Διονυσιακά/48

Από Βικιθήκη
Διονυσιακῶν βιβλίον μη΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


Δίζεο τεσσαρακοστὸν ἐς ὄγδοον αἷμα Γιγάντων,
Παλλήνην δὲ δόκευε καὶ ὑπναλέης τόκον Αὔρης.

αὐτὰρ ὁ πορδαλίων ἐποχημένος ἄντυγι δίφρου
Θρηικίῃ περίφοιτος ἐκώμασε Βάκχος ἀρούρῃ,
ἵππιον ἀρχεγόνοιο Φορωνέος οὖδας ἐάσας.
οὐδὲ χόλον πρήυνε παλίγκοτον Ἰναχὶς Ἥρη
5Ἄργεος οἰστρηθέντος, Ἀχαιιάδων δὲ γυναικῶν
λύσσης μνῆστιν ἔχουσα πάλιν θωρήσσετο Βάκχῳ.
καὶ δολίας ἀνέφαινε λιτὰς παμμήτορι Γαίῃ,
ἔργα Διὸς βοόωσα καὶ ἠνορέην Διονύσου
γηγενέων ὀλέσαντος ἀμετρήτων νέφος Ἰνδῶν·
10καὶ Σεμέλης ὅτε παῖδα φερέσβιος ἔκλυε μήτηρ
Ἰνδῴην ταχύποτμον ἀιστώσαντα γενέθλην,
μνησαμένη τεκέων πλέον ἔστενεν ἀμφὶ δὲ Βάκχῳ
αὐτογόνων θώρηξεν ὀρίδρομα φύλα Γιγάντων,
ὑψιλόφους ἕο παῖδας ἀνοιστρήσασα κυδοιμῷ·


15‘ Παῖδες ἐμοί, μάρνασθε κορυμβοφόρῳ Διονύσῳ
ἠλιβάτοις σκοπέλοισιν, ἐμῆς δ᾽ ὀλετῆρα γενέθλης
Ἰνδοφόνον Διὸς υἷα κιχήσατε· μηδὲ νοήσω
σὺν Διὶ κοιρανέοντα νόθον σκηπτοῦχον Ὀλύμπου. [p. 426]
δήσατε, δήσατε Βάκχον, ὅπως θαλαμηπόλος εἴη,
20ὁππότε Πορφυρίωνι χαρίζομαι εἰς γάμον Ἥβην
καὶ Χθονίῳ Κυθέρειαν, ὅτε γλαυκῶπιν ἀείσω
εὐνέτιν Ἐγκελάδοιο καὶ Ἄρτεμιν Ἀλκυονῆος·
ἄξατέ μοι Διόνυσον, ἵνα Κρονίωνα χαλέψω
δουλοσύνην ὁρόωντα δορικτήτοιο Λυαίου·
25ἠέ μιν οὐτάζοντες ἀλοιητῆρι σιδήρῳ
κτείνατέ μοι Ζαγρῆι πανείκελον, ὄφρά τις εἴπῃ
ἢ θεὸς ἢ μερόπων τις, ὅτι Κρονίδαο γενέθλῃ
γαῖα χολωομένη διδύμους θώρηξε φονῆας,
πρεσβυτέρους Τιτῆνας ἐπὶ προτέρῳ Διονύσῳ,
30ὁπλοτέρους δὲ Γίγαντας ἐπ᾽ ὀψιγόνῳ Διονύσῳ.’


ὣς φαμένη στίχα πᾶσαν ἀνεπτοίησε Γιγάντων.
γηγενέων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ.
ὃς μὲν ἔχων Νυσαῖον ἐδέθλιον, ὃς δὲ σιδήρῳ
ὑψινεφῆ κενεῶνα χαραδρήεντα κολάψας,
35αἰχμάζων σκοπέλοισιν ἐθωρήχθη Διονύσῳ·
ὃς δὲ λόφον πετραῖον ἁλικρήπιδος ἀρούρης,
ἄλλος ἁλιζώνοιο διαρρήξας ῥάχιν ἰσθμοῦ
εἰς ἐνοπὴν ἔσπευδεν. ἀμετρήτοισι δ᾽ ἀγοστοῖς
Πήλιον ὑψικάρηνον ἀνηκόντιζε Πελωρεὺς
40γυμνώσας Φιλύρης γλαφυρὸν δόμον· ἁρπαμένου δὲ
ἀσκεπέος σκοπέλοιο γέρων ἐλελίζετο Χείρων,
ἀνδροφυὴς ἀτέλεστος ὁμήλικι σύμπλοκος ἵππῳ.
ἡμερίδων δὲ κόρυμβον ἔχων ὀλετῆρα Γιγάντων
Βάκχος ἀερσιλόφοιο κατέτρεχεν Ἀλκυονῆος,
45οὐ δόρυ θοῦρον ἔχων, οὐ φοίνιον ἆορ ἀείρων,
ἀλλὰ πολυσπερέας παλάμας ἐδάιξε Γιγάντων,
αἰχμάζων ἑλίκεσσι· φιλακρήτῳ δὲ πετήλῳ
φρικτὰ πεδοτρεφέων ἐδαΐζετο φῦλα δρακόντων· [p. 428]
τυπτομένων δὲ Γίγαντος ἐχιδνοκόμων κεφαλάων
50αὐχένες ἀμηθέντες ἐπωρχήσαντο κονίῃ.
κτείνετο δ᾽ ἄσπετα φῦλα· δαϊζομένων δὲ Γιγάντων
αἵματος ἀενάου ποταμοὶ ῥέον, ἀρτιχύτοις δὲ
πορφυρέοις ῥοθίοισιν ἐφοινίσσοντο χαράδραι.
γηγενέων δὲ φάλαγγες ἐβακχεύοντο δρακόντων
55βόστρυχα δειμαίνοντες ἐχιδνοκόμου Διονύσου.


καὶ πυρὶ μάρνατο Βάκχος, ἐς ἠέρα δαλὸν ἰάλλων
ἀντιβίων ὀλετῆρα· δι᾽ ὑψιπόρου δὲ κελεύθου
Βακχιὰς αὐτοέλικτος ἐπέτρεχεν ἁλλομένη φλόξ,
γυιοβόρῳ σπινθῆρι καταΐσσουσα Γιγάντων·
60καί τις ἀπειλητῆρι φέρων σέλας ἀνθερεῶνι
ἡμιδαὴς σύριζε δράκων πυριθαλπέι λαιμῷ,
καπνὸν ἀποπτύων, οὐ λοίγιον ἰὸν ἰάλλων.


καὶ κλόνος ἄσπετος ἦεν· ἐπ᾽ ἀντιβίων δὲ καρήνων
Βάκχος ἀνῃώρητο μαχήμονα δαλὸν ἀείρων,
65καὶ χθονίῳ πρηστῆρι δέμας θέρμαινε Γιγάντων
ἀντίτυπον μίμημα Διοβλήτοιο κεραυνοῦ·
καὶ δαΐδες σελάγιζον· ἐπ᾽ Ἐγκελάδου δὲ καρήνῳ
ἠέρα θερμαίνων ἐλελίζετο πυρσὸς ἀλήτης·
ἀλλά μιν οὐκ ἐδάμασσε, καὶ οὐ χθονίου πυρὸς ἀτμῷ
70Ἐγκέλαδος γόνυ κάμψεν, ἐπεὶ πεφύλακτο κεραυνῷ.
Ἀλκυονεὺς δ᾽ ἀπέλεθρος ἐπεσκίρτησε Λυαίῳ
Θρηικίοις σκοπέλοις κεκορυθμένος· ἀμφὶ δὲ Βάκχῳ
ὑψινεφῆ κούφιζε ῥάχιν δυσχείμονος Αἵμου
εἰς σκοπὸν ἀχρήιστον, ἀνουτήτου Διονύσου·
75καὶ σκοπιὴν ἔρριψεν· ἐφαπτόμεναι δὲ Λυαίου
νεβρίδος ἀρρήκτοιο διεσχίζοντο κολῶναι·
Ἠμαθίης δὲ κάρηνα νέος γύμνωσε Τυφωεὺς
ὑψιφανής, προτέρῳ πανομοίιος, ὅς ποτε πολλοὺς
ῥωγαλέους κενεῶνας ἐκούφισε μητρὸς ἀρούρης, [p. 430]
80πετραίοις βελέεσσι καταιχμάζων Διονύσου.
καί τινος ἀσπαίροντος ἐπὶ χθονὸς ἆορ ἐρύσσας
Βάκχος ἄναξ κεκόρυστο Γιγαντείοισι καρήνοις,
ἰοβόλων πλοκάμων ὀφιώδεα λήια κείρων·
καὶ στρατὸν αὐτοτέλεστον ἀτευχέι χειρὶ δαΐζων
85μάρνατο λυσσήεις, χλοερῶν ἐπιβήτορα δένδρων
κισσὸν ἔχων τανύφυλλον, ἀκοντιστῆρα Γιγάντων.


καὶ νύ κε πάντας ἔπεφνεν ἑῷ ῥηξήνορι θύρσῳ,
ἀλλὰ παλινδίνητος ἑκὼν ἀνεχάζετο χάρμης,
δυσμενέας ζώοντας ἑῷ γενετῆρι φυλάσσων.


90καί νύ κεν εἰς Φρυγίην ταχὺς ἔδραμεν ὠκέι ταρσῷ,
ἀλλά μιν ἄλλος ἄεθλος ἐρήτυεν, ὄφρα θανόντων
τοσσατίων ἕνα φῶτα κατακτείνειε φονῆα
Παλλήνης γενέτην θανατηφόρον, ὅς ποτε κούρης
οἶστρον ἔχων ἀθέμιστον ἁμαρτιγάμων ὑμεναίων
95συζυγίην ἀνέκοπτεν, ἀμετρήτους δὲ δαΐζων
μελλογάμους μνηστῆρας ἀπέθρισεν, ὧν ὑπὸ λύθρῳ
κτεινομένων καναχηδὸν ἐφοινίσσοντο παλαῖστραι,
εἰσόκε Βάκχος ἵκανε Δίκης πρόμος· ἀγχιγάμου δὲ
Παλλήνης δυσέρωτι παριστάμενος γενετῆρι
100ῥιγεδανῆς ὑμέναιον ἀτάσθαλον ᾔτεε κούρης,
ποικίλα δ᾽ ὤρεγε δῶρα· καὶ αἰτίζοντι Λυαίῳ
φρικτὸς ἀνὴρ κήρυξε παλαισμοσύνην ὑμεναίων·
καί μιν ἄγων ἐπέβησε κακοξείνοιο παλαίστρης,
ὁππόθι τολμήεσσα δορυσσόος ἵστατο κούρη
105νυμφιδίην ὤμοισιν ἐλαφρίζουσα βοείην.


καὶ τότε Κύπρις ἔην ἐναγώνιος· ἦν δ᾽ ἐνὶ μέσσῳ
γυμνὸς Ἔρως καὶ στέμμα γαμήλιον ὤρεγε Βάκχῳ, [p. 432]
ἦν δὲ παλαισμοσύνη νυμφοστόλος· ἀργυφέῳ δὲ
ἁβρὸν ἀνεχλαίνωσεν ἑὸν δέμας εἵματι Πειθὼ
110νίκην μελλογάμοιο προθεσπίζουσα Λυαίου.
καὶ βριαρῶν μελέων ἀπεδύσατο φάρεα κούρη,
καὶ δόρυ θοῦρον ἔθηκε γαμήλιον, ἁβροτέρη δὲ
Σιθονὶς ἀκρήδεμνος ἀσάμβαλος ἵστατο κούρη,
θηλυφανής, ἀσίδηρος, ἐρευθιόωντι δὲ δεσμῷ
115ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν·
καὶ δέμας ἀσκεπὲς ἦεν, ἀμετρήτων δὲ κομάων
ἀπλεκέες πλοκαμῖδες ἐπέρρεον αὐχένι κούρης,
καὶ κνήμας ἀνέφαινε καὶ ἀσκεπέων πτύχα μηρῶν
γυμνῆς φαινομένης ἐπιγουνίδος· ἀμφὶ δὲ μηροῖς
120ἥρμοσε λευκὸν ὕφασμα, γυναικείης σκέπας αἰδοῦς·
καὶ χρόα πιαλέῳ πεπαλαγμένον εἶχεν ἐλαίῳ
καὶ παλάμας πολὺ μᾶλλον, ὅπως ἀλύτων ἀπὸ χειρῶν
ὑγρὸν ὀλισθήσειε πιεζομένη χρόα κούρη.


καὶ βλοσυροῖς στομάτεσσιν ἀπειλήσασα Λυαίῳ
125νυμφοκόμῳ μνηστῆρι παρίστατο, διχθάδιον δὲ
αὐχένι δεσμὸν ἔβαλλεν ὁμόζυγι πήχεος ὁλκῷ·
ἀλλὰ παλινδίνητον ἑὴν ἀνελύσατο δειρὴν
Βάκχος ἀπορρίψας ἁπαλόχροα δάκτυλα κούρης,
δεσμοῖς θηλυτέροισι περίπλοκον αὐχένα σείων·
130καὶ διδύμας στεφανηδὸν ἐπ᾽ ἰξύι χεῖρας ἑλίξας
Παλλήνην ἐτίναξε ποδῶν ἑτεραλκέι παλμῷ·
καὶ ῥοδέης παλάμης ἐδράξατο, Κυπριδίην δὲ
εἶχε παραιφασίην χιονώδεα χεῖρα πιέζων·
οὐδὲ τόσον μενέαινεν ἐπὶ χθονὶ παῖδα κυλίνδειν,
135ὅσσον ἐπιψαύειν ἁπαλοῦ χροός, ἡδέι μόχθῳ
τερπόμενος· καὶ ἔκαμνε δολοπλόκον ἄσθμα τιταίνων
ὡς βροτός, ἀμβολίῃ δὲ θελήμονι κάλλιπε νίκην.
Παλλήνη δ᾽ ἐρόεσσα πάλης τεχνήμονι παλμῷ
θηλυτέραις παλάμῃσι δέμας κούφιζε Λυαίου· [p. 434]
140οὐδέ μιν ἠέρταζε, τόσον βάρος, ἀλλὰ καμοῦσα
ἄρσενα γυῖα λέλοιπεν ἀκινήτου Διονύσου.
καὶ θεὸς ἀντιτύπῳ περιδέσμιον ἅμματι χειρῶν
παρθενικὴν ἐρόεσσαν ἑλών, ἅτε θύρσον ἀείρων,
δόχμιον ἀμφιέλικτον ἐκούφισεν ὑψόθεν ὤμου·
145χειρὶ δὲ φειδομένῃ βριαρὴν ἀπεσείσατο κούρην,
Παλλήνην δ᾽ ἀτίνακτον ὅλην ἐτανύσσατο γαίῃ·
καὶ δολίοις βλεφάροισιν ἑὴν ἐλέλιζεν ὀπωπήν,
κούρης ἁβροκόμου κεκονιμένα γυῖα δοκεύων
καὶ πλοκάμους ῥυπόωντας ἀκηδέστοιο καρήνου.
150ἀλλὰ παλινδίνητος ἀναΐξασα κονίης
ὄρθιος ἐστήριξε τὸ δεύτερον ἴχνια κούρη·
καὶ τροχαλῇ Διόνυσος ἀφειδέι γούνατος ὁρμῇ
γαστέρα Παλλήνης κρατέων ἑτεραλκέι παλμῷ
παρθενικὴν μενέαινεν ὑπὲρ δαπέδοιο κυλίνδειν,
155καὶ παλάμας μετέθηκεν ἐπὶ πλευροῖσιν ἑλίξας
αὐχένα κυρτώσας ἐπικάρσιον, ἀμφὶ δὲ νώτῳ
μεσσατίῳ κύκλωσεν ὀπίστερα δάκτυλα κάμψας,
ἢ σφυρὸν ἢ κνήμην δεδοκημένος ἢ γόνυ μάρψειν.
καὶ θεὸς αὐτοκύλιστος ἑκούσιος ἤριπε γαίῃ
160οὐτιδανῇ παλάμῃ νικώμενος· ἱμερόεν δὲ
φάρμακον ἔσχεν ἔρωτος, ἐνὶ γλυκερῇ δὲ κονίῃ
κουφίζων ἐρόεις ἐπὶ νηδύι φόρτον Ἐρώτων
ὕπτιος αὐτὸς ἔμιμνε, καὶ οὐκ ἀπεσείσατο κούρην.
ἀλλά μιν ἐσφήκωσε πόθου φρενοθελγέι δεσμῷ.
165ἡ δὲ ταχυστροφάλιγγι ποδῶν νωμήτορι παλμῷ
ἴχνιον ᾐώρησεν, ἐρωμανέος δὲ Λυαίου
ἄρσενα λύσατο χεῖρα· θεὸς δ᾽ ὑπ᾽ ὀλίζονι ῥιπῇ
γυῖα μεταστρέψας ῥοδέην ἐτανύσσατο κούρην
ἐν δαπέδῳ στορέσας· καὶ ἐπὶ χθονὶ κέκλιτο κούρη
170χεῖρας ἐφαπλώσασα· τιταινομένης δ᾽ ἐπὶ πέζῃ
εὐπαλάμῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ. [p. 436]


Ὠκυτέροις δὲ πόδεσσι πατὴρ κατὰ μέσσον ὀρούσας
ἀθλεύειν ἐθέλουσαν ἑὴν ἀνεσείρασε κούρην,
καὶ γαμίην ἀνέκοψεν ἀεθλοσύνην ὑμεναίων
175νίκην ἱμερόεσσαν ἐπιτρέψας Διονύσῳ,
μή μιν ἀποκτείνειεν ἔχων ἀστεμφέι δεσμῷ.
καὶ Διὸς αἰνήσαντος ἀεθλοφόρον μετὰ νίκην
γνωτὸν Ἔρως ἔστεψε γάμων πομπῆι κορύμβῳ
ἱμερτὴν τελέσαντα παλαισμοσύνην ὑμεναίων.
180καὶ πέλε τοῖος ἄεθλος ὁμοίιος, ὡς ὅτε κούρην
χρυσοφαῆ προπάροιθε γαμήλια δῶρα κυλίνδων
Ἱππομένης νίκησεν ἐπειγομένην Ἀταλάντην.


ἀλλ᾽ ὅτε νυμφοκόμοιο πάλης ἐτέλεσσεν ἀγῶνα
Βάκχος, ἔτι στάζων γαμίους ἱδρῶτας ἀέθλων
185Σιθόνα μὲν πρήνιξε τετυμμένον ὀξέι θύρσῳ,
μνηστήρων ὀλετῆρα, κυλινδομένου δὲ κονίῃ
κούρῃ θύρσον ἔδωκε μιαιφόνον ἕδνον Ἐρώτων. [p. 438]
καὶ γάμος ἦν πολύυμνος· ἀσιγήτῳ δ᾽ ἐνὶ παστῷ
Σειληνοὶ κελάδησαν, ἐπωρχήσαντο δὲ Βάκχαι,
190καὶ Σάτυροι μεθύοντες ἀνέπλεκον ὕμνον Ἐρώτων
συζυγίην μέλποντες ἀεθλοφόρων ὑμεναίων.
Νηρεΐδων δὲ φάλαγγες ὑπὸ σφυρὰ γείτονος ἰσθμοῦ
νυμφιδίῃ Διόνυσον ἐμιτρώσαντο χορείῃ,
καὶ μέλος ἐφθέγξαντο, παρὰ Θρήικι δὲ πόντῳ
195ξεινοδόκος Βρομίοιο γέρων ὠρχήσατο Νηρεύς,
καὶ γαμίῃ Γαλάτεια περισκαίρουσα θαλάσσῃ
Παλλήνην ἐλίγαινε συναπτομένην Διονύσῳ,
καὶ Θέτις ἐσκίρτησε, καὶ εἰ πέλε νῆις Ἐρώτων,
καὶ γαμίην ἔστεψεν ἁλιζώνου ῥάχιν ἰσθμοῦ
200Παλλήνης ὑμέναιον ἀνευάζων Μελικέρτης·
καί τις Ἁμαδρυάδων φλογερῇ παρὰ γείτονι Λήμνῳ
νυμφιδίην Θρήισσαν Ἀθωιὰς ἥψατο πεύκην.
καὶ φιλίοις ὀάροισι παρηγορέων ἕο νύμφην
μυρομένην γενετῆρα φιλεύιος εἶπεν ἀκοίτης·


205‘ Παρθένε, μὴ στενάχιζε τεὸν δυσέρωτα τοκῆα·
παρθένε, μὴ στενάχιζε τεῆς μνηστῆρα κορείης·
τίς γενέτης ἔσπειρε καὶ εἰς γάμον ἤγαγε κούρην;
σὸν κενεὸν λίπε πένθος, ὅτι κταμένοιο τοκῆος,
Σιθόνος ὑμετέροιο, Δίκη γελόωσα χορεύει,
210χερσὶ δὲ παρθενίῃσι γαμήλιον ἁψαμένη πῦρ,
ἡ γάμον ἀγνώσσουσα, τεὸν γάμον εἰσέτι μέλπει,
Οἰνόμαον πάλιν ἄλλον ὀπιπεύουσα θανόντα·
Οἰνόμαος μὲν ὄλωλε, καταφθιμένου δὲ τοκῆος
τέρπεται Ἱπποδάμεια δὺν ἀρτιγάμῳ παρακοίτῃ.
215καὶ σὺ τεοῦ γενέταο πόθους ῥίψασα θυέλλαις
τέρπεο βοτρυόεντι συναπτομένη παρακοίτῃ, [p. 440]
μῶμον ἀλευομένη πατρώιον· οὕ σε διδάξω
Σιθόνος ἐχθρὸν ἔρωτα καὶ ἀμβολίην ὑμεναίων,
ὃς φονίῃ παλάμῃ γαμβροκτόνον ἔγχος ἀείρων
220γηραλέην σε τέλεσσεν, ἀπειρήτην Ἀφροδίτης,
συζυγίην δ᾽ ἐκέδασσεν ἀνυμφεύτων σέο λέκτρων.
μνηστήρων σκοπίαζε σεσηπότα λείψανα νεκρῶν,
οὓς Παφίη κόσμησε καὶ ἔκτανε θοῦρις Ἐρινύς·
ἠνίδε κεῖνα κάρηνα θαλύσια σεῖο μελάθρων,
225λύθρον ἔτι στάζοντα κακοξείνων ὑμεναίων.
Σιθόνος οὐ μεθέπεις χθόνιον γένος· οὐράνιος δὲ
πείθομαι ὥς σε λόχευσε τεὸς Θρηίκιος Ἄρης,
πείθομαι, ὡς Κυθέρεια τεὴν ὤδινε γενέθλην·
καὶ σὺ τεῶν διδύμων ἀπεμάξαο θεσμὰ τοκήων,
230Ἄρεος ἦθος ἔχουσα καὶ ἀγλαΐνη Ἀφροδίτης·
πείθομαι, ὥς σε φύτευσεν ἅναξ ἐναγώνιος Ἑρμῆς
ἁβρὰ τελεσσιγάμοιο μολὼν ἐπὶ δέμνια Πειθοῦς,
καί σε παλαισμοσύνην ἐδιδάξατο πομπὸν Ἐρώτων.’


εἶπε παρηγορέων ἀχέων παιήονι μύθῳ,
235μυρομένης δ᾽ εὔνησεν ἐπήρατα δάκρυα κούρης.
καὶ γαμίης δήθυνεν ἐπὶ χρόνον ἐγγύθι νύμφης
τερπόμενος φιλότητι νεοζυγέων ὑμεναίων.


Παλλήνης δὲ μέλαθρα λιπὼν καὶ Θρῇκα Βορῆα
Ῥείης εἰς δόμον ἦλθεν, ὅπῃ Φρυγίῃ παρὰ πέζῃ
240δαίμονος εὐώδινος ἕσαν Κυβεληίδες αὐλαί.
ἐνθάδε θηρεύουσα παρὰ σφυρὰ Δίνδυμα πέτρης
Ῥυνδακὶς οὐρεσίφοιτος ἀέξετο παρθένος Αὔρη,
εἰσέτι νῆις Ἔρωτος, ὁμόδρομος ἰοχεαίρης,
ἀπτολέμων φεύγουσα νοήματα παρθενικάων,
245Ἄρτεμις ὁπλοτέρη Ληλαντιάς, ἥν ποτε Τιτὴν
νυμφεύσας Περίβοιαν ἀπόσπορον Ὠκεανοῖο [p. 442]
πρεσβυγενὴς Λήλαντος ἀελλόπον ἤροσε κούρην,
κούρην ἀντιάνειραν, ἀπειρήτην Ἀφροδίτης.
ἡ μὲν ἀνεβλάστησεν ὑπέρτερος ἥλικος ἥβης,
250ἱμερτὴ ῥοδόπηχυς, ἀεὶ χαίρουσα κολώναις·
πολλάκι δ᾽ ἀγρώσσουσα κατέτρεχε λυσσάδος ἄρκτου,
καὶ δόρυ θοῦρον ἔπεμπε καταιχμάζουσα λεαίνης,
οὐ κεμάδας κτείνουσα καὶ οὐ βάλλουσα λαγωούς·
ἀλλὰ δαφοινήεσσαν ἐλαφρίζουσα φαρέτρην
255ὠμοβόρων τόξευεν ὀρίδρομα φῦλα λεόντων
θηροφόνοις βελέεσσιν· ἐπωνυμίῃ δὲ καὶ ἔργῳ
ὀξύτατον δρόμον εἶχεν ὀρειάσι σύνδρομος αὔραις.


καί ποτε διψαλέοιο πυραυγέι καύματος ὥρῃ
παρθένος ὑπνώουσα πόνων ἀμπαύετο θήρης·
260καὶ δέμας ἁπλώσασα Κυβηλίδος ὑψόθι ποίης
κρᾶτα παρακλίνασα σαόφρονος ἔρνεϊ δάφνης
εὗδε μεσημβρίζουσα, καὶ ἐσσομένων ὑμεναίων
ἱμερτήν ἐνόησε προμάντιος ὄψιν ὀνείρου,
ὅττι θεός πυρόεις τανύσας βέλος αἴθοπι νευρῇ
265θοῦρος Ἔρως τόξευε λαγωβόλος ἔνδοθι λόχμης,
οὐτιδανοῖς βελέεσσιν ὀιστεύων στίχα θηρῶν·
παιδὶ δὲ θηρεύοντι συνέμπορος υἱέι Μύρρης
Κύπρις ἔην γελόωσα· καὶ ἵστατο παρθένος Αὔρη,
Ἀρτέμιδος μετὰ τόξον ἀήθεος ὑψόθεν ὤμου
270ἀγρευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην·
αὐτὰρ ὁ θῆρας ἔπεφνεν, ἕως ἐκορέσσατο νευρῆς
βάλλων πορδαλίων βλοσυρὸν στόμα καὶ γένυν ἄρκτου,
ζωγρήσας δὲ λέαιναν ἑῷ πανθελγέι κεστῷ
θῆρα πιεζομένην φιλοπαίγμονι δεῖξε τεκούσῃ·
275παρθενικὴ δ᾽ ἐδόκησε κατὰ κνέφας, ὅττι καὶ αὐτήν [p. 444]
πῆχυν ἐπικλίνουσαν Ἀδώνιδι καὶ Κυθερείῃ
μάργος Ἔρως ἐρέθιζεν, ὑπογνάμπτων Ἀφροδίτῃ
ληιδίης, γόνυ δοῦλον ὑπερφιάλοιο λεαίνης,
τοῖον ἔπος βοόων· ‘στεφανηφόρε μῆτερ Ἐρώτων,
280αὐχένα σοι κλίνουσαν ἄγω φιλοπάρθενον Αὔρην·
ἀλλά, ποθοβλήτοιο χορίτιδες Ὀρχομενοῖο,
στέψατε κεστόν ἱμάντα γαμοστόλον, ὅττι μενοινήν
τοσσατίην νίκησεν ἀνικήτοιο λεαίνης.’
τοῖον ἔπος μαντῷον ὀρεστιάς ἔδρακεν Αὔρη·
285οὐδὲ μάτην πρὸς Ἔρωτας ἔην ὄναρ, ὅττι καί αὐτοὶ
εἰς λίνον ἄνδρα φέρουσι καὶ ἀγρώσσουσι γυναῖκα.


κούρη δ᾽ ἐγρομένη πινυτόφρονι μαίνετο δάφνῃ,
καὶ Παφίῃ καὶ Ἔρωτι μαχέσσατο, καὶ πλέον Ὕπνῳ
χώσατο τολμήεντι, καὶ ἠπείλησεν Ὀνείρῳ,
290καὶ πετάλοις νεμέσιζε καὶ ἀφθόγγῳ φάτο φωνῇ·


‘Δάφνη, τί κλονέεις με; τί Κύπριδι καὶ σέο δένδρῳ;
ἀασάμην εὕδοβσα τεοὺς ὑπὸ γείτονας ὄζους
σὸν φυτόν ἐλπομένη φιλοπάρθενον, ὑμετέρης δὲ
295φήμης οὐκ ἐτύχησα καὶ ἐλπίδος· ὣς ἄρα, Δάφνη,
σὸν δέμας ἀλλάξασα τεὸν νόον εὗρες ἀμεῖψαι;
μὴ γαμίῃ μετὰ πότμον ὑποδρήσσεις Ἀφροδίτῃ;
οὐ πινυτῆς τόδε δένδρον, ἀπ᾽ ἀρτιγάμοιο δὲ νύμφης;
οὐ νέμεσις παρὰ μύρτον ὀνείρατα ταῦτα νοῆσαι,
μαχλάδος οὗτος ὄνειρος ἐπάξιος· ἦ ῥά σε Πειθώ,
300ἦ ῥά σε χειρὶ φύτευσε τεὸς δαφναῖος Ἀπόλλων;’


εἶπεν ὁμοῦ κοτέουσα φυτῷ καὶ Ἔρωτι καὶ Ὕπνῳ.
καί ποτε θηρεύουσα κατ᾽ οὔρεα δεσπότις ἄγρης [p. 446]
καύματος αἰθαλόεντος ἱμασσομένη χρόα πυρσῷ
Αρτεμις ἔντυε δίφρον, ὅπως ἅμα Νηίσι Νύμφαις
305θερμὸν ὀρεσσιχύτοισι δέμας ψύξειε λοετροῖς,
ἡνίκα μέσσον ἔην φλογερὸν θέρος, ἡνίκα πάλλων
καρχαλέης πυρόεντα μεσημβρινὸν ἦχον ἱμάσθλης
ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων.
καὶ κεμάδας ζυγίοισι συνεκλήισσε λεπάδνοις
310Αρτεμις οὐρεσίφοιτος· ἐπεμβαίