ἀποκλείει τρυφὴν καὶ ἡδυπάθειαν, ταύτην τὴν κατὰ τὰ ὄμματα καὶ κατὰ τὰς ῥῖνας ὥσπερ καθ´ ἑτέρας θύρας ἐπεισάγων τῇ ψυχῇ καὶ τὸν στέφανον ἡδονῆς ποιῶν οὐκ εὐσεβείας. Καίτοι τό γε μύρον τοῦτο τῆς ἀνθίνης ταύτης καὶ μαραινομένης ἐν ταῖς χερσὶ τῶν στεφανηπλόκων σπουδαιοτέραν ἀναδίδωσιν εὐωδίαν· ἀλλ´ οὐκ ἔχει χώραν ἐν συμποσίῳ φιλοσόφων ἀνδρῶν ἡδονὴ πρὸς μηδεμίαν συμπεπλεγμένη χρείαν μηδ´ ἀκολουθοῦσα φυσικῆς ὀρέξεως ἀρχῇ. Καθάπερ γὰρ οἱ μὲν ὑπὸ τῶν κεκλημένων ἀγόμενοι φίλων ἐπὶ τὸ δεῖπνον ἔθει φιλανθρώπῳ τυγχάνουσιν τῶν αὐτῶν, ὥσπερ Ἀριστόδημος ὑπὸ Σωκράτους εἰς Ἀγάθωνος ἀχθεὶς ἑστιῶντος, εἰ δέ τις ἀφ´ αὑτοῦ βαδίζοι, τούτῳ δεῖ τὴν θύραν κεκλεῖσθαι, οὕτως αἱ μὲν περὶ τὴν ἐδωδὴν καὶ πόσιν ἡδοναὶ κεκλημέναι ὑπὸ τῆς φύσεως ταῖς ὀρέξεσιν ἑπόμεναι τόπον ἔχουσιν, ταῖς δ´ ἄλλαις ἀκλήτοις καὶ σὺν οὐδενὶ λόγῳ φιληδονίαις ἀπήλλακται.»

Πρὸς ταῦθ´ οἱ μὲν ἀήθεις τοῦ Ἀμμωνίου νεανίσκοι διαταραχθέντες ἡσυχῆ παρελύοντο τοὺς στεφάνους· ἐγὼ δ´ εἰδὼς ὅτι γυμνασίας ἕνεκα καὶ ζητήσεως καταβέβληκεν ἐν μέσῳ τὸν λόγον ὁ Ἀμμώνιος, προσαγορεύσας Τρύφωνα τὸν ἰατρόν

« Ὦ τᾶν, ἢ καταθέσθαι δίκαιος εἶ μεθ´ ἡμῶν τουτονὶ τὸν καλύκεσσι φλέγοντα τοῖς ῥοδίνοις στέφανον,»

ἢ λέγειν, ὥσπερ εἴωθας ἑκάστοτε πρὸς ἡμᾶς, ὅσας ἔχουσιν οἱ ἄνθινοι στέφανοι πρὸς τὸ πίνειν βοηθείας.

« Ὑπολαβὼν δ´ ὁ Ἐράτων » οὕτω γάρ « εἶπεν » δέδοκται μηδεμίαν ἡδονὴν ἀσύμβολον δέχεσθαι, ἀλλ´ εὐφραινομένους δυσκολαίνειν, ἂν μὴ μετά τινος μισθοῦ τοῦτο πάσχωμεν; ἢ τὸ μὲν μύρον εἰκότως ὑποδυσωπούμεθα καὶ τὴν πορφύραν διὰ τὴν ἐπίθετον πολυτέλειαν ὡς δολερὰ εἵματα καὶ χρίματα κατὰ τὴν τοῦ βαρβάρου φωνήν, αἱ δ´ αὐτοφυεῖς χρόαι καὶ ὀσμαὶ {οὐ} τὸ ἀφελὲς ἔχουσι καὶ καθαρὸν καὶ οὐδὲν ὀπώρας διαφέρουσιν; μὴ γὰρ εὔηθες ᾖ τοὺς μὲν χυμοὺς δρέπεσθαι καὶ ἀπολαύειν τῆς φύσεως διδούσης, ὀσμὰς δὲ καὶ χρόας ἃς αἱ ὧραι φέρουσι, διὰ τὴν ἐπανθοῦσαν ἡδονὴν ταῦτα καὶ χάριν ἀτιμάζειν, ἂν μή τι χρειῶδες ἔξωθεν ἄλλο συνεπιφέρωσιν. - - - ἓν γὰρ αὐτὸ δοκεῖ τοὐναντίον, εἰ μηδὲν ἡ φύσις, ὡς ὑμεῖς φατε - - -, μάτην πεποίηκε, ταῦτα τῆς ἡδονῆς πεποιῆσθαι χάριν, ἃ μηδὲν ἄλλο χρήσιμον ἔχοντα μόνον εὐφραίνειν πέφυκεν. Σκόπει δ´ ὅτι τοῖς φυομένοις καὶ βλαστάνουσι τὰ μὲν φύλλα σωτηρίας ἕνεκα τοῦ καρποῦ καὶ ὅπως ὑπ´ αὐτῶν τὰ δένδρα θαλπόμενα καὶ ψυχόμενα μετρίως φέρῃ τὰς μεταβολὰς γέγονεν, τοῦ δ´ ἄνθους ὄφελος οὐδὲν ἐπιμένοντος, πλὴν εἴ τι χρωμένοις ἡμῖν ἐπιτερπὲς ὀσφρέσθαι καὶ ἰδεῖν ἡδὺ παρέχει, θαυμαστὰς μὲν ὀσμὰς ἀφιέντα, ποικιλίαν δ´ ἀμιμήτοις χρώμασι καὶ βαφαῖς ἀνοιγόμενα. Διὸ τῶν μὲν φύλλων ἀποσπωμένων οἷον ἀλγεῖ καὶ δάκνεται τὰ φυτὰ καὶ γίνεται περὶ αὐτὰ βλάβη τις ἑλκώδης καὶ ψίλωσις ἀπρεπής, καὶ οὐ μόνης ὡς ἔοικε κατ´ Ἐμπεδοκλέα τῆς

« Δάφνης τῶν φύλλων ἀπὸ πάμπαν ἔχεσθαι»

χρή, ἀλλὰ καὶ τῶν ἄλλων φείδεσθαι δένδρων ἁπάντων καὶ μὴ κοσμεῖν ἑαυτοὺς ταῖς ἐκείνων ἀκοσμίαις, βίᾳ καὶ παρὰ φύσιν τὰ φύλλα συλῶντας αὐτῶν· αἱ δὲ τῶν ἀνθῶν ἀφαιρέσεις τρυγήσεσιν ἐοίκασιν καὶ βλάπτουσιν οὐδέν, ἀλλὰ κἂν μὴ λάβῃ τις ἐν ὥρᾳ, περιερρύη μαρανθέντα.

Καθάπερ οὖν οἱ βάρβαροι τῶν θρεμμάτων τοῖς δέρμασιν ἀντὶ τῶν ἐρίων ἀμφιέννυνται, οὕτω μοι δοκοῦσιν οἱ μᾶλλον ἐκ τῶν φύλλων ἢ τῶν ἀνθῶν ὑφαίνοντες τοὺς στεφάνους οὐ κατὰ λόγον χρῆσθαι τοῖς φυτοῖς. Ἐγὼ μὲν οὖν ταῦτα συμβάλλομαι ταῖς στεφανοπώλισιν· οὐ γάρ εἰμι γραμματικός, ὥστ´ ἀπομνημονεύειν ποιημάτων, ἐν οἷς τοὺς παλαιοὺς ἱερονίκας ἀναγινώσκομεν ἀνθίνοις ἀναδουμένους στεφάνοις· πλὴν ὅτι γε ταῖς Μούσαις ὁ τῶν ῥόδων στέφανος ἐπιπεφήμισται, μεμνῆσθαί μοι δοκῶ Σαπφοῦς λεγούσης πρός τινα τῶν ἀμούσων καὶ ἀμαθῶν γυναικῶν

« Κατθάνοισα δὲ κείσεαι· οὐ γὰρ πεδέχεις ῥόδων τῶν ἐκ Πιερίας.»

Εἰ δέ τινα καὶ Τρύφων ἀπὸ τῆς ἰατρικῆς δίδωσι μαρτυρίαν, ἀκουστέον.

« Ἐκ τούτου δεξάμενος ὁ τρύφων τὸν λόγον οὐδενὸς ἔφη τούτων ἀσκέπτους γεγονέναι τοὺς παλαιούς, ἅτε δὴ πλείστῃ κεχρημένους ἀπὸ φυτῶν ἰατρικῇ· «»τεκμήρια δ´ ἔσθ´ ἅτιν´ ἔτι νῦν Τύριοι μὲν Ἀγηνορίδῃ Μάγνητες δὲ Χείρωνι, τοῖς πρώτοις ἰατρεῦσαι λεγομένοις, ἀπαρχὰς κομίζουσιν· ῥίζαι γάρ εἰσι καὶ βοτάναι, δι´ ὧν ἰῶντο τοὺς κάμνοντας. Ὁ δὲ Διόνυσος οὐ μόνον τῷ τὸν οἶνον εὑρεῖν, ἰσχυρότατον φάρμακον καὶ ἥδιστον, ἰατρὸς ἐνομίσθη μέτριος, ἀλλὰ καὶ τῷ τὸν κιττὸν ἀντιταττόμενον μάλιστα τῇ δυνάμει πρὸς τὸν οἶνον εἰς τιμὴν προαγαγεῖν καὶ στεφανοῦσθαι διδάξαι τοὺς βακχεύοντας ὡς ἧττον {ὑπὸ τοῦ οἴνου} ἀνιῷντο, τοῦ κιττοῦ κατασβεννύντος τὴν μέθην τῇ ψυχρότητι. Δηλοῖ δὲ καὶ τῶν ὀνομάτων ἔνια τὴν περὶ ταῦτα πολυπραγμοσύνην τῶν παλαιῶν· τήν τε γὰρ καρύαν οὕτως ὠνόμασαν, ὅτι πνεῦμα βαρὺ καὶ καρωτικὸν ἀφιεῖσα λυπεῖ τοὺς ὑπ´ αὐτῆς παρακεκλιμένους· καὶ τὸν νάρκισσον ὡς ἀμβλύνοντα τὰ νεῦρα καὶ βαρύτητας ἐμποιοῦντα ναρκώδεις· διὸ καὶ Σοφοκλῆς αὐτὸν «ἀρχαῖον μεγάλων θεῶν στεφάνωμα», τουτέστι τῶν χθονίων, προσηγόρευκεν. Φασὶ δὲ καὶ τὸ πήγανον ἀπὸ τῆς δυνάμεως ὠνομάσθαι· πήγνυσι γὰρ ξηρότητι διὰ θερμότητα τὸ σπέρμα καὶ ὅλως πολέμιόν ἐστι ταῖς κυούσαις. Οἱ δὲ καὶ τὴν ἀμέθυστον οἰόμενοι τῷ πρὸς τὰς οἰνώσεις βοηθεῖν αὐτήν τε καὶ τὴν ἐπώνυμον αὐτῆς λίθον οὕτω κεκλῆσθαι διαμαρτάνουσιν· κέκληται γὰρ ἀπὸ τῆς χρόας ἑκατέρα· - - - ἐστιν αὐτῆς τὸ φύλλον ἄκρατον ἀλλ´ ἀναίμῳ καὶ ὑδαρεῖ τὴν κρᾶσιν οἴνῳ προσέοικεν. Ἄλλα μέντοι πάμπολλα λαβεῖν ἔστιν, οἷς παρέσχον τὰς κλήσεις αἱ δυνάμεις· ἀρκεῖ δὲ κἀκεῖνα τὴν τῶν παλαιῶν ἐπιμέλειαν ὑποδηλῶσαι καὶ πολυπειρίαν, ἀφ´ ἧς ἐχρήσαντο τοῖς παροίνοις στεφάνοις.

