Πότερα των ζώων φρονιμώτερα τα χερσαία ή τα ένυδρα (Πλούταρχος): Διαφορά μεταξύ των αναθεωρήσεων

Από Βικιθήκη
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Αφαίρεση προτύπου πολυτονικό
μ →‎top: clean up, αφαίρεσε: </div> με τη χρήση AWB
Γραμμή 309: Γραμμή 309:


Ταυτὶ γάρ, ἃ πρὸς ἀλλήλους εἰρήκατε, συνθέντες εἰς ταὐτὸν ἀμφότεροι καλῶς ἀγωνιεῖσθε κοινῇ πρὸς τοὺς τὰ ζῷα λόγου καὶ συνέσεως ἀποστεροῦντας.
Ταυτὶ γάρ, ἃ πρὸς ἀλλήλους εἰρήκατε, συνθέντες εἰς ταὐτὸν ἀμφότεροι καλῶς ἀγωνιεῖσθε κοινῇ πρὸς τοὺς τὰ ζῷα λόγου καὶ συνέσεως ἀποστεροῦντας.

</div>


[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]

Αναθεώρηση της 06:44, 6 Αυγούστου 2017

Πότερα τῶν ζῷων φρονιμώτερα, τὰ χερσαῖα ἣ τὰ ἔνυδρα
Συγγραφέας:
Ηθικά
Πρόσωπα: Ἀριστότιμος, Αὐτόβουλος, Ἡρακλέων, Ὀπτᾶτος, Σώκλαρος, Φαίδιμος


Αὐτόβουλος

[959α] Τὸν Τυρταῖον ὁ Λεωνίδας ἐρωτηθεὶς ποῖόν τινα [959β] νομίζοι ποιητήν,

«Ἀγαθόν» ἔφη «νέων ψυχὰς κακκονῆν»,

ὡς τοῖς νέοις διὰ τῶν ἐπῶν ὁρμὴν ἐμποιοῦντα μετὰ θυμοῦ καὶ φιλοτιμίας, ἐν ταῖς μάχαις ἀφειδοῦσιν αὑτῶν. Δέδια δή, ὦ φίλοι, μὴ καὶ τὸ τῆς κυνηγεσίας ἐγκώμιον ἐχθὲς ἀνεγνωσμένον ἐπάρῃ τοῦ μετρίου πέρα τοὺς φιλοθήρους ἡμῖν νεανίσκους, ὥστε τἄλλα πάρεργα καὶ τὸ μηδὲν ἡγεῖσθαι, πρὸς τοῦτο παντάπασι ῥυέντας· ὅπου δοκῶ μοι καὶ αὐτὸς ἐκ νέας αὖθις ἀρχῆς παρ' ἡλικίαν ἐμπαθέστερος γεγονέναι καὶ ποθεῖν, ὥσπερ ἡ Εὐριπίδου Φαίδρα,

«κυσὶ θωΰξαι βαλιαῖς ἐλάφοις [959γ] ἐγχριμπτόμενος»·

οὕτως ἔθιγέ μου πυκνὰ καὶ πιθανὰ τῶν ἐπιχειρημάτων ἐπάγων ὁ λόγος.

Σώκλαρος

Ἀληθῆ λέγεις, ὦ Αὐτόβουλε· καὶ γὰρ ἐκεῖνος ἔδοξέ μοι τὸ ῥητορικὸν ἐγεῖραι διὰ χρόνου, χαριζόμενος καὶ συνεαρίζων τοῖς μειρακίοις· μάλιστα δ' ἥσθην τοὺς μονομάχους αὐτοῦ παραθέντος, ὡς οὐχ ἥκιστα τὴν θηρευτικὴν ἄξιον ἐπαινεῖν, ὅτι τοῦ πεφυκότος ἐν ἡμῖν ἢ μεμαθηκότος χαίρειν μάχαις ἀνδρῶν πρὸς ἀλλήλους διὰ σιδήρου τὸ πολὺ δεῦρο τρέψασα καθαρὰν παρέχει θέαν, ἅμα τέχνης καὶ τόλμης νοῦν ἐχούσης πρὸς ἀνόητον ἰσχὺν καὶ βίαν ἀντιταττομένης καὶ ἐπαινούσης τὸ Εὐριπίδειον

«Ἦ βραχύ τοι σθένος ἀνέρος. Ἀλλὰ
[959δ] ποικιλίᾳ πραπίδων
δεινὰ μὲν πόντου χθονίων τ' ὀρέων
δάμναται παιδεύματα.»
Αὐτόβουλος

Καὶ μὴν ἐκεῖθεν, ὦ φίλε Σώκλαρε, φασὶν ἥκειν ἐπ' ἀνθρώπους τὴν ἀπάθειαν καὶ τὴν ἀγριότητα γευσαμένην φόνου καὶ προεθισθεῖσαν ἐν ταῖς ἄγραις καὶ τοῖς κυνηγεσίοις αἷμα καὶ τραύματα ζῴων μὴ δυσχεραίνειν ἀλλὰ χαίρειν σφαττομένοις καὶ ἀποθνήσκουσιν. Εἶθ' ὥσπερ ἐν Ἀθήναις πρῶτός τις ὑπὸ τῶν τριάκοντα συκοφάντης ἀποθανὼν ἐπιτήδειος ἐλέχθη, καὶ δεύτερος ὁμοίως καὶ τρίτος, ἐκ τούτου δὲ κατὰ μικρὸν ἤδη προϊόντες ἥπτοντο τῶν ἐπιεικῶν καὶ τέλος οὐδὲ τῶν ἀρίστων ἀπέσχοντο πολιτῶν, [959ε] οὕτως ὁ πρῶτος ἄρκτον ἀνελὼν ἢ λύκον εὐδοκίμησε, καὶ βοῦς τις ἢ σῦς αἰτίαν ἔσχε προκειμένων ἱερῶν γευσάμενος [ἐπιτήδειος ἀποθανεῖν]· ἔλαφοι δὲ τοὐντεῦθεν ἤδη καὶ λαγωοὶ καὶ δορκάδες ἐσθιόμενοι προβάτων καὶ κυνῶν ἐνιαχοῦ καὶ ἵππων κρέα προυξένησαν· τιθασὸν δὲ χῆνα καὶ περιστεράν, «ἐφέστιον οἰκέτιν» τὸ Σοφοκλέους οὐχ ὡς γαλαῖ καὶ αἴλουροι τροφῆς ἕνεκα διὰ λιμόν, ἀλλ' ἐφ' ἡδονῇ καὶ ὄψῳ διασπῶντες καὶ κατακόπτοντες ὅσον 〈ἔν〉εστι τῇ φύσει φονικὸν καὶ θηριῶδες ἔρρωσαν καὶ πρὸς οἶκτον ἀκαμπὲς ἀπειργάσαντο, τοῦ δ' [959ς] ἡμέρου τὸ πλεῖστον ἀπήμβλυναν· ὥσπερ αὖ πάλιν οἱ Πυθαγορικοὶ τὴν πρὸς τὰ θηρία πραότητα μελέτην ἐποιήσαντο πρὸς τὸ φιλάνθρωπον καὶ φιλοίκτιρμον· [960α] ἡ γὰρ συνήθεια δεινὴ τοῖς κατὰ μικρὸν ἐνοικειουμένοις πάθεσι πόρρω προαγαγεῖν τὸν ἄνθρωπον.

Ἀλλ' οὐκ οἶδ' ὅπως ἐν λόγοις γεγονότες λελήθαμεν οὔτε τῶν χθὲς ἡμῖν γεγονότων οὔτε τῶν τάχα δὴ γενησομένων σήμερον ἀπηρτημένοις. 〈Ἀποφηνάμενοι〉 γὰρ ἐχθές, ὡς οἶσθα, μετέχειν ἁμωσγέπως πάντα τὰ ζῷα διανοίας καὶ λογισμοῦ παρέσχομεν οὐκ ἄμουσον οὐδ' ἄχαριν τοῖς θηρατικοῖς νεανίσκοις περὶ συνέσεως θηρίων ἐνάλων τε καὶ πεζῶν ἅμιλλαν, ἣν σήμερον, ὡς ἔοικε, βραβεύσομεν, ἄν γε δὴ ταῖς προκλήσεσιν οἱ περὶ Ἀριστότιμον καὶ Φαίδιμον ἐμμείνωσιν· [960β] ἐκείνων γὰρ ὁ μὲν τῆς γῆς ὡς διαφέροντα τῷ φρονεῖν ζῷα γεννώσης ἐπεδίδου τοῖς ἑταίροις συνήγορον ἑαυτόν, ὁ δὲ τῆς θαλάττης.

Σώκλαρος

Ἐμμένουσιν, ὦ Αὐτόβουλε, καὶ ὅσον οὔπω πάρεισι· συντασσομένους γὰρ αὐτοὺς ἕωθεν ἑώρων. Ἀλλ' εἰ βούλει, πρὸ τοῦ ἀγῶνος ὅσα τοῖς ἐχθὲς λόγοις προσήκοντα λεχθῆναι καιρὸν οὐκ ἔσχεν ἢ σὺν οἴνῳ καὶ παρὰ πότον οὐ μετὰ σπουδῆς ἐλέχθη πρὸς αὑτοὺς ἀναλάβωμεν. Ἐδόκει γάρ τι πραγματικῶς οἷον ἀντηχεῖν ἐκ τῆς Στοᾶς, ὡς τῷ θνητῷ τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον, οὕτως ὑπάρχοντι [960γ] τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ ἀνθυπάρχειν καὶ μὴ μόνην ἐν τοσαῖσδε συζυγίαις ἀτελῆ τήνδε λείπεσθαι καὶ πεπηρωμένην.

Αὐτόβουλος

Τίς δ', ὦ φίλε Σώκλαρε, τοῦτ' ἠξίωσεν, ὄντος ἐν τοῖς πράγμασι τοῦ λογικοῦ, μὴ εἶναι τὸ ἄλογον; πολὺ γάρ ἐστι καὶ ἄφθονον ἐν πᾶσι τοῖς ψυχῆς ἀμοιροῦσι καὶ οὐδὲν ἑτέρας δεόμεθα πρὸς τὸ λογικὸν ἀντιθέσεως, ἀλλὰ πᾶν εὐθὺς τὸ ἄψυχον ὡς ἄλογον καὶ ἀνόητον ἀντίκειται τῷ μετὰ ψυχῆς λόγον ἔχοντι καὶ διάνοιαν. Εἰ δέ τις ἀξιοῖ μὴ κολοβὸν εἶναι τὴν φύσιν ἀλλὰ τὴν ἔμψυχον φύσιν ἔχειν τὸ μὲν λογικὸν τὸ δ' ἄλογον, ἕτερος ἀξιώσει τὴν [960δ] ἔμψυχον φύσιν ἔχειν τὸ μὲν φανταστικὸν τὸ δ' ἀφαντασίωτον, καὶ τὸ μὲν αἰσθητικὸν τὸ δ' ἀναίσθητον· ἵνα δὴ τὰς ἀντιζύγους ταύτας καὶ ἀντιθέτους ἕξεις καὶ στερήσεις περὶ ταὐτὸν ἡ φύσις ἔχῃ γένος οἷον ἰσορροπούσας. Εἰ δ' ἄτοπος ὁ ζητῶν τοῦ ἐμψύχου τὸ μὲν αἰσθητικὸν τὸ δ' ἀναίσθητον εἶναι, καὶ τὸ μὲν φαντασιούμενον τὸ δ' ἀφαντασίωτον, ὅτι πᾶν τὸ ἔμψυχον αἰσθητικὸν εὐθὺς εἶναι καὶ φανταστικὸν πέφυκεν, οὐδ' οὗτος ἐπιεικῶς ἀπαιτήσει τὸ μὲν λογικὸν εἶναι τοῦ ἐμψύχου τὸ δ' ἄλογον, πρὸς ἀνθρώπους διαλεγόμενος μηδὲ ἓν οἰομένους αἰσθήσεως μετέχειν ὃ μὴ καὶ συνέσεως, μηδ' εἶναι ζῷον ᾧ μὴ δόξα τις καὶ λογισμὸς ὥσπερ αἴσθησις καὶ [960ε] ὁρμὴ κατὰ φύσιν πάρεστιν. Ἡ γὰρ φύσις, ἣν ἕνεκά του καὶ πρός τι πάντα ποιεῖν ὀρθῶς λέγουσιν, οὐκ ἐπὶ ψιλῷ τῷ πάσχον τι αἰσθάνεσθαι τὸ ζῷον αἰσθητικὸν ἐποίησεν· ἀλλ' ὄντων μὲν οἰκείων πρὸς αὐτὸ πολλῶν ὄντων δ' ἀλλοτρίων, οὐδ' ἀκαρὲς ἦν περιεῖναι μὴ μαθόντι τὰ μὲν φυλάττεσθαι τοῖς δὲ συμφέρεσθαι. Τὴν μὲν οὖν γνῶσιν ἀμφοῖν ὁμοίως ἡ αἴσθησις ἑκάστῳ παρέχει· τὰς δ' ἑπομένας τῇ αἰσθήσει τῶν μὲν ὠφελίμων λήψεις καὶ διώξεις, διακρούσεις δὲ καὶ φυγὰς τῶν ὀλεθρίων καὶ λυπηρῶν οὐδεμία μηχανὴ 〈παρεῖναι〉 τοῖς μὴ λογίζεσθαί τι καὶ [960ς] κρίνειν καὶ μνημονεύειν καὶ προσέχειν πεφυκόσιν· ἀλλ' ὧν ἂν ἀφέλῃς παντάπασι προσδοκίαν μνήμην πρόθεσιν παρασκευὴν τὸ ἐλπίζειν τὸ δεδοικέναι τὸ ἐπιθυμεῖν τὸ ἀσχάλλειν, οὔτ' ὀμμάτων ὄφελος οὐδὲν αὐτοῖς παρόντων οὔτ' ὤτων· αἰσθήσεώς τε πάσης καὶ φαντασίας τὸ χρώμενον οὐκ ἐχούσης ἀπηλλάχθαι βέλτιον ἢ πονεῖν καὶ λυπεῖσθαι καὶ ἀλγεῖν, [961α] ᾧ διακρούσεται ταῦτα μὴ παρόντος. Καίτοι Στράτωνός γε τοῦ φυσικοῦ λόγος ἐστὶν ἀποδεικνύων ὡς οὐδ' αἰσθάνεσθαι τὸ παράπαν ἄνευ τοῦ νοεῖν ὑπάρχει· καὶ γὰρ γράμματα πολλάκις ἐπιπορευομένους τῇ ὄψει καὶ λόγοι προσπίπτοντες τῇ ἀκοῇ διαλανθάνουσιν ἡμᾶς καὶ διαφεύγουσι πρὸς ἑτέροις τὸν νοῦν ἔχοντας· εἶτ' αὖθις ἐπανῆλθε καὶ μεταθεῖ καὶ διώκει τῶν προϊεμένων ἕκαστον ἀναλεγόμενος· ᾗ καὶ λέλεκται

«Νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά»,

ὡς τοῦ περὶ τὰ ὄμματα καὶ ὦτα πάθους, ἂν μὴ παρῇ τὸ φρονοῦν, αἴσθησιν οὐ ποιοῦντος. Διὸ καὶ Κλεομένης ὁ [961β] βασιλεύς, παρὰ πότον εὐδοκιμοῦντος ἀκροάματος, ἐρωτηθεὶς εἰ μὴ φαίνεται σπουδαῖον, ἐκέλευσεν ἐκείνους σκοπεῖν, αὐτὸς γὰρ ἐν Πελοποννήσῳ τὸν νοῦν ἔχειν. Ὅθεν ἀνάγκη πᾶσιν, οἷς ἂν τὸ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν ὑπάρχειν, εἰ τῷ νοεῖν αἰσθάνεσθαι πεφύκαμεν.

Ἔστω δὲ μὴ δεῖσθαι τοῦ νοῦ τὴν αἴσθησιν πρὸς τὸ αὑτῆς ἔργον· ἀλλ' ὅταν γε τῷ ζῴῳ πρὸς τὸ οἰκεῖον καὶ τὸ ἀλλότριον ἡ αἴσθησις ἐνεργασαμένη διαφορὰν ἀπέλθῃ, τί τὸ μνημονεῦόν ἐστιν ἤδη καὶ δεδιὸς τὰ λυποῦντα καὶ ποθοῦν τὰ ὠφέλιμα καί, μὴ παρόντων, ὅπως παρέσται μηχανώμενον [961γ] ἐν αὐτοῖς καὶ παρασκευαζόμενον ὁρμητήρια καὶ καταφυγὰς καὶ θήρατρα πάλιν αὖ τοῖς ἁλωσομένοις καὶ ἀποδράσεις τῶν ἐπιτιθεμένων; καὶ ταυτί γε κἀκεῖνοι λέγοντες ἀποκναίουσιν, ἐν ταῖς εἰσαγωγαῖς ἑκάστοτε τὴν «πρόθεσιν» ὁριζόμενοι «σημείωσιν ἐπιτελειώσεως», τὴν δ' «ἐπιβολὴν» «ὁρμὴν πρὸ ὁρμῆς», «παρασκευὴν» δὲ «πρᾶξιν πρὸ πράξεως», «μνήμην» δὲ «κατάληψιν ἀξιώματος παρεληλυθότος, οὗ τὸ παρὸν ἐξ αἰσθήσεως κατελήφθη». Τούτων γὰρ οὐδὲν ὅ τι μὴ λογικόν ἐστι, καὶ πάντα τοῖς ζῴοις ὑπάρχει πᾶσιν· ὥσπερ ἀμέλει καὶ τὰ περὶ τὰς νοήσεις, ἃς ἐναποκειμένας μὲν «ἐννοίας» καλοῦσι κινουμένας δὲ «διανοήσεις». [961δ] Τὰ δὲ πάθη σύμπαντα κοινῶς «κρίσεις φαύλας καὶ δόξας» ὁμολογοῦντες εἶναι, θαυμαστὸν ὅτι δὴ παρορῶσιν ἐν τοῖς θηρίοις ἔργα καὶ κινήματα πολλὰ μὲν θυμῶν πολλὰ δὲ φόβων καὶ ναὶ μὰ Δία φθόνων καὶ ζηλοτυπιῶν· αὐτοὶ δὲ καὶ κύνας ἁμαρτάνοντας καὶ ἵππους κολάζουσιν, οὐ διὰ κενῆς ἀλλ' ἐπὶ σωφρονισμῷ, λύπην δι' ἀλγηδόνος ἐμποιοῦντες αὐτοῖς, ἣν μετάνοιαν ὀνομάζομεν. Ἡδονῆς δὲ τῷ μὲν δι' ὤτων ὄνομα κήλησίς ἐστι τῷ δὲ δι' ὀμμάτων γοητεία· χρῶνται δ' ἑκατέροις ἐπὶ τὰ θηρία. Κηλοῦνται μὲν 〈γὰρ〉 ἔλαφοι καὶ ἵπποι σύριγξι καὶ [961ε] αὐλοῖς, καὶ τοὺς παγούρους ἐκ τῶν χηραμῶν ἀνακαλοῦνται βιαζόμενοι ταῖς φώτιγξι, καὶ τὴν θρίσσαν ᾀδόντων καὶ κροτούντων ἀναδύεσθαι καὶ προϊέναι λέγουσιν. Ὁ δ' ὦτος αὖ πάλιν ἁλίσκεται γοητευόμενος, ὀρχουμένων ἐν ὄψει μεθ' ἡδονῆς ἅμα ῥυθμῷ γλιχόμενος τοὺς ὤμους συνδιαφέρειν. Οἱ δὲ περὶ τούτων ἀβελτέρως λέγοντες μήθ' ἥδεσθαι μήτε θυμοῦσθαι μήτε φοβεῖσθαι μήτε παρασκευάζεσθαι μήτε μνημονεύειν, ἀλλ' «ὡσανεὶ μνημονεύειν» τὴν μέλιτταν καὶ «ὡσανεὶ παρασκευάζεσθαι» τὴν χελιδόνα καὶ «ὡσανεὶ θυμοῦσθαι» τὸν λέοντα καὶ «ὡσανεὶ φοβεῖσθαι» τὴν ἔλαφον, οὐκ οἶδα τί χρήσονται τοῖς [961ς] λέγουσι μηδὲ βλέπειν μηδ' ἀκούειν ἀλλ' «ὡσανεὶ βλέπειν» αὐτὰ καὶ «ὡσανεὶ ἀκούειν», μηδὲ φωνεῖν ἀλλ' «ὡσανεὶ φωνεῖν», μηδ' ὅλως ζῆν ἀλλ' «ὡσανεὶ ζῆν»· ταῦτα γὰρ ἐκείνων οὐ μᾶλλόν ἐστι λεγόμενα παρὰ τὴν ἐνάργειαν, ὡς ἐγὼ πείθομαι.

Σώκλαρος

Κἀμὲ τοίνυν, ὦ Αὐτόβουλε, ταῦτά γε τίθει πειθόμενον· τῷ δὲ τοῖς ἀνθρωπίνοις ἤθεσι καὶ βίοις καὶ πράξεσι [962α] καὶ διαίταις τὰ τῶν ζῴων παρατιθέναι ἄλλην τε πολλὴν ἐνορῶν φλαυρότητα καὶ τῆς ἀρετῆς, πρὸς ἣν ὁ λόγος γέγονε, μηδέν' ἐμφανῆ στοχασμὸν αὐτῶν μηδὲ προκοπὴν μηδ' ὄρεξιν, ἀπορῶ πῶς ἡ φύσις ἔδωκε τὴν ἀρχὴν αὐτοῖς, ἐπὶ τὸ τέλος ἐξικέσθαι μὴ δυναμένοις.

Αὐτόβουλος

Ἀλλὰ τοῦτο μὲν οὐδ' αὐτοῖς ἐκείνοις, ὦ Σώκλαρε, τοῖς ἀνδράσιν ἄτοπον εἶναι δοκεῖ· τὴν γοῦν πρὸς τὰ ἔγγονα φιλοστοργίαν ἀρχὴν μὲν ἡμῖν κοινωνίας καὶ δικαιοσύνης τιθέμενοι, πολλὴν δὲ τοῖς ζῴοις καὶ ἰσχυρὰν ὁρῶντες παροῦσαν, οὔ φασιν αὐτοῖς οὐδ' ἀξιοῦσι μετεῖναι [962β] δικαιοσύνης· ἡμιόνοις δὲ τῶν γεννητικῶν μορίων οὐδὲν ἐνδεῖ, καὶ γὰρ αἰδοῖα καὶ μήτρας καὶ τὸ χρῆσθαι μεθ' ἡδονῆς τούτοις ἔχουσαι πρὸς τὸ τέλος οὐκ ἐξικνοῦνται τῆς γενέσεως. Σκόπει δ' ἄλλως, μὴ καὶ καταγέλαστόν ἐστι τοὺς Σωκράτεις καὶ τοὺς Πλάτωνας οὐδὲν ἐλαφροτέρᾳ κακίᾳ τοῦ τυχόντος ἀνδραπόδου συνεῖναι φάσκοντας, ἀλλ' ὁμοίως ἄφρονας εἶναι καὶ ἀκολάστους καὶ ἀδίκους, εἶτα τῶν θηρίων αἰτιᾶσθαι τὸ μὴ καθαρὸν μηδ' ἀπηκριβωμένον πρὸς ἀρετὴν ὡς στέρησιν οὐχὶ φαυλότητα λόγου καὶ ἀσθένειαν, καὶ ταῦτα τὴν κακίαν ὁμολογοῦντας εἶναι [962γ] λογικήν, ἧς πᾶν θηρίον ἀναπέπλησται· καὶ γὰρ δειλίαν πολλοῖς καὶ ἀκολασίαν ἀδικίαν τε καὶ κακοήθειαν ὁρῶμεν 〈ἐν〉υπάρχουσαν. Ὁ δ' ἀξιῶν τὸ μὴ πεφυκὸς ὀρθότητα λόγου δέχεσθαι 〈μηδὲ λόγον δέχεσθαι〉 πρῶτον μὲν οὐδὲν διαφέρει τοῦ μήτε πίθηκον αἴσχους φύσει μετέχειν μήτε χελώνην βραδυτῆτος ἀξιοῦντος, ὅτι μηδὲ κάλλους ἐπιδεκτικὰ μηδὲ τάχους ἐστίν·

ἔπειτα τὴν διαφορὰν ἐμποδὼν οὖσαν οὐ συνορᾷ· λόγος μὲν γὰρ ἐγγίγνεται φύσει, σπουδαῖος δὲ λόγος καὶ τέλειος ἐξ ἐπιμελείας καὶ διδασκαλίας· διὸ τοῦ λογικοῦ πᾶσι τοῖς ἐμψύχοις μέτεστιν, ἣν δὲ ζητοῦσιν ὀρθότητα καὶ σοφίαν οὐδ' ἄνθρωπον εἰπεῖν κεκτημένον ἔχουσιν. Ὡς γὰρ ὄψεώς ἐστι πρὸς ὄψιν [962δ] διαφορὰ καὶ πτήσεως πρὸς πτῆσιν (οὐ γὰρ ὁμοίως ἱέρακες βλέπουσι καὶ τέττιγες οὐδ' ἀετοὶ πέτονται καὶ πέρδικες), οὕτως οὐδὲ παντὶ λογικῷ μέτεστιν ὡσαύτως τῆς εὑρομένης τὸ ἄκρον εὐστροφίας καὶ ὀξύτητος· ἐπεὶ δείγματά γε πολλὰ κοινωνίας καὶ ἀνδρείας καὶ τοῦ πανούργου περὶ τοὺς πορισμοὺς καὶ τὰς οἰκονομίας ὥσπερ αὖ καὶ τῶν ἐναντίων, ἀδικίας δειλίας ἀβελτερίας, ἔνεστιν αὐτοῖς. Καὶ μαρτυρεῖ τὸ νυνὶ πεποιηκὸς ἐν τοῖς νεανίσκοις τὴν ἅμιλλαν· ὡς γὰρ οὔσης τινὸς διαφορᾶς, οἱ μὲν τὰ χερσαῖά φασιν οἱ δὲ τὰ θαλάσσια μᾶλλον προῆχθαι φύσει [962ε] πρὸς ἀρετήν· ὃ δὴ καὶ δῆλόν ἐστι, παραβαλλομένων πελαργοῖς ἵππων ποταμίων (οἱ μὲν γὰρ τρέφουσι τοὺς πατέρας οἱ δ' ἀποκτιννύουσιν ἵνα τὰς μητέρας ὀχεύωσι) καὶ περιστεραῖς περδίκων· οἱ μὲν γὰρ ἀφανίζουσι τὰ ᾠὰ καὶ διαφθείρουσι, τῆς θηλείας, ὅταν ἐπῳάζῃ, μὴ προσδεχομένης τὴν ὀχείαν, οἱ δὲ καὶ διαδέχονται τὴν ἐπιμέλειαν, ἐν μέρει θάλποντες τὰ ᾠά, καὶ ψωμίζουσι πρότεροι τὰ νεόττια, καὶ τὴν θήλειαν, ἂν πλείονα χρόνον ἀποπλανηθῇ, κόπτων ὁ ἄρρην εἰσελαύνει πρὸς τὰ ᾠὰ καὶ τοὺς νεοττούς.

Ὄνοις δὲ καὶ προβάτοις Ἀντίπατρος [962ς] ἐγκαλῶν ὀλιγωρίαν καθαριότητος οὐκ οἶδ' ὅπως παρεῖδε τὰς λύγγας καὶ τὰς χελιδόνας, ὧν αἱ μὲν ἐκτοπίζουσι παντάπασι κρύπτουσαι καὶ ἀφανίζουσαι τὸ λυγγούριον, αἱ δὲ χελιδόνες ἔξω στρεφομένους διδάσκουσι τοὺς νεοττοὺς ἀφιέναι τὸ περίττωμα. Καίτοι διὰ τί δένδρου δένδρον οὐ λέγομεν ἀμαθέστερον ὡς κυνὸς πρόβατον, οὐδὲ λαχάνου λάχανον ἀνανδρότερον ὡς ἔλαφον λέοντος; [963α] ἢ καθάπερ ἐν τοῖς ἀκινήτοις ἕτερον ἑτέρου βραδύτερον οὐκ ἔστιν οὐδὲ μικροφωνότερον ἐν τοῖς ἀναύδοις, οὕτως οὐδὲ δειλότερον οὐδὲ νωθρότερον οὐδ' ἀκρατέστερον, οἷς μὴ φύσει πάρεστιν ἡ τοῦ φρονεῖν δύναμις, ἄλλοις δ' ἄλλως κατὰ τὸ μᾶλλον καὶ ἧττον παροῦσα τὰς ὁρωμένας διαφορὰς πεποίηκεν;

Σώκλαρος

Ἀλλὰ θαυμαστὸν ὅσον ἄνθρωπος εὐμαθείᾳ καὶ ἀγχινοίᾳ καὶ τοῖς περὶ δικαιοσύνην καὶ κοινωνίαν διαφέρει τῶν ζῴων.

Αὐτόβουλος

Καὶ γὰρ ἐκείνων, ὦ ἑταῖρε, πολλὰ τοῦτο μὲν μεγέθει καὶ ποδωκείᾳ τοῦτο δ' ὄψεως ῥώμῃ καὶ ἀκοῆς ἀκριβείᾳ πάντας ἀνθρώπους ἀπολέλοιπεν· ἀλλ' οὐ διὰ [963β] τοῦτο τυφλὸς οὐδ' ἀδύνατος οὐδ' ἄωτος ὁ ἄνθρωπός ἐστιν· ἀλλὰ καὶ 〈θέομεν εἰ καὶ βραδύτερον ἐλάφων, καὶ βλέπομεν εἰ καὶ〉 χεῖρον ἱεράκων, ἰσχύος τε καὶ μεγέθους ἡ φύσις ἡμᾶς οὐκ ἀπεστέρησεν, καίτοι τὸ μηδὲν ἐν τούτοις πρὸς ἐλέφαντα καὶ κάμηλον ὄντας. Οὐκοῦν ὁμοίως μηδὲ τὰ θηρία λέγωμεν, εἰ νωθρότερον φρονεῖ καὶ κάκιον διανοεῖται, μὴ διανοεῖσθαι μηδὲ φρονεῖν ὅλως μηδὲ κεκτῆσθαι λόγον, ἀσθενῆ δὲ κεκτῆσθαι καὶ θολερόν, ὥσπερ ὀφθαλμὸν ἀμβλυώττοντα καὶ τεταραγμένον. Εἰ δὲ μὴ πολλὰ τοὺς νεανίσκους αὐτίκα δὴ μάλα προσεδόκων τὸν μὲν ἐκ γῆς τὸν δ' ἐκ θαλάττης ἐνταῦθα συνερανίσειν, [963γ] φιλολόγους καὶ φιλογραμμάτους ὄντας, οὐκ ἂν ἀπεσχόμην σου μυρία μὲν εὐμαθείας μυρία δ' εὐφυΐας παραδείγματα θηρίων διηγούμενος, ὧν ἄμαις καὶ σκάφαις ἡμῖν ἐκ τῶν βασιλικῶν ἀρύσασθαι θεάτρων ἡ καλὴ Ῥώμη παρέσχηκε. Ταῦτα μὲν οὖν ἐκείνοις νεαρὰ καὶ ἄθικτα πρὸς τὸν λόγον ἐγκαλλωπίσασθαι καταλείπωμεν· βούλομαι δὲ μικρόν τι μετὰ σοῦ σκέψασθαι καθ' ἡσυχίαν.

Οἶμαι γὰρ ἰδίαν τινὰ μέρους ἑκάστου καὶ δυνάμεως φαυλότητα καὶ πήρωσιν εἶναι καὶ νόσον, ὥσπερ ὀφθαλμοῦ τυφλότητα καὶ σκέλους χωλότητα καὶ ψελλότητα γλώσσης, ἄλλου δὲ μηδενός· οὐ γὰρ ἔστι τυφλότης μὴ πεφυκότος [963δ] ὁρᾶν οὐδὲ χωλότης μὴ πεφυκότος βαδίζειν, ψελλόν τε τῶν ἀγλώσσων ἢ τῶν ἀναύδων φύσει τραυλὸν οὐδὲν ἂν προσείποις· οὐκοῦν οὐδὲ παραπαῖον ἢ παραφρονοῦν ἢ μαινόμενον, ᾧ μὴ τὸ φρονεῖν καὶ διανοεῖσθαι καὶ λογίζεσθαι κατὰ φύσιν ὑπῆρχεν· οὐ γὰρ ἔστιν ἐμπαθὲς γενέσθαι μὴ κεκτημένον δύναμιν, ἧς τὸ πάθος ἢ στέρησις ἢ πήρωσις ἤ τις ἄλλη κάκωσις ἦν. Ἀλλὰ μὴν ἐντετύχηκάς γε λυττώσαις κυσίν, ἐγὼ δὲ καὶ ἵπποις· ἔνιοι δέ φασι καὶ βοῦς μαίνεσθαι καὶ ἀλώπεκας· ἀρκεῖ δὲ τὸ τῶν κυνῶν, ὃ ἀναμφισβήτητόν ἐστι, καὶ μαρτυρεῖ λόγον ἔχειν καὶ διάνοιαν οὐ φαύλην τὸ ζῷον, ἧς ταραττομένης καὶ συγχεομένης [963ε] ἡ λεγομένη λύττα καὶ μανία πάθος ἐστίν· οὔτε γὰρ ὄψιν ἀλλοιουμένην αὐτῶν οὔτ' ἀκοὴν ὁρῶμεν. Ἀλλ' ὥσπερ ἀνθρώπου μελαγχολῶντος ἢ παρακόπτοντος ὁ μὴ λέγων ἐξεστάναι καὶ διεφθορέναι τὸ φρονοῦν καὶ λογιζόμενον καὶ μνημονεῦον ἄτοπός ἐστι (καὶ γὰρ ἡ συνήθεια ταῦτά γε κατηγορεῖ τῶν παραφρονούντων μὴ εἶναι παρ' αὑτοῖς ἀλλ' ἐκπεπτωκέναι τῶν λογισμῶν), οὕτως ὁ τοὺς λυττῶντας κύνας ἄλλο τι πεπονθέναι νομίζων ἀλλ' οὐχὶ τοῦ φρονεῖν πεφυκότος καὶ λογίζεσθαι καὶ μνημονεύειν ἀναπεπλησμένου ταραχῆς καὶ παραπεπαικότος ἀγνοεῖν τὰ [963ς] φίλτατα πρόσωπα καὶ φεύγειν τὰς συντρόφους διαίτας, ἢ παρορᾶν τὸ φαινόμενον ἔοικεν ἢ συνορῶν τὸ γινόμενον ἐξ αὐτοῦ φιλονεικεῖν πρὸς τὴν ἀλήθειαν.

Σώκλαρος

Ὀρθῶς μοι δοκεῖς ὑπονοεῖν· οἱ γὰρ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου μάλιστα πρὸς τοὐναντίον ἐντείνονται τῷ λόγῳ, τῆς δικαιοσύνης ἑτέραν γένεσιν οὐκ ἐχούσης, ἀλλὰ παντάπασιν ἀσυστάτου καὶ ἀνυπάρκτου γιγνομένης, [964α] εἰ πᾶσι τοῖς ζῴοις λόγου μέτεστι· γίγνεται γὰρ ἢ τὸ ἀδικεῖν ἀναγκαῖον ἡμῖν ἀφειδοῦσιν αὐτῶν, ἢ μὴ χρωμένων αὐτοῖς τὸ ζῆν ἀδύνατον καὶ ἄπορον· καὶ τρόπον τινὰ θηρίων βίον βιωσόμεθα, τὰς ἀπὸ τῶν θηρίων προέμενοι χρείας. Ἀφίημι γὰρ Νομάδων καὶ Τρωγλοδυτῶν ἀνεξευρέτους ἀριθμῷ μυριάδας, οἳ τροφὴν σάρκας ἄλλο δ' οὐδὲν ἴσασιν· ἀλλ' ἡμῖν τοῖς ἡμέρως καὶ φιλανθρώπως ζῆν δοκοῦσι ποῖον ἔργον ἀπολείπεται γῆς, ποῖον ἐν θαλάττῃ, τίς ἐν ὄρεσι τέχνη, τίς κόσμος διαίτης, ἂν ὡς προσήκει λογικοῖς καὶ ὁμοφύλοις πᾶσι τοῖς ζῴοις οὖσιν [964β] ἀβλαβῶς καὶ μετ' εὐλαβείας προσφέρεσθαι μάθωμεν, ἔργον ἐστὶν εἰπεῖν. Οὐδὲν οὖν φάρμακον οὐδ' ἴαμα τῆς ἢ τὸν βίον ἀναιρούσης ἢ τὴν δικαιοσύνην ἀπορίας [οὐδὲν] ἔχομεν, ἂν μὴ τὸν ἀρχαῖον ὅρον καὶ νόμον φυλάττωμεν, ᾧ καθ' Ἡσίοδον ὁ τὰς φύσεις διελὼν καὶ θέμενος ἰδίᾳ τῶν γενῶν ἑκάτερον

«Ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς
ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστι μετ' αὐτοῖς,
ἀνθρώποισι δ' ἔδωκε δίκην»

πρὸς ἀλλήλους. Οἷς δ' οὐκ ἔστι τὸ δικαιοπραγεῖν πρὸς ἡμᾶς, οὐδ' ἡμῖν πρὸς ἐκεῖνα γίγνεται τὸ ἀδικεῖν· ὡς οἵ γε τοῦτον προέμενοι τὸν λόγον οὔτ' εὐρεῖαν ἄλλην οὔτε [964γ] λιτὴν τῇ δικαιοσύνῃ παρεισελθεῖν ὁδὸν ἀπολελοίπασι.

Αὐτόβουλος

Ταῦτα μέν, ὦ φίλε, «τἀπὸ καρδίας» τῶν ἀνδρῶν ἐξείρηκας· οὐ μὴν δοτέον, ὥσπερ δυστοκούσαις γυναιξί, περιάψασθαι τοῖς φιλοσόφοις ὠκυτόκιον, ἵνα ῥᾳδίως καὶ ἀταλαιπώρως τὸ δίκαιον ἡμῖν ἀποτέκωσιν. Οὐδὲ γὰρ αὐτοὶ τῷ Ἐπικούρῳ διδόασιν ὑπὲρ τῶν μεγίστων σμικρὸν οὕτω πρᾶγμα καὶ φαῦλον, ἄτομον παρεγκλῖναι μίαν ἐπὶ τοὐλάχιστον, ὅπως ἄστρα καὶ ζῷα καὶ τύχη παρεισέλθῃ καὶ τὸ ἐφ' ἡμῖν μὴ ἀπόληται· δεικνύναι δὲ τὸ ἄδηλον ἢ λαμβάνειν τι τῶν προδήλων προσήκει καὶ 〈μή〉 τι περὶ τῶν ζῴων ὑποτίθεσθαι πρὸς τὴν δικαιοσύνην, εἰ μήθ' ὁμολογεῖται μήτ' ἄλλως ἀποδεικνύουσιν. [964δ] Ἔχει γὰρ ἑτέραν ὁδὸν ἐκεῖ τὸ δίκαιον οὐ σφαλερὰν καὶ παράκρημνον οὕτω καὶ διὰ τῶν ἐναργῶν ἀνατρεπομένων ἄγουσαν, ἀλλ' ἥν, Πλάτωνος ὑφηγουμένου, δείκνυσιν οὑμὸς υἱός, ὦ Σώκλαρε, σὸς δ' ἑταῖρος, τοῖς μὴ φιλομαχεῖν ἕπεσθαι δὲ καὶ μανθάνειν βουλομένοις. Ἐπεὶ τό γε μὴ παντάπασι καθαρεύειν ἀδικίας τὸν ἄνθρωπον οὕτω τὰ ζῷα μεταχειριζόμενον Ἐμπεδοκλῆς καὶ Ἡράκλειτος ὡς ἀληθὲς προσδέχονται, πολλάκις ὀδυρόμενοι καὶ λοιδοροῦντες τὴν φύσιν, ὡς ἀνάγκην καὶ πόλεμον οὖσαν, [964ε] ἀμιγὲς δὲ μηδὲν μηδ' εἰλικρινὲς ἔχουσαν ἀλλὰ διὰ πολλῶν κἀδίκων παθῶν περαινομένην· ὅπου καὶ τὴν γένεσιν αὐτὴν ἐξ ἀδικίας συντυγχάνειν λέγουσι, τῷ θνητῷ συνερχομένου τοῦ ἀθανάτου, καὶ τρέφεσθαι τὸ γεννώμενον παρὰ φύσιν μέλεσι τοῦ γεννήσαντος ἀποσπωμένοις. οὐ μὴν ἀλλὰ ταῦτα μὲν ἄκρατα καὶ πικρὰ φαίνεται κατακόρως·

Ἑτέρα δ' ἐστὶν ἐμμελὴς παρηγορία, μήτε τῶν ζῴων τὸν λόγον ἀφαιρουμένη καὶ σῴζουσα χρωμένων αὐτοῖς ὡς προσήκει τὸ δίκαιον, ἣν τῶν σοφῶν καὶ παλαιῶν εἰσαγόντων συστᾶσα λαιμαργία μεθ' ἡδυπαθείας ἐξέβαλε καὶ ἠφάνισεν, αὖθις δὲ Πυθαγόρας ἀνελάμβανε, διδάσκων [964ς] ὠφελεῖσθαι μὴ ἀδικοῦντας. Οὐ γὰρ ἀδικοῦσιν οἱ τὰ μὲν ἄμικτα καὶ βλαβερὰ κομιδῇ κολάζοντες καὶ ἀποκτιννύοντες, τὰ δ' ἥμερα καὶ φιλάνθρωπα ποιούμενοι τιθασὰ καὶ συνεργὰ χρείας, πρὸς ἣν ἕκαστον εὖ πέφυκεν,

«Ἵππων ὄνων τ' ὀχεῖα καὶ ταύρων γονάς,»

ὧν ὁ Αἰσχύλου Προμηθεύς «δοῦναι» φησὶν ἡμῖν

[965α] «ἀντίδουλα καὶ πόνων ἐκδέκτορα·»

κυσὶ δὲ χρώμενοι προφυλάττουσιν, αἶγάς τε καὶ ὄϊς ἀμελγομένας καὶ κειρομένας νέμοντες. Οὐ γὰρ ἀναιρεῖται τὸ ζῆν οὐδὲ βίος ἀπόλλυται τοῖς ἀνθρώποις, ἂν μὴ λοπάδας ἰχθύων μηδ' ἥπατα χηνῶν ἔχωσι μηδὲ βοῦς μηδ' ἐρίφους κατακόπτωσιν ἐπ' εὐωχίᾳ, μηδ' ἀλύοντες ἐν θεάτροις μηδὲ παίζοντες ἐν θήραις τὰ μὲν ἀναγκάζωσι τολμᾶν ἄκοντα καὶ μάχεσθαι, τὰ δὲ μηδ' ἀμύνεσθαι πεφυκότα διαφθείρωσι. Τὸν γὰρ παίζοντα καὶ τερπόμενον οἶμαι συμπαίζουσι δεῖν χρῆσθαι καὶ ἱλαροῖς, οὐχ ὥσπερ ὁ Βίων [965β] ἔλεγε τὰ παιδάρια παίζοντα τῶν βατράχων τοῖς λίθοις ἐφίεσθαι, τοὺς δὲ βατράχους μηκέτι παίζοντας ἀλλ' ἀληθῶς ἀποθνήσκειν, οὕτω κυνηγεῖν καὶ ἁλιεύειν, ὀδυνωμένοις τερπομένους καὶ ἀποθνήσκουσι, τοῖς δ' ἀπὸ σκύμνων καὶ νεοσσῶν ἐλεεινῶς ἀγομένοις. Οὐ γὰρ οἱ χρώμενοι ζῴοις ἀδικοῦσιν, ἀλλ' οἱ χρώμενοι βλαβερῶς καὶ ὀλιγώρως καὶ μετ' ὠμότητος.

Σώκλαρος

Ἐπίσχες, ὦ Αὐτόβουλε, καὶ παραβαλοῦ 〈τὸ θυρίον〉 τῆς κατηγορίας· ἐγγὺς γὰρ οἵδε προσιόντες πολλοὶ καὶ θηρατικοὶ πάντες, οὓς οὔτε μεταθεῖναι ῥᾴδιον οὔτε λυπεῖν ἀναγκαῖον.

Αὐτόβουλος

Ὀρθῶς παραινεῖς· ἀλλ' Εὐβίοτον μὲν εὖ οἶδα καὶ [965γ] τὸν ἐμὸν ἀνεψιὸν Ἀρίστωνα, τούς τε Διονυσίου παῖδας ἀπὸ Δελφῶν, Αἰακίδην καὶ Ἀριστότιμον τοῦτον, εἶτα Νίκανδρον τὸν Εὐθυδάμου, χερσαίας «δαήμονας» ἄγρας ὡς Ὅμηρος ἔφη, καὶ διὰ τοῦτο πρὸς Ἀριστοτίμου γενησομένους· ὥσπερ αὖ πάλιν τούσδε τοὺς νησιώτας καὶ παραλίους, Ἡρακλέωνα τὸν Μεγαρόθεν καὶ Φιλόστρατον τὸν Εὐβοέα,

«τοῖσίν τε θαλάσσια ἔργα μέμηλε»,

Φαίδιμος ἔχων περὶ αὑτὸν βαδίζει.

«Τυδείδην δ' οὐκ ἂν γνοίης ποτέροισι μετείη» ,

τουτονὶ τὸν ἡμέτερον ἡλικιώτην Ὀπτᾶτον, ὃς

«Πολλοῖς μὲν ἐνάλου ὀρείου δὲ πολλοῖς ἄγρας ἀκροθινίοις ἀγλαΐσας»

τὴν Ἀγροτέραν ἅμα θεὸν καὶ Δίκτυνναν, ἐνταῦθα [965δ] δῆλός ἐστι πρὸς ἡμᾶς βαδίζων, ὡς μηδετέροις προσθήσων ἑαυτόν· ἢ φαύλως εἰκάζομεν, ὦ φίλε Ὀπτᾶτε, κοινόν σε καὶ μέσον ἔσεσθαι τῶν νεανίσκων βραβευτήν;

Ὀπτᾶτος

Πάνυ μὲν οὖν ὀρθῶς ὑπονοεῖς, ὦ Αὐτόβουλε· πάλαι γὰρ ὁ Σόλωνος ἐκλέλοιπε νόμος, τοὺς ἐν στάσει μηδετέρῳ μέρει προσγενομένους κολάζων.

Αὐτόβουλος

Δεῦρο δὴ καθίζου πρὸς ἡμᾶς, ὅπως, εἰ δεήσει μάρτυρος, μὴ τοῖς Ἀριστοτέλους πράγματα βιβλίοις παρέχωμεν, ἀλλὰ σοὶ δι' ἐμπειρίαν ἑπόμενοι τοῖς λεγομένοις ἀληθῶς τὴν ψῆφον ἐπιφέρωμεν.

Σώκλαρος

Εἶεν, ὦ ἄνδρες νέοι, γέγονέ τις ὑμῖν ὁμολογία περὶ τάξεως;

Φαίδιμος

Γέγονεν, ὦ Σώκλαρε, πολλὴν παρασχοῦσα [965ε] φιλονεικίαν· εἶτα κατ' Εὐριπίδην

«Ὁ τῆς τύχης παῖς κλῆρος ἐπὶ τούτῳ ταγεὶς»

τὰ χερσαῖα προεισάγει δίκαια τῶν ἐνάλων.

Σώκλαρος

Καιρὸς οὖν, ὦ Ἀριστότιμε, σοὶ μὲν ἤδη λέγειν ἡμῖν δ' ἀκούειν.

Ἀριστότιμος

Ἡ μὲν ἀγορὰ τοῖς δικαζομένοις τὰ δὲ τὸν γόνον ἀναλίσκει περὶ τὰς ἀποκυήσεις ἐπιτρέχοντα τοῖς θήλεσι· κεστρέως δὲ γένος, οὓς παρδίας καλοῦσιν, ἀπὸ τῆς μύξης τρέφονται τῆς ἑαυτῶν· ὁ δὲ πολύπους αὑτὸν ἐσθίων κάθηται χειμῶνος

«Ἐν τ' ἀπύρῳ οἴκῳ καὶ ἐν ἤθεσι λευγαλέοισιν·»

οὕτως ἀργὸς ἢ ἀναίσθητος ἢ γαστρίμαργος ἢ πᾶσι τούτοις ἔνοχός ἐστι. Διὸ καὶ Πλάτων αὖ [965ς] πάλιν ἀπεῖπε νομοθετῶν μᾶλλον δ' ἀπεύξατο τοὺς νέους θαλαττίου θήρας ἔρωτα λαβεῖν· οὐδὲν γὰρ ἀλκῆς γυμνάσιον οὐδὲ μελέτημα σοφίας οὐδ' ὅσα πρὸς ἰσχὺν ἢ τάχος ἢ κινήσεις διαπονοῦσι τοῖς πρὸς λάβρακας ἢ γόγγρους ἢ σκάρους ἀγῶσιν· [966α] ὥσπερ ἐνταῦθα τὰ μὲν θυμοειδῆ τὸ φιλοκίνδυνον καὶ τὸ ἀνδρεῖον ἀσκεῖ τῶν μαχομένων, τὰ δὲ πανοῦργα τὸ φροντιστικὸν καὶ συνετὸν τῶν ἐπιτιθεμένων, τὰ δὲ ποδώκη τὸ ῥωμαλέον καὶ φιλόπονον τῶν διωκόντων. Καὶ ταῦτα τὸ κυνηγεῖν καλὸν πεποίηκε· τὸ δ' ἁλιεύειν ἀπ' οὐδενὸς ἔνδοξον· οὐδέ γε θεῶν τις ἠξίωσεν, ὦ ἑταῖρε, «γογγροκτόνος», ὥσπερ ὁ Ἀπόλλων «λυκοκτόνος», οὐδὲ «τριγλοβόλος», ὥσπερ «ἐλαφηβόλος» ἡ Ἄρτεμις, λέγεσθαι. Καὶ τί θαυμαστόν, ὅπου καὶ ἀνθρώπῳ σῦν μὲν καὶ ἔλαφον καὶ νὴ Δία δορκάδα καὶ λαγωὸν ἑλεῖν κάλλιον ἢ πρίασθαι, θύννον δὲ καὶ κάραβον καὶ ἀμίαν σεμνότερόν ἐστιν αὐτὸν ὀψωνεῖν ἢ ἁλιεύειν; [966β] τὸ γὰρ ἀγεννὲς καὶ ἀμήχανον ὅλως καὶ ἀπάνουργον αὐτῶν αἰσχρὸν καὶ ἄζηλον καὶ ἀνελεύθερον τὴν ἄγραν πεποίηκε.

Καθόλου δ', ἐπεὶ δι' ὧν οἱ φιλόσοφοι δεικνύουσι τὸ [τε] μετέχειν λόγου τὰ ζῷα, προθέσεις εἰσὶ καὶ παρασκευαὶ καὶ μνῆμαι καὶ πάθη καὶ τέκνων ἐπιμέλειαι καὶ χάριτες εὖ παθόντων καὶ μνησικακίαι πρὸς τὸ λυπῆσαν, ἔτι δ' εὑρέσεις τῶν ἀναγκαίων, ἐμφάσεις ἀρετῆς, οἷον ἀνδρείας κοινωνίας ἐγκρατείας μεγαλοφροσύνης, σκοπῶμεν τὰ ἔναλα, εἰ τούτων ἐκεῖνα μὲν οὐδὲν ἤ πού τι παντελῶς ἀμαυρὸν αἴθυγμα καὶ δυσθέατον ἐνιδεῖν μάλα μόλις τεκμαιρομένῳ δίδωσιν· ἐν δὲ τοῖς πεζοῖς καὶ [966γ] γηγενέσι λαμπρὰ καὶ ἐναργῆ καὶ βέβαια παραδείγματα τῶν εἰρημένων ἑκάστου λαμβάνειν ἔστι καὶ θεᾶσθαι. Πρῶτον οὖν ὅρα προθέσεις καὶ παρασκευὰς ταύρων ἐπὶ μάχῃ κονιομένων καὶ κάπρων θηγόντων ὀδόντας· ἐλέφαντες δέ, τῆς ὕλης, ἣν ὀρύττοντες ἢ κείροντες ἐσθίουσιν, ἀμβλὺν τὸν ὀδόντα ποιούσης ἀποτριβόμενον, τῷ ἑτέρῳ πρὸς ταῦτα χρῶνται, τὸν δ' ἕτερον ἔπακμον ἀεὶ καὶ ὀξὺν ἐπὶ τὰς ἀμύνας φυλάττουσιν. Ὁ δὲ λέων ἀεὶ βαδίζει συνεστραμμένοις τοῖς ποσίν, ἐντὸς ἀποκρύπτων τοὺς ὄνυχας, ἵνα μὴ τριβόμενοι τὴν ἀκμὴν ἀπαμβλύνωσι μηδὲ [966δ] καταλείπωσιν εὐπορίαν τοῖς στιβεύουσιν· οὐ γὰρ ῥᾳδίως ὄνυχος εὑρίσκεται λεοντείου σημεῖον, ἀλλ' ἀμαυροῖς καὶ τυφλοῖς ἴχνεσιν ἐντυγχάνοντες ἀποπλανῶνται καὶ διαμαρτάνουσιν. Ὁ δ' ἰχνεύμων ἀκηκόατε δήπουθεν ὡς οὐθὲν ἀπολείπει θωρακιζομένου πρὸς μάχην ὁπλίτου· τοσοῦτον ἰλύος περιβάλλεται καὶ περιπήγνυσι τῷ σώματι χιτῶνα μέλλων ἐπιτίθεσθαι τῷ κροκοδείλῳ. Τὰς δὲ χελιδόνων πρὸ τῆς τεκνοποιίας παρασκευὰς ὁρῶμεν, ὡς εὖ τὰ στερεὰ κάρφη προϋποβάλλονται δίκην θεμελίων, εἶτα περιπλάττουσι τὰ κουφότερα· κἂν πηλοῦ τινος ἐχεκόλλου δεομένην αἴσθωνται τὴν νεοττιάν, λίμνης ἢ θαλάττης [966ε] ἐν χρῷ παραπετόμεναι ψαύουσι τοῖς πτίλοις ἐπιπολῆς, ὅσον νοτεραί, μὴ βαρεῖαι γενέσθαι τῇ ὑγρότητι, συλλαβοῦσαι δὲ κονιορτὸν οὕτως ἐξαλείφουσι καὶ συνδέουσι τὰ χαλῶντα καὶ διολισθαίνοντα· τῷ δὲ σχήματι τοὔργον οὐ γωνιῶδες οὐδὲ πολύπλευρον, ἀλλ' ὁμαλὸν ὡς ἔνεστι μάλιστα καὶ σφαιροειδὲς ἀποτελοῦσι· καὶ γὰρ μόνιμον καὶ χωρητικὸν τὸ τοιοῦτο καὶ τοῖς ἐπιβουλεύουσι θηρίοις ἔξωθεν ἀντιλήψεις οὐ πάνυ δίδωσι.

Τὰ δ' ἀράχνης ἔργα, κοινὸν ἱστῶν γυναιξὶ καὶ θήρας σαγηνευταῖς ἀρχέτυπον, οὐ καθ' ἓν ἄν τις θαυμάσειε· καὶ γὰρ ἡ τοῦ νήματος ἀκρίβεια καὶ τῆς ὑφῆς τὸ μὴ διεχὲς μηδὲ [966ς] στημονῶδες ἀλλὰ λείου συνέχειαν ὑμένος καὶ κόλλησιν ὑπό τινος ἀδήλως παραμεμιγμένης γλισχρότητος ἀπειργασμένον, ἥ τε βαφὴ τῆς χρόας ἐνάερον καὶ ἀχλυώδη ποιοῦσα τὴν ἐπιφάνειαν ὑπὲρ τοῦ λαθεῖν, αὐτή τε μάλιστα πάντων ἡ τῆς μηχανῆς αὐτῆς ἡνιοχεία καὶ κυβέρνησις, ὅταν ἐνσχεθῇ τι τῶν ἁλωσίμων, ὥσπερ δεινοῦ σαγηνευτοῦ ταχὺ συναιρεῖν εἰς ταὐτὸ καὶ συνάγειν τὸ θήρατρον, [967α] αἰσθανομένης καὶ φρονούσης, τῇ καθ' ἡμέραν ὄψει καὶ θέᾳ τοῦ γιγνομένου πιστὸν ἔσχε τὸν λόγον, ἄλλως δ' ἂν ἐδόκει μῦθος· ὥσπερ ἡμῖν ἐδόκει τὸ τῶν ἐν Λιβύῃ κοράκων, οἳ ποτοῦ δεόμενοι † καὶ λίθους ἐμβάλλουσιν ἀναπληροῦντες καὶ ἀνάγοντες τὸ ὕδωρ, μέχρι ἂν ἐν ἐφικτῷ γένηται· εἶτα μέντοι κύνα θεασάμενος ἐν πλοίῳ, τῶν ναυτῶν μὴ παρόντων, εἰς ἔλαιον ἀμφορέως ἀποδεοῦς ἐμβάλλοντα τῶν χαλίκων, ἐθαύμασα πῶς νοεῖ καὶ συνίησι τὴν γιγνομένην ἔκθλιψιν ὑπὸ τῶν βαρυτέρων τοῖς κουφοτέροις ὑφισταμένων. Ὅμοια δὲ καὶ τὰ τῶν Κρητικῶν [967β] μελισσῶν καὶ τὰ τῶν ἐν Κιλικίᾳ χηνῶν· ἐκεῖναι μὲν γὰρ ἀνεμῶδές τι μέλλουσαι κάμπτειν ἀκρωτήριον ἑρματίζουσιν ἑαυτάς, ὑπὲρ τοῦ μὴ παραφέρεσθαι, μικροῖς λιθιδίοις· οἱ δὲ χῆνες τοὺς ἀετοὺς δεδοικότες, ὅταν ὑπερβάλλωσι τὸν Ταῦρον, εἰς τὸ στόμα λίθον εὐμεγέθη λαμβάνουσιν, οἷον ἐπιστομίζοντες αὑτῶν καὶ χαλινοῦντες τὸ φιλόφωνον καὶ λάλον, ὅπως λάθωσι σιωπῇ παρελθόντες. Τῶν δὲ γεράνων καὶ τὸ περὶ τὴν πτῆσιν εὐδοκιμεῖ· πέτονται γάρ, ὅταν ᾖ πνεῦμα πολὺ καὶ τραχὺς ἀήρ, οὐχ, ὥσπερ εὐδίας οὔσης, μετωπηδὸν ἢ κόλπῳ μηνοειδοῦς περιφερείας, ἀλλ' εὐθὺς εἰς τρίγωνον συνάγουσαι σχίζουσι [967γ] τῇ κορυφῇ τὸ πνεῦμα περιρρέον, ὥστε μὴ διασπᾶσθαι τὴν τάξιν. Ὅταν δὲ κατάρωσιν ἐπὶ γῆν, αἱ προφυλακὴν ἔχουσαι νυκτὸς ἐπὶ θατέρου σκέλους ὀχοῦνται τὸ σῶμα, τῷ δ' ἑτέρῳ ποδὶ λίθον περιλαβοῦσαι κρατοῦσι· συνέχει γὰρ ὁ τῆς ἁφῆς τόνος ἐν τῷ μὴ καθεύδειν πολὺν χρόνον· ὅταν δ' ἀνῶσιν, ἐκπεσὼν ὁ λίθος ταχὺ διήγειρε τὴν προεμένην· ὥστε μὴ πάνυ θαυμάζειν τοῦ Ἡρακλέους, εἰ τόξα μασχάλῃ ὑποθεὶς καὶ

«κραταιῷ περιβαλὼν βραχίονι,
εὕδει πιέζων χειρὶ δεξιᾷ ξύλον·»

μηδ' αὖ πάλιν τοῦ πρώτου ὑπονοήσαντος ὀστρέου μεμυκότος ἀνάπτυξιν ἐντυχόντα τοῖς ἐρωδιῶν σοφίσμασιν· [967δ] ὅταν γὰρ τὴν κόγχην καταπίῃ μεμυκυῖαν, ἐνοχλούμενος ἐγκαρτερεῖ, μέχρι ἂν αἴσθηται μαλασσομένην καὶ χαλῶσαν ὑπὸ τῆς θερμότητος· τότε δ' ἐκβαλὼν κεχηνυῖαν καὶ ἀνεσπασμένην ἐξεῖλε τὸ ἐδώδιμον.

Τὰς δὲ μυρμήκων οἰκονομίας καὶ παρασκευὰς ἐκφράσαι μὲν ἀκριβῶς ἀμήχανον, ὑπερβῆναι δὲ παντελῶς ὀλίγωρον· οὐδὲν γὰρ οὕτω μικρὸν ἡ φύσις ἔχει μειζόνων καὶ καλλιόνων κάτοπτρον, ἀλλ' ὥσπερ ἐν σταγόνι καθαρᾷ πάσης ἔνεστιν ἀρετῆς ἔμφασις· «ἔνθ' ἔνι μὲν φιλότης» τὸ κοινωνικόν, ἔνι δ' ἀνδρείας εἰκὼν τὸ φιλόπονον, ἔνεστι δὲ πολλὰ μὲν ἐγκρατείας σπέρματα πολλὰ δὲ [967ε] φρονήσεως καὶ δικαιοσύνης. Ὁ μὲν οὖν Κλεάνθης ἔλεγε, καίπερ οὐ φάσκων μετέχειν λόγου τὰ ζῷα, τοιαύτῃ θεωρίᾳ παρατυχεῖν· μύρμηκας ἐλθεῖν ἐπὶ μυρμηκιὰν ἑτέραν μύρμηκα νεκρὸν φέροντας· ἀνιόντας οὖν ἐκ τῆς μυρμηκιᾶς ἐνίους οἷον ἐντυγχάνειν αὐτοῖς καὶ πάλιν κατέρχεσθαι· καὶ τοῦτο δὶς ἢ τρὶς γενέσθαι· τέλος δὲ τοὺς μὲν κάτωθεν ἀνενεγκεῖν ὥσπερ λύτρα τοῦ νεκροῦ σκώληκα, [967ς] τοὺς δ' ἐκεῖνον ἀραμένους ἀποδόντας δὲ τὸν νεκρὸν οἴχεσθαι. Τῶν δὲ πᾶσιν ἐμφανῶν ἥ τε περὶ τὰς ἀπαντήσεις ἐστὶν εὐγνωμοσύνη, τῶν μηδὲν φερόντων τοῖς φέρουσιν ἐξισταμένων ὁδοῦ καὶ παρελθεῖν διδόντων· αἵ τε τῶν δυσφόρων καὶ δυσπαρακομίστων διαβρώσεις καὶ διαιρέσεις, ὅπως εὐβάστακτα πλείοσι γένηται. Τὰς δὲ τῶν κυημάτων διαθέσεις καὶ διαψύξεις ἐκτὸς ὑετοῦ ποιεῖται σημεῖον ὁ Ἄρατος·

«Ἢ κοίλης μύρμηκες ὀχῆς ἒξ ὤεα πάντα
θᾶσσον ἀνηνέγκαντο·»

καί τινες οὐκ «〈ἒξ〉 ὤεα» γράφουσιν, ἀλλ' «〈ἔξω〉 ἑά», 〈ὡς〉 τοὺς ἀποκειμένους καρπούς, ὅταν εὐρῶτα συνάγοντας αἴσθωνται [968α] καὶ φοβηθῶσι φθορὰν καὶ σῆψιν, ἀναφερόντων. Ὑπερβάλλει δὲ πᾶσαν ἐπίνοιαν συνέσεως ἡ τοῦ πυροῦ τῆς βλαστήσεως προκατάληψις· οὐ γὰρ δὴ παραμένει ξηρὸς οὐδ' ἄσηπτος ἀλλὰ διαχεῖται καὶ γαλακτοῦται μεταβάλλων εἰς τὸ φύειν· ἵν' οὖν μὴ γενόμενος σπέρμα τὴν σιτίου χρείαν διαφθείρῃ παραμένῃ δ' αὐτοῖς ἐδώδιμος, ἐξεσθίουσι τὴν ἀρχήν, ἀφ' ἧς τὸν βλαστὸν ὁ πυρὸς ἀφίησιν. Τοὺς δὲ τὰς μυρμηκιὰς αὐτῶν ἐπὶ τῷ καταμαθεῖν ὥσπερ ἐξ ἀνατομῆς † πληροῦντας οὐκ ἀποδέχομαι· λέγουσι δ' οὖν οὐκ εὐθεῖαν εἶναι τὴν ἀπὸ τῆς ὀπῆς κάθοδον [968β] οὐδ' εὔπορον ἄλλῳ θηρίῳ διεξελθεῖν, ἀλλὰ καμπαῖς καὶ στρεβλότησι κεκλασμένας ὑποπορεύσεις καὶ ἀνατρήσεις ἐχούσαις εἰς τρεῖς κοιλότητας ἀποτελευτῶσαν, ὧν τὴν μὲν ἐνδιαίτημα κοινὸν αὐτοῖς εἶναι, τὴν δὲ τῶν ἐδωδίμων ταμεῖον, εἰς δὲ τὴν τρίτην ἀποτίθεσθαι τοὺς θνήσκοντας.

Οἶμαι δὲ μὴ ἄκαιρος ὑμῖν φανεῖσθαι τοῖς μύρμηξιν ἐπεισάγων τοὺς ἐλέφαντας, ἵνα τοῦ νοῦ τὴν φύσιν ἔν τε τοῖς μικροτάτοις ἅμα καὶ μεγίστοις σώμασι κατανοήσωμεν, μήτε τούτοις ἐναφανιζομένην μήτ' ἐκείνοις ἐνδέουσαν. Οἱ μὲν οὖν ἄλλοι θαυμάζουσι τοῦ ἐλέφαντος ὅσα μανθάνων καὶ διδασκόμενος ἐν θεάτροις ἐπιδείκνυται [968γ] σχημάτων εἴδη καὶ μεταβολάς, ὧν οὐδ' ἀνθρωπίναις μελέταις τὸ ποικίλον καὶ περιττὸν ἐν μνήμῃ καὶ καθέξει γενέσθαι πάνυ ῥᾴδιόν ἐστιν· ἐγὼ δὲ μᾶλλον ἐν τοῖς ἀφ' αὑτοῦ καὶ ἀδιδάκτοις τοῦ θηρίου πάθεσι καὶ κινήμασιν, ὥσπερ ἀκράτοις καὶ ἀπαραχύτοις, ἐμφαινομένην ὁρῶ τὴν σύνεσιν. Ἐν Ῥώμῃ μὲν γὰρ οὐ πάλαι πολλῶν προδιδασκομένων στάσεις τινὰς ἵστασθαι παραβόλους καὶ κινήσεις δυσεξελίκτους ἀνακυκλεῖν, εἷς ὁ δυσμαθέστατος ἀκούων κακῶς ἑκάστοτε καὶ κολαζόμενος πολλάκις ὤφθη νυκτὸς αὐτὸς ἀφ' ἑαυτοῦ πρὸς τὴν σελήνην ἀναταττόμενος τὰ μαθήματα καὶ μελετῶν. [968δ] Ἐν δὲ Συρίᾳ πρότερον Ἅγνων στορεῖ, τρεφομένου κατ' οἰκίαν ἐλέφαντος, τὸν ἐπιστάτην λαμβάνοντα κριθῶν μέτρον ὑφαιρεῖν καὶ χρεωκοπεῖν μέρος ἥμισυ καθ' ἡμέραν· ἐπεὶ δὲ τοῦ δεσπότου παρόντος ποτὲ καὶ θεωμένου πᾶν τὸ μέτρον κατήρασεν, ἐμβλέψαντα καὶ διαγαγόντα τὴν προβοσκίδα τῶν κριθῶν ἀποδιαστῆσαι καὶ διαχωρίσαι τὸ μέρος, ὡς ἐνῆν λογιώτατα κατειπόντα τοῦ ἐπιστάτου τὴν ἀδικίαν· ἄλλον δέ, ταῖς κριθαῖς λίθους καὶ γῆν εἰς τὸ μέτρον τοῦ ἐπιστάτου καταμιγνύοντος, ἑψομένων κρεῶν δραξάμενον τῆς τέφρας ἐμβαλεῖν εἰς τὴν χύτραν. [968ε] Ὁ δ' ὑπὸ τῶν παιδαρίων προπηλακισθεὶς ἐν Ῥώμῃ τοῖς γραφείοις τὴν προβοσκίδα κεντούντων ὃν συνέλαβε μετέωρον ἐξάρας ἐπίδοξος ἦν ἀποτυμπανίσειν· κραυγῆς δὲ τῶν παρόντων γενομένης ἀτρέμα πρὸς τὴν γῆν πάλιν ἀπηρείσατο καὶ παρῆλθεν, ἀρκοῦσαν ἡγούμενος δίκην τῷ τηλικούτῳ φοβηθῆναι. Περὶ δὲ τῶν ἀγρίων καὶ αὐτονόμων ἄλλα τε θαυμάσια καὶ τὰ περὶ τὰς διαβάσεις τῶν ποταμῶν ἱστοροῦσι· προδιαβαίνει γὰρ ἐπιδοὺς αὑτὸν ὁ νεώτατος καὶ μικρότατος· οἱ δ' ἑστῶτες ἀποθεωροῦσιν ὡς, ἂν ἐκεῖνος ὑπεραίρῃ τῷ μεγέθει τὸ ῥεῦμα, πολλὴν τοῖς μείζοσι πρὸς τὸ θαρρεῖν [968ς] περιουσίαν τῆς ἀσφαλείας οὖσαν.

Ἐνταῦθα τοῦ λόγου γεγονὼς οὐ δοκῶ μοι παρήσειν δι' ὁμοιότητα τὸ τῆς ἀλώπεκος. Οἱ μὲν οὖν μυθολόγοι τῷ Δευκαλίωνί φασι περιστερὰν ἐκ τῆς λάρνακος ἀφιεμένην δήλωμα γενέσθαι χειμῶνος μὲν εἴσω πάλιν ἐνδυομένην, εὐδίας δ' ἀποπτᾶσαν· οἱ δὲ Θρᾷκες ἔτι νῦν, ὅταν παγέντα διαβαίνειν ποταμὸν ἐπιχειρῶσιν, ἀλώπεκα ποιοῦνται γνώμονα τῆς τοῦ πάγου στερρότητος· [769α] ἡσυχῆ γὰρ ὑπάγουσα παραβάλλει τὸ οὖς· κἂν μὲν αἴσθηται ψόφῳ τοῦ ῥεύματος ἐγγὺς ὑποφερομένου, τεκμαιρομένη μὴ γεγονέναι διὰ βάθους τὴν πῆξιν ἀλλὰ λεπτὴν καὶ ἀβέβαιον ἵσταται, κἂν ἐᾷ τις, ἐπανέρχεται· τῷ δὲ μὴ ψοφεῖν θαρροῦσα διῆλθε. Καὶ τοῦτο μὴ λέγωμεν αἰσθήσεως ἄλογον ἀκρίβειαν, ἀλλ' ἐξ αἰσθήσεως συλλογισμὸν ὅτι

«Τὸ ψοφοῦν κινεῖται, τὸ δὲ κινούμενον οὐ πέπηγε, τὸ δὲ μὴ πεπηγὸς ὑγρόν ἐστι, τὸ δ' ὑγρὸν ἐνδίδωσιν.»

Οἱ δὲ διαλεκτικοί φασι τὸν κύνα τῷ διὰ πλειόνων διεζευγμένῳ χρώμενον ἐν ταῖς [969β] πολυσχιδέσιν ἀτραποῖς συλλογίζεσθαι πρὸς ἑαυτόν

«Ἤτοι τήνδε τὸ θηρίον ὥρμηκεν ἢ τήνδε 〈ἢ τήνδε〉· ἀλλὰ μὴν οὔτε τήνδε οὔτε τήνδε· τὴν λοιπὴν ἄρα·»

τῆς μὲν αἰσθήσεως οὐδὲν ἢ τὴν πρόσληψιν διδούσης, τοῦ δὲ λόγου τὰ λήμματα καὶ τὸ συμπέρασμα τοῖς λήμμασιν ἐπιφέροντος. Οὐ μὴν δεῖταί γε τοιαύτης μαρτυρίας ὁ κύων· ψευδὴς γάρ ἐστι καὶ κίβδηλος· ἡ γὰρ αἴσθησις αὐτὴ τοῖς ἴχνεσι καὶ τοῖς ῥεύμασι τοῦ θηρίου τὴν φυγὴν ἐπιδείκνυσι, χαίρειν λέγουσα διεζευγμένοις ἀξιώμασι καὶ συμπεπλεγμένοις. Δι' ἄλλων δὲ πολλῶν ἔργων καὶ παθῶν καὶ καθηκόντων οὔτ' ὀσφραντῶν οὔθ' ὁρατῶν ἀλλὰ διανοίᾳ [969γ] καὶ λόγῳ μόνον πρακτῶν καὶ θεατῶν ὄντων κατιδεῖν ἔστι τὴν κυνὸς φύσιν. Οὗ τὰς μὲν ἐν ἄγραις ἐγκρατείας καὶ πειθαρχίας καὶ ἀγχινοίας γελοῖος ἔσομαι λέγων πρὸς ὑμᾶς τοὺς ὁρῶντας αὐτὰ καθ' ἡμέραν καὶ μεταχειριζομένους. 〈Κάλβ〉ου δὲ τοῦ Ῥωμαίου σφαγέντος ἐν τοῖς ἐμφυλίοις πολέμοις οὐδεὶς ἐδυνήθη τὴν κεφαλὴν ἀποτεμεῖν πρότερον, πρὶν ἢ τὸν κύνα τὸν φυλάττοντα καὶ προμαχόμενον αὐτοῦ κατακεντῆσαι περιστάντας. Πύρρος δ' ὁ βασιλεὺς ὁδεύων ἐνέτυχε κυνὶ φρουροῦντι σῶμα πεφονευμένου, καὶ πυθόμενος τρίτην ἡμέραν ἐκείνην ἄσιτον παραμένειν καὶ μὴ ἀπολιπεῖν τὸν μὲν νεκρὸν ἐκέλευσε [969δ] θάψαι, τὸν δὲ κύνα μεθ' ἑαυτοῦ κομίζειν ἐπιμελομένους. Ὀλίγαις δ' ὕστερον ἡμέραις ἐξέτασις ἦν τῶν στρατιωτῶν καὶ πάροδος καθημένου τοῦ βασιλέως καὶ παρῆν ὁ κύων ἡσυχίαν ἔχων· ἐπεὶ δὲ τοὺς φονέας τοῦ δεσπότου παριόντας εἶδεν ἐξέδραμε μετὰ φωνῆς ἐπ' αὐτοὺς καὶ θυμοῦ καὶ καθυλάκτει πολλάκις μεταστρεφόμενος εἰς τὸν Πύρρον, ὥστε μὴ μόνον ἐκείνῳ δι' ὑποψίας ἀλλὰ καὶ πᾶσι τοῖς παροῦσι τοὺς ἀνθρώπους γενέσθαι· διὸ συλληφθέντες εὐθὺς καὶ ἀνακρινόμενοι, μικρῶν τινων τεκμηρίων ἔξωθεν προσγενομένων, ὁμολογήσαντες τὸν φόνον ἐκολάσθησαν.

[969ε] Ταὐτὰ δὲ καὶ τὸν Ἡσιόδου κύνα τοῦ σοφοῦ δρᾶσαι λέγουσι, τοὺς Γανύκτορος ἐξελέγξαντα τοῦ Ναυπακτίου παῖδας, ὑφ' ὧν ὁ Ἡσίοδος ἀπέθανεν. Ὃ δ' οἱ πατέρες ἡμῶν ἔγνωσαν αὐτοὶ σχολάζοντες Ἀθήνησιν ἐναργέστερόν ἐστι τῶν εἰρημένων· παραρρυεὶς γὰρ ἄνθρωπος εἰς τὸν νεὼν τοῦ Ἀσκληπιοῦ τὰ εὔογκα τῶν ἀργυρῶν καὶ χρυσῶν ἔλαβεν ἀναθημάτων καὶ λεληθέναι νομίζων ὑπεξῆλθεν· ὁ δὲ φρουρὸς κύων, ὄνομα Κάππαρος, ἐπεὶ μηδεὶς ὑλακτοῦντι τῶν ζακόρων ὑπήκουσεν αὐτῷ, φεύγοντα τὸν ἱερόσυλον ἐπεδίωκε· καὶ πρῶτον μὲν βαλλόμενος λίθοις [969ς] οὐκ ἀπέστη· γενομένης δ' ἡμέρας, ἐγγὺς οὐ προσιὼν ἀλλ' ἀπ' ὀφθαλμοῦ παραφυλάττων εἵπετο καὶ τροφὴν προβάλλοντος οὐκ ἐλάμβανεν· ἀναπαυομένῳ δὲ παρενυκτέρευε καὶ βαδίζοντος πάλιν ἀναστὰς ἐπηκολούθει, τοὺς δ' ἀπαντῶντας ὁδοιπόρους ἔσαινεν, ἐκείνῳ δ' ἐφυλάκτει καὶ προσέκειτο. Ταῦτα δ' οἱ διώκοντες πυνθανόμενοι παρὰ τῶν ἀπαντώντων ἅμα καὶ τὸ χρῶμα φραζόντων καὶ τὸ μέγεθος τοῦ κυνὸς προθυμότερον ἐχρήσαντο τῇ διώξει, καὶ καταλαβόντες τὸν ἄνθρωπον ἀνήγαγον ἀπὸ [970α] Κρομμυῶνος. Ὁ δὲ κύων ἀναστρέψας προηγεῖτο γαῦρος καὶ περιχαρής, οἷον ἑαυτοῦ ποιούμενος ἄγραν καὶ θήραμα τὸν ἱερόσυλον. Ἐψηφίσαντο δὴ σῖτον αὐτῷ δημοσίᾳ μετρεῖσθαι καὶ παρεγγυᾶσθαι τοῖς ἱερεῦσιν εἰς ἀεὶ τὴν ἐπιμέλειαν, ἀπομιμησάμενοι τὸ πρὸς τὸν ἡμίονον φιλανθρώπευμα τῶν παλαιῶν Ἀθηναίων.

Τὸν γὰρ ἑκατόμπεδον νεὼν Περικλέους ἐν ἀκροπόλει κατασκευάζοντος, ὡς εἰκός, λίθοι προσήγοντο πολλοῖς ζεύγεσι καθ' ἡμέραν· τῶν οὖν συνειργασμένων μὲν προθύμως ἤδη δὲ διὰ γῆρας ἀφειμένων ὀρέων εἷς κατερχόμενος εἰς Κεραμεικὸν καὶ [970β] τοῖς ἀνάγουσι ζεύγεσι τοὺς λίθους ὑπαντῶν ἀεὶ συνανέστρεφε καὶ συμπαρετρόχαζεν, οἷον ἐγκελευόμενος καὶ παρορμῶν· διὸ θαυμάσας αὐτοῦ τὴν φιλοτιμίαν ὁ δῆμος ἐκέλευσε δημοσίᾳ τρέφεσθαι, καθάπερ ἀθλητῇ σίτησιν ὑπὸ γήρως ἀπειρηκότι ψηφισάμενος.

Διὸ τοὺς λέγοντας, ὡς ἡμῖν οὐδὲν πρὸς τὰ ζῷα δίκαιόν ἐστι, ῥητέον εὖ λέγειν ἄχρι τῶν ἐνάλων καὶ βυθίων· ἄμικτα γὰρ ἐκεῖνα κομιδῇ πρὸς χάριν καὶ ἄστοργα καὶ πάσης ἄμοιρα γλυκυθυμίας· καὶ καλῶς Ὅμηρος εἶπε

«Γλαυκὴ δέ ς' ἔτικτε θάλασσα»

πρὸς τὸν ἀνήμερον εἶναι δοκοῦντα καὶ ἄμικτον, ὡς μηδὲν τῆς θαλάσσης εὐνοϊκὸν μηδὲ πρᾶον φερούσης. Ὁ δὲ καὶ πρὸς τὰ χερσαῖα [970γ] τῷ λόγῳ τούτῳ χρώμενος ἀπηνὴς καὶ θηριώδης· ἢ μηδὲ Λυσιμάχῳ τι γεγονέναι φήσῃ πρὸς τὸν κύνα τὸν Ὑρκανὸν δίκαιον, ὃς νεκρῷ τε μόνος παρέμεινεν αὐτῷ καί, καομένου τοῦ σώματος, ἐνδραμὼν αὐτὸς ἑαυτὸν ἐπέρριψε. Τὰ δ' αὐτὰ καὶ τὸν ἀετὸν δρᾶσαι λέγουσιν, ὃν Πύρρος οὐχ ὁ βασιλεὺς ἀλλ' ἕτερός τις ἰδιώτης ἔθρεψεν· ἀποθανόντος γὰρ αὐτοῦ περὶ τὸ σῶμα διατρίβων καὶ περὶ τὸ κλινίδιον αἰωρούμενος ἐκφερομένου, τέλος εἰς τὴν πυρὰν στειλάμενος ἀφῆκεν ἑαυτὸν καὶ συγκατέκαυσε. Πώρου δὲ τοῦ βασιλέως ὁ ἐλέφας, ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ [970δ] κατατετρωμένου, πολλὰ τῶν ἀκοντισμάτων ἀτρέμα καὶ φειδόμενος ἐξῄρει τῇ προβοσκίδι, καὶ κακῶς ἤδη διακείμενος αὐτὸς οὐ πρότερον ἐνέδωκεν ἢ τοῦ βασιλέως ἐξαίμου γενομένου καὶ περιρρέοντος αἰσθόμενος καὶ φοβηθεὶς μὴ πέσῃ πράως ὑφῆκε, παρέχων ἐκείνῳ τὴν ἀπόκλισιν ἄλυπον. Ὁ δὲ Βουκεφάλας γυμνὸς μὲν ὢν παρεῖχεν ἀναβῆναι τῷ ἱπποκόμῳ, κοσμηθεὶς δὲ τοῖς βασιλικοῖς προκοσμίοις καὶ περιδεραίοις οὐδένα προσίετο πλὴν αὐτὸν Ἀλέξανδρον· τοῖς δ' ἄλλοις, εἰ πειρώμενοι προσίοιεν, ἐναντίος ἐπιτρέχων ἐχρεμέτιζε μέγα καὶ ἐνήλλετο καὶ [970ε] κατεπάτει τοὺς μὴ πρόσω ἵεσθαι μηδ' ἀποφεύγειν φθάσαντας.

Οὐκ ἀγνοῶ δ' ὅτι 〈τὸ〉 τῶν παραδειγμάτων ὑμῖν φανεῖταί τι ποικίλον· οὐκ ἔστι δὲ ῥᾳδίως τῶν εὐφυῶν ζῴων πρᾶξιν εὑρεῖν μιᾶς ἔμφασιν ἀρετῆς ἔχουσαν· ἀλλ' ἐμφαίνεται καὶ τῷ φιλοστόργῳ τὸ φιλότιμον αὐτῶν καὶ τῷ γενναίῳ τὸ θυμόσοφον, ἥ τε πανουργία καὶ τὸ συνετὸν οὐκ ἀπήλλακται τοῦ θυμοειδοῦς καὶ ἀνδρώδους. Οὐ μὴν ἀλλὰ βουλομένοις διαιρεῖν καὶ διορίζειν καθ' ἕκαστον, ἡμέρου μὲν ἔμφασιν ὁμοῦ καὶ ὑψηλοῦ φρονήματος ποιοῦσιν οἱ κύνες, ἀποτρεπόμενοι τῶν συγκαθεζομένων· ὥς που καὶ ταῦτ' εἴρηται

[970ς] «Οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός·»

οὐκέτι γὰρ προσμάχονται τοῖς ὑποπεσοῦσι καὶ γεγονόσι ταπεινῶν τὰς ἕξεις ὁμοίοις. Φασὶ δὲ καὶ τὸν πρωτεύοντα κύνα τῶν Ἰνδικῶν † καὶ μαχεσθέντα πρὸς Ἀλέξανδρον, ἐλάφου 〈μὲν〉 ἀφιεμένου καὶ κάπρου καὶ ἄρκτου, ἡσυχίαν ἔχοντα κεῖσθαι καὶ περιορᾶν, ὀφθέντος δὲ λέοντος εὐθὺς ἐξαναστῆναι καὶ διακονίεσθαι [971α] καὶ φανερὸν εἶναι αὑτοῦ ποιούμενον ἀνταγωνιστήν, τῶν δ' ἄλλων ὑπερφρονοῦντα πάντων. Οἱ δὲ τοὺς δασύποδας διώκοντες, ἐὰν μὲν αὐτοὶ κτείνωσιν, ἥδονται διασπῶντες καὶ τὸ αἷμα λάπτουσι προθύμως· ἐὰν δ' ἀπογνοὺς ἑαυτὸν ὁ λαγωός, ὃ γίγνεται πολλάκις, ὅσον ἔχει πνεύματος εἰς τὸν ἔσχατον ἀναλώσας δρόμον ἐκλίπῃ, νεκρὸν καταλαβόντες οὐχ ἅπτονται τὸ παράπαν, ἀλλ' ἵστανται τὰς οὐρὰς κινοῦντες, ὡς οὐ κρεῶν χάριν ἀλλὰ νίκης καὶ φιλονεικίας ἀγωνιζόμενοι.

Πανουργίας δὲ πολλῶν παραδειγμάτων ὄντων, ἀφεὶς ἀλώπεκας καὶ λύκους καὶ τὰ γεράνων σοφίσματα καὶ κολοιῶν, [971β] ἔστι γὰρ δῆλα, μάρτυρι χρήσομαι Θαλῇ τῷ παλαιοτάτῳ τῶν σοφῶν, ὃν οὐχ ἥκιστα θαυμασθῆναι λέγουσιν ὀρέως τέχνῃ περιγενόμενον. Τῶν γὰρ ἁληγῶν ἡμιόνων εἷς ἐμβαλὼν εἰς ποταμὸν ὤλισθεν αὐτομάτως καὶ τῶν ἁλῶν διατακέντων ἀναστὰς ἐλαφρὸς ᾔσθετο τὴν αἰτίαν καὶ κατεμνημόνευσεν· ὥστε διαβαίνων ἀεὶ τὸν ποταμὸν ἐπίτηδες ὑφιέναι καὶ βαπτίζειν τὰ ἀγγεῖα, συγκαθίζων καὶ ἀπονεύων εἰς ἑκάτερον μέρος. Ἀκούσας οὖν ὁ Θαλῆς ἐκέλευσεν ἀντὶ τῶν ἁλῶν ἐρίων τὰ ἀγγεῖα καὶ σπόγγων ἐμπλήσαντας καὶ ἀναθέντας ἐλαύνειν τὸν ἡμίονον. [971γ] Ποιήσας οὖν τὸ εἰωθὸς καὶ ἀναπλήσας ὕδατος τὰ φορτία συνῆκεν ἀλυσιτελῆ σοφιζόμενος ἑαυτῷ, καὶ τὸ λοιπὸν οὕτω προσέχων καὶ φυλαττόμενος διέβαινε τὸν ποταμόν, ὥστε μηδ' ἄκοντος αὐτοῦ τῶν φορτίων παραψαῦσαι τὸ ὑγρόν. Ἄλλην δὲ πανουργίαν ὁμοῦ μετὰ τοῦ φιλοστόργου πέρδικες ἐπιδεικνύντες τοὺς μὲν νεοττοὺς ἐθίζουσι μηδέπω φεύγειν δυναμένους, ὅταν διώκωνται, καταβαλόντας ὑπτίους ἑαυτοὺς βῶλόν τιν' ἢ συρφετὸν ἄνω προΐσχεσθαι τοῦ σώματος οἷον ἐπηλυγαζομένους· αὐταὶ δὲ τοὺς διώκοντας ὑπάγουσιν ἄλλῃ καὶ περισπῶσιν 〈εἰς〉 ἑαυτάς, ἐμποδὼν διαπετόμεναι καὶ κατὰ μικρὸν [971δ] ἐξανιστάμεναι, μέχρις ἂν οὕτως ἁλισκομένων δόξαν ἐνδιδοῦσαι μακρὰν ἀποσπάσωσι τῶν νεοττῶν. Οἱ δὲ δασύποδες πρὸς εὐνὴν ἐπανιόντες ἄλλον ἀλλαχῆ κομίζουσι τῶν λαγιδέων, καὶ πλέθρου διάστημα πολλάκις ἀλλήλων ἀπέχοντας, ὅπως, ἂν ἄνθρωπος ἢ κύων ἐπίῃ, μὴ πάντες ἅμα συγκινδυνεύωσιν· αὐτοὶ δὲ πολλαχόθι ταῖς μεταδρομαῖς ἴχνη θέντες, τὸ δ' ἔσχατον ἅλμα μέγα καὶ μακρὰν τῶν ἰχνῶν ἀποσπάσαντες οὕτω καθεύδουσιν.

Ἡ δ' ἄρκτος ὑπὸ τοῦ πάθους, ὃ καλοῦσι φωλείαν, καταλαμβανομένη, πρὶν ἢ παντάπασι ναρκῆσαι καὶ γενέσθαι βαρεῖα [971ε] καὶ δυσκίνητος, τόν τε τόπον ἀνακαθαίρει καὶ μέλλουσα καταδύεσθαι τὴν μὲν ἄλλην πορείαν ὡς ἐνδέχεται μάλιστα ποιεῖται μετέωρον καὶ ἐλαφρὰν ἄκροις ἐπιθιγγάνουσα τοῖς ἴχνεσι, τῷ νώτῳ δὲ τὸ σῶμα προσάγει καὶ παρακομίζει πρὸς τὸν φωλεόν. Τῶν ἐλάφων δ' αἱ θήλειαι μάλιστα τίκτουσι παρὰ τὴν ὁδόν, ὅπου τὰ σαρκοβόρα θηρία μὴ πρόσεισιν· οἵ τ' ἄρρενες, ὅταν αἴσθωνται βαρεῖς ὑπὸ πιμελῆς καὶ πολυσαρκίας ὄντες, ἐκτοπίζουσι σῴζοντες αὑτοὺς τῷ λανθάνειν, ὅτε τῷ φεύγειν οὐ πεποίθασιν. Τῶν δὲ χερσαίων ἐχίνων ἡ μὲν ὑπὲρ αὑτῶν [971ς] ἄμυνα καὶ φυλακὴ παροιμίαν πεποίηκε

«Πόλλ' οἶδ' ἀλώπηξ, ἀλλ' ἐχῖνος ἓν μέγα»·

προσιούσης γὰρ αὐτῆς, ὥς φησιν ὁ Ἴων,

«Στρόβιλος ἀμφ' ἄκανθαν εἱλίξας δέμας
κεῖται θιγεῖν τε καὶ δακεῖν ἀμήχανος.»

Γλαφυρωτέρα δ' ἐστὶν ἡ περὶ τῶν σκυμνίων πρόνοια· μετοπώρου γὰρ ὑπὸ τὰς ἀμπέλους ὑποδυόμενος καὶ τοῖς ποσὶ τὰς ῥᾶγας ἀποσείσας τοῦ βότρυος χαμᾶζε καὶ περικυλινδηθείς, ἀναλαμβάνει ταῖς ἀκάνθαις· [972α] καὶ παρέσχε ποτὲ παισὶν ἡμῖν ὁρῶσιν ὄψιν ἑρπούσης ἢ βαδιζούσης σταφυλῆς, οὕτως ἀνάπλεως ἐχώρει τῆς ὀπώρας· εἶτα καταδὺς εἰς τὸν φωλεὸν τοῖς σκύμνοις χρῆσθαι καὶ λαμβάνειν ἀπ' αὐτοῦ ταμιευομένοις παραδίδωσι. Τὸ δὲ κοιταῖον αὐτῶν ὀπὰς ἔχει δύο, τὴν μὲν πρὸς νότον τὴν δὲ πρὸς βορέαν βλέπουσαν· ὅταν δὲ προαίσθωνται τὴν διαφορὰν τοῦ ἀέρος, ὥσπερ ἱστίον κυβερνῆται μεταλαμβάνοντες ἐμφράττουσι τὴν κατ' ἄνεμον τὴν δ' ἑτέραν ἀνοίγουσι. Καὶ τοῦτό τις ἐν Κυζίκῳ καταμαθὼν δόξαν ἔσχεν ὡς ἀφ' αὑτοῦ τὸν μέλλοντα πνεῖν ἄνεμον προαγορεύων.

[972β] Τό γε μὴν κοινωνικὸν μετὰ τοῦ συνετοῦ τοὺς ἐλέφαντας ἀποδείκνυσθαί φησιν ὁ Ἰόβας ὀρύγματα γὰρ αὐτοῖς οἱ θηρεύοντες ὑπεργασάμενοι λεπτοῖς φρυγάνοις καὶ φορυτῷ κούφῳ κατερέφουσιν· ὅταν οὖν 〈εἷς〉 τις εἰσολίσθῃ πολλῶν ὁμοῦ πορευομένων, οἱ λοιποὶ φοροῦντες ὕλην καὶ λίθους ἐμβάλλουσιν, ἀναπληροῦντες τὴν κοιλότητα τοῦ ὀρύγματος, ὥστε ῥᾳδίαν ἐκείνῳ γίνεσθαι τὴν ἔκβασιν. Ἱστορεῖ δὲ καὶ εὐχῇ χρῆσθαι θεῶν τοὺς ἐλέφαντας ἀδιδάκτως, ἁγνιζομένους τε τῇ θαλάσσῃ καὶ τὸν ἥλιον ἐκφανέντα προσκυνοῦντας ὥσπερ χειρὸς ἀνασχέσει τῆς προβοσκίδος. Ὅθεν καὶ θεοφιλέστατόν [972γ] ἐστι τὸ θηρίον, ὡς Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐμαρτύρησε. Κρατήσας γὰρ Ἀντιόχου καὶ βουλόμενος ἐκπρεπῶς τιμῆσαι τὸ θεῖον ἄλλα τε πάμπολλα κατέθυσεν ἐπινίκια τῆς μάχης καὶ τέσσαρας ἐλέφαντας· εἶτα νύκτωρ ὀνείρασιν ἐντυχών, ὡς τοῦ θεοῦ μετ' ὀργῆς ἀπειλοῦντος αὐτῷ διὰ τὴν ἀλλόκοτον ἐκείνην θυσίαν, ἱλασμοῖς τε πολλοῖς ἐχρήσατο καὶ χαλκοῦς ἐλέφαντας ἀντὶ τῶν σφαγέντων ἀνέστησε τέσσαρας. Οὐχ ἧττον δὲ κοινωνικὰ τὰ τῶν λεόντων. Οἱ γὰρ νέοι τοὺς βραδεῖς καὶ γέροντας ἤδη συνεξάγουσιν ἐπὶ θήραν· ὅπου δ' ἂν ἀπαγορεύσωσιν, οἱ μὲν κάθηνται περιμένοντες οἱ δὲ θηρεύουσι· κἂν λάβωσιν [972δ] ὁτιοῦν, ἀνακαλοῦνται, μόσχου μυκήματι τὸ βρύχημα ποιοῦντες ὅμοιον· οἱ δ' εὐθὺς αἰσθάνονται καὶ παραγενόμενοι κοινῇ τὴν ἄγραν ἀναλίσκουσιν.

Ἔρωτες δὲ πολλῶν οἱ μὲν ἄγριοι καὶ περιμανεῖς γεγόνασιν, οἱ δ' ἔχοντες οὐκ ἀπάνθρωπον ὡραϊσμὸν οὐδ' ἀναφρόδιτον ὁμιλίαν. Οἷος ἦν ὁ τοῦ ἐλέφαντος ἐν Ἀλεξανδρείᾳ τοῦ ἀντερῶντος Ἀριστοφάνει τῷ γραμματικῷ· τῆς γὰρ αὐτῆς ἤρων στεφανοπώλιδος, καὶ οὐχ ἧττον ἦν ὁ ἐλέφας διάδηλος· ἔφερε γὰρ αὐτῇ τῆς ὀπώρας ἀεὶ 〈τὰ〉 πρατήρια παραπορευόμενος, καὶ χρόνον πολὺν ὑφίστατο καὶ τὴν προβοσκίδα τῶν χιτωνίων ἐντὸς ὥσπερ χεῖρα [972ε] παραβαλὼν ἀτρέμα τῆς περὶ τὸ στῆθος ὥρας ἔψαυεν. Ὁ δὲ δράκων ὁ τῆς Αἰτωλίδος ἐρασθεὶς ἐφοίτα νύκτωρ παρ' αὐτὴν καὶ τοῦ σώματος ὑποδυόμενος ἐν χρῷ καὶ περιπλεκόμενος οὐδὲν οὔθ' ἑκὼν οὔτ' ἄκων ἔβλαψεν ἀλλὰ κοσμίως ἀεὶ περὶ τὸν ὄρθρον ἀπηλλάττετο. Συνεχῶς δὲ τοῦτο ποιοῦντος αὐτοῦ, μετῴκισαν οἱ προσήκοντες ἀπωτέρω τὴν ἄνθρωπον· ὁ δὲ τρεῖς μὲν ἢ τέτταρας 〈νύκτας〉 οὐκ ἦλθεν ἀλλ' ὡς ἔοικε περιῄει ζητῶν καὶ πλανώμενος· μόλις δέ πως ἐξανευρὼν καὶ περιπεσὼν οὐ πρᾴως ὥσπερ εἰώθει ἀλλὰ τραχύτερον τῷ μὲν ἄλλῳ σπειράματι τὰς [972ς] χεῖρας αὐτῆς ἔδησε πρὸς τὸ σῶμα, τῷ δ' ἀπολήγοντι τῆς οὐρᾶς ἐμαστίγου τὰς κνήμας, ἐλαφράν τινα καὶ φιλόστοργον καὶ πλέον ἔχουσαν τοῦ κολάζοντος τὸ φειδόμενον ὀργὴν ἀποδεικνύμενος. Τὸν δ' ἐν Αἰγίῳ παιδεραστοῦντα χῆνα καὶ τὸν ἐπιθυμήσαντα Γλαύκης τῆς κιθαρῳδοῦ κριόν, περιβόητοι γάρ εἰσι καὶ πολλῶν οἶμαι διηγημάτων διακορεῖς ὑμᾶς εἶναι, διὰ ταῦτα μὲν ἀφίημι.

Ψᾶρες δὲ καὶ κόρακες καὶ ψιττακοὶ μανθάνοντες διαλέγεσθαι καὶ τὸ τῆς φωνῆς πνεῦμα τοῖς διδάσκουσιν εὔπλαστον οὕτω καὶ μιμηλὸν ἐξαρθροῦν καὶ ῥυθμίζειν παρέχοντες [973α] ἐμοὶ δοκοῦσι προδικεῖν καὶ συνηγορεῖν τοῖς ἄλλοις ζῴοις ἐν τῷ μανθάνειν, τρόπον τινὰ διδάσκοντες ἡμᾶς, ὅτι καὶ προφορικοῦ λόγου καὶ φωνῆς ἐνάρθρου μέτεστιν αὐτοῖς· ᾗ καὶ πολὺς κατάγελως τὸ πρὸς ταῦτα αταλιπεῖν ἐκείνοις σύγκρισιν, οἷς οὐδ' ὅσον ὠρύσασθαι μέτεστιν οὐδ' ὅσον στενάξαι φωνῆς. Τούτων δὲ καὶ τοῖς αὐτοφυέσι καὶ τοῖς ἀδιδάκτοις γηρύμασιν ὅση μοῦσα καὶ χάρις ἔπεστιν, οἱ λογιώτατοι καὶ καλλιφωνότατοι μαρτυροῦσι, τὰ ἥδιστα ποιήματα μέλεσι κύκνων καὶ ἀηδόνων ᾠδαῖς ἀπεικάζοντες. Ἐπεὶ δὲ τοῦ μαθεῖν τὸ διδάξαι λογικώτερον, ἤδη πειστέον Ἀριστοτέλει [973β] λέγοντι καὶ τοῦτο τὰ ζῷα ποιεῖν· ὀφθῆναι γὰρ ἀηδόνα νεοσσὸν ᾄδειν προδιδάσκουσαν. Μαρτυρεῖ δ' αὐτῷ τὸ φαυλότερον ᾄδειν ὅσαις συμβέβηκε μικραῖς ἁλούσαις ἀποτρόφοις τῶν μητέρων γενέσθαι· διδάσκονται γὰρ αἱ συντρεφόμεναι καὶ μανθάνουσιν οὐ διὰ μισθὸν οὐδὲ πρὸς δόξαν ἀλλὰ τῷ χαίρειν διαμελιζόμεναι καὶ τὸ καλὸν ἀγαπᾶν μᾶλλον ἢ τὸ χρειῶδες τῆς φωνῆς. Ἔχω δὲ περὶ τούτου καὶ λόγον εἰπεῖν πρὸς ὑμᾶς, ἀκούσας Ἑλλήνων τε πολλῶν καὶ Ῥωμαίων παραγενομένων.

Κουρεὺς γάρ τις ἐργαστήριον ἔχων ἐν Ῥώμῃ πρὸ τοῦ τεμένους, ὃ καλοῦσιν [973γ] Ἑλλήνων ἀγοράν, θαυμαστόν τι χρῆμα πολυφώνου καὶ πολυφθόγγου κίττης ἔτρεφε, καὶ ἀνθρώπου ῥήματα καὶ θηρίων φθόγγους καὶ ψόφους ὀργάνων ἀνταπεδίδου, μηδενὸς ἀναγκάζοντος ἀλλ' αὑτὴν ἐθίζουσα καὶ φιλοτιμουμένη μηδὲν ἄρρητον ἀπολιπεῖν μηδ' ἀμίμητον. Ἔτυχε δέ τις ἐκεῖθεν τῶν πλουσίων ἐκκομιζόμενος ὑπὸ σάλπιγξι πολλαῖς, καὶ γενομένης ὥσπερ εἴωθε κατὰ τὸν τόπον ἐπιστάσεως, εὐδοκιμοῦντες οἱ σαλπιγκταὶ καὶ κελευόμενοι πολὺν χρόνον ἐνδιέτριψαν· ἡ δὲ κίττα μετὰ τὴν ἡμέραν ἐκείνην ἄφθογγος ἦν καὶ ἄναυδος, οὐδὲ τὴν αὑτῆς ἐπὶ τοῖς [97δ] ἀναγκαίοις πάθεσιν ἀφιεῖσα φωνήν. Τοῖς οὖν πρότερον αὐτῆς θαυμάζουσι τὴν φωνὴν τότε θαῦμα μεῖζον ἡ σιωπὴ παρεῖχε, κωφὸν ἀκροάματος συνήθους παροδεύουσι τὸν τόπον· ὑποψίαι δὲ φαρμάκων ἐπὶ τοὺς ὁμοτέχνους ἦσαν· οἱ δὲ πλεῖστοι τὰς σάλπιγγας εἴκαζον ἐκπλῆξαι τὴν ἀκοήν, τῇ δ' ἀκοῇ συγκατεσβέσθαι τὴν φωνήν. Ἦν δ' οὐδέτερα τούτων, ἀλλ' ἄσκησις ὡς ἔοικε καὶ ἀναχώρησις εἰς ἑαυτὸ τοῦ μιμητικοῦ, καθάπερ ὄργανον ἐξαρτυομένου τὴν φωνὴν καὶ παρασκευάζοντος· ἄφνω γὰρ αὖθις ἧκε καὶ ἀνέλαμψεν οὐδὲν τῶν συνήθων καὶ παλαιῶν μιμημάτων [973ε] ἐκείνων, ἀλλὰ τὰ μέλη τῶν σαλπίγγων αὐταῖς περιόδοις φθεγγομένη καὶ μεταβολὰς πάσας καὶ κρουμάτων διεξιοῦσα πάντας ῥυθμούς· ὥστε, ὅπερ ἔφην, τῆς εὐμαθείας λογικωτέραν εἶναι τὴν αὐτομάθειαν ἐν αὐτοῖς.

Πλὴν ἕν γέ τι μάθημα κυνὸς οὐ δοκῶ μοι παρήσειν, γενόμενος ἐν Ῥώμῃ θεατής. Παρὼν γὰρ ὁ κύων μίμῳ πλοκὴν ἔχοντι δραματικὴν καὶ πολυπρόσωπον ἄλλας τε μιμήσεις ἀπεδίδου τοῖς ὑποκειμένοις πάθεσι καὶ πράγμασι προσφόρους, καὶ φαρμάκου ποιουμένων ἐν αὐτῷ πεῖραν ὑπνωτικοῦ μὲν ὑποκειμένου δ' εἶναι θανασίμου, τόν τ' ἄρτον, ᾧ δῆθεν ἐμέμικτο τὸ φάρμακον, ἐδέξατο καὶ [973ς] καταφαγὼν ὀλίγον ὕστερον ὅμοιος ἦν ὑποτρέμοντι καὶ σφαλλομένῳ καὶ καρηβαροῦντι· τέλος δὲ προτείνας ἑαυτὸν ὥσπερ νεκρὸς ἔκειτο, καὶ παρεῖχεν ἕλκειν καὶ μεταφέρειν, ὡς ὁ τοῦ δράματος ὑπηγόρευε λόγος. Ἐπεὶ δὲ τὸν καιρὸν ἐκ τῶν λεγομένων καὶ πραττομένων ἐνόησεν, ἡσυχῆ τὸ πρῶτον ἐκίνησεν ἑαυτόν, ὥσπερ ἐξ ὕπνου βαθέος ἀναφερόμενος, [974α] καὶ τὴν κεφαλὴν ἐπάρας διέβλεψεν· ἔπειτα θαυμασάντων, ἐξαναστὰς ἐβάδιζε πρὸς ὃν ἔδει καὶ προσῄκαλλε χαίρων καὶ φιλοφρονούμενος, ὥστε πάντας ἀνθρώπους καὶ Καίσαρα (παρῆν γὰρ ὁ γέρων Οὐεσπασιανὸς ἐν τῷ Μαρκέλλου θεάτρῳ) συμπαθεῖς γενέσθαι.

Γελοῖοι δ' ἴσως ἐσμὲν ἐπὶ τῷ μανθάνειν τὰ ζῷα σεμνύνοντες, ὧν ὁ Δημόκριτος ἀποφαίνει μαθητὰς ἐν τοῖς μεγίστοις γεγονότας ἡμᾶς· ἀράχνης 〈ἐν〉 ὑφαντικῇ καὶ ἀκεστικῇ, χελιδόνος ἐν οἰκοδομίᾳ, καὶ τῶν λιγυρῶν, κύκνου καὶ ἀηδόνος, ἐν ᾠδῇ κατὰ μίμησιν. Ἰατρικῆς δὲ πολὺ τῶν τριῶν εἰδῶν ἑκάστου καὶ γενναῖον [974β] ἐν αὐτοῖς μόριον ὁρῶμεν· οὐ γὰρ μόνον τῷ φαρμακευτικῷ χρῶνται, χελῶναι μὲν ὀρίγανον γαλαῖ δὲ πήγανον, ὅταν ὄφεως φάγωσιν, ἐπεσθίουσαι· κύνες δὲ πόᾳ τινὶ καθαίροντες ἑαυτοὺς χολεριῶντας· ὁ δὲ δράκων τῷ μαράθρῳ τὸν ὀφθαλμὸν ἀμβλυώττοντα λεπτύνων καὶ διαχαράττων· ἡ δ' ἄρκτος, ὅταν ἐκ τοῦ φωλεοῦ προέλθῃ, τὸ ἄρον ἐσθίουσα πρῶτον τὸ ἄγριον· ἡ γὰρ δριμύτης ἀνοίγει συμπεφυκὸς αὐτῆς τὸ ἔντερον· ἄλλως δ' ἀσώδης γενομένη πρὸς τὰς μυρμηκιὰς τρέπεται καὶ κάθηται προβάλλουσα λιπαρὰν καὶ μαλακὴν ἰκμάδι γλυκείᾳ τὴν γλῶσσαν, ἄχρι [974γ] οὗ μυρμήκων ἀνάπλεως γένηται· καταπίνουσα γὰρ ὠφελεῖται. Τῆς τ' ἴβεως τὸν ὑποκλυσμὸν ἅλμῃ καθαιρομένης Αἰγύπτιοι συνιδεῖν καὶ μιμήσασθαι λέγουσιν· οἱ δ' ἱερεῖς ὕδατι χρῶνται, περιαγνίζοντες ἑαυτούς, ἐξ οὗ πέπωκεν ἶβις· ἂν γὰρ ᾖ φαρμακῶδες ἢ νοσηρὸν ἄλλως τὸ ὕδωρ, οὐ πρόσεισιν. Ἀλλὰ καὶ τροφῆς ἀποσχέσει ἔνια θεραπεύονται· καθάπερ λύκοι καὶ λέοντες, ὅταν κρεῶν γένωνται διακορεῖς, ἡσυχίαν ἄγουσι κατακείμενοι καὶ συνθάλποντες ἑαυτούς. Τίγριν δέ φασιν, ἐρίφου παραδοθέντος αὐτῇ, χρωμένην διαίτῃ μὴ φαγεῖν ἐφ' ἡμέρας δύο, τῇ δὲ [974δ] τρίτῃ πεινῶσαν αἰτεῖν ἄλλο καὶ τὴν γαλεάγραν σπαράσσειν· ἐκείνου δὲ φείσασθαι οἰομένην σύντροφον ἔχειν ἤδη καὶ σύνοικον. Οὐ μὴν ἀλλὰ καὶ χειρουργίᾳ χρῆσθαι τοὺς ἐλέφαντας ἱστοροῦσι· καὶ γὰρ ξυστὰ καὶ λόγχας καὶ τοξεύματα, παριστάμενοι τοῖς τετρωμένοις, ἄνευ σπαραγμοῦ ῥᾳδίως καὶ ἀβλαβῶς ἐξέλκουσιν. Αἱ δὲ Κρητικαὶ αἶγες, ὅταν τὸ δίκταμνον φάγωσιν, ἐκβάλλουσαι τὰ τοξεύματα ῥᾳδίως καταμαθεῖν ταῖς ἐγκύοις τὴν βοτάνην παρέσχον ἐκτρωτικὴν δύναμιν ἔχουσαν· ἐπ' οὐδὲν γὰρ ἄλλο τρωθεῖσαι φέρονται καὶ ζητοῦσι καὶ διώκουσιν 〈ἢ〉 τὸ δίκταμνον.

Ἧττον δὲ ταῦτα θαυμαστά, καίπερ ὄντα θαυμάσια, [974ε] ποιοῦσιν αἱ νόησιν ἀριθμοῦ καὶ δύναμιν τοῦ ἀριθμεῖν ἔχουσαι φύσεις, ὥσπερ ἔχουσιν αἱ περὶ Σοῦσα βόες. Εἰσὶ γὰρ αὐτόθι τὸν βασιλικὸν παράδεισον ἄρδουσαι περιάκτοις ἀντλήμασιν, ὧν ὥρισται τὸ πλῆθος· ἑκατὸν γὰρ ἑκάστη βοῦς ἀναφέρει καθ' ἡμέραν ἑκάστην ἀντλήματα· πλείονα δ' οὐκ ἔστιν οὔτε λαθεῖν οὔτε βιάσασθαι βουλόμενον· ἀλλὰ καὶ πείρας ἕνεκα πολλάκις προστιθέντων ὑφίσταται καὶ οὐ πρόεισιν, ἀποδοῦσα τὸ τεταγμένον· οὕτως ἀκριβῶς συντίθησι καὶ καταμνημονεύει τὸ κεφάλαιον, ὡς Κτησίας ὁ Κνίδιος ἱστόρηκε. Λίβυες δ' Αἰγυπτίων καταγελῶσι μυθολογούντων περὶ τοῦ ὄρυγος, [974ς] ὡς φωνὴν ἀφιέντος ἡμέρας ἐκείνης καὶ ὥρας ἧς ἐπιτέλλει τὸ ἄστρον, ὃ Σῶθιν αὐτοὶ Κύνα δὲ καὶ Σείριον ἡμεῖς καλοῦμεν· τὰς γὰρ αὑτῶν ὁμοῦ πάσας αἶγας, ὅταν ἀνάσχῃ μεθ' ἡλίου τὸ ἄστρον ἀτρεκῶς, ἐκεῖ στρεφομένας ἀποβλέπειν πρὸς τὴν ἀνατολήν· καὶ τεκμήριον τοῦτο τῆς περιόδου βεβαιότατον εἶναι καὶ μάλιστα τοῖς μαθηματικοῖς κανόσιν ὁμολογούμενον.

[975α] Ἵνα δὲ κορυφὴν ὁ λόγος ἐπιθεὶς ἑαυτῷ παύσηται, φέρε κινήσαντες τὴν ἀφ' ἱερᾶς βραχέα περὶ θειότητος αὐτῶν καὶ μαντικῆς εἴπωμεν. Οὐ γάρ τι μικρὸν οὐδ' ἄδοξον, ἀλλὰ πολὺ καὶ παμπάλαιον μαντικῆς μόριον οἰωνιστικὴ κέκληται· τὸ γὰρ ὀξὺ καὶ νοερὸν αὐτῶν καὶ δι' εὐστροφίαν ὑπήκοον ἁπάσης φαντασίας ὥσπερ ὀργάνῳ τῷ θεῷ παρέχει χρῆσθαι καὶ τρέπειν ἐπί τε κίνησιν ἐπί τε φωνὰς καὶ γηρύματα καὶ σχήματα νῦν μὲν ἐνστατικὰ νῦν δὲ φορὰ καθάπερ πνεύματα † ταῖς μὲν ἐπικόπτοντα ταῖς δ' ἐπευθύνοντα πράξεις καὶ ὁρμὰς εἰς τὸ τέλος. Διὸ [975β] κοινῇ μὲν ὁ Εὐριπίδης «θεῶν κήρυκας» ὀνομάζει τοὺς ὄρνιθας· ἰδίᾳ δέ φησιν ὁ Σωκράτης «ὁμόδουλον» ἑαυτὸν ποιεῖσθαι «τῶν κύκνων»· ὥσπερ αὖ καὶ τῶν βασιλέων Ἀετὸς μὲν ὁ Πύρρος ἥδετο καλούμενος Ἰέραξ δ' ὁ Ἀντίοχος· ἰχθῦς δὲ τοὺς ἀμαθεῖς καὶ ἀνοήτους λοιδοροῦντες ἢ σκώπτοντες ὀνομάζομεν. Ἀλλὰ δὴ μυρίων μυριάκις εἰπεῖν παρόντων, ἃ προδείκνυσιν ἡμῖν καὶ προσημαίνει τὰ πεζὰ καὶ πτηνὰ παρὰ τῶν θεῶν, ἓν οὐκ ἔστι τοιοῦτον ἀποφῆναι τῷ προδικοῦντι τῶν ἐνύδρων, ἀλλὰ κωφὰ πάντα καὶ τυφλὰ τῆς προνοίας εἰς τὸν ἄθεον καὶ τιτανικὸν ἀπέρριπται τόπον ὥσπερ ἀσεβῶν χῶρον, οὗ τὸ λογικὸν καὶ νοερὸν ἐγκατέσβεσται τῆς ψυχῆς, [975γ] ἐσχάτῳ δέ τινι συμπεφυρμένης καὶ κατακεκλυσμένης αἰσθήσεως μορίῳ σπαίρουσι μᾶλλον ἢ ζῶσιν ἔοικεν.

Ἡρακλέων

Ἄναγε τὰς ὀφρῦς, ὦ φίλε Φαίδιμε, καὶ διέγειρε σεαυτὸν ἡμῖν τοῖς ἐνάλοις καὶ νησιώταις· οὐ παιδιὰ τὸ χρῆμα τοῦ λόγου γέγονεν, ἀλλ' ἐρρωμένος ἀγὼν καὶ ῥητορεία κιγκλίδων ἐπιδέουσα καὶ βήματος.

Φαίδιμος

Ἐνέδρα μὲν οὖν, ὦ Ἡρακλέων, σὺν δόλῳ καταφανής· κραιπαλῶσι γὰρ ἔτι τὸ χθιζὸν καὶ βεβαπτισμένοις νήφων, ὡς ὁρᾷς, ὁ γενναῖος ἐκ παρασκευῆς ἐπιτέθειται. Παραιτεῖσθαι δ' οὐκ ἔστιν· οὐ γὰρ βούλομαι Πινδάρου ζηλωτὴς ὢν ἀκοῦσαι τὸ

[975δ] «Τιθεμένων ἀγώνων πρόφασις
ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον.»

Σχολὴ μὲν οὖν πολλὴ πάρεστιν ὑμῖν, ἀργούντων οὐ χορῶν ἀλλὰ κυνῶν καὶ ἵππων καὶ δικτύου καὶ πάσης σαγήνης, διὰ τοὺς λόγους ἐκεχειρίας κοινῇ πᾶσι τοῖς ζῴοις κατά τε γῆν καὶ κατὰ θάλατταν δεδομένης τὸ σήμερον. Ἀλλὰ μὴ φοβηθῆτε· χρήσομαι γὰρ αὐτῇ μετρίως, οὔτε δόξας φιλοσόφων οὔτ' Αἰγυπτίων μύθους οὔτ' ἀμαρτύρους Ἰνδῶν ἐπαγόμενος ἢ Λιβύων διηγήσεις· ἃ δὲ πανταχοῦ μάρτυρας ἔχει τοὺς ἐργαζομένους τὴν θάλατταν ὁρώμενα καὶ δίδωσι τῇ ὄψει πίστιν, τούτων ὀλίγα παραθήσομαι. [975ε] Καίτοι τῶν ἐν γῇ παραδειγμάτων ἐπιπροσθοῦν οὐδέν ἐστιν, ἀλλ' ἀνεῳγμένη παρέχει τῇ αἰσθήσει τὴν στορίαν· ἡ δὲ θάλασσα μικρὰ κατιδεῖν καὶ γλίσχρα δίδωσι, τῶν δὲ πλείστων κατακαλύπτει γενέσεις καὶ τροφὰς ἐπιθέσεις τε καὶ φυλακὰς ἀλλήλων, ἐν αἷς οὐκ ὀλίγα καὶ συνέσεως ἔργα καὶ μνήμης καὶ κοινωνίας ἀγνοούμενα βλάπτει τὸν λόγον.

Ἔπειτα τὰ μὲν ἐν γῇ διὰ τὴν ὁμοφυλίαν καὶ τὴν συνδιαίτησιν ἁμωσγέπως συναναχρωννύμενα τοῖς ἀνθρωπίνοις ἤθεσιν ἀπολαύει καὶ τροφῆς καὶ διδασκαλίας καὶ μιμήσεως· ἣ τὸ μὲν πικρὸν ἅπαν καὶ [975ς] σκυθρωπὸν ὥσπερ ἐπιμιξία ποτίμου θάλασσαν ἐφηδύνει, τὸ δὲ δυσξύνετον ἅπαν καὶ νωθρὸν ἐπεγείρει ταῖς μετ' ἀνθρώπων κινήσεσιν ἀναρριπιζόμενον. Ὁ δὲ τῶν ἐνάλων βίος ὅροις μεγάλοις τῆς πρὸς ἀνθρώπους ἀπῳκισμένος ὁμιλίας ἐπείσακτον οὐδὲν οὐδὲ συνειθισμένον ἔχων [976α] ἴδιός ἐστι καὶ αὐθιγενὴς καὶ ἄκρατος ἀλλοτρίοις ἤθεσι διὰ τὸν τόπον, οὐ διὰ τὴν φύσιν. Ἡ γὰρ φύσις ὅσον ἐξικνεῖται μαθήσεως ἐπ' αὐτὴν δεχομένη καὶ στέγουσα παρέχει πολλὰς μὲν ἐγχέλεις [ἱερὰς λεγομένας] ἀνθρώποις χειροήθεις, ὥσπερ τὰς 〈ἱερὰς λεγομένας〉 ἐν τῇ Ἀρεθούσῃ, πολλαχοῦ δ' ἰχθῦς ὑπακούοντας αὐτῶν ὀνόμασιν· ὥσπερ τὴν Κράσσου μύραιναν ἱστοροῦσιν, ἧς ἀποθανούσης ἔκλαυσεν ὁ Κράσσος· καί ποτε Δομετίου πρὸς αὐτὸν εἰπόντος «οὐ σὺ μυραίνης ἀποθανούσης ἔκλαυσας;» ἀπήντησεν «οὐ σὺ τρεῖς θάψας γυναῖκας οὐκ ἐδάκρυσας;» οἱ δὲ κροκόδειλοι τῶν ἱερέων οὐ μόνον γνωρίζουσι τὴν [976β] φωνὴν καλούντων καὶ τὴν ψαῦσιν ὑπομένουσιν, ἀλλὰ καὶ διαχανόντες παρέχουσι τοὺς ὀδόντας ἐκκαθαίρειν ταῖς χερσὶ καὶ περιμάττειν ὀθονίοις. Ἔναγχος δὲ Φιλῖνος ὁ βέλτιστος ἥκων πεπλανημένος ἐν Αἰγύπτῳ παρ' ἡμᾶς διηγεῖτο γραῦν ἰδεῖν ἐν Ἀνταίου πόλει κροκοδείλῳ συγκαθεύδουσαν ἐπὶ σκίμποδος εὖ μάλα κοσμίως παρεκτεταμένῳ. Πάλαι δ' ἱστοροῦσι Πτολεμαίου τοῦ βασιλέως παρακαλουμένου τὸν ἱερὸν κροκόδειλον μὴ ἐπακούσαντα μηδὲ πεισθέντα λιπαροῦσι καὶ δεομένοις τοῖς ἱερεῦσι δόξαι προσημαίνειν τὴν μετ' οὐ πολὺ συμβᾶσαν αὐτῷ τοῦ βίου τελευτήν· [976γ] ὥστε μηδὲ τῆς πολυτιμήτου μαντικῆς ἄμοιρον εἶναι τὸ τῶν ἐνύδρων γένος μηδ' ἀγέραστον· ἐπεὶ καὶ περὶ Σοῦραν πυνθάνομαι, κώμην ἐν τῇ Λυκίᾳ Φελλοῦ μεταξὺ καὶ Μύρων, καθεζομένους ἐπ' ἰχθύσιν ὥσπερ οἰωνοῖς διαμαντεύεσθαι τέχνῃ τινὶ καὶ λόγῳ νήξεις καὶ φυγὰς καὶ διώξεις αὐτῶν ἐπισκοποῦντας.

Ἀλλὰ ταῦτα μὲν ἔστω τοῦ μὴ παντάπασιν ἐκφύλου μηδ' ἀσυμπαθοῦς πρὸς ἡμᾶς ἱκανὰ δείγματα· τῆς δ' ἀκράτου καὶ φυσικῆς συνέσεως μέγα δήλωμα τὸ κοινόν ἐστιν· οὐδὲν γὰρ οὕτως εὐχείρωτον ἀνθρώπῳ νηκτόν, ὃ μὴ πέτραις προσέχεται καὶ προσπέφυκεν, οὐδ' ἁλώσιμον [976δ] ἄνευ πραγματείας, ὡς λύκοις μὲν ὄνοι καὶ μέροψι μέλισσαι χελιδόσι δὲ τέττιγες, ἐλάφοις δ' ὄφεις ἀγόμενοι ῥᾳδίως ὑπ' αὐτῶν ᾗ καὶ τοὔνομα πεποίηται παρώνυμον οὐ τῆς ἐλαφρότητος ἀλλὰ τῆς ἕλξεως τοῦ ὄφεως)· καὶ τὸ πρόβατον προσκαλεῖται τῷ ποδὶ τὸν λύκον, τῇ δὲ παρδάλει τὰ πλεῖστα προσχωρεῖν χαίροντα τῇ ὀσμῇ, μάλιστα δὲ τὸν πίθηκον λέγουσι. Τῶν δὲ θαλαττίων ὁμοῦ τι πάντων ἡ προαίσθησις ὕποπτος οὖσα καὶ πεφυλαγμένη πρὸς τὰς ἐπιθέσεις ὑπὸ συνέσεως, οὐχ ἁπλοῦν τὸ τῆς ἄγρας ἔργον οὐδὲ φαῦλον ἀλλ' ὀργάνων τε παντοδαπῶν καὶ σοφισμάτων [976ε] ἐπ' αὐτὰ δεινῶν καὶ ἀπατηλῶν δεόμενον ἀπείργασται. Καὶ τοῦτο δῆλόν ἐστιν ἀπὸ τῶν πάνυ προχείρων.

Τὸν μὲν γὰρ ἀσπαλιευτικὸν κάλαμον οὐ βούλονται πάχος ἔχειν, καίπερ εὐτόνου δεόμενοι πρὸς τοὺς σπαραγμοὺς τῶν ἁλισκομένων, ἀλλὰ μᾶλλον ἐκλέγονται τὸν λεπτόν, ὅπως μὴ πλατεῖαν ἐπιβάλλων σκιὰν ἐκταράττῃ τὸ ὕποπτον αὐτῶν. Ἔπειτα τὴν ὁρμιὰν οὐ ποιοῦσι πολύπλοκον τοῖς ἅμμασι τῶν βρόχων οὐδὲ τραχεῖαν· ἐπεὶ καὶ τοῦτο τοῦ δόλου γίγνεται τεκμήριον αὐτοῖς. Καὶ τῶν τριχῶν τὰ καθήκοντα πρὸς τὸ ἄγκιστρον ὡς ἔνι μάλιστα λευκὰ φαίνεσθαι μηχανῶνται· μᾶλλον γὰρ οὕτως ἐν τῇ θαλάττῃ [976ς] δι' ὁμοιότητα τῆς χρόας λανθάνουσι. Τὸ δ' ὑπὸ τοῦ ποιητοῦ λεγόμενον

«Ἡ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
ἥτε κατ' ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
ἔρχεται ὠμηστῇσιν ἐπ' ἰχθύσι κῆρα φέρουσα·»

παρακούοντες ἔνιοι βοείαις θριξὶν οἴονται πρὸς τὰς ὁρμιὰς χρῆσθαι τοὺς παλαιούς· «κέρας» γὰρ τὴν τρίχα λέγεσθαι καὶ τὸ κείρασθαι διὰ τοῦτο καὶ τὴν κουράν· καὶ [977α] τὸν παρ' Ἀρχιλόχῳ «κεροπλάστην» φιλόκοσμον εἶναι περὶ κόμην καὶ καλλωπιστήν. Ἔστι δ' οὐκ ἀληθές· ἱππείαις γὰρ θριξὶ χρῶνται, τὰς τῶν ἀρρένων λαμβάνοντες· αἱ γὰρ θήλειαι τῷ οὔρῳ τὴν τρίχα βεβρεγμένην ἀδρανῆ ποιοῦσιν. Ἀριστοτέλης δέ φησι μηδὲν ἐν τούτοις λέγεσθαι σοφὸν ἢ περιττὸν ἀλλὰ τῷ ὄντι κεράτιον περιτίθεσθαι πρὸ τοῦ ἀγκίστρου περὶ τὴν ὁρμιάν, ἐπεὶ πρὸς ἄλλο ἐρχόμενοι διεσθίουσι. Τῶν δ' ἀγκίστρων τοῖς μὲν στρογγύλοις ἐπὶ κεστρέας καὶ ἀμίας χρῶνται μικροστόμους ὄντας· τὸ γὰρ εὐθύτερον εὐλαβοῦνται· πολλάκις δὲ καὶ τὸ στρογγύλον ὁ κεστρεὺς ὑποπτεύων ἐν κύκλῳ περινήχεται, τῇ οὐρᾷ περιρραπίζων τὸ ἐδώδιμον [977β] καὶ ἀνακάπτων τὸ ἀποκρουόμενον· ἂν δὲ μὴ δύνηται, συν〈αγ〉αγὼν τὸ στόμα καὶ περιστείλας, τοῖς χείλεσιν ἄκροις ἐπιψαύων ἀποκνίζει τοῦ δελέατος. Ὁ δὲ λάβραξ ἀνδρικώτερον τοῦ ἐλέφαντος οὐχ ἕτερον ἀλλ' αὐτὸς ἑαυτόν, ὅταν περιπέσῃ τῷ ἀγκίστρῳ, βελουλκεῖ, τῇ δεῦρο κἀκεῖ παραλλάξει τῆς κεφαλῆς ἀνευρύνων τὸ τραῦμα καὶ τὸν ἐκ τοῦ σπαραγμοῦ πόνον ὑπομένων, ἄχρις ἂν ἐκβάλῃ τὸ ἄγκιστρον. Ἡ δ' ἀλώπηξ οὐ πολλάκις μὲν ἀγκίστρῳ πρόσεισιν ἀλλὰ φεύγει τὸν δόλον, ἁλοῦσα δ' εὐθὺς ἐκτρέπεται· πέφυκε γὰρ δι' εὐτονίαν καὶ ὑγρότητα μεταβάλλειν τὸ σῶμα καὶ στρέφειν, ὥστε τῶν ἐντὸς ἐκτὸς γενομένων [977γ] ἀποπίπτειν τὸ ἄγκιστρον.

Ταῦτα μὲν οὖν γνῶσιν ἐμφαίνει καὶ χρῆσιν ἐπὶ καιρῷ τοῦ συμφέροντος εὐμήχανον καὶ περιττήν· ἄλλα δ' ἐπιδείκνυται μετὰ τοῦ συνετοῦ τὸ κοινωνικὸν καὶ τὸ φιλάλληλον, ὥσπερ ἀνθίαι καὶ σκάροι. Σκάρου μὲν γὰρ ἄγκιστρον καταπιόντος, οἱ παρόντες σκάροι προσαλλόμενοι τὴν ὁρμιὰν ἀποτρώγουσιν· οὗτοι δὲ καὶ τοῖς εἰς κύρτον ἐμπεσοῦσι τὰς οὐρὰς παραδόντες ἔξωθεν ἕλκουσι δάκνοντας προθύμως καὶ συνεξάγουσιν. Οἱ δ' ἀνθίαι τῷ συμφύλῳ βοηθοῦσιν ἰταμώτερον· τὴν γὰρ ὁρμιὰν ἀναθέμενοι κατὰ τὴν ῥάχιν καὶ στήσαντες ὀρθὴν τὴν ἄκανθαν [977δ] ἐπιχειροῦσι διαπρίειν τῇ τραχύτητι καὶ διακόπτειν. Καίτοι χερσαῖον οὐδὲν ἴσμεν ἑτέρῳ κινδυνεύοντι τολμῶν ἀμύνειν, οὐκ ἄρκτον οὐ σῦν οὐδὲ λέαιναν οὐδὲ πάρδαλιν· ἀλλὰ συγχωρεῖ μὲν εἰς ταὐτὸν ἐν τοῖς θεάτροις τὰ ὁμόφυλα καὶ κύκλῳ μετ' ἀλλήλων περίεισιν, ἑτέρῳ δ' ἕτερον οὐκ οἶδεν οὐδὲ φρονεῖ βοηθεῖν, ἀλλὰ φεύγει καὶ ἀποπηδᾷ πορρωτάτω γιγνόμενα τοῦ τετρωμένου καὶ θνήσκοντος. Ἡ δὲ τῶν ἐλεφάντων ἱστορία, φίλε, τῶν εἰς τὰ ὀρύγματα φορούντων καὶ τὸν ὀλισθόντα διὰ χώματος ἀναβιβαζόντων ἔκτοπός ἐστι δεινῶς καὶ ἀλλοδαπὴ καὶ καθάπερ ἐκ βασιλικοῦ διαγράμματος ἐπιτάττουσα πιστεύειν αὐτῇ τῶν [977ε] Ἰόβα βιβλίων· ἀληθὴς δ' οὖσα πολλὰ δείκνυσι τῶν ἐνάλων μηδὲν ἀπολειπόμενα τῷ κοινωνικῷ καὶ συνετῷ τοῦ σοφωτάτου τῶν χερσαίων. Ἀλλὰ περὶ κοινωνίας αὐτῶν ἴδιος ἔσται τάχα λόγος.

Οἱ δ' ἁλιεῖς συνορῶντες ὥσπερ ἀλεξήμασι παλαισμάτων τὰ πλεῖστα διακρουόμενα τὰς ἀπ' ἀγκίστρου βολὰς ἐπὶ βίας ἐτράπησαν, καθάπερ οἱ Πέρσαι σαγηνεύοντες, ὡς τοῖς ἐνσχεθεῖσιν οὐδεμίαν ἐκ λογισμοῦ καὶ σοφίας διάφευξιν οὖσαν. Ἀμφιβλήστροις μὲν γὰρ καὶ ὑποχαῖς κεστρεῖς καὶ ἰουλίδες ἁλίσκονται, μόρμυροί τε καὶ σαργοὶ καὶ κωβιοὶ καὶ λάβρακες· τὰ δὲ βολιστικὰ καλούμενα, τρίγλαν καὶ χρυσωπὸν καὶ σκορπίον, γρίποις τε καὶ σαγήναις σύρουσι περιλαμβάνοντες, [τῶν δικτύων] ὧν τὸ γένος ὀρθῶς Ὅμηρος πανάγραν προσεῖπεν. Ἀλλὰ καὶ πρὸς ταῦτα μηχαναὶ ταῖς γαλαῖς εἰσιν ὥσπερ τῷ λάβρακι· συρομένην γὰρ αἰσθανόμενος βίᾳ διίστησι καὶ τύπτων κοιλαίνει τοὔδαφος· [977ς] ὅταν δὲ ποιήσῃ τῇ ἐπιδρομῇ τοῦ δικτύου χώραν, 〈ἐν〉έωσεν ἑαυτὸν καὶ προσέχεται, μέχρις ἂν παρέλθῃ. Δελφὶς δὲ περιληφθείς, ὅταν συναίσθηται γεγονὼς ἐν ἀγκάλαις σαγήνης, ὑπομένει μὴ ταραττόμενος ἀλλὰ χαίρων· εὐωχεῖται γὰρ ἄνευ πραγματείας ἀφθόνων ἰχθύων παρόντων· ὅταν δὲ πλησίον τῇ γῇ προσίῃ, 〈δια〉φαγὼν τὸ δίκτυον ἄπεισιν. [978α] Εἰ δὲ μὴ φθαίη διαφυγών, τὸ πρῶτον οὐδὲν ἔπαθε δεινὸν ἀλλὰ διαρράψαντες αὐτοῦ περὶ τὸν λόφον ὁλοσχοίνους ἀφῆκαν· αὖθις δὲ ληφθέντα πληγαῖς κολάζουσι, γνωρίσαντες ἐκ τοῦ διαρράμματος. Σπανίως δὲ τοῦτο συμβαίνει· συγγνώμης γὰρ τυγχάνοντες τὸ πρῶτον εὐγνωμονοῦσιν οἱ πλεῖστοι καὶ φυλάττονται τὸ λοιπὸν μὴ ἀδικεῖν. Ἔτι δὲ πολλῶν τῶν πρὸς εὐλάβειαν καὶ προφυλακὴν καὶ ἀπόδρασιν ὄντων παραδειγμάτων, οὐκ ἄξιόν ἐστι τὸ τῆς σηπίας παρελθεῖν. Τὴν γὰρ καλουμένην μύτιν παρὰ τὸν τράχηλον ἔχουσα πλήρη ζοφερᾶς ὑγρότητος, [978β] ἣν θόλον καλοῦσιν, ὅταν καταλαμβάνηται, μεθίησιν ἔξω, τεχνωμένη, τῆς θαλάττης διαθολωθείσης ποιήσασα περὶ αὑτὴν σκότος, ὑπεκδῦναι καὶ ἀποδρᾶναι τὴν τοῦ θηρεύοντος ὄψιν· ἀπομιμουμένη τοὺς Ὁμήρου θεοὺς «κυανέῃ νεφέλῃ» πολλάκις οὓς ἂν σῶσαι θέλωσιν ὑφαιρουμένους καὶ διακλέπτοντας.

Ἀλλὰ τούτων μὲν ἅλις. Τῆς δ' ἐπιχειρητικῆς καὶ θηρευτικῆς δεινότητος αὐτῶν ἐν πολλοῖς σοφίσματα κατιδεῖν ἔστιν. Ὁ μὲν γὰρ ἀστήρ, ὧν ἂν ἅψηται, πάντα διαλυόμενα καὶ διατηκόμενα γιγνώσκων ἐνδίδωσι τὸ σῶμα καὶ περιορᾷ ψαυόμενον ὑπὸ τῶν παρατρεχόντων ἢ προσπελαζόντων. Τῆς δὲ νάρκης ἴστε δήπου τὴν δύναμιν, οὐ μόνον τοὺς θιγόντας [978γ] αὐτῆς ἐκπηγνύουσαν, ἀλλὰ καὶ διὰ τῆς σαγήνης βαρύτητα ναρκώδη ταῖς χερσὶ τῶν ἀντιλαμβανομένων ἐμποιοῦσαν. Ἔνιοι δ' ἱστοροῦσι, πεῖραν αὐτῆς ἐπὶ πλέον λαμβάνοντες, ἂν ἐκπέσῃ ζῶσα, κατασκεδαννύντες ὕδωρ ἄνωθεν, αἰσθάνεσθαι τοῦ πάθους ἀνατρέχοντος ἐπὶ τὴν χεῖρα καὶ τὴν ἁφὴν ἀμβλύνοντος ὡς ἔοικε διὰ τοῦ ὕδατος τρεπομένου καὶ προπεπονθότος. Ταύτης οὖν ἔχουσα σύμφυτον αἴσθησιν μάχεται μὲν ἐξ ἐναντίας πρὸς οὐδὲν οὐδὲ διακινδυνεύει· κύκλῳ δὲ περιιοῦσα τὸ θηρευόμενον ὥσπερ βέλη διασπείρει τὰς ἀπορροάς, φαρμάττουσα τὸ ὕδωρ πρῶτον, [978δ] εἶτα τὸ ζῷον διὰ τοῦ ὕδατος, μήτ' ἀμύνεσθαι δυνάμενον μήτε φυγεῖν ἀλλ' ἐνισχόμενον ὥσπερ ὑπὸ δεσμῶν καὶ πηγνύμενον.

Ὁ δὲ καλούμενος ἁλιεὺς γνώριμος μέν ἐστι πολλοῖς καὶ διὰ τοὔργον αὐτῷ γέγονε τοὔνομα· ᾧ σοφίσματι καὶ τὴν σηπίαν χρῆσθαί φησιν ὁ Ἀριστοτέλης· καθίησι γὰρ ὥσπερ ὁρμιὰν ἀπὸ τοῦ τραχήλου πλεκτάνην, μηκύνεσθαί τε πόρρω χαλώσης καὶ πάλιν συντρέχειν εἰς ἑαυτὴν ἀναλαμβανούσης ῥᾷστα πεφυκυῖαν. Ὅταν οὖν τι τῶν μικρῶν ἰχθυδίων ἴδῃ πλησίον, ἐνδίδωσι δακεῖν καὶ κατὰ μικρὸν ἀναμηρύεται λανθάνουσα καὶ προσάγεται, μέχρις ἂν ἐν ἐφικτῷ τοῦ στόματος γένηται τὸ προσισχόμενον. [978ε] Τῶν δὲ πολυπόδων τῆς χρόας τὴν ἄμειψιν ὅ τε Πίνδαρος περιβόητον πεποίηκεν εἰπὼν

«Ποντίου θηρὸς 〈πετραίου〉 χρωτὶ μάλιστα νόον
προσφέρων πάσαις πολίεσσιν ὁμίλει·»

καὶ Θέογνις ὁμοίως

«Πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ,
τῇ περ ὁμιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη.»

Μεταβάλλει γὰρ ὁ μὲν χαμαιλέων οὐδέν τι μηχανώμενος οὐδὲ κατακρύπτων ἑαυτὸν ἀλλ' ὑπὸ δέους ἄλλως τρέπεται, φύσει ψοφοδεὴς ὢν καὶ δειλός· συνέπεται δὲ καὶ πνεύματος πλῆθος, ὡς Θεόφραστος· ὀλίγον γὰρ ἀποδεῖ πᾶν τὸ σῶμα τοῦ ζῴου πλῆρες εἶναι πνεύμονος, [978ς] ᾧ τεκμαίρεται τὸ πνευματικὸν αὐτοῦ καὶ διὰ τοῦτο πρὸς τὰς μεταβολὰς εὔτρεπτον. Τοῦ δὲ πολύποδος ἔργον ἐστὶν οὐ πάθος ἡ μεταβολή· μεταβάλλει γὰρ ἐκ προνοίας, μηχανῇ χρώμενος τοῦ λανθάνειν ἃ δέδιε καὶ λαμβάνειν οἷς τρέφεται· παρακρουόμενος γὰρ 〈τὰ μὲν〉 αἱρεῖ μὴ φεύγοντα τὰ δ' ἐκφεύγει παρερχόμενα. Τὸ μὲν γὰρ αὑτοῦ τὰς πλεκτάνας κατεσθίειν αὐτὸν ψεῦδός ἐστιν· τὸ δὲ μύραιναν δεδιέναι καὶ γόγγρον ἀληθές ἐστιν· ὑπ' ἐκείνων γὰρ κακῶς πάσχει, δρᾶν μὴ δυνάμενος ἐξολισθανόντων. [979α] Ὥσπερ αὖ πάλιν ὁ κάραβος ἐκείνων μὲν ἐν λαβαῖς γενομένων περιγίγνεται ῥᾳδίως· ἡ γὰρ ψιλότης οὐ βοηθεῖ πρὸς τὴν τραχύτητα· τοῦ δὲ πολύποδος εἴσω τὰς πλεκτάνας διωθοῦντος ἀπόλλυται. Καὶ τὸν κύκλον τοῦτον καὶ τὴν περίοδον ταῖς κατ' ἀλλήλων διώξεσι καὶ φυγαῖς γύμνασμα καὶ μελέτην ἡ φύσις αὐτοῖς ἐναγώνιον πεποίηκε δεινότητος καὶ συνέσεως.

Ἀλλὰ μὴν ἐχίνου γέ τινα χερσαίου διηγήσατο πρόγνωσιν Ἀριστότιμος πνευμάτων, ὃς ἐθαύμαζε καὶ γεράνων τὴν ἐν τριγώνῳ πτῆσιν· ἐγὼ δ' ἐχῖνον μὲν οὐχ ἕνα Κυζικηνὸν ἢ Βυζάντιον, ἀλλὰ πάντας ὁμοῦ παρέχομαι [979β] τοὺς θαλαττίους, ὅταν αἴσθωνται μέλλοντα χειμῶνα καὶ σάλον, ἑρματιζομένους λιθιδίοις, ὅπως μὴ περιτρέπωνται διὰ κουφότητα μηδ' ἀποσύρωνται γενομένου κλύδωνος, ἀλλ' ἐπιμένωσιν ἀραρότως τοῖς πετριδίοις. Ἡ δὲ γεράνων μεταβολὴ τῆς πτήσεως πρὸς ἄνεμον οὐχ ἑνὸς γένους ἐστίν, ἀλλὰ τοῦτο κοινῇ πάντες ἰχθύες νοοῦντες ἀεὶ πρὸς κῦμα καὶ ῥοῦν ἀντινήχονται καὶ παραφυλάττουσιν, ὅπως μὴ κατ' οὐρὰν προσφερομένου τοῦ πνεύματος ἡ λεπὶς ἀναπτυσσομένη λυπῇ τὸ σῶμα γυμνούμενον καὶ διατραχυνόμενον· ὅθεν ἀεὶ συνέχουσιν ἑαυτοὺς ἀντιπρῴρους· σχιζομένη [979γ] γὰρ οὕτω κατὰ κορυφὴν ἡ θάλασσα τά τε βράγχια καταστέλλει καὶ κατὰ τῆς ἐπιφανείας ῥέουσα λείως πιέζει καὶ οὐκ ἀνίστησι τὸ φρικῶδες. Τοῦτο μὲν οὖν, ὥσπερ ἔφην, κοινόν ἐστι τῶν ἰχθύων, πλὴν τοῦ ἔλλοπος· τοῦτον δέ φασι κατ' ἄνεμον καὶ ῥοῦν νήχεσθαι, μὴ φοβούμενον τὴν ἀναχάραξιν τῆς λεπίδος, ἅτε δὴ μὴ πρὸς οὐρὰν τὰς ἐπιπτυχὰς ἐχούσης.

Ὁ δὲ θύννος οὕτως ἰσημερίας αἰσθάνεται καὶ τροπῆς, ὥστε καὶ τὸν ἄνθρωπον διδάσκειν μηδὲν ἀστρολογικῶν κανόνων δεόμενος· ὅπου γὰρ ἂν αὐτὸν χειμῶνος αἱ τροπαὶ καταλάβωσιν, ἀτρεμεῖ καὶ διατρίβει περὶ τὸν αὐτὸν τόπον ἄχρι τῆς ἰσημερίας. [979δ] «Ἀλλὰ τῆς γεράνου σοφὸν ἡ τοῦ λίθου περίδραξις, ὅπως προϊεμένη † πυκνὸν ἐξυπνίζηται». Καὶ πόσῳ σοφώτερον, ὦ φίλε, τὸ τοῦ δελφῖνος, ᾧ

«Στῆναι μὲν οὐ θέμις οὐδὲ παύσασθαι φορᾶς·»

ἀεικίνητος γάρ ἐστιν ἡ φύσις αὐτοῦ καὶ ταὐτὸν ἔχουσα τοῦ ζῆν καὶ τοῦ κινεῖσθαι πέρας· ὅταν δ' ὕπνου δέηται, μετεωρίσας ἄνω τὸ σῶμα πρὸς τὴν ἐπιφάνειαν τῆς θαλάττης, ὕπτιον ἀφῆκε διὰ βάθους, αἰώρας τινὶ σάλῳ κοιμιζόμενος, ἄχρι προσπεσεῖν καὶ ψαῦσαι τῆς γῆς· οὕτω δ' ἐξυπνισθεὶς ἀναρροιζεῖ καὶ πάλιν ἄνω γενόμενος ἐνδίδωσι, καὶ φέρεται κινήσει τινὰ μεμιγμένην ἀνάπαυσιν αὑτῷ μηχανώμενος. [979ε] Τὸ δ' αὐτὸ δρᾶν καὶ θύννους ἀπὸ τῆς αὐτῆς αἰτίας λέγουσιν. Ἐπεὶ δ' ἄρτι τὴν μαθηματικὴν αὐτῶν τῆς τοῦ ἡλίου μεταβολῆς † ἐτέλεσα πρόγνωσιν, ἧς μάρτυς Ἀριστοτέλης ἐστίν, ἄκουσον ἤδη τὴν ἀριθμητικὴν ἐπιστήμην αὐτῶν· πρότερον δέ, ναὶ μὰ Δία, τὴν ὀπτικήν, ἣν ἔοικε μηδ' Αἰσχύλος ἀγνοῆσαι· λέγει γάρ που

«Τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην.»

Τῷ γὰρ ἑτέρῳ δοκοῦσιν ἀμβλυώττειν· ὅθεν ἐμβάλλουσιν εἰς τὸν Πόντον ἐν δεξιᾷ τῆς γῆς ἐχόμενοι, καὶ τοὐναντίον ὅταν ἐξίωσιν, ἐμφρόνως πάνυ καὶ νουνεχῶς ἀεὶ τὴν τοῦ σώματος φυλακὴν ἐπὶ τῷ κρείττονι ποιούμενοι τῶν ὀφθαλμῶν. Ἀριθμητικῆς δὲ διὰ τὴν κοινωνικήν, ὡς ἔοικε, [979ς] καὶ φιλάλληλον ἀγάπησιν ἑαυτῶν δεηθέντες οὕτως ἐπ' ἄκρον ἥκουσι τοῦ μαθήματος, ὥστ', ἐπεὶ πάνυ χαίρουσι τῷ συντρέφεσθαι καὶ συναγελάζεσθαι μετ' ἀλλήλων, ἀεὶ τὸ πλῆθος τῷ σχήματι κυβίζουσι καὶ στερεὸν ἐκ πάντων ποιοῦσιν, ἓξ ἴσοις ἐπιπέδοις περιεχόμενον· εἶτα νήχονται κατὰ τάξιν οὕτως τὸ πλαίσιον ἀμφίστομον διαφυλάττοντες. [980α] Ὁ γοῦν θυννοσκόπος, ἂν ἀκριβῶς λάβῃ τὸν ἀριθμὸν τῆς ἐπιφανείας, εὐθὺς ἀποφαίνεται πόσον καὶ ἅπαν τὸ πλῆθός ἐστιν, εἰδὼς ὅτι καὶ τὸ βάθος αὐτῶν ἐν ἴσῳ τεταγμένον στοιχείῳ πρός τε τὸ πλάτος ἐστὶ καὶ τὸ μῆκος. Ἀμίαις δὲ καὶ τοὔνομα παρέσχηκεν ὁ συναγελασμός, οἶμαι δὲ καὶ ταῖς πηλαμύσι.

Τῶν δ' ἄλλων γενῶν ὅσα φαίνεται καὶ ζῇ κοινωνικῶς μετ' ἀλλήλων ἀγεληδὸν οὐκ ἄν τις εἴποι τὸν ἀριθμόν, ἀλλὰ μᾶλλον ἐπὶ τὰς κατ' ἰδίαν κοινωνίας αὐτῶν καὶ συμβιώσεις ἰτέον. Ὦν ἐστι καὶ ὁ τὸ πλεῖστον ἐξαναλώσας Χρυσίππου μέλαν πιννοτήρας, παντὶ καὶ φυσικῷ βιβλίῳ καὶ ἠθικῷ προεδρίαν ἔχων· [980β] τὸν γὰρ σπογγοτήραν οὐχ ἱστόρηκεν, οὐ γὰρ ἂν παρέλιπεν. Ὁ μὲν οὖν πιννοτήρας ζῷόν ἐστι καρκινῶδες, ὥς φασι, καὶ τῇ πίννῃ σύνεστι καὶ πυλωρεῖ τὴν κόγχην προκαθήμενος, ἐῶν ἀνεῳγμένην καὶ διακεχηνυῖαν, ἄχρις οὗ προσπέσῃ τι τῶν ἁλωσίμων αὐτοῖς ἰχθυδίων· τότε δὲ τὴν σάρκα τῆς πίννης δακὼν παρεισῆλθεν, ἡ δὲ συνέκλεισε τὴν κόγχην, καὶ κοινῶς τὴν ἄγραν ἐντὸς ἕρκους γενομένην κατεσθίουσι. Τὸν δὲ σπόγγον ἡνιοχεῖ θηρίδιον οὐ καρκινῶδες ἀλλ' ἀράχνῃ παραπλήσιον· οὐ γὰρ ἄψυχον οὐδ' ἀναίσθητον οὐδ' ἄναιμον ὁ σπόγγος ἐστὶν ἀλλὰ ταῖς μὲν πέτραις, ὡς ἄλλα [980γ] πολλά, προσπέφυκεν, ἔχει δὲ κίνησιν ἰδίαν ἐξ ἑαυτοῦ καὶ εἰς ἑαυτόν, οἷον ὑπομνήσεως καὶ παιδαγωγίας δεομένην· μανὸς γὰρ ὢν ἄλλως καὶ τοῖς ἀραιώμασιν ἀνειμένος ὑπ' ἀργίας καὶ ἀμβλύτητος, ὅταν ἐμβῇ τι τῶν ἐδωδίμων, ἐκείνου σημήναντος ἔμυσε καὶ κατηνάλωσεν· ἔτι δὲ μᾶλλον ἀνθρώπου προσιόντος ἢ θιγόντος διδασκόμενος καὶ χαρασσόμενος οἷον ἔφριξε καὶ συνέκλεισε τὸ σῶμα πήξας καὶ πυκνώσας, ὥστε μὴ ῥᾳδίαν ἀλλὰ δύσεργον εἶναι τὴν ὑποτομὴν αὐτοῦ τοῖς θηρεύουσιν. Οἱ δὲ πορφύραι συναγελαζόμεναι τὸ μὲν κηρίον, ὥσπερ αἱ μέλιτται, κοινῇ ποιοῦσιν, ἐν ᾧ λέγονται γονεύειν· τὰ δ' ἐδώδιμα τῶν [980δ] βρύων καὶ τῶν φυκίων ἀναλαμβάνουσαι προσισχόμενα τοῖς ὀστράκοις οἷον ἐν περιόδῳ κυκλουμένην ἑστίασιν ἀλλήλαις παρέχουσιν, ἑτέραν ἑτέρας ἔξωθεν ἐπινεμομένης.

Καὶ τί ἄν τις ἐν τούτοις τὴν κοινωνίαν θαυμάσειεν, ὅπου τὸ πάντων ἀμικτότατον καὶ [τὸ] θηριωδέστατον ὧν τρέφουσι ποταμοὶ καὶ λίμναι καὶ θάλασσαι ζῷον, ὁ κροκόδειλος, θαυμαστὸν ἑαυτὸν ἐπιδείκνυται πρὸς κοινωνίαν καὶ χάριν ἐν τοῖς πρὸς τὸν τροχίλον συμβολαίοις; ὁ γὰρ τροχίλος ἐστὶ μὲν ὄρνις τῶν ἑλείων καὶ παραποταμίων, φρουρεῖ δὲ τὸν κροκόδειλον οὐκ οἰκόσιτος ἀλλὰ τοῖς ἐκείνου λειψάνοις παρατρεφόμενος· ὅταν γὰρ αἴσθηται, [980ε] τοῦ κροκοδείλου καθεύδοντος, ἐπιβουλεύοντα τὸν ἰχνεύμονα πηλούμενον ἐπ' αὐτὸν ὥσπερ ἀθλητὴν κονιόμενον, ἐπεγείρει φθεγγόμενος καὶ κολάπτων· ὁ δ' οὕτως ἐξημεροῦται πρὸς αὐτόν, ὥστε τοῦ στόματος διαχανὼν ἐντὸς παρίησι, καὶ χαίρει τὰ λεπτὰ τῶν ἐνισχομένων τοῖς ὀδοῦσι σαρκῶν ἐκλέγοντος ἀτρέμα τῷ ῥάμφει καὶ διασκαλεύοντος· ἂν δὲ μετρίως ἔχων ἤδη βούληται συναγαγεῖν τὸ στόμα καὶ κλεῖσαι, προκλίνει τὴν σιαγόνα καὶ διασημαίνει καὶ οὐ πρότερον καθίησιν ἢ συναισθανόμενον ἐκπτῆναι τὸν τροχίλον.

Ὁ δὲ καλούμενος ἡγεμὼν μεγέθει [980ς] μέν ἐστι καὶ σχήματι κωβιῶδες ἰχθύδιον, τὴν δ' ἐπιφάνειαν ὄρνιθι φρίσσοντι διὰ τὴν τραχύτητα τῆς λεπίδος ἐοικέναι λέγεται, καὶ ἀεὶ σύνεστιν ἑνὶ τῶν μεγάλων κητῶν καὶ προνήχεται, τὸν δρόμον ἐπευθύνων, ὅπως οὐκ ἐνσχεθήσεται βράχεσιν οὐδ' εἰς τέναγος ἤ τινα πορθμὸν ἐμπεσεῖται δυσέξοδον· [981α] ἕπεται γὰρ αὐτῷ τὸ κῆτος, ὥσπερ οἴακι ναῦς, παραγόμενον εὐπειθῶς. Καὶ τῶν μὲν ἄλλων, ὅ τι ἂν παραλάβῃ τῷ χάσματι ζῷον ἢ σκάφος ἢ λίθον, εὐθὺς διέφθαρται καὶ ἀπόλωλε πᾶν ἐμβεβυθισμένον· ἐκεῖνον δὲ γιγνῶσκον ἀναλαμβάνει τῷ στόματι καθάπερ ἄγκυραν ἐντός· ἐγκαθεύδει γὰρ αὐτῷ καὶ τὸ κῆτος ἕστηκεν ἀναπαυομένου καὶ ὁρμεῖ· προελθόντος δ' αὖθις ἐπακολουθεῖ μήθ' ἡμέρας μήτε νυκτὸς ἀπολειπόμενον, ἢ ῥέμβεται καὶ πλανᾶται, καὶ πολλὰ διεφθάρη καθάπερ ἀκυβέρνητα πρὸς γῆν ἐξενεχθέντα. Καὶ γὰρ ἡμεῖς περὶ Ἀντίκυραν ἑωράκαμεν οὐ πάλαι· καὶ πρότερον ἱστοροῦσιν οὐ [981β] πόρρω Βουνῶν ἐξοκείλαντος καὶ κατασαπέντος λοιμὸν γενέσθαι.

Ἆρ' οὖν ἄξιόν ἐστι ταύταις ταῖς κοινωνίαις καὶ συμπεριφοραῖς παραβάλλειν ἅσπερ Ἀριστοτέλης ἱστορεῖ φιλίας ἀλωπέκων καὶ ὄφεων διὰ τὸ κοινὸν αὐτοῖς πολέμιον εἶναι τὸν ἀετόν, ἢ τὰς ὠτίδων πρὸς ἵππους, ὅτι χαίρουσι προσπελάζουσαι καὶ διασκάλλουσαι τὸν ὄνθον; ἐγὼ μὲν γὰρ οὐδ' ἐν μελίτταις ὁρῶ τοσαύτην ἀλλήλων ἐπιμέλειαν οὐδ' ἐν μύρμηξι· τὸ γὰρ κοινὸν αὔξουσι πᾶσαι καὶ πάντες ἔργον, ἑτέρῳ δὲ καθ' ἕτερον ἑτέρου στοχασμὸς οὐδεὶς οὐδὲ φροντὶς ἔστιν. Ἔτι δὲ μᾶλλον κατοψόμεθα τὴν διαφοράν, ἐπὶ τὰ [981γ] πρεσβύτατα καὶ μέγιστα τῶν κοινωνικῶν ἔργων καὶ καθηκόντων τὰ περὶ τὰς γενέσεις καὶ τεκνώσεις τὸν λόγον τρέψαντες. Πρῶτον μὲν γὰρ οἱ λίμναις παρήκουσαν ἢ ποταμοὺς ὑποδεχομένην νεμόμενοι θάλατταν ἰχθύες, ὅταν μέλλωσι τίκτειν, ἀνατρέχουσι, τῶν ποτίμων ὑδάτων τὴν πραότητα καὶ τὸ ἄσαλον διώκοντες· ἀγαθὴ γὰρ ἡ γαλήνη λοχεῦσαι· καὶ τὸ ἄθηρον ἅμα ταῖς λίμναις ἔνεστι καὶ ποταμοῖς, ὥστε σῴζεσθαι τὰ τικτόμενα. Διὸ καὶ πλεῖστα καὶ μάλιστα γονεύεται περὶ τὸν Εὔξεινον πόντον· οὐ γὰρ τρέφει κήτη ἀλλ' ἢ φώκην ἀραιὰν καὶ δελφῖνα μικρόν· ἔτι δ' ἡ τῶν ποταμῶν ἐπιμιξία, πλείστων καὶ [981δ] μεγίστων ἐκδιδόντων εἰς τὸν Πόντον, ἤπιον παρέχει καὶ πρόσφορον τοῖς λοχευομένοις κρᾶσιν. Τὸ δὲ τοῦ ἀνθίου θαυμασιώτατόν ἐστιν, ὃν Ὅμηρος «ἱερὸν ἰχθύν» εἴρηκε· καίτοι μέγαν τινὲς οἴονται τὸν ἱερὸν καθάπερ ὀστοῦν ἱερὸν τὸ μέγα, καὶ τὴν ἐπιληψίαν, μεγάλην νόσον οὖσαν, ἱερὰν καλοῦσιν· ἔνιοι δὲ κοινῶς τὸν ἄφετον καὶ ἱερωμένον. Ἐρατοσθένης δὲ τὸν χρύσοφρυν ἔοικεν

«Εὐδρομίην χρύσειον ἐπ' ὀφρύσιν ἱερὸν ἰχθύν»

λέγειν· πολλοὶ δὲ τὸν ἔλλοπα, σπάνιος γάρ ἐστι καὶ οὐ ῥᾴδιος ἁλῶναι. Φαίνεται δὲ περὶ Παμφυλίαν πολλάκις· ἂν οὖν ποτε λάβωσι, στεφανοῦνται μὲν αὐτοὶ στεφανοῦσι δὲ τὰς ἁλιάδας, κρότῳ δὲ καὶ πατάγῳ καταπλέοντας αὐτοὺς ὑποδέχονται καὶ τιμῶσιν. [981ε] Οἱ δὲ πλεῖστοι τὸν ἀνθίαν ἱερὸν εἶναι καὶ λέγεσθαι νομίζουσιν· ὅπου γὰρ ἂν ἀνθίας ὀφθῇ, θηρίον οὐκ ἔστιν, ἀλλὰ θαρροῦντες μὲν οἱ σπογγοθῆραι κατακολυμβῶσι θαρροῦντες δὲ τίκτουσιν οἱ ἰχθύες, ὥσπερ ἐγγυητὴν ἀσυλίας ἔχοντες. Ἡ δ' αἰτία δυσλόγιστος, εἴτε φεύγει τὰ θηρία τὸν ἀνθίαν ὡς σῦν ἐλέφαντες ἀλεκτρυόνα δὲ λέοντες, εἴτ' ἐστὶ σημεῖα τόπων ἀθήρων, ἃ γιγνώσκει καὶ παραφυλάττει συνετὸς ὢν καὶ μνημονικὸς ὁ ἰχθύς.

Ἀλλ' ἥ γε πρόνοια κοινὴ τοῖς τίκτουσι τῶν γεννωμένων· οἱ δ' ἄρρενες οὐ τὸν αὑτῶν κατεσθίουσι γόνον, [981ς] ἀλλὰ καὶ προσδιατρίβουσι τοῖς κυήμασιν ᾠοφυλακοῦντες ὡς ἱστόρηκεν Ἀριστοτέλης· οἱ δ' ἑπόμενοι ταῖς θηλείαις καταρραίνουσι 〈κατὰ〉 μικρὸν τὸν θορόν· ἄλλως γὰρ οὐ γίγνεται μέγα τὸ τεχθὲν ἀλλ' ἀτελὲς μένει καὶ ἄναυξον. Ἰδίᾳ δ' αἱ φυκίδες ἐκ τῶν φυκίων οἷον νεοττιὰν διαπλασάμεναι περιαμπέχουσι τὸν γόνον καὶ σκέπουσιν ἀπὸ τοῦ κλύδωνος. [982α] Τοῦ δὲ γαλεοῦ τὸ φιλόστοργον οὐδενὶ τῶν ἡμερωτάτων ζῴων ὑπερβολὴν γλυκυθυμίας πρὸς τὰ ἔγγονα καὶ χρηστότητος ἀπολέλοιπε· τίκτουσι μὲν γὰρ ᾠόν, εἶτα 〈τὸ〉 ζῷον οὐκ ἐκτὸς ἀλλ' ἐντὸς ἐν ἑαυτοῖς [καὶ] τρέφουσιν οὕτω καὶ φέρουσιν ὥσπερ ἐκ δευτέρας γενέσεως· ὅταν δὲ μείζονα γένηται, μεθιᾶσι θύραζε καὶ διδάσκουσι νήχεσθαι πλησίον· εἶτα πάλιν εἰς ἑαυτοὺς διὰ τοῦ στόματος ἐπαναλαμβάνουσι καὶ παρέχουσιν ἐνδιαιτᾶσθαι τὸ σῶμα χώραν ἅμα καὶ τροφὴν καὶ καταφυγήν, ἄχρις ἂν ἐν δυνάμει τοῦ βοηθεῖν αὑτοῖς γένηται. Θαυμαστὴ δὲ καὶ ἡ τῆς χελώνης [982β] περὶ τὴν γένεσιν καὶ σωτηρίαν τῶν γεννωμένων ἐπιμέλεια· τίκτει μὲν γὰρ ἐκβαίνουσα τῆς θαλάττης πλησίον, ἐπῳάζειν δὲ μὴ δυναμένη μηδὲ χερσεύειν πολὺν χρόνον ἐντίθησι τῇ ψάμμῳ τὰ ᾠὰ καὶ τὸ λειότατον ἐπαμᾶται τῆς θινὸς αὐτοῖς καὶ μαλακώτατον· ὅταν δὲ καταχώσῃ καὶ ἀποκρύψῃ βεβαίως, οἱ μὲν λέγουσι τοῖς ποσὶν ἀμύττειν καὶ καταστίζειν τὸν τόπον, εὔσημον ἑαυτῇ ποιοῦσαν, οἱ δὲ τὴν θήλειαν ὑπὸ τοῦ ἄρρενος στρεφομένην τύπους ἰδίους καὶ σφραγῖδας ἐναπολείπειν· ὃ δὲ τούτου θαυμασιώτερόν ἐστιν, ἡμέραν ἐκφυλάξασα τεσσαρακοστὴν [982γ] (ἐν τοσαύταις γὰρ ἐκπέττεται καὶ περιρρήγνυται τὰ ᾠά) πρόσεισι, καὶ γνωρίσασα τὸν ἑαυτῆς ἑκάστη θησαυρόν, ὡς οὐδεὶς χρυσίου θήκην ἄνθρωπος, ἀσμένως ἀνοίγει καὶ προθύμως.

Τῶν δὲ κροκοδείλων τὰ μὲν ἄλλα παραπλήσια, τῆς δὲ χώρας ὁ στοχασμὸς ἐπίνοιαν ἀνθρώπῳ τῆς αἰτίας οὐ δίδωσιν οὐδὲ συλλογισμόν· ὅθεν οὔ φασι λογικὴν ἀλλὰ μαντικὴν εἶναι τὴν παρὰ τούτου τοῦ θηρίου πρόγνωσιν· οὔτε γὰρ πλέον οὔτ' ἔλαττον ἐκβᾶς' ἀλλ' ὅσον εἰς ὥραν ἔτους ὁ Νεῖλος αὐξηθεὶς ἐπικλύσει καὶ ἀποκρύψει τῆς γῆς, ἐκεῖ τὰ ᾠὰ τίθησιν· ὥστε τὸν ἐντυχόντα τῶν γεωργῶν [982δ] αὐτόν 〈τε〉 γιγνώσκειν ἑτέροις τε φράζειν, ὁπόσον αὐτοῖς ὁ ποταμὸς πρόεισιν· οὕτω συνεμετρήσατο, μὴ βρεχομένων αὐτὸς βρεχόμενος ἐπῳάζῃ· ἐκλεπισθέντων δὲ τῶν σκύμνων, ὃς ἂν εὐθὺς ἀναδὺς μὴ λάβῃ τι τῶν προστυχόντων, ἢ μυῖαν ἢ σέριφον ἢ γῆς ἔντερον ἢ κάρφος ἢ βοτάνην, τῷ στόματι, διασπαράξασα τοῦτον ἡ μήτηρ ἀπέκτεινε δακοῦσα· τὰ δὲ θυμοειδῆ καὶ δραστήρια στέργει καὶ περιέπει, καθάπερ οἱ σοφώτατοι τῶν ἀνθρώπων ἀξιοῦσι, κρίσει τὸ φιλεῖν ἀπαθεῖ νέμουσα. Καὶ μὴν αἱ φῶκαι τίκτουσι μὲν ἐν τῷ ξηρῷ, κατὰ μικρὸν δὲ προάγουσαι τὰ σκυμνία γεύουσι τῆς θαλάττης καὶ ταχὺ πάλιν [982ε] ἐξάγουσι· καὶ τοῦτο πολλάκις ποιοῦσιν ἐν μέρει, μέχρι ἂν οὕτως ἐθιζόμενα θαρρήσῃ καὶ στέρξῃ τὴν ἔναλον δίαιταν. Οἱ δὲ βάτραχοι περὶ τὰς ὀχείας ἀνακλήσεσι χρῶνται, τὴν λεγομένην ποιοῦντες ὀλολυγόνα, φωνὴν ἐρωτικὴν καὶ γαμήλιον οὖσαν· ὅταν δὲ τὴν θήλειαν οὕτως ὁ ἄρρην προσαγάγηται, κοινῇ τὴν νύκτα περιμένουσιν· ἐν ὑγρῷ μὲν γὰρ οὐ δύνανται, μεθ' ἡμέραν δὲ δεδίασιν ἐπὶ γῆς μίγνυσθαι· γενομένου δὲ σκότους, ἀδεῶς συμπλέκονται προϊόντες· ἄλλως δὲ λαμπρύνουσι τὴν φωνήν, ὑετὸν προσδεχόμενοι· καὶ τοῦτο σημεῖον ἐν τοῖς βεβαιοτάτοις ἐστίν.

Ἀλλ' οἷον, ὦ φίλε Πόσειδον, ὀλίγου πάθος ὡς ἄτοπον [982ς] πέπονθα καὶ καταγέλαστον, εἴ με διατρίβοντα περὶ φώκας καὶ βατράχους τὸ σοφώτατον καὶ θεοφιλέστατον ἐξέφυγε καὶ παρῆλθε τῶν ἐνάλων. Ποίας γὰρ ἀηδόνας ἄξιον τῷ φιλομούσῳ τῆς ἀλκυόνος ἢ τῷ φιλοτέκνῳ χελιδόνας ἢ τῷ φιλάνδρῳ πελειάδας ἢ τῷ τεχνικῷ παραβάλλειν μελίττας; τίνος δὲ γενέσεις καὶ τόκους καὶ ὠδῖνας ὁ θεὸς οὕτως ἐτίμησε; τὰς μὲν γὰρ Λητοῦς γονὰς μίαν ἑδρασθεῖσαν ὑποδέξασθαι νῆσον ἱστοροῦσι, τῇ δ' ἀλκυόνι τικτούσῃ περὶ τροπὰς πᾶσαν ἵστησι θάλασσαν ἀκύμονα καὶ ἀσάλευτον. [983α] Ὅθεν οὐδὲν ἔστι ζῷον ἄλλο, ὃ 〈μᾶλλον〉 φιλοῦσιν ἄνθρωποι· δι' ἣν ἑπτὰ μὲν ἡμέρας ἑπτὰ δὲ νύκτας ἐν ἀκμῇ χειμῶνος ἀδεῶς πλέουσι, τῆς κατὰ γῆν πορείας τηνικαῦτα τὴν διὰ τῆς θαλάσσης ἀσφαλεστέραν ἔχοντες. Εἰ δὲ δεῖ καὶ περὶ ἑκάστης τῶν ἀρετῶν ἃς ἔχει βραχέα φάναι, φίλανδρος μὲν οὕτως ἐστίν, ὥστε μὴ καθ' ἕνα καιρὸν ἀλλὰ δι' ἔτους συνεῖναι καὶ προσδέχεσθαι τὴν τοῦ ἄρρενος ὁμιλίαν, οὐ διὰ τὸ ἀκόλαστον (ἄλλῳ γὰρ οὐ μίγνυται τὸ παράπαν) ἀλλ' ὑπ' εὐνοίας ὥσπερ γυνὴ γαμετὴ καὶ φιλοφροσύνης· ὅταν δὲ διὰ γῆρας ἀσθενὴς ὁ ἄρρην γένηται συνέπεσθαι καὶ βαρύς, ὑπολαβοῦσα [983β] γηροφορεῖ καὶ γηροτροφεῖ, μηδαμοῦ προϊεμένη μηδὲ καταλείπουσα χωρίς, ἀλλὰ τοῖς ὤμοις ἐκεῖνον ἀναθεμένη καὶ κομίζει πανταχόσε καὶ θεραπεύει καὶ σύνεστιν ἄχρι τελευτῆς. Τῷ δὲ φιλοτέκνῳ καὶ πεφροντικότι σωτηρίας τῶν γεννωμένων συναισθανομένη κύουσαν ἑαυτὴν τάχιστα τρέπεται πρὸς ἐργασίαν τῆς νεοττιᾶς, οὐ φύρουσα πηλὸν οὐδὲ προσερείδουσα τοίχοις καὶ ὀρόφοις ὥσπερ αἱ χελιδόνες, οὐδὲ χρωμένη πολλοῖς τοῦ σώματος ἐνεργοῖς μέρεσιν, ὥσπερ τῆς μελίττης ἐνδυομένης τῷ σώματι 〈καὶ〉 τὸ κηρίον ἀνοιγούσης ὁμοῦ ψαύοντες 〈οἱ ἓξ πόδες〉 εἰς 〈ἑξ〉άγωνα τὸ πᾶν ἀγγεῖα διαιροῦσιν·

ἡ δ' ἀλκυὼν ἓν [983γ] ὄργανον ἁπλοῦν ἓν ὅπλον ἓν ἐργαλεῖον ἔχουσα, τὸ στόμα, καὶ μηδὲν ἄλλο τοῦ φιλοπόνου καὶ φιλοτέχνου συνεργόν, οἷα μηχανᾶται καὶ δημιουργεῖ χαλεπόν ἐστι πεισθῆναι μὴ καταμαθόντας ὄψει τὸ πλαττόμενον ὑπ' αὐτῆς μᾶλλον δὲ ναυπηγούμενον, σχημάτων πολλῶν μόνον ἀπερίτρεπτον καὶ ἀβάπτιστον· συλλέξασα γὰρ τὰς τῆς βελόνης ἀκίδας συντίθησι καὶ συνδεῖ πρὸς ἀλλήλας ἐγκαταπλέκουσα τὰς μὲν εὐθείας τὰς δὲ πλαγίας, ὥσπερ ἐπὶ στήμονι κρόκην ἐμβάλλουσα, προσχρωμένη καμπαῖς καὶ περιαγωγαῖς δι' ἀλλήλων, ὥστε διαρμόσαι καὶ γενέσθαι στρογγύλον [983δ] † ἐνήρεμον προμήκει τῷ σχήματι, ἁλιευτικῷ κύρτῳ παραπλήσιον. Ὅταν δὲ συντελέσῃ, φέρουσα παρέθηκε παρὰ τὸ κλύσμα τοῦ κύματος, ὅπου προσπίπτουσα μαλακῶς ἡ θάλασσα τὸ μὲν οὐ καλῶς ἀραρὸς ἐδίδαξεν ἀκέσασθαι καὶ καταπυκνῶσαι χαλώμενον ὁρῶσαν ὑπὸ τῆς πληγῆς· τὰ δ' ἡρμοσμένα κατασφίγγει καὶ πήγνυσιν, ὥστε καὶ λίθῳ καὶ σιδήρῳ δυσδιάλυτον εἶναι καὶ δύστρωτον. Οὐδενὸς δ' ἧσσον ἀξιοθαύμαστόν ἐστιν ἥ τε συμμετρία τό τε σχῆμα τῆς τοῦ ἀγγείου κοιλότητος· πεποίηται γὰρ αὐτὴν ἐκείνην μόνην ἐνδυομένην δέχεσθαι τοῖς δ' ἄλλοις τυφλὸν εἶναι πάντῃ καὶ κρύφιον, ὥστε παριέναι μηδὲν [983ε] εἴσω μηδὲ τῆς θαλάττης. Οἶμαι μὲν οὖν μηδέν' ὑμῶν ἀθέατον εἶναι τῆς νεοττιᾶς· ἐμοὶ δὲ πολλάκις ἰδόντι καὶ θιγόντι παρίσταται λέγειν καὶ ᾄδειν

«Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ ναῷ»

τὸν κεράτινον βωμὸν εἶδον ἐν τοῖς ἑπτὰ καλουμένοις θεάμασιν ὑμνούμενον, ὅτι μήτε κόλλης δεόμενος μήτε τινὸς ἄλλου δεσμοῦ διὰ μόνων τῶν δεξιῶν συμπέπηγε καὶ συνήρμοσται κεράτων. Ἵλεως δ' ὁ θεὸς εἴη .... καὶ † πρός τι μουσικὸν ὄντα καὶ νησιώτην, ὑμνουμένης τῆς πελαγίου σειρῆνος εὐμενῶς 〈δέχεσθαι〉 καὶ καταγελᾶν τῶν ἐρωτημάτων ἐκείνων, ἃ σκώπτοντες ἐρωτῶσιν οὗτοι, δια τι... Ἀπολλων συθ... οὐδὲ τριγλοβο...δη γινώσκοντα [983ς] ... Ἀφροδίτην ὁμου... κατὰ θάλατταν ποιουμένην αὑτῆς ἱερὰ καὶ ἀδελφὰ καὶ μηδενὶ φονευομένῳ χαίρουσαν. Ἐν δὲ Λέπτει τοὺς ἱερεῖς τοῦ Ποσειδῶνος οὐδὲν ἔναλον τὸ παράπαν ἐσθίοντας, τρίγλαν δὲ τοὺς ἐν Ἐλευσῖνι μύστας σεβομένους ἴστε, καὶ τῆς Ἥρας ἐν Ἄργει τὴν ἱέρειαν ἀπεχομένην ἐπὶ τιμῇ τοῦ ζῴου· τὸν γὰρ θαλάττιον λαγωόν, ὅς ἐστιν ἀνθρώπῳ θανάσιμος, κτείνουσιν αἱ τρίγλαι μάλιστα καὶ καταναλίσκουσι· διὸ ταύτην ὡς φιλάνθρωπα καὶ σωτήρια ζῷα τὴν ἄδειαν ἔχουσι.

[984α] Καὶ μὴν Ἀρτέμιδός γε Δικτύννης Δελφινίου τ' Ἀπόλλωνος ἱερὰ καὶ βωμοὶ παρὰ πολλοῖς εἰσιν Ἑλλήνων· ὃν δ' αὐτὸς ἑαυτῷ τόπον ἐξαίρετον ὁ θεὸς πεποίηται, ... Κρητῶν ἀπογόνους 〈ἀπ〉οικοῦντας ἡγεμόνι δελφῖνι χρησαμένους· οὐ γὰρ ὁ θεὸς προενήχετο τοῦ στόλου μεταβαλὼν τὸ εἶδος, ὡς οἱ μυθογράφοι λέγουσιν, ἀλλὰ δελφῖνα πέμψας τοῖς ἀνδράσιν ἰθύνοντα τὸν πλοῦν κατήγαγεν εἰς Κίρραν. Ἱστοροῦσι δὲ καὶ τοὺς πεμφθέντας εἰς Σινώπην ὑπὸ Πτολεμαίου τοῦ Σωτῆρος ἐπὶ τὴν Σαράπιδος κομιδήν, 〈Σωτέλη〉 καὶ Διονύσιον, ἀπωσθέντας ἀνέμῳ βιαίῳ κομίζεσθαι παρὰ γνώμην ὑπὲρ Μαλέαν, ἐν [984β] δεξιᾷ Πελοπόννησον ἔχοντας, εἶτα ῥεμβομένους καὶ δυσθυμοῦντας αὐτοὺς προφανέντα δελφῖνα πρῴραθεν ὥσπερ ἐκκαλεῖσθαι καθηγούμενον εἰς τὰ ναύλοχα καὶ σάλους μαλακοὺς ἔχοντα τῆς χώρας καταμένειν ἀσφαλεῖς, ἄχρις οὗ τοῦτον τὸν τρόπον ἄγων καὶ παραπέμπων τὸ πλοῖον εἰς Κίρραν κατέστησεν. Ὅθεν ἀναβατήριον θύσαντες ἔγνωσαν ὅτι δεῖ δυεῖν ἀγαλμάτων τὸ μὲν τοῦ Πλούτωνος ἀνελέσθαι καὶ κομίζειν τὸ δὲ τῆς Κόρης ἀπομάξασθαι καὶ καταλιπεῖν. Εἰκὸς μὲν οὖν ἦν καὶ τὸ φιλόμουσον ἀγαπᾶν τοῦ θηρίου τὸν θεόν· ᾧ καὶ Πίνδαρος ἀπεικάζων ἑαυτὸν ἐρεθίζεσθαί φησιν

[984γ] «〈Ἁλί〉ου δελφῖνος ὑπόκρισιν·
τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει
αὐλῶν ἐκίνης' ἐρατὸν μέλος.»

Ἀλλὰ μᾶλλον ἔοικε τὸ φιλάνθρωπον αὐτοῦ θεοφιλὲς εἶναι· μόνος γὰρ ἄνθρωπον ἀσπάζεται, καθ' ὃ ἄνθρωπός ἐστι. Τῶν δὲ χερσαίων τὰ μὲν οὐδένα τὰ δ' ἡμερώτατα μόνους περιέπει τοὺς τρέφοντας ὑπὸ χρείας, καὶ τοὺς συνήθεις ὁ κύων ὁ ἵππος ὁ ἐλέφας· αἱ δὲ χελιδόνες ὅσων μὲν δέονται τυγχάνουσιν εἰσοικισάμεναι, σκιᾶς καὶ ἀναγκαίας ἀσφαλείας, φεύγουσι δὲ καὶ φοβοῦνται τὸν ἄνθρωπον ὥσπερ θηρίον. Τῷ δὲ δελφῖνι παρὰ πάντα καὶ μόνῳ τὸ ζητούμενον ὑπὸ τῶν ἀρίστων φιλοσόφων ἐκεῖνο, τὸ φιλεῖν [984δ] ἄνευ χρείας, φύσει πρὸς ἀνθρώπους ὑπάρχει. Μηδενὸς γὰρ εἰς μηδὲν ἀνθρώπου δεόμενος πᾶσιν εὐμενής τε φίλος ἐστὶ καὶ βεβοήθηκε πολλοῖς. Ὦν τὰ μὲν Ἀρίονος οὐδεὶς ἀγνοεῖ, περιβόητα γάρ ἐστιν· Ἡσιόδου δὲ κατὰ καιρὸν αὐτὸς ἡμᾶς, ὦ φίλε, ἀνέμνησας, «ἀτὰρ οὐ τέλος ἵκεο μύθων» ἔδει δὲ τὸν κύν' αἰτιασάμενον μὴ παραλιπεῖν τοὺς δελφῖνας· τυφλὸν γὰρ ἦν τὸ μήνυμα τοῦ κυνός, ὑλακτοῦντος καὶ μετὰ βοῆς ἐπιφερομένου τοῖς φονεῦσιν, 〈εἰ μὴ τὸν νεκρὸν〉 περὶ τὸ Νέμειον θαλάσσῃ διαφερόμενον ἀράμενοι δελφῖνες, ἕτεροι παρ' ἑτέρων ἐκδεχόμενοι προθύμως, εἰς τὸ Ῥίον ἐκθέντες ἔδειξαν ἐσφαγμένον.

[984ε] Ἔναλον δὲ τὸν Αἰολέα Μυρσίλος ὁ Λέσβιος στορεῖ, τῆς Σμινθέως ἐρῶντα θυγατρὸς ῥιφείσης κατὰ χρησμὸν τῆς Ἀμφιτρίτης ὑπὸ τῶν Πενθιλιδῶν, καὶ αὐτὸν ἐξαλόμενον εἰς τὴν θάλασσαν ὑπὸ δελφῖνος σῶον ἐξενεχθῆναι πρὸς τὴν Λέσβον. Ἡ δὲ πρὸς τὸν Ἰασέα παῖδα τοῦ δελφῖνος εὔνοια καὶ φιλία δι' ὑπερβολὴν ἔρως ἔδοξε· συνέπαιζε γὰρ αὐτῷ καὶ συνενήχετο καθ' ἡμέραν καὶ παρεῖχεν ἐν χρῷ ψαυόμενος· ἔπειτα περιβαίνοντος οὐκ ἔφευγεν, ἀλλ' ἔφερε χαίρων, πρὸς ὃ ἔκαμπτε κλίνων, ὁμοῦ πάντων Ἰασέων ἑκάστοτε συντρεχόντων ἐπὶ τὴν θάλατταν. Ὄμβρου δέ ποτε πολλοῦ μετὰ χαλάζης ἐπιπεσόντος [984ς] ὁ μὲν παῖς ἀπορρυεὶς ἐξέλιπεν, ὁ δὲ δελφὶν ὑπολαβὼν ἅμα τῷ νεκρῷ συνεξέωσεν αὐτὸς ἑαυτὸν ἐπὶ τὴν γῆν καὶ οὐκ ἀπέστη τοῦ σώματος, ἕως ἀπέθανε, δικαιώσας μετασχεῖν ἧς συναίτιος ἔδοξε γεγονέναι τελευτῆς. Καὶ τοῦ πάθους ἐπίσημον Ἰασεῦσι τὸ χάραγμα τοῦ νομίσματός ἐστι, παῖς ὑπὲρ δελφῖνος ὀχούμενος. Ἐκ δὲ τούτου καὶ τὰ περὶ Κοίρανον ὄντα μυθώδη πίστιν ἔσχε.

[985α] Πάριος γὰρ ὢν τὸ γένος ἐν Βυζαντίῳ δελφίνων βόλον, ἐνσχεθέντων σαγήνῃ καὶ κινδυνευόντων κατακοπῆναι, πριάμενος μεθῆκε πάντας· ὀλίγῳ δ' ὕστερον ἔπλει πεντηκόντορον ἔχων, ὥς φασι, ναῦν λῃστῶν ἄνδρας ἄγουσαν 〈πεντήκοντα〉· ἐν δὲ τῷ μεταξὺ Νάξου καὶ Πάρου πορθμῷ τῆς νεὼς ἀνατραπείσης καὶ τῶν ἄλλων διαφθαρέντων, ἐκεῖνον λέγουσι, δελφῖνος ὑποδραμόντος αὐτῷ καὶ ἀνακουφίζοντος, ἐξενεχθῆναι τῆς † Σικύνθου κατὰ σπήλαιον, ὃ δείκνυται μέχρι νῦν καὶ καλεῖται Κοιράνειον· ἐπὶ τούτῳ δὲ λέγεται ποιῆσαι τὸν Ἀρχίλοχον

«Πεντήκοντ' ἀνδρῶν λίπε Κοίρανον ἤπιος Ποσειδῶν.»

[985β] Ἐπεὶ δ' ὕστερον ἀποθανόντος αὐτοῦ τὸ σῶμα πλησίον τῆς θαλάττης οἱ προσήκοντες ἔκαιον, ἐπεφαίνοντο πολλοὶ δελφῖνες παρὰ τὸν αἰγιαλόν, ὥσπερ ἐπιδεικνύντες ἑαυτοὺς ἥκοντας ἐπὶ τὰς ταφάς, καὶ παραμείναντες ἄχρις οὗ συνετελέσθησαν. Ἡ δ' Ὀδυσσέως ἀσπὶς ὅτι μὲν ἐπίσημον εἶχε δελφῖνα καὶ Στησίχορος ἱστόρηκεν· ἐξ ἧς δ' αἰτίας, Ζακύνθιοι διαμνημονεύουσιν, ὡς Κριθεὺς μαρτυρεῖ· νήπιος γὰρ ὢν ὁ Τηλέμαχος, ὥς φασιν, εἰς ἀγχιβαθὲς τῆς θαλάττης ὀλισθὼν ἐσώθη δελφίνων ὑπολαβόντων καὶ ἀνανηξαμένων· ὅθεν ἐποιήσατο γλυφὴν τῇ σφραγῖδι καὶ τῆς ἀσπίδος κόσμον ὁ πατὴρ ἀμειβόμενος [985γ] τὸ ζῷον. Ἀλλ' ἐπεὶ προειπὼν ὡς οὐδὲ μῦθον ὑμῖν ἐρῶ, καὶ αὐτὸς οὐκ οἶδ' ὅπως πρὸς τοῖς δελφῖσιν ἔλαθον πορρωτέρω τοῦ πιθανοῦ συνεξοκείλας εἰς τὸν Ὀδυσσέα καὶ Κοίρανον, ἐπιτίθημι δίκην ἐμαυτῷ· παύομαι γὰρ ἤδη λέγων.

Ἀριστότιμος

Ἔξεστιν οὖν ὑμῖν, ὦ ἄνδρες δικασταί, τὴν ψῆφον φέρειν.

Σώκλαρος

Ἀλλ' ἡμῖν γε πάλαι τὸ τοῦ Σοφοκλέους δεδογμένον ἐστίν·

«Εὖ γὰρ καὶ διχοστατῶν λόγος
σύγκολλά τ' ἀμφοῖν ἐς μέσον τεκταίνεται.»

Ταυτὶ γάρ, ἃ πρὸς ἀλλήλους εἰρήκατε, συνθέντες εἰς ταὐτὸν ἀμφότεροι καλῶς ἀγωνιεῖσθε κοινῇ πρὸς τοὺς τὰ ζῷα λόγου καὶ συνέσεως ἀποστεροῦντας.