Μάλιστα μὲν γὰρ ὁ ἄκρατος, ὅταν τῆς κεφαλῆς καθάψηται καὶ τονώσῃ τὰ σώματα πρὸς τὰς τῶν αἰσθήσεων ἀρχάς, ἐπιταράσσει τὸν ἄνθρωπον· αἱ δὲ τῶν ἀνθῶν ἀπόρροιαι πρὸς τοῦτο θαυμασίως βοηθοῦσι καὶ ἀποτειχίζουσι τὴν κεφαλὴν ἀπὸ τῆς μέθης ὡς ἀκρόπολιν, τῶν μὲν θερμῶν μαλακῶς ἀναχαλώντων τοὺς πόρους καὶ ἀναπνοὴν τῷ οἴνῳ διδόντων, ὅσα δ´ ἡσυχῆ ψυχρὰ τῷ μετρίως ἐπιψαύειν ἀνακρουομένων τὰς ἀναθυμιάσεις, ὥσπερ ὁ τῶν ἴων καὶ ῥόδων στέφανος· στύφει γὰρ ἀμφότερα καὶ συστέλλει τῇ ὀσμῇ τὰς καρηβαρίας. Τὸ δὲ τῆς κύπρου ἄνθος καὶ ὁ κρόκος καὶ ἡ βάκκαρις εἰς ὕπνον ἄλυπον ὑπάγει τοὺς πεπωκότας· ἔχει γὰρ ἀπορροὴν λείαν καὶ προσηνῆ καὶ τὰς περὶ τὸ σῶμα τῶν μεθυσκομένων ἀνωμαλίας καὶ τραχύτητας ἡσυχῆ διαχέουσαν, ὥστε γινομένης γαλήνης ἀμβλύνεσθαι καὶ συνεκπέττεσθαι τὸ κραιπαλῶδες.

Ἐνίων δ´ ἀνθῶν ὀσμαῖς ἄνω σκιδναμέναις περὶ τὸν ἐγκέφαλον οἵ τε πόροι τῶν αἰσθητηρίων ἐκκαθαίρονται καὶ λεπτύνεται τὰ ὑγρὰ πράως ἄνευ πληγῆς καὶ σάλου τῇ θερμότητι διακρινόμενα, καὶ φύσει ψυχρὸς ὢν ὁ ἐγκέφαλος ἀναθάλπεται. Διὸ μάλιστα τοὺς ἀνθίνους ἐκ τῶν τραχήλων καθάπτοντες «ὑποθυμίδας» ἐκάλουν, καὶ τοῖς ἀπὸ τούτων μύροις ἔχριον τὰ στήθη· μαρτυρεῖ δ´ Ἀλκαῖος κελεύων «καταχέαι τὸ μύρον αὐτοῦ κατὰ τᾶς πόλλα παθοίσας κεφάλας καὶ τῶ πολίω στήθεος». Οὕτω καὶ ἐντεῦθεν αἱ ὀσμαὶ τοξεύουσιν ὑπὸ θερμότητος εἰς τὸν ἐγκέφαλον ἁρπαζόμεναι ταῖς ὀσφρήσεσιν. Οὐ γάρ, ὅτι τῇ καρδίᾳ τὸν θυμὸν ἐνστρατοπεδεύειν ᾤοντο, τοὺς περιδεραίους τῶν στεφάνων ὑποθυμίδας ἐκάλουν (ἐπιθυμίδας γὰρ αὐτοῖς διά γε τοῦτο μᾶλλον ἦν καλεῖσθαι προσῆκον), ἀλλ´ ὡς λέγω διὰ τὴν ἀποφορὰν καὶ ὑποθυμίασιν. Μὴ θαυμάζωμεν δ´ εἰ τοσαύτην αἱ τῶν στεφάνων ἀποφοραὶ δύναμιν ἔχουσιν· ἱστοροῦσι γάρ, ὅτι καὶ σκιὰ σμίλακος ἀποκτείνυσιν ἀνθρώπους ἐγκαταδαρθόντας, ὅταν ὀργᾷ μάλιστα πρὸς τὴν ἄνθησιν· καὶ τὸ τῆς μήκωνος ἀπορρέον πνεῦμα μὴ φυλαξαμένοις τοῖς τὸν ὀπὸν τρυγῶσιν συνέβη καταπεσεῖν. Τὴν δ´ ἄλυσσον καλουμένην βοτάνην καὶ λαβόντες εἰς τὴν χεῖρα μόνον, οἱ δὲ καὶ προσβλέψαντες, ἀπαλλάττονται λυγμοῦ· λέγεται δὲ καὶ ποιμνίοις ἀγαθὴ καὶ αἰπολίοις, παραφυτευομένη ταῖς μάνδραις. Τὸ δὲ ῥόδον ὠνόμασται δήπουθεν, ὅτι ῥεῦμα πολὺ τῆς ὀδωδῆς ἀφίησι· διὸ καὶ τάχιστα μαραίνεται. ψυκτικὸν δ´ ἐστὶ δυνάμει τῇ δ´ ὄψει πυρωπόν, οὐκ ἀλόγως· λεπτὸν γὰρ αὐτῷ περιανθεῖ τὸ θερμὸν ἐπιπολῆς ἐξωθούμενον ὑπὸ τῆς ψυχρότητος.»


ΠΡΟΒΛΗΜΑ Β.

Περὶ τοῦ κιττοῦ πότερον τῇ φύσει θερμὸς ἢ ψυχρός ἐστιν.

Ἐπαινεσάντων δ´ ἡμῶν τὸν Τρύφωνα μειδιῶν ὁ Ἀμμώνιος οὐκ ἄξιον ἔφη ποικίλον οὕτω καὶ ἀνθηρὸν λόγον ὥσπερ στέφανον ἀντιλέγοντα διαλακτίζειν· «»πλὴν ὅ γε κιττὸς οὐκ οἶδ´ ὅπως συγκαταπέπλεκται ψυχρότητι συγκατασβεννύναι λεγόμενος τὸν ἄκρατον· ἔστι γὰρ ἔμπυρος καὶ θερμότερος, καὶ ὅ γε καρπὸς αὐτοῦ μιγνύμενος εἰς τὸν οἶνον μεθυστικὸν ποιεῖ καὶ ταρακτικὸν τῷ πυροῦσθαι. Τὸ δὲ κλῆμα λέγουσιν αὐτοῦ σπώμενον ὥσπερ τἀν πυρὶ ξύλα συνδιαστρέφεσθαι. Χιὼν δὲ πολλάκις ἡμέρας συχνὰς ἐπιμένουσα τοῖς ἄλλοις φυτοῖς φεύγει τάχιστα τὸν κιττόν, μᾶλλον δ´ ὅλως εὐθὺς ἀπόλλυται καὶ περιτήκεται περὶ αὐτὸν ὑπὸ θερμότητος.

Ὃ δὲ μέγιστόν ἐστιν ὑπὸ Θεοφράστου δ´ ἱστόρηται, Ἀλεξάνδρου κελεύσαντος Ἑλληνικὰ δένδρα τοῖς ἐν Βαβυλῶνι παραδείσοις ἐμβαλεῖν Ἅρπαλον, μάλιστα δέ, τῶν τόπων ἐμπύρων ὄντων καὶ περιφλεγόντων, τὰ ἀλσώδη καὶ εὐπέταλα καὶ σκιερὰ καταμῖξαι τοῖς φυτοῖς, μόνον οὐκ ἐδέξατο τὸν κιττὸν ἡ χώρα, καίτοι πολλὰ τοῦ Ἁρπάλου πραγματευομένου καὶ προσφιλονεικοῦντος, ἀλλ´ ἀπώλλυτο καὶ κατεξηραίνετο, τῷ πυρώδης μὲν αὐτὸς εἶναι πρὸς πυρώδη δὲ μίγνυσθαι γῆν οὐ λαμβάνων κρᾶσιν ἀλλ´ ἐξιστάμενος. Αἱ γὰρ ὑπερβολαὶ φθείρουσι τὰς δυνάμεις· διὸ τῶν ἐναντίων μᾶλλον ὀρέγονται, καὶ φιλόθερμόν ἐστι τὸ ψυχρὸν καὶ φιλόψυχρον τὸ θερμόν· ὅθεν οἱ ὄρειοι καὶ πνευματώδεις καὶ νιφόμενοι τόποι τὰ δᾳδώδη καὶ πισσοτρόφα τῶν φυτῶν, μάλιστα πεύκας καὶ στροβίλους, ἐκφέρουσιν. Ἄνευ δὲ τούτων, ὦ φίλε Τρύφων, τὰ δύσριγα καὶ ψυχρὰ φυλλορροεῖ, μικρότητι τοῦ θερμοῦ καὶ ἀσθενείᾳ συστελλομένου καὶ προλείποντος τὸ φυτόν· ἐλαίαν δὲ καὶ δάφνην καὶ κυπάριττον ἀειθαλῆ διαφυλάσσει τὸ λιπαρὸν καὶ τὸ θερμὸν ὥσπερ τὸν κιττόν.

Ὅθεν ὁ φίλτατος Διόνυσος οὐχ ὡς βοηθὸν ἐπὶ τὴν μέθην οὐδ´ ὡς πολέμιον τῷ οἴνῳ τὸν κιττὸν ἐπήγαγεν, ὅς γε τὸν ἄκρατον ἄντικρυς «μέθυ» καί «μεθυμναῖον» αὐτὸς αὑτὸν ὠνόμασεν· ἀλλά μοι δοκεῖ, καθάπερ οἱ φίλοινοι μὴ παρόντος ἀμπελίνου κριθίνῳ χρῶνται πόματι, καὶ μηλίτας τινάς, οἱ δὲ φοινικίνους οἴνους ποιοῦσιν, οὕτω καὶ ὁ ποθῶν χειμῶνος ὥρᾳ τὸν ἀπὸ τῆς ἀμπέλου στέφανον, ὡς ἐκείνην ἑώρα γυμνὴν καὶ ἄφυλλον, ἀγαπῆσαι τὴν ὁμοιότητα τοῦ κιττοῦ. Καὶ γὰρ τοῦ κλήματος τὸ ἑλικῶδες τοῦτο καὶ σφαλλόμενον ἐν τῇ πορείᾳ καὶ τοῦ πετάλου τὸ ὑγρὸν καὶ περικεχυμένον ἀτάκτως, μάλιστα δ´ αὐτὸς ὁ κόρυμβος ὄμφακι πυκνῷ καὶ περκάζοντι προσεοικώς, ἐκμεμίμηται τὴν τῆς ἀμπέλου διάθεσιν. Οὐ μὴν ἀλλὰ κἂν βοηθῇ τι πρὸς μέθην ὁ κιττός, θερμότητι τοῦτο ποιεῖν φήσομεν αὐτὸν ἀνοίγοντα τοὺς πόρους ἢ συνεκπέττοντα μᾶλλον τὸν ἄκρατον, ἵνα καὶ μένῃ σὴν χάριν, ὦ Τρύφων, ἰατρὸς ὁ Διόνυσος.»

Πρὸς ταῦθ´ ὁ μὲν Τρύφων ἄφωνος ἦν, ὅπως ἀντείποι σκεπτόμενος· ὁ δ´ Ἐράτων ἕκαστον ἡμῶν τῶν νέων ἀνακαλούμενος ἐκέλευε βοηθεῖν τῷ Τρύφωνι {τῶν στεφάνων} ἢ τοὺς στεφάνους ἀποτίθεσθαι· καὶ Ἀμμώνιος ἔφη παρέχειν ἄδειαν, οὐ γὰρ ἀντερεῖν οἷς ἂν ἡμεῖς εἴπωμεν. Οὕτω δὴ καὶ τοῦ Τρύφωνος ἐπικελεύοντος εἰπεῖν ἔφην ὅτι τὸ μὲν ἀποδεῖξαι ψυχρὸν εἶναι τὸν κιττὸν οὐκ ἐμὸν ἦν ἔργον, ἀλλὰ Τρύφωνος· οὗτος γὰρ αὐτῷ ψύχοντι καὶ στύφοντι πολλὰ χρῆται· «»τῶν δ´ εἰρημένων«» ἔφην «»τὸ μὲν μεθύσκειν κιττὸν οἴνῳ μιγνύμενον οὐκ ἀληθές ἐστιν· ὃ γὰρ ἐμποιεῖ τοῖς πιοῦσι πάθος οὐ μέθην ἄν τις εἴποι, ταραχὴν δὲ καὶ παραφροσύνην, οἷον <ὑος>κύαμος ἐμποιεῖ καὶ πολλὰ τοιαῦτα κινοῦντα μανικῶς τὴν διάνοιαν. Ὁ δὲ τοῦ κλήματος σπασμὸς ἄλογός ἐστιν· τοιαῦτα γὰρ παρὰ φύσιν ἔργα τῶν κατὰ φύσιν δυνάμεων οὐκ ἔστιν· ἀλλὰ καὶ τὰ ξύλα διαστρέφεται τοῦ πυρὸς τὸ ὑγρὸν ἕλκοντος ἐξ αὐτῶν βίᾳ κυρτότητας ἴσχοντα καὶ παραβάσεις· τὸ δὲ συγγενὲς θερμὸν αὔξειν καὶ τρέφειν πέφυκεν. Σκόπει δὲ μὴ μᾶλλον ἀρρωστία τις καὶ ψυχρότης σώματος τὸ πολυκαμπὲς καὶ χαμαιπετὲς πέφυκε, προσκρούσεις πυκνὰς καὶ ἀντικοπὰς λαμβάνοντος, ὥσπερ ὁδοιπόρου δι´ ἀσθένειαν πολλάκις ἀποκαθίζοντος εἶτα πάλιν ἐρχομένου· διὸ καὶ περιπλοκῆς δεῖται καὶ στηρίγματος, αὐτὸς ἑαυτὸν ἀνέχειν καὶ ποδηγεῖν ἀδυνατῶν δι´ ἔνδειαν θερμότητος, ἧς τὸ ἀνωφερὲς δύναμίς ἐστιν. Ἡ δὲ χιὼν ἀπορρεῖ καὶ περιτήκεται δι´ ὑγρότητα τοῦ φύλλου· τὸ γὰρ ὕδωρ σβέννυσιν αὐτῆς καὶ κόπτει τὴν χαυνότητα διὰ τὸ μικρῶν εἶναι καὶ πυκνῶν ἄθροισμα πομφολύγων· ὅθεν οὐχ ἧττον ἐν τοῖς περιψύκτοις σφόδρα καὶ νοτεροῖς τόποις ἢ τοῖς προσείλοις αἱ χιόνες ῥέουσιν.

Τὸ δ´ ἀειθαλὲς τοῦτο καὶ ὥς φησιν Ἐμπεδοκλῆς «ἐμπεδόφυλλον» οὐκ ἔστι θερμότητος· οὐδὲ γὰρ ψυχρότητος τὸ φυλλορροεῖν· ἡ γοῦν μυρρίνη καὶ τὸ ἀδίαντον οὐκ ὄντα τῶν θερμῶν ἀλλὰ τῶν ψυχρῶν ἀεὶ τέθηλεν. Ἔνιοι μὲν οὖν ὁμαλότητι κράσεως οἴονται παραμένειν τὸ φύλλον· Ἐμπεδοκλῆς δὲ πρὸς τούτῳ καὶ πόρων τινὰ συμμετρίαν αἰτιᾶται, τεταγμένως καὶ ὁμαλῶς τὴν τροφὴν διιέντων, ὥστ´ ἀρκούντως ἐπιρρεῖν. Τοῖς δὲ φυλλορροοῦσιν οὐκ ἔστι διὰ μανότητα τῶν ἄνω καὶ στενότητα τῶν κάτω πόρων, ὅταν οἱ μὲν μὴ ἐπιπέμπωσιν οἱ δὲ μὴ φυλάττωσιν ἀλλ´ ὀλίγον λαβόντες ἄθρουν ἐκχέωσιν, ὥσπερ ἐν ἀνδήροις τισὶν οὐχ ὁμαλοῖς· τὰ δ´ ὑδρευόμεν´ ἀεὶ τὴν τροφὴν διαρκῆ καὶ σύμμετρον ἀντέχει καὶ παραμένει ἀγήρω καὶ χλοερά.

« Ἀλλ´ ἐν Βαβυλῶνι φυτευόμενος ἐξίστατο καὶ ἀπηγόρευεν«»· εὖ γε ποιῶν ὁ γενναῖος οὗτος, ὅτι Βοιωτίου θεοῦ πελάτης καὶ παράσιτος ὢν οὐκ ἐβούλετο μετοικεῖν ἐν βαρβάροις οὐδ´ Ἀλέξανδρον ἐζήλωσεν ἐξοικειούμενον ἐκείνοις τοῖς ἔθνεσιν, ἀλλ´ ἔφευγε καὶ διεμάχετο πρὸς τὴν ἀποξένωσιν. Αἰτία δ´ οὐχ ἡ θερμότης ἦν, ἀλλὰ μᾶλλον ἡ ψυχρότης, οὐχ ὑποφέρουσα τὴν ἐναντίαν κρᾶσιν· οὐ γὰρ φθείρει τὸ οἰκεῖον, ἀλλὰ προσίεται καὶ τρέφει, καθάπερ τὸ θύμον ἡ ξηρὰ γῆ, καίτοι θερμὸν ὄν. Tὴν δὲ Βαβυλωνίαν οὕτω φασὶν ἀέρα πνιγώδη καὶ βαρὺν περιέχειν, ὥστε πολλοὺς τῶν εὐπόρων, ὅταν ἐμπλήσωσιν ἀσκοὺς ὕδατος, ἐπὶ τούτων καθεύδειν ἀναψυχομένους.»


ΠΡΟΒΛΗΜΑ Γ.

Διὰ τί γυναῖκες ἥκιστα μεθύσκονται τάχιστα δ´ οἱ γέροντες.

Ἐθαύμαζε Φλῶρος, εἰ γεγραφὼς Ἀριστοτέλης ἐν τῷ περὶ μέθης, ὅτι μάλιστα μὲν οἱ γέροντες ἥκιστα δ´ αἱ γυναῖκες ὑπὸ μέθης ἁλίσκονται, τὴν αἰτίαν οὐκ ἐξειργάσατο μηδὲν εἰωθὼς προΐεσθαι τῶν τοιούτων· εἶτα μέντοι προὔβαλεν ἐν μέσῳ σκοπεῖν τοῖς παροῦσιν. Ἦν δὲ τῶν συνήθων τὸ δεῖπνον. Ἔφη τοίνυν ὁ Σύλλας θατέρῳ θάτερον ἐμφαίνεσθαι· κἂν εἰ περὶ τῶν γυναικῶν ὀρθῶς τὴν αἰτίαν λάβοιμεν, οὐκ ἔτι πολλοῦ λόγου δεήσεσθαι περὶ τῶν γερόντων· ἐναντίας γὰρ εἶναι μάλιστα τὰς φύσεις τῇ θ´ ὑγρότητι καὶ ξηρότητι καὶ λειότητι καὶ τραχύτητι καὶ μαλακότητι καὶ σκληρότητι. «Καὶ τοῦτ´» ἔφη «λαμβάνω κατὰ τῶν γυναικῶν πρῶτον, ὅτι τὴν κρᾶσιν ὑγρὰν ἔχουσιν, ἣ καὶ τὴν ἁπαλότητα τῆς σαρκὸς ἐμμεμιγμένη παρέχει καὶ τὸ στίλβον ἐπὶ λειότητι καὶ τὰς καθάρσεις· ὅταν οὖν ὁ οἶνος εἰς ὑγρότητα πολλὴν ἐμπέσῃ, κρατούμενος ἀποβάλλει τὴν βαφὴν καὶ γίνεται παντάπασιν ἀναφὴς καὶ ὑδατώδης. Ἔστι δέ τι καὶ παρ´ αὐτοῦ λαβεῖν Ἀριστοτέλους· τοὺς γὰρ ἄθρουν καὶ ἀπνευστὶ πίνοντας, ὅπερ «»ἀμυστίζειν«» ὠνόμαζον οἱ παλαιοί, φησὶν ἥκιστα περιπίπτειν μέθαις· οὐ γὰρ ἐνδιατρίβειν τὸν ἄκρατον αὐτοῖς, ἀλλ´ ἐξωθούμενον ῥύμῃ διαπορεύεσθαι διὰ τοῦ σώματος· ἐπιεικῶς δὲ τὰς γυναῖκας ὁρῶμεν οὕτω πινούσας. Εἰκὸς δ´ αὐτῶν καὶ τὸ σῶμα διὰ τὸν ἐνδελεχῆ τῶν ὑγρῶν κατασπασμὸν ἐπὶ τὰς ἀποκαθάρσεις πολύπορον γεγονέναι καὶ τετμῆσθαι καθάπερ ἀνδήροις καὶ ὀχετοῖς· εἰς οὓς ἐμπίπτοντα τὸν ἄκρατον ὑπάγειν ταχέως καὶ μὴ προσίστασθαι τοῖς κυρίοις μέρεσιν, ὧν διαταραττομένων συμβαίνει τὸ μεθύειν.

Οἱ δὲ γέροντες ὅτι μέν εἰσιν ἐνδεεῖς ἰκμάδος οἰκείας, τοὔνομά μοι δοκεῖ φράζειν πρῶτον· οὐ γὰρ ὡς ῥέοντες εἰς γῆν, ἀλλ´ ὡς γεώδεις καὶ γεηροί τινες ἤδη γινόμενοι τὴν ἕξιν οὕτω προσαγορεύονται· δηλοῖ δὲ καὶ τὸ δυσκαμπὲς αὐτῶν καὶ σκληρὸν ἔτι δ´ ἡ τραχύτης τὴν ξηρότητα τῆς φύσεως· ὅταν οὖν ἐμπίνωσιν, εἰκὸς ἀναλαμβάνεσθαι τὸν οἶνον, τοῦ σώματος σφογγώδους διὰ τὸν αὐχμὸν ὄντος, εἶτ´ ἐμμένοντα πληγὰς καὶ βαρύτητας ἐμποιεῖν· ὡς γὰρ τὰ ῥεύματα τῶν μὲν πυκνῶν ἀποκλύζεται χωρίων καὶ πηλὸν οὐ ποιεῖ τοῖς δ´ ἀραιοῖς ἀναμίγνυται μᾶλλον, οὕτως ὁ οἶνος ἐν τοῖς τῶν γερόντων σώμασιν ἔχει διατριβὴν ἑλκόμενος ὑπὸ τῆς ξηρότητος. Ἄνευ δὲ τούτων ἰδεῖν ἔστι τὰ συμπτώματα τῆς μέθης τὴν τῶν γερόντων φύσιν ἐξ ἑαυτῆς ἔχουσαν· ἔστι γὰρ συμπτώματα μέθης ἐπιφανέστατα, τρόμοι μὲν ἄρθρων ψελλισμοὶ δὲ γλώσσης, πλεονασμοὶ δὲ λαλιᾶς ὀξύτητες δ´ ὀργῆς, λῆθαί τε καὶ παραφοραὶ διανοίας· ὧν τὰ πολλὰ καὶ περὶ τοὺς ὑγιαίνοντας ὄντα πρεσβύτας ὀλίγης ῥοπῆς δεῖται καὶ σάλου τοῦ τυχόντος· ὥστε μὴ γένεσιν ἰδίων ἀλλὰ κοινῶν ἐπίτασιν συμπτωμάτων γίνεσθαι τὴν μέθην τῷ γέροντι· τεκμήριον δὲ τούτου τὸ μηθὲν εἶναι γέροντι νέου μεθυσθέντος ὁμοιότερον.»


ΠΡΟΒΛΗΜΑ Δ.

Πότερον ψυχρότεραι τῇ κράσει τῶν ἀνδρῶν ἢ θερμότεραί εἰσιν αἱ γυναῖκες.

Ὁ μὲν οὖν Σύλλας ταῦτ´ εἶπεν. Ὁ δὲ τακτικὸς Ἀπολλωνίδης ἔφη τὸν μὲν περὶ τῶν γερόντων ἀποδέχεσθαι λόγον· ἐν δὲ ταῖς γυναιξὶν αὐτῷ δοκεῖν παραλελεῖφθαι τὸ τῆς ψυχρότητος, ᾗ θερμότατον ἄκρατον ἀποσβέννυσθαι καὶ ἀποβάλλειν τὸ πλῆττον καὶ πυρῶδες. Πιθανοῦ δὲ καὶ τούτου δοκοῦντος, Ἀθρύϊτος ὁ Θάσιος ἰατρὸς ἐμβαλών τινα τῇ ζητήσει διατριβὴν εἶναί τινας ἔφησεν, οἳ τὰς γυναῖκας οὐ ψυχρὰς ἀλλὰ θερμοτέρας τῶν ἀνδρῶν ὑπολαμβάνουσιν, ἑτέρους δὲ πάλιν οἳ τὸν οἶνον οὐ θερμὸν ἀλλὰ καὶ ψυχρὸν ἡγοῦνται. Θαυμάσαντος δὲ τοῦ Φλώρου, «τὸν μὲν περὶ τοῦ οἴνου λόγον«» εἶπεν «»ἀφίημι τούτῳ«» δείξας ἐμέ· καὶ γὰρ ἐτυγχάνομεν ὀλίγαις ἡμέραις πρότερον εἰς τοῦτο διειλεγμένοι·

«τῶν δὲ γυναικῶν» ἔφη «τὴν θερμότητα πρῶτον ἀπὸ τῆς ψιλότητος οἴονται δεικνύναι, καταναλισκομένου τοῦ περιττώματος ὑπὸ τῆς θερμότητος, ὃ πλεονάζον εἰς τρίχας τρέπεται· δεύτερον δὲ τῷ πλήθει τοῦ αἵματος, ὃ πηγὴ μὲν εἶναι δοκεῖ τῆς ἐν τῷ σώματι θερμότητος, ἔστι δὲ τοσοῦτον ταῖς γυναιξίν, ὥστ´ αὐτὰς καταπιμπράναι καὶ περιφλέγειν, εἰ μὴ πολλαὶ καὶ ταχεῖαι συμβαίνοιεν καθάρσεις. Τρίτον τοῦτο τὸ περὶ τὰς ταφὰς αἱρεῖ θερμότερα τὰ θήλεα τῶν ἀρρένων εἶναι· λέγεται γὰρ ὑπὸ τῶν σκευωρουμένων τὰ μὲν συντίθεσθαι παρὰ δέκα νεκροὺς ἀνδρῶν ἕνα γυναικὸς καὶ συνεξάπτειν, δᾳδῶδές τι καὶ λιπαρὸν αὐτῶν τῆς σαρκὸς ἐχούσης, ὥσθ´ ὑπέκκαυμα γίνεσθαι τῶν ἄλλων. Ἔτι δ´, εἰ θερμότερον τὸ γονιμώτερον αἱ δὲ παρθένοι τῶν παίδων ὀργῶσι πρότερον καὶ σαλεύονται πρὸς τὸ γεννᾶν, οὐδ´ αὕτη τις ἀσθενὴς ἀπόδειξις ἂν εἴη τῆς θερμότητος. Ἔτι δὲ μείζων καὶ πιθανωτέρα τὸ πρὸς τὰ κρύη καὶ τοὺς χειμῶνας εὐφόρως ἔχειν· ἧττον γὰρ αἱ πλεῖσται ῥιγοῦσι τῶν ἀνδρῶν καὶ παντάπασιν ἱματίων ὀλίγων δέονται.»

«Ἀλλ´ ἀπ´ αὐτῶν οἶμαι τούτων» ὁ Φλῶρος ἔφη «τῶν ἐπιχειρημάτων ἐλέγχεσθαι τὸ δόγμα. Πρῶτον μὲν γὰρ ἀντέχουσι τῷ ψύχει μᾶλλον, ὅτι πολλάκις τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου δυσπαθέστερόν ἐστιν. Ἔπειτα μέντοι καὶ τὸ σπέρμα μὴ προγεγονέναι τὸ γόνιμον διὰ κατάψυξιν, ἀλλ´ ὕλην μόνον καὶ τροφὴν παρέχειν τῷ ἀπὸ τοῦ ἄρρενος. Ἔπειτα λήγουσι τίκτουσαι πολὺ πρότερον ἢ γεννῶντες οἱ ἄνδρες. Καίονται δὲ βέλτιον ὑπὸ πιμελῆς, ὃ δοκεῖ ψυχρότατον εἶναι τοῦ σώματος· ἥκιστα γοῦν οἱ νέοι καὶ γυμναστικοὶ πιμελώδεις. Ἡ δ´ ἔμμηνος κάθαρσις οὐ πλήθους ἀλλὰ διαφθορᾶς καὶ φαυλότητός ἐστιν αἵματος· τὸ γὰρ ἄπεπτον αὐτοῦ καὶ περιττωματικὸν οὐκ ἔχον ἵδρυσιν οὐδὲ σύστασιν ἐν τῷ σώματι δι´ ἀσθένειαν ἐκπίπτει, παντάπασιν ἀμβλὺ καὶ θολερὸν ἀρρωστίᾳ τοῦ θερμοῦ γινόμενον· δηλοῖ δὲ καὶ τὸ ῥιγοῦν καὶ τὸ ὑποφρίττειν ὡς ἐπὶ πολὺ τὰς καθαιρομένας, ὅτι ψυχρόν ἐστι καὶ ἄπεπτον τὸ κεκινημένον καὶ ἀποχωροῦν ἐκ τοῦ σώματος. Τὴν δὲ ψιλότητα τίς ἂν εἴποι ὅτι θερμότητος οὐχὶ μᾶλλον ψυχρότητός ἐστι τὸ πάθος, ὁρῶν τὰ θερμότατα τοῦ σώματος μέρη δασυνόμενα; πάντα γὰρ ἐξωθεῖται τὰ τοιαῦτα τῷ θερμῷ, χαράσσοντι καὶ ἀναστομοῦντι τὴν ἐπιφάνειαν. Ἡ δὲ λειότης πυκνότητι γέγονεν ὑπὸ ψυχρότητος· ὅτι δ´ εἰσὶ πυκνότεραι τῶν ἀνδρῶν, ὦ φίλ´ Ἀθρύϊτε, πυθοῦ παρὰ τῶν ἔτι συναναπαυομένων γυναιξὶν ἢ μύρον ἀληλιμμέναις ἢ ἔλαιον· ἀναπίμπλανται γὰρ αὐτοὶ τοῦ χρίσματος ἐν τῷ συγκαθεύδειν, κἂν μὴ θίγωσι μηδὲ προσάψωνται τῶν γυναικῶν, διὰ θερμότητα καὶ μανότητα τοῦ σώματος ἕλκοντος.»


ΠΡΟΒΛΗΜΑ Ε.

Εἰ ψυχρότερος τῇ δυνάμει ὁ οἶνος.

«Οὐ μὴν ἀλλὰ τὸ μὲν περὶ τῶν γυναικῶν» ἔφη «καὶ πρὸς τοὐναντίον ἀνδρικῶς ἐπικεχείρηται. Τὸν δ´ οἶνον ἐπιθυμῶ μαθεῖν ὁπόθεν ὑπόνοιαν ὑμῖν τοῦ ψυχρὸς εἶναι παρέσχεν.» «Οἴει γάρ» ἔφην ἐγώ «τοῦτον ἡμέτερον εἶναι τὸν λόγον;«» «»ἀλλὰ τίνος» εἶπεν «ἑτέρου;» «μέμνημαι μὲν οὖν» ἔφην ἐγώ «καὶ Ἀριστοτέλους ἐντυχὼν οὐ νεωστὶ λόγῳ περὶ τούτου τοῦ προβλήματος ἀλλ´ ἱκανῶς πάλαι. Διείλεκται δὲ καὶ Ἐπίκουρος ἐν τῷ Συμποσίῳ πολλοὺς λόγους, ὧν τὸ κεφάλαιόν ἐστιν ὡς ἐγᾦμαι τοιόνδε. Φησὶ γὰρ οὐκ εἶναι θερμὸν αὐτοτελῶς τὸν οἶνον, ἀλλ´ ἔχειν τινὰς ἀτόμους ἐν αὑτῷ θερμασίας ἀποτελεστικὰς ἑτέρας δ´ αὖ ψυχρότητος· ὧν τὰς μὲν ἀποβάλλειν, ὅταν εἰς τὸ σῶμα παραγένηται, τὰς δὲ προσλαμβάνειν ἐκ τοῦ σώματος, ὡς ἂν ἔχουσι κράσεως ἡμῖν ἢ φύσεως ὁμιλήσῃ, ὡς τοὺς μὲν ἐκθερμαίνεσθαι τοὺς δὲ τοὐναντίον πάσχειν μεθυσκομένους.»

«Ταῦτ´» εἶπεν ὁ Φλῶρος «ἄντικρυς εἰς τὸν Πύρρωνα διὰ τοῦ Πρωταγόρου φέρει ἡμᾶς· δῆλον γὰρ ὅτι καὶ περὶ ἐλαίου καὶ περὶ γάλακτος μέλιτός τε καὶ ὁμοίως τῶν ἄλλων διεξιόντες ἀποδρασόμεθα τὸ λέγειν περὶ ἑκάστου, ὁποῖον τῇ φύσει ἐστίν, μίξεσι ταῖς πρὸς ἄλληλα καὶ κράσεσιν ἕκαστον γίνεσθαι φάσκοντες. Ἀλλὰ σὺ πῶς ἐπιχειρεῖς εἰς τὸ ψυχρὸν εἶναι τὸν οἶνον;» «οὕτως, ὡς» ἔφην «ὑπέδυν τότε προσηναγκασμένος αὐτοσχεδιάσαι. Πρῶτον δ´ ἐπῄει μοι τὸ γινόμενον ὑπὸ τῶν ἰατρῶν· τοῖς γὰρ ἐκλελυμένοις καὶ τόνου τινὸς δεομένοις κατὰ τὰς ἀρρωστίας στομάχου θερμὸν μὲν οὐδὲν προσφέρουσιν οἶνον δὲ διδόντες βοηθοῦσιν. Ὡς δ´ αὔτως καὶ τὰς ῥύσεις καὶ ἐφιδρώσεις οἴνῳ καταπαύουσιν, ὡς οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον τῆς χιόνος ἱστάντι καὶ κρατύνοντι τῷ ψύχειν καὶ περιστέλλειν φερομένην τὴν ἕξιν. Εἰ δὲ φύσιν καὶ δύναμιν εἶχεν θερμαντικήν, ὅμοιον ἦν οἶμαι χιόνι πῦρ καὶ καρδιωγμῷ προσφέρειν ἄκρατον. Ἔπειτα τὸν μὲν ὕπνον οἱ πλεῖστοι περιψύξει γίνεσθαι λέγουσιν καὶ ψυκτικὰ {καὶ} τὰ πλεῖστα τῶν ὑπνωτικῶν φαρμάκων ἐστίν, ὡς ὁ μανδραγόρας καὶ τὸ μηκώνιον· ἀλλὰ ταῦτα μὲν σφόδρα καὶ βίᾳ πολλῇ συνωθεῖ καὶ πήγνυσιν, ὁ δ´ οἶνος ἠρέμα καταψύχων ἵστησι μεθ´ ἡδονῆς καὶ ἀναπαύει τὴν κίνησιν ἐν τῷ μᾶλλον καὶ ἧττον οὔσης πρὸς ἐκεῖνα τῆς διαφορᾶς. Ἔτι δὲ τὸ μὲν θερμὸν γόνιμον· εὔροιαν γὰρ ἡ ὑγρότης ἴσχει καὶ τόνον τὸ πνεῦμα καὶ δύναμιν ὑπὸ τῆς θερμότητος ἐξοργῶσαν· οἱ δὲ πίνοντες πολὺν ἄκρατον ἀμβλύτεροι πρὸς τὰς συνουσίας εἰσὶν καὶ σπείρουσιν οὐθὲν εἰς γένεσιν ἰσχυρὸν οὐδὲ κεκρατημένον, ἀλλ´ ἐξίτηλοι καὶ ἀτελεῖς εἰσιν αἱ πρὸς τὰς γυναῖκας ὁμιλίαι αὐτῶν διὰ φαυλότητα καὶ κατάψυξιν τοῦ σπέρματος.

Καὶ μὴν ὅσα πάσχουσιν ἄνθρωποι ὑπὸ κρύους, πάντα συμβαίνει τοῖς μεθυσκομένοις, τρόμοι, βαρύτητες, ὠχριάσεις, σάλοι τοῦ περὶ τὰ γυῖα πνεύματος, ἀσάφεια γλώττης, ἔντασις τῶν περὶ τοῖς ἄκροις νεύρων καὶ ἀπονάρκησις· τοῖς δὲ πλείστοις εἰς πάρεσιν αἱ μέθαι τελευτῶσιν, ὅταν ἐκπλήξῃ παντάπασιν καὶ κατασβέσῃ τὸ θερμὸν ὁ ἄκρατος. Ἰῶνταί γε μὴν τὰς περὶ τὸ σῶμα τῶν μεθυσκομένων καὶ κραιπαλώντων κακώσεις εὐθὺς μὲν ὡς ἔοικε περιστολῇ καὶ κατακλίσει συνθάλποντες, μεθ´ ἡμέραν δὲ λουτρῷ καὶ ἀλείμματι καὶ σιτίοις, ὅσα μὴ ταράττοντα τὸν ὄγκον ἅμα πράως ἀνακαλεῖται τὸ θερμὸν ὑπὸ τοῦ οἴνου διεσπασμένον καὶ πεφυγαδευμένον ἐκ τοῦ σώματος.» «Ὅμως δ´» εἶπον «ἐν τοῖς φαινομένοις καὶ ὁμοιότητας ἀδήλους ἐξιχνεύωμεν καὶ δυνάμεις. Οὐδὲν δὲ περὶ τῆς μέθης δεῖ διαπορεῖν, ὁποῖόν ποτ´ ἐστίν· ὡς γὰρ ἔοικεν. Μάλιστα δ´, ὡς εἰρήκαμεν, ἐοίκασι τοῖς πρεσβύταις οἱ μεθύοντες· διὸ καὶ πρωιαίτατα γηρῶσιν οἱ φίλοινοι· τοὺς δὲ πολλοὺς αὐτῶν καὶ φαλακρώσεις ἄωροι καὶ πολιαὶ πρὸ ἡλικίας ἔχουσιν· πάντα δὲ ταῦτα δοκεῖ θερμότητος ἐνδείᾳ καταλαμβάνειν τὸν ἄνθρωπον.

Ἔτι τοίνυν τὸ ὄξος οἴνου τινός ἐστι φύσις καὶ δύναμις· οὐδὲν δὲ τῶν σβεστηρίων ὄξους πυρὶ μαχιμώτερον, ἀλλὰ μάλιστα πάντων ἐπικρατεῖ καὶ συμπιέζει τὴν φλόγα δι´ ὑπερβολὴν ψυχρότητος. Καὶ τῶν ἄλλων δὲ καρπῶν τοῖς οἰνώδεσι μᾶλλον ὡς ψυκτικοῖς χρωμένους τοὺς ἰατροὺς ὁρῶμεν ὥσπερ ῥόαις καὶ μήλοις. Αὐτὴν δὲ τὴν τοῦ μέλιτος φύσιν οὐχὶ πρὸς ὄμβριον ὕδωρ καὶ χιόνα συμμιγνύοντες οἰνοποιοῦσι, τοῦ ψυχροῦ τὸ γλυκὺ διὰ συγγένειαν εἰς τὸ αὐστηρόν, ὅταν κρατήσῃ, φθείροντος; οἱ παλαιοὶ δ´ οὐχὶ διὰ τοῦτο τῶν ἑρπετῶν τὸν δράκοντα καὶ τῶν φυτῶν τὸν κιττὸν ἀνέθεσαν τῷ θεῷ καὶ καθιέρωσαν ὥς τινος ψυχρᾶς καὶ κρυώδους κυρίῳ δυνάμεως; ἐὰν δ´, ὅτι τὸ κώνειον ἐπιπινόμενος ἰᾶσθαι δοκεῖ πολὺς ἄκρατος, οἴωνται τοῦτο θερμότητος εἶναι τεκμήριον, ἡμεῖς αὖ φήσομεν ἀναστρέψαντες, ὅτι συγκραθὲν αὐτῷ τοῦτο φάρμακον ἀνίατόν ἐστιν καὶ καθάπαξ ἀποκτείνει τοὺς πίνοντας· ὥστε μηδὲν μᾶλλον εἶναι δοκεῖν τῷ ἀντιπράττειν θερμὸν ἢ τῷ συνεργεῖν ψυχρόν, εἴ γε δὴ ψυχρότητι τὸ κώνειον οὐκ ἄλλῃ τινὶ φύσει καὶ δυνάμει μᾶλλον πιθανόν ἐστιν ἀναιρεῖν τοὺς πιόντας.»


ΠΡΟΒΛΗΜΑ ΣΤ.

Περὶ καιροῦ συνουσίας.

Νεανίσκοι τινὲς οὐ πάλαι τοῖς παλαιοῖς λόγοις προσπεφοιτηκότες ἐσπάραττον τὸν Ἐπίκουρον, ὡς οὐ καλὸν οὐδ´ ἀναγκαῖον ἐμβεβληκότα λόγον περὶ καιροῦ συνουσίας εἰς τὸ Συμπόσιον · μιμνήσκεσθαι γὰρ ἀφροδισίων ἄνδρα πρεσβύτερον ἐν δείπνῳ μειρακίων παρόντων καὶ διαπορεῖν, πότερον μετὰ δεῖπνον ἢ πρὸ δείπνου χρηστέον, ἐσχάτης ἀκολασίας εἶναι. Πρὸς ταῦθ´ οἱ μὲν τὸν Ξενοφῶντα παρέλαβον ὡς ἀπάγοντα τοὺς συμπότας μετὰ δεῖπνον οὐχὶ - - - ἐφ´ ἵππων ἐπὶ συνουσίας πρὸς τὰς γυναῖκας. Ζώπυρος δ´ ὁ ἰατρός, εὖ μάλα τοῖς Ἐπικούρου λόγοις ἐνωμιληκώς, οὐκ ἔφη προσέχοντας αὐτοὺς ἀνεγνωκέναι τὸ Ἐπικούρου Συμπόσιον· οὐ γὰρ ὥσπερ ἐξ ἀρχῆς τινος καὶ καταστάσεως τοῦτο πρόβλημα ποιησάμενον εἶτα λόγους ἐπ´ αὐτῷ περαίνειν, ἀλλὰ τοὺς νέους ἀνιστάντα μετὰ δεῖπνον εἰς περίπατον ἐπὶ σωφρονισμῷ διαλέγεσθαι καὶ ἀνακρούειν ἀπὸ τῶν ἐπιθυμιῶν, ὡς ἀεὶ μὲν ἐπισφαλοῦς εἰς βλάβην τοῦ πράγματος ὄντος, κάκιστα δὲ τοὺς περὶ πότον καὶ ἐδωδὴν χρωμένους αὐτῷ διατιθέντος.

«Εἰ δὲ δὴ καὶ προηγουμένως» εἶπεν «ἐζητεῖτο περὶ τούτου, πότερον οὐδ´ ὅλως ἐσκέφθαι καλῶς εἶχε τὸν φιλόσοφον περὶ συνουσίας καιροῦ καὶ ὥρας, ἢ βέλτιον μὲν ἐν καιρῷ καὶ μετὰ λογισμοῦ τὰ τοιαῦτα πράττειν, τὸν δὲ καιρὸν ἄλλως μὲν ἐπισκοπεῖν οὐκ ἄωρον ἐν δὲ συμποσίῳ καὶ περὶ τράπεζαν αἰσχρόν; ἐμοὶ γὰρ δοκεῖ τοὐναντίον ἄν τις ἐγκαλέσαι φιλοσόφῳ μεθ´ ἡμέραν ἐν τῇ διατριβῇ πολλῶν καὶ παντοδαπῶν ἀνθρώπων παρόντων περὶ τούτου διαλεγομένῳ, κύλικος δὲ προκειμένης ἐν συνήθεσι καὶ φίλοις, ἔνθα καὶ τὸ « παραλέξαι θυμὸν ἀμβλύνοντα καὶ ψυχὴν ἐν οἴνῳ» συμφέρει, πῶς αἰσχρὸν εἰπεῖν τι καὶ ἀκοῦσαι εἰς συνουσίας χρῆσιν ὠφελίμως λεγόμενον; ὡς ἔγωγε, νὴ τὸν κύνα, καὶ τοὺς Ζήνωνος ἂν ἐβουλόμην» ἔφη «διαμηρισμοὺς ἐν συμποσίῳ τινὶ καὶ παιδιᾷ μᾶλλον ἢ σπουδῆς τοσαύτης ἐχομένῳ συγγράμματι, τῇ Πολιτείᾳ, κατατετάχθαι.«» Πρὸς τοῦτο πληγέντες οἱ νεανίσκοι σιωπῇ κατέκειντο·

τῶν δ´ ἄλλων τὸν Ζώπυρον ἀξιούντων τοὺς περὶ τούτου λόγους Ἐπικούρου διελθεῖν, ἔφη τῶν μὲν κατὰ μέρος οὐκ ἀκριβῶς μνημονεύειν, οἴεσθαι δὲ τὸν ἄνδρα τὰς ἐκ τῆς συνουσίας πληγὰς δεδιέναι διὰ τὸν τῶν σωμάτων παλμὸν εἰς ταραχὴν καὶ σάλον ἐν τῷ τοιούτῳ βαδιζόντων. Καθόλου μὲν γὰρ ἐξ ἕδρας τὰ σώματα μεθιστάναι πλήκτην ὄντα καὶ κινητικὸν ταραχῆς τὸν ἄκρατον· ἂν δ´ οὕτως ἔχοντα τὸν ὄγκον ἡμῶν γαλήνη μὴ παραλάβῃ καὶ ὕπνος, ἀλλ´ ἕτεραι διὰ τῶν ἀφροδισίων κινήσεις, ἐκθλιβομένων καὶ μοχλευομένων τῶν μάλιστα συνδεῖν καὶ κολλᾶν τὸ σῶμα πεφυκότων, κίνδυνός ἐστιν ἀνέδραστον γίνεσθαι τὸν ὄγκον, ὥσπερ οἶκον ἐκ θεμελίων κινούμενον· οὐδὲ γὰρ εὖ ῥεῖν τηνικαῦτα τὴν γονήν, σφηνώσεως διὰ τὴν πλησμονὴν οὔσης, ἀλλὰ βίᾳ καὶ συμπεφυρμένην ἀποσπᾶσθαι· διὸ χρῆναί φησιν ὁ ἀνήρ, ὅταν ἡσυχία γένηται περὶ τὸ σῶμα καὶ λωφήσωσιν αἱ τῆς τροφῆς ἀναδόσεις καὶ τὰ ῥεύματα διεξιούσης καὶ φευγούσης, τὰ τοιαῦτα πράττειν, πρὶν ἑτέρας αὖ πάλιν τροφῆς ἐνδεὲς γενέσθαι τὸ σῶμα. Συμβάλλοιτο δ´ ἄν τις - - - τῷ Ἐπικούρου καὶ τὸν ἰατρικὸν λόγον. Ὁ γὰρ μεθ´ ἡμέραν καιρός, ἤδη τῆς πέψεως κρίσιν ἐχούσης, ἀσφαλέστερός ἐστιν· ἡ δὲ μετὰ τὸ δεῖπνον ὁρμὴ πρὸς τὴν συνουσίαν οὐκ ἀκίνδυνος· ἄδηλον γὰρ εἰ, τῆς τροφῆς μὴ κρατηθείσης, ἀπεψία δέξαιτο τὸν ἐκ τῆς συνουσίας ἄραδον καὶ παλμόν, ὥστε διττὴν τὴν βλάβην γενέσθαι.

Ὑπολαβὼν δ´ Ὀλύμπιχος «ἐμοὶ μέν» ἔφη «τὸ τοῦ Πυθαγορικοῦ Κλεινίου λίαν ἀρέσκει· λέγεται γὰρ ἐρωτηθείς, ὁπηνίκα δεῖ μάλιστα γυναικὶ προσιέναι, «»ὅταν«» φάναι «»μάλιστα τυγχάνῃς βλαβῆναι βουλόμενος.«» καὶ γὰρ ὃ Ζώπυρος εἴρηκε νῦν, ἔχει τινὰ λόγον, καὶ τὸν ἕτερον καιρὸν ἄλλας ἀκαιρίας ἔχοντα πρὸς τὸ πρᾶγμα καὶ δυσχερείας ὁρῶ. Καθάπερ οὖν Θαλῆς ὁ σοφὸς ὑπὸ τῆς μητρὸς ἐνοχλούμενος γῆμαι κελευούσης πῶς ὑπεξέφυγε παρήγαγε λέγων πρὸς αὐτὴν ἐν ἀρχῇ μέν «οὔπω καιρὸς ὦ μῆτερ,» ὕστερον δ´ «οὐκέτι καιρὸς ὦ μῆτερ», οὕτως ἄρα καὶ πρὸς ἀφροδίσια κράτιστον {ἔσται} ἔχειν ἕκαστον, ὥστε κατακλινόμενον λέγειν «οὔπω καιρός», ἀνιστάμενον δ´ «οὐκέτι καιρός».

«Ἀθλητικὰ ταῦτ´» εἶπεν ὁ Σώκλαρος, «ὦ Ὀλύμπιχε, παντάπασιν ἔτι τῆς κοτταβίσεως ὄζοντα καὶ τῶν κρεοφαγιῶν ἐκείνων, οὐκ ἐν δέοντι. Νέοι τε γὰρ πάρεισι γεγαμηκότες, ὑφ´ ὧν δεῖ

«φιλοτήσια ἔργα τελεῖσθαι»,

καὶ ἡμᾶς οὔπω παντάπασιν ἡ Ἀφροδίτη πέφευγεν, ἀλλὰ καὶ προσευχόμεθα δήπουθεν αὐτῇ λέγοντες ἐν τοῖς τῶν θεῶν ὕμνοις

«Ἀνάβαλλ´ ἄνω τὸ γῆρας, ὦ καλὰ ´φροδίτα.»

Σκοπῶμεν οὖν, εἰ δοκεῖ, πότερον ἐμμελῶς καὶ προσηκόντως ὁ Ἐπίκουρος ἢ παρὰ πᾶν δίκαιον ἀφαιρεῖ τὴν Ἀφροδίτην τῆς νυκτός· καὶ τὸ κράτιστον αὐτῇ θεῶν μετεῖναί φησιν ἐρωτικὸς ἀνὴρ Μένανδρος. Ἐνετέθη γὰρ οἶμαι καλῶς παρακάλυμμα τῆς ἡδονῆς τὸ σκότος προθεμένους ταῦτα πράσσειν καὶ μὴ διὰ φωτὸς ἐντυγχάνοντας ἐξελαύνειν τῶν ὀμμάτων τὸ αἰδούμενον καὶ τῷ ἀκολάστῳ θάρσος ἐμποιεῖν καὶ μνήμας ἐναργεῖς, αἷς τὸ {μὴ} ἐνδιατρίβειν αὖθις ἐκριπίζει τὰς ἐπιθυμίας. «Ὄψις γὰρ ἡμῖν ὀξυτάτη τῶν διὰ τοῦ σώματος ἔρχεται» κατὰ τὸν Πλάτωνα «παθημάτων», καὶ σφόδρα ταῖς ἐγγὺς φαντασίαις {εἰς} τὴν ψυχὴν ἐγείρουσα πρὸς τὰ εἴδωλα τῆς ἡδονῆς, καινὴν ἀεὶ ποιεῖ καὶ πρόσφατον τὴν ἐπιθυμίαν. Ἡ δὲ νὺξ τὰ ἄπληστα καὶ μανιωδέστατα τῶν ἔργων ἀφαιροῦσα παράγει καὶ κατευνάζει τὴν φύσιν οὐκ ἐξοκέλλουσαν ὑπὸ τῆς ὄψεως εἰς ὕβριν.

Ἄνευ δὲ τούτων, τίν´ ἔχει λόγον ἀπὸ δείπνου μὲν ἥκοντα γεγανωμένον, ἂν οὕτω τύχῃ, στέφανον κομίζοντα καὶ μύρῳ κεχριμένον, ἀποστραφέντα καὶ συγκαλυψάμενον καθεύδειν, ἡμέρας δὲ καὶ διὰ μέσου τῶν πράξεων ἐκ τῆς γυναικωνίτιδος τὴν γυναῖκα μεταπέμπεσθαι πρός τι τοιοῦτον ἢ πρωὶ δίκην ἀλεκτρυόνος συμπλέκεσθαι; τὴν γὰρ ἑσπέραν, ὦ ἑταῖρε, τῶν πόνων ἀνάπαυσιν τὸν δ´ ὄρθρον ἀρχήν· καὶ τὴν μὲν ὁ Λύσιος ἐπισκοπεῖ Διόνυσος μετὰ τῆς Τερψιχόρης καὶ Θαλείας, ὁ δὲ πρὸς τὴν ἐργάνην Ἀθηνᾶν καὶ τὸν ἀγοραῖον Ἑρμῆν ἐπανίστησιν. Διὸ τὴν μὲν ᾠδαὶ κατέχουσι καὶ χορεῖαι καὶ ὑμέναιος

«Κῶμοί τ´ εἰλαπίναι τε καὶ ἠχήεις θρόος αὐλῶν·»

τὸν δὲ κτύποι ῥαιστήρων καὶ τρισμοὶ πριόνων καὶ τελωνικῶν ἐπορθρισμοὶ κεκραγμῶν | καὶ κηρύγματα καλουμένων ἐπὶ δίκας ἢ θεραπείας τινῶν βασιλέων ἢ ἀρχόντων· ἐν ᾧ καιρῷ φροῦδα τὰ τῆς ἡδονῆς,

«Λήγει δὲ Κύπρις θαλίαι τε νέων, οὐδ´ ἔτι θύρσος φῦλα Βακχίου·»

συντείνουσι γὰρ αἱ φροντίδες. Ἔπειτα δὲ καὶ ὁ ποιητὴς τῶν ἡρώων οὔτε γαμετῇ τινα μεθ´ ἡμέραν οὔτε παλλακίδι συγκατέκλινεν πλὴν ἢ τὸν Πάριν δραπετεύσαντα ποιήσας καταδυόμενον εἰς τοὺς κόλπους τῆς γυναικός, ὡς οὐκ ἀνδρὸς ἀλλὰ μοιχοῦ λυσσῶντος οὖσαν τὴν μεθημερινὴν ἀκρασίαν.

Καὶ μὴν οὐδὲ τὸ σῶμα βλάπτοιτ´ ἂν ὑπὸ τῆς συνουσίας μᾶλλον, ὡς Ἐπίκουρος οἴεται, μετὰ τὸ δεῖπνον, ἄν γε μὴ μεθύων τις ἢ ῥηγνύμενος ὑπὸ πλησμονῆς ἅπτηται βεβαρημένος· ἀμέλει γὰρ οὕτως ἐπισφαλὲς τὸ πρᾶγμα καὶ βλαβερόν. ἂν δ´ ἱκανῶς ἔχων τις αὑτοῦ καὶ μετρίως διακεχυμένος, τοῦ τε σώματος αὐτοῦ μαλακοῦ γεγονότος καὶ τῆς ψυχῆς παρεστώσης, διὰ χρόνου ποιῆται τὴν ἔντευξιν, οὔτε ταραχὴν ἀπεργάζεται μεγάλην κατὰ τὸν ὄγκον - - - ταγένη ψῦξις ἢ μετάθεσις ἐξ ἕδρας ἀτόμων, ᾗ φησιν Ἐπίκουρος· ἀλλὰ τῇ φύσει τὸ οἰκεῖον ἀποδούς, ἑαυτὸν δέ πως ἀπογαληνίσας ἀναπληρώσει, νέας ἐπιρροῆς τοῖς κενώμασι γινομένης.

Ἐκεῖνο δὲ μᾶλλον ἄξιον εὐλαβείας, τὸ σύνεγγυς ὄντα τῶν πράξεων ἀφροδισίοις χρῆσθαι, μή τι ἄρα μετέωρον τὸ σῶμα καὶ κεκλονημένον αἵ τε τῆς ψυχῆς φροντίδες αἵ τε περὶ τὰς χρείας πραγματεῖαι καὶ κόποι παραλαβόντες εὐθὺς ἐκτραχύνωσιν, οὐχ ἱκανὸν ἐν μέσῳ διάλειμμα τῆς φύσεως εἰς ἀνάπαυσιν λαβούσης. Οὐ γὰρ πάντες, ὦ ἑταῖρε, τὴν Ἐπικούρου σχολὴν καὶ ῥᾳστώνην ὑπὸ λόγου καὶ φιλοσοφίας ἄφθονον εἰς ἀεὶ παρεσκευασμένην ἔχουσιν, πολλοὶ δ´ ἕκαστον ἀγῶνες ἐκδέχονται δι´ ἡμέρας, γυμνάσια δ´ ὡς ἔπος εἰπεῖν ἅπαντας· οἷς οὔτε καλὸν οὔτε συμφέρον οὕτω διακείμενον τὸ σῶμα παρέχειν λυσσώσῃ συνουσίᾳ διακεχυμένον. Τὸ δὲ μακάριον καὶ ἄφθαρτον ἔστω μὲν οἷον αὐτὸ μὴ φροντίζειν τῶν καθ´ ἡμᾶς· ἡμῖν δέ που νόμῳ πόλεως συνεπομένοις ἐξευλαβητέον ἐστὶν εἰς θέρος ἐμβαλεῖν καὶ κατάρχεσθαι θυσιῶν, ὀλίγον ἔμπροσθεν διαπεπραγμένοις τι τοιοῦτον. Ὅθεν εὖ ἔχει τὸ τὴν νύκτα καὶ τὸν ὕπνον ἐν μέσῳ θεμένους καὶ ποιήσαντας ἱκανὸν διάλειμμα καὶ διάστημα καθαροὺς αὖθις ὥσπερ ἐξ ὑπαρχῆς καὶ «»νέα ἐφ´ ἡμέρῃ φρονέοντας«» κατὰ Δημόκριτον ἀνίστασθαι.»


ΠΡΟΒΛΗΜΑ Ζ.

Διὰ τί τὸ γλεῦκος ἥκιστα μεθύσκει.

Τοῦ νέου οἴνου Ἀθήνησι μὲν ἑνδεκάτῃ μηνὸς Ἀνθεστηριῶνος κατάρχονται, Πιθοίγια τὴν ἡμέραν καλοῦντες· καὶ πάλαι γ´ ὡς ἔοικεν εὔχοντο, τοῦ οἴνου πρὶν ἢ πιεῖν ἀποσπένδοντες, ἀβλαβῆ καὶ σωτήριον αὐτοῖς τοῦ φαρμάκου τὴν χρῆσιν γενέσθαι. Παρ´ ἡμῖν δ´ ὁ μὲν μὴν καλεῖται Προστατήριος, ἕκτῃ δ´ ἱσταμένου νομίζεται θύσαντας Ἀγαθῷ Δαίμονι γεύεσθαι τοῦ οἴνου μετὰ ζέφυρον· οὗτος γὰρ μάλιστα τῶν ἀνέμων ἐξίστησιν καὶ κινεῖ τὸν οἶνον, καὶ ὁ τοῦτον διαφυγὼν ἤδη δοκεῖ παραμένειν βέβαιος. Ἔθυσεν οὖν ὁ πατὴρ ὥσπερ εἰώθει τὴν θυσίαν, καὶ μετὰ τὸ δεῖπνον, ἐπαινουμένου τοῦ οἴνου, τοῖς φιλοσοφοῦσι μειρακίοις μεθ´ ἡμῶν προὔβαλεν ζητεῖν λόγον, ὡς τὸ γλεῦκος ἥκιστα μεθύσκει.

Τοῖς μὲν οὖν πολλοῖς παράδοξον ἐφάνη καὶ ἄπιστον· ὁ δ´ Ἁγίας ἔφη τὸ γλυκὺ πανταχοῦ προσίστασθαι καὶ πλήσμιον εἶναι· διὸ καὶ γλεύκους οὐκ ἄν τινα πιεῖν ῥᾳδίως ὅσον εἰς μέθην ἱκανόν ἐστιν· ἀπαγορεύειν γὰρ ἀηδίᾳ τὴν ὄρεξιν ἄχρι τοῦ μὴ διψῆν προελθοῦσαν. Ὅτι δὲ τοῦ γλυκέος διαφέρει τὸ ἡδὺ καὶ τὸν ποιητὴν ἐπιστάμενον λέγειν

«τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ·»

τὸν γὰρ οἶνον ἐν ἀρχῇ μὲν εἶναι γλυκύν, γίνεσθαι δ´ ἡδὺν ὅταν εἰς τὸ αὐστηρὸν τῇ πέψει μεταβάλῃ παλαιούμενος. Ἀρισταίνετος δ´ ὁ Νικαεὺς ἔν τισιν ἐνίοις γράμμασιν ἀνεγνωκὼς ἔφη μνημονεύειν, ὅτι γλεῦκος μιχθὲν οἴνῳ παύει μέθην· τῶν δ´ ἰατρῶν τινας λέγει τοὺς πλέον πιόντας κελεύειν ἐμεῖν, εἶθ´, ὅταν μέλλωσι καθεύδειν, ἄρτον εἰς μέλι καταβάψαντας ἐμφαγεῖν ἔδοσαν. Εἴ τι οὖν αἱ γλυκύτητες ἀμβλύνουσιν ἄκρατον, εἰκότως ὁ νέος οἶνος οὐ μεθύσκει, πρὶν ἂν ἡ γλυκύτης μεταβάλῃ.

Σφόδρ´ οὖν ἀπεδεξάμεθα τὴν εὑρησιλογίαν τῶν νεανίσκων, ὅτι τοῖς ἐμποδὼν οὐκ ἐπιπεσόντες ἰδίων ηὐπόρησαν ἐπιχειρημάτων. Ἐπεὶ τά γε πρόχειρα καὶ ῥᾴδια λαβεῖν ἥ τε βαρύτης ἐστὶ τοῦ γλεύκους, ὡς Ἀριστοτέλης φησίν, ἡ διακόπτουσα τὴν κοιλίαν, καὶ τὸ πολὺ συμμεμιγμένον πνευματῶδες καὶ ὑδατῶδες· ὧν τὸ μὲν εὐθὺς ἐκπίπτει βιαζόμενον, τὸ δὲ πέφυκε {τὸ ὑδατῶδες} ἀμβλύτερον ποιεῖν τὸν οἶνον· παλαίωσις δ´ ἐπίτασιν ποιεῖ, ἐκκρινομένου τοῦ ὑδατώδους· καὶ γίνεται μέτρῳ μὲν ἐλάττων ὁ οἶνος δυνάμει δὲ σφοδρότερος.


ΠΡΟΒΛΗΜΑ Η.

Διὰ τί τῶν ἀκροθωράκων λεγομένων οἱ σφόδρα μεθύοντες ἧττον παρακινητικοί εἰσιν.

«Οὐκοῦν«» εἶπεν ὁ πατήρ «»ἐπεὶ παρακεκινήκαμεν τὸν Ἀριστοτέλη, καὶ περὶ τῶν ἀκροθωράκων τι καλουμένων ἴδιον ἐπιχειρήσομεν εἰπεῖν· οὐ γὰρ ἱκανῶς μοι δοκεῖ, καίπερ ὀξύτατος ὢν ἐν τοῖς τοιούτοις ζητήμασι, διηκριβωκέναι τὴν αἰτίαν. Φησὶ γὰρ οἶμαι τοῦ μὲν νήφοντος εὖ καὶ κατὰ τὰ ὄντα κρίνειν τὸν λογισμόν, τοῦ δ´ ἄγαν μεθύοντος ἐκλελυμένην κατέχεσθαι τὴν αἴσθησιν, τοῦ δ´ ἀκροθώρακος ἔτι μὲν ἰσχύειν τὸ φανταστικὸν ἤδη δὲ τεταράχθαι τὸ λογιστικόν· διὸ καὶ κρίνειν καὶ κακῶς κρίνειν ἐπακολουθοῦντα ταῖς φαντασίαις. Ἀλλὰ πῶς» εἶπεν «ὑμῖν δοκεῖ περὶ τούτων;»

«Ἐμοὶ μέν» ἔφην «ἐπισκοποῦντι κατ´ ἐμαυτὸν ἀποχρῶν οὗτος ἦν πρὸς τὴν αἰτίαν ὁ λόγος· εἰ δὲ κελεύεις ἴδιόν τι κινεῖν, ὅρα πρῶτον εἰ τὴν εἰρημένην διαφορὰν ἐπὶ τὸ σῶμα μετοιστέον ἐστίν. Τῶν γὰρ ἀκροθωράκων ἡ διάνοια μόνον τετάρακται, τὸ δὲ σῶμα ταῖς ὁρμαῖς ἐξυπηρετεῖν δύναται, μήπω βεβαπτισμένον· ὅταν δὲ κατασεισθῇ καὶ πιεσθῇ, προδίδωσι τὰς ὁρμὰς καὶ παρεῖται, μέχρι γὰρ ἔργων οὐ πρόεισιν· ἐκεῖνοι δὲ τὸ σῶμα συνεξαμαρτάνον ἔχοντες οὐ τῷ μᾶλλον ἀλογιστεῖν ἀλλὰ τῷ μᾶλλον ἰσχύειν ἐλέγχονται. Ἀπ´ ἄλλης δ´«» εἶπον «»ἀρχῆς σκοποῦντι τοῦ οἴνου τὴν δύναμιν οὐδὲν κωλύει ποικίλην εἶναι καὶ τῇ ποσότητι συμμεταβάλλουσαν· ὥσπερ τὸ πῦρ τὸν κέραμον, ἂν μὲν ᾖ μέτριον, συγκρατύνει καὶ πήγνυσιν, ἂν δ´ ὑπερβολῇ πλήξῃ, συνέτηξε καὶ ῥεῖν ἐποίησεν· ἀνάπαλιν δ´ ἡ ὥρα τοὺς πυρετοὺς ἀρχομένη μὲν ἀνακινεῖ καὶ ἐκκαίει, προϊούσης δὲ μᾶλλον καθίστανται καὶ ἀπολήγουσιν. Τί οὖν κωλύει καὶ τὴν διάνοιαν ὑπὸ τοῦ οἴνου φυσικῶς κινουμένην, ὅταν ταραχθῇ καὶ παροξυνθῇ, πάλιν ἀνίεσθαι καὶ καθίστασθαι πλεονάζοντος;

Ὁ γοῦν ἐλλέβορος ἀρχὴν τοῦ καθαίρειν ἔχει τὸ ταράττειν τὸν ὄγκον· ἂν οὖν ἐλάττων τοῦ μετρίου δοθῇ, ταράττει μὲν οὐδὲν δὲ καθαίρει. Καὶ τῶν ὑπνωτικῶν ἔνιοι λαβόντες ἐνδοτέρω τοῦ μετρίου θορυβωδέστερον διατίθενται, πλέον δὲ λαβόντες {ἔνιοι} καθεύδουσιν. Εἰκὸς δέ που καὶ ταύτην τὴν περὶ τὸν ἀκροθώρακα ταραχήν, ὅταν ἀκμὴν λάβῃ, μαραίνεσθαι, καὶ πρὸς τοῦτο συνεργεῖν τὸν οἶνον· πολὺς γὰρ εἰσελθὼν τὸ σῶμα συνεξέκαυσε καὶ κατανάλωσε τὸ μανιῶδες τῆς ψυχῆς. Ὥσπερ γὰρ ἡ θρηνῳδία καὶ ὁ ἐπικήδειος αὐλὸς ἐν ἀρχῇ πάθος κινεῖ καὶ δάκρυον ἐκβάλλει, προάγων δὲ τὴν ψυχὴν εἰς οἶκτον οὕτω κατὰ μικρὸν ἐξαιρεῖ καὶ ἀναλίσκει τὸ λυπητικόν, ὁμοίως ἴδοις ἂν καὶ τὸν οἶνον, ὅταν σφόδρα ταράξῃ καὶ παροξύνῃ τὸ ἀκμαῖον καὶ θυμοειδές, αὖθις καταδύοντα καὶ καθιστάντα τὴν διάνοιαν, ὡς πορρωτέρω μέθης προϊοῦσαν ἡσυχάζειν.»


ΠΡΟΒΛΗΜΑ Θ.

Περὶ τοῦ «ἢ πέντε πίνειν ἢ τρί´ ἢ μὴ τέσσαρα».

Ἐμοῦ δὲ ταῦτ´ εἰπόντος, Ἀριστίων ἀναβοήσας ὥσπερ εἰώθει «»πέφανται«» εἶπεν «»εἰς τὰ συμπόσια τῷ δικαιοτάτῳ καὶ δημοκρατικωτάτῳ τῶν μέτρων κάθοδος, ὑπὸ δή τινος καιροῦ νήφοντος ὥσπερ τυράννου πεφυγαδευμένῳ πολὺν χρόνον. Καθάπερ γὰρ οἱ περὶ λύραν κανονικοὶ τῶν λόγων φασὶ τὸν μὲν ἡμιόλιον τὴν διὰ πέντε συμφωνίαν παρασχεῖν, τὸν δὲ διπλάσιον τὴν διὰ πασῶν, τὴν δὲ διὰ τεσσάρων ἀμυδροτάτην οὖσαν ἐν ἐπιτρίτῳ συνίστασθαι, οὕτως οἱ περὶ τὸν Διόνυσον ἁρμονικοὶ τρεῖς κατεῖδον οἴνου συμφωνίας πρὸς ὕδωρ, διὰ πέντε καὶ διὰ τριῶν καὶ διὰ τεσσάρων, οὕτω μὲν λέγοντες καὶ ᾄδοντες «ἢ πέντε πίνειν ἢ τρί´ ἢ μὴ τέσσαρα.» πέντε γὰρ - - - ἐν ἡμιολίῳ λόγῳ, τριῶν ὕδατος κεραννυμένων {οὐ} πρὸς δύ´ οἴνου· τρία δ´ ἐν διπλασίῳ πρὸς ἕνα μιγνυμένων δυεῖν· τέσσαρα δ´, εἰς ἕνα τριῶν ὕδατος ἐπιχεομένων, οὗτός ἐστιν ἐπίτριτος λόγος, ἀρχόντων τινῶν ἐν πρυτανείῳ νοῦν ἐχόντων ἢ διαλεκτικῶν τὰς ὀφρῦς ἀνεσπακότων, ὅταν τὰς μεταπτώσεις τῶν λόγων ἀνασκοπῶσι, νηφάλιος καὶ ἀδρανὴς κρᾶσις. Ἐκείνων δὲ τῶν ἄλλων ἡ μὲν δυεῖν πρὸς ἕνα τὸν ταρακτικὸν τοῦτον καὶ ἀκροθώρακα τῆς μέθης ἐπάγει τόνον

«Κινοῦντα χορδὰς τὰς ἀκινήτους φρενῶν·»

οὔτε γὰρ ἐᾷ νήφειν οὔτε καταδύει παντάπασι τὸν ἀνόητον εἰς τὸν ἄκρατον· ἡ δὲ δυεῖν πρὸς τρία μουσικωτάτη, πᾶς´ ὑπνοφόρος καὶ λαθικηδὴς καὶ κατὰ τὴν Ἡσιόδειον ἐκείνην

«Ἀλεξιάρην παίδων εὐκηλήτειραν»

τῶν ἐν ἡμῖν ἀγερώχων καὶ ἀκόσμων παθῶν διὰ βάθους ποιοῦσα γαλήνην καὶ ἡσυχίαν.»

Πρὸς ταῦτα τῷ Ἀριστίωνι ἀντεῖπε μὲν οὐθείς· δῆλος γὰρ ἦν παίζων· ἐγὼ δ´ ἐκέλευσα λαβόντα ποτήριον ὥσπερ λύραν ἐντείνεσθαι τὴν ἐπαινουμένην κρᾶσιν καὶ ἁρμονίαν, καὶ προσελθὼν ὁ παῖς ὑπέχει τὸν ἄκρατον· ὁ δ´ ἀνεδύετο, λέγων ἅμα γέλωτι τῶν λογικῶν εἶναι περὶ μουσικὴν οὐ τῶν ὀργανικῶν. Ὁ μέντοι πατὴρ τοσοῦτον ἐπεῖπε τοῖς εἰρημένοις, ὅτι δοκοῦσιν αὐτῷ καὶ οἱ παλαιοὶ τοῦ μὲν Διὸς δύο ποιεῖν τιθήνας, τὴν Ἴδην καὶ τὴν Ἀδράστειαν, τῆς δ´ Ἥρας μίαν, τὴν Εὔβοιαν· ἀμέλει δὲ καὶ τοῦ Ἀπόλλωνος δύο, τὴν Ἀλήθειαν καὶ τὴν Κορυθάλειαν· τοῦ δὲ Διονύσου πλείονας, ὅτι δεῖ τὸν θεὸν τοῦτον ἐν πλείοσι μέτροις νυμφῶν τιθασευόμενον καὶ παιδευόμενον ἡμερώτερον ποιεῖν καὶ φρονιμώτερον.


ΠΡΟΒΛΗΜΑ Ι.

Διὰ τί τὰ κρέα σήπεται μᾶλλον ὑπὸ τὴν σελήνην ἢ τὸν ἥλιον.

Εὐθύδημος ὁ Σουνιεὺς ἑστιῶν ἡμᾶς σῦν ἄγριον εὐμεγέθη παρέθηκεν· ἐπιθαυμασάντων δὲ τῶν παρόντων, ἄλλον ἔφη πολὺ μείζονα κομιζόμενον ὑπὸ τῆς σελήνης διαφθαρῆναι καὶ σφόδρα γε περὶ τῆς αἰτίας διαπορεῖν· οὐ γὰρ εἰκὸς εἶναι μὴ τὸν ἥλιον μᾶλλον τὰ κρέα σήπειν θερμότερον ὄντα τῆς σελήνης. Ὁ δὲ Σάτυρος «»οὐ τοῦτ´«» ἔφη «»μάλιστα θαυμάσειεν ἄν τις, ἀλλὰ μᾶλλον τὸ ὑπὸ τῶν κυνηγῶν γινόμενον· ὅταν γὰρ ἢ σῦν ἢ ἔλαφον καταβαλόντες πόρρωθεν εἰς πόλιν ἀποστέλλωσι, χαλκοῦν ἐμπηγνύουσιν ἧλον ὡς βοηθοῦντα πρὸς τὴν σῆψιν.»

Ὡς οὖν ἐπαυσάμεθα δειπνοῦντες καὶ πάλιν ὁ Εὐθύδημος ἐπεμνήσθη τοῦ διαπορηθέντος, Μοσχίων ἔφησεν ὁ ἰατρὸς τὴν σῆψιν τῆξιν εἶναι καὶ ῥύσιν σαρκὸς εἰς ὑγρὸν φθορᾷ μεταβαλούσης, καὶ ὅλως ὑγραίνεσθαι τὰ σηπόμενα· θερμασίαν δὲ πᾶσαν, ἂν μὲν ᾖ μαλακὴ καὶ πραεῖα, κινεῖν τὰ ὑγρὰ καὶ κωλύειν, ἂν δ´ ᾖ πυρώδης, τοὐναντίον ἀπισχναίνειν τὰς σάρκας. Ἐκ δὲ τούτων φανερὸν εἶναι τὸ ζητούμενον· τὴν γὰρ σελήνην ἠρέμα χλιαίνουσαν ἀνυγραίνειν τὰ σώματα, τὸν δ´ ἥλιον ἀναρπάζειν μᾶλλον ἐκ τῶν σωμάτων τὸ νοτερὸν διὰ τὴν πύρωσιν· πρὸς ὃ καὶ τὸν Ἀρχίλοχον εἰρηκέναι φυσικῶς

« Ἔλπομαι, πολλοὺς μὲν αὐτῶν Σείριος καθαυανεῖ ὀξὺς ἐλλάμπων·»

ἔτι δὲ σαφέστερον Ὅμηρον ἐπὶ τοῦ Ἕκτορος, ᾧ κειμένῳ νεφέλην τινὰ σκιερὰν ὁ Ἀπόλλων ἐπήγαγεν,

« Μὴ πρὶν μένος ἠελίοιο σκήλῃ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν·»

τὴν δὲ σελήνην ἀδρανεστέρας ἀφιέναι τὰς αὐγάς·

«Μέλας γὰρ αὐταῖς οὐ πεπαίνεται βότρυς»

κατὰ τὸν Ἴωνα.

Λεχθέντων δὲ τούτων, ἐγώ «»τἄλλα μέν«» ἔφην «»εἴρηται καλῶς· τῇ δὲ ποσότητι καὶ τῷ μᾶλλον καὶ ἧττον τῆς θερμασίας κρίνειν τὸ σύμπαν οὐ δεῖ· καὶ γὰρ ἥλιον ὁρῶμεν ἧττον ἐν τῷ χειμῶνι θάλποντα καὶ μᾶλλον ἐν τῷ θέρει σήποντα τὰ σώματα· τοὐναντίον δ´ ὤφειλε ποιεῖν, εἰ μαλακότητι τῆς θερμασίας αἱ σήψεις ἐγίνοντο· νυνὶ δ´, ὅτε μᾶλλον ἐντείνει τὸ καῦμα, θᾶσσον διαφθείρει τὰς σάρκας. Οὐκοῦν οὐδ´ ἡ σελήνη δι´ ἔνδειαν ἀλέας καὶ ἀσθένειαν εἰς σῆψιν ἄγει τὰ νεκρὰ τῶν σωμάτων, ἀλλ´ ἰδιότητα μᾶλλον αἰτιατέον τοῦ φερομένου ῥεύματος ἀπ´ αὐτῆς. Ὅτι γὰρ οὐ μίαν ἔχει ποιότητα πᾶν τὸ θερμόν, αὐτῷ μόνῳ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσαν, ἀλλ´ εἰσὶ πάμπολλαι τοῦ πυρὸς δυνάμεις οὐθὲν ἀλλήλαις ἐοικυῖαι, δῆλον ἀπὸ τῶν προχειροτάτων. Οἱ μὲν γὰρ χρυσοχόοι διὰ τῆς ἀχυρίνης φλογὸς ἐργάζονται τὸν χρυσόν, οἱ δ´ ἰατροὶ μάλιστα τῇ κληματίνῃ τὰ συνεψόμενα τῶν φαρμάκων ὑποχλιαίνουσιν· πρὸς δὲ τὴν τοῦ ὑέλου μάλαξιν καὶ τύπωσιν εὐάρμοστον εἶναι δοκεῖ τὸ μυρίκινον· τὸ δ´ ἀπὸ τῆς ἐλαίας τὰ μὲν σώματα ταῖς πυρίαις εὖ διατίθησι, τοῖς δὲ βαλανείοις πολέμιόν ἐστιν καὶ λυμαίνεται τὴν πινάκωσιν αὐτῶν καὶ τοὺς θεμελίους ὑποκαιόμενον· ὅθεν οἱ χαρίεντες ἀγορανόμοι τοὺς ἐργολαβοῦντας οὐκ ἐῶσιν ἐλαΐνοις ξύλοις χρῆσθαι, καθάπερ οὐδ´ αἴρας ἐμβαλεῖν εἰς τὴν ὑπόκαυσιν, αἱ γὰρ ἀπὸ τούτων ἀναθυμιάσεις καρηβαρίας καὶ σκοτώματα τοῖς λουομένοις ἐμποιοῦσιν.

Οὐδὲν οὖν θαυμαστόν ἐστιν καὶ τὴν σελήνην τοῦ ἡλίου διαφέρειν, τοῦ μὲν ξηραντικὰ τῆς δὲ χαλαστικὰ καὶ κινητικὰ τῶν ἐν τοῖς σώμασιν ὑγρῶν ἀφιείσης ῥεύματα. Διὸ τὰ μὲν νήπια παντάπασιν αἱ τίτθαι δεικνύναι πρὸς τὴν σελήνην φυλάττονται· πλήρη γὰρ ὑγρότητος ὄντα, καθάπερ τὰ χλωρὰ τῶν ξύλων, σπᾶται καὶ διαστρέφεται. Τοὺς δὲ κατακοιμηθέντας ἐν αὐγῇ σελήνης μόλις ἐξανισταμένους οἷον ἐμπλήκτους ταῖς αἰσθήσεσι καὶ ναρκώδεις ὁρῶμεν· ἡ γὰρ ὑγρότης ὑπὸ τῆς σελήνης διαχεομένη βαρύνει τὰ σώματα. Λέγεται δὲ καὶ πρὸς εὐτοκίαν συνεργεῖν, ὅταν ᾖ διχόμηνος, ἀνέσει τῶν ὑγρῶν μαλακωτέρας παρέχουσα τὰς ὠδῖνας. Ὅθεν οἶμαι καὶ τὴν Ἄρτεμιν | Λοχείαν καὶ Εἰλείθυιαν, οὐκ οὖσαν ἑτέραν ἢ τὴν σελήνην, ὠνομάσθαι. Τιμόθεος δ´ ἄντικρύς φησιν

«Δὰ κυάνεον πόλον ἄστρων, διά τ´ ὠκυτόκοιο σελάνας.»

Γίνεται δὲ καὶ περὶ τὰ ἄψυχα τῶν σωμάτων ἐπίδηλος ἡ τῆς σελήνης δύναμις· τῶν τε γὰρ ξύλων τὰ τεμνόμενα ταῖς πανσελήνοις ἀποβάλλουσιν οἱ τέκτονες ὡς ἁπαλὰ καὶ μυδῶντα ταχέως δι´ ὑγρότητα, τούς τε πυροὺς οἱ γεωργοῦντες σπεύδουσι φθίνοντος τοῦ μηνὸς ἐκ τῆς ἅλω συναίρειν, ἵνα παγέντες τῇ ξηρότητι μᾶλλον πρὸς τὸν χρόνον ἀντέχωσιν· οἱ δ´ ἀκμῇ τῆς σελήνης διακομιζόμενοι κόπτονται μάλιστα διὰ τὴν ὑγρότητα μαλακώτεροι γινόμενοι. Λέγουσι δὲ καὶ τἄλευρον ἐν ταῖς πανσελήνοις ζυμοῦσθαι βέλτιον· ἡ γὰρ ζύμωσις ὀλίγον ἀποδεῖ σῆψις εἶναι· κἂν ἀποβάλῃ τὸ μέτρον, ἐπὶ τὴν αὐτὴν φθορὰν ἀραιοῦσα καὶ λεπτύνουσα τὸ φύραμα προήγαγεν. Αἱ δὲ σηπόμεναι σάρκες οὐδὲν ἄλλο πάσχουσιν ἤ, τοῦ συνεκτικοῦ πνεύματος μεταβάλλοντος εἰς ὑγρόν, ἐξαραιοῦνται καὶ ῥέουσιν.

Ταὐτὸ δὲ καὶ τὸν ἀέρα πάσχοντα θεωροῦμεν· δροσοβολεῖ γὰρ ταῖς πανσελήνοις μάλιστα διατηκόμενος, ὥς που καὶ Ἀλκμὰν ὁ μελοποιὸς αἰνιττόμενος τὴν δρόσον ἀέρος θυγατέρα καὶ σελήνης

«Οἷα» φησί «Διὸς θυγάτηρ Ἔρσα τρέφει καὶ δίας Σελάνας.»

Οὕτω πανταχόθεν μαρτυρεῖται τὸ τῆς σελήνης φῶς ἀνυγραντικὴν ἔχον καὶ μαλακτικὴν δύναμιν.»

«Ὁ δὲ χαλκοῦς ἧλος, εἴ γε διελαυνόμενος, ὥς φασιν, ἀσηπτότερα διατηρεῖ τὰ κρέα, φαίνεται μὲν ἔχων καὶ στυπτικὸν ἐν αὑτῷ· τῷ γὰρ ἰῷ πρὸς τὰ τοιαῦτα χρῶνται τῶν φαρμάκων ἰατροί, καὶ τούς γε διατρίβοντας ἐν τοῖς χαλκωρυχείοις ἱστοροῦσιν ὠφελεῖσθαι τὰ ὄμματα καὶ βλεφαρίδας ἐκφύειν τοὺς ἀποβεβληκότας, ἡ γὰρ ἀπιοῦσα τῆς χαλκίτιδος ἄχνη καὶ ἐμπίπτουσα τοῖς βλεφάροις ἀδήλως ἀναστέλλει τὰ ῥεύματα καὶ περιστύφει τὸ δάκρυον· διὸ καί φασιν «»εὐήνορα«» καὶ «»νώροπα χαλκὸν«» ὑπὸ τοῦ ποιητοῦ προσαγορεύεσθαι. Ἀριστοτέλης δὲ καὶ τὰ τραύματά φησιν τὰ ἀπὸ τῶν χαλκῶν ἐπιδορατίδων καὶ μαχαιρῶν ἧττον εἶναι δυσαλγῆ καὶ ῥᾴον´ ἰᾶσθαι τῶν ἀπὸ τοῦ σιδήρου διὰ τὸ φαρμακῶδες ἔχειν τι τὸν χαλκὸν ἐν ἑαυτῷ καὶ τοῦτο ταῖς πληγαῖς εὐθὺς ἐναπολείπειν. Ὅτι δὲ καὶ τῷ σήποντι τὸ στῦφον καὶ τὸ θεραπεῦον τῷ φθείροντι τὴν ἐναντίαν ἔχει δύναμιν, οὐκ ἄδηλον. Εἰ μή τις ἄρα τῇ διελάσει φαίη τὸν ἧλον ἐφ´ ἑαυτὸν τὰ ὑγρὰ συνάγειν, ἐπιφορᾶς ἀεὶ γινομένης πρὸς τὸ πάσχον· διὸ καὶ περὶ αὐτὸν ἐκεῖνον τὸν τόπον οἷόν τινα μώλωπα καὶ σπῖλον ὁρᾶσθαί φασιν, καὶ λόγον ἔχει τὴν ἄλλην σάρκα διαμένειν ἀπαθῆ, τῆς φθορᾶς ἐκεῖ συντρεχούσης.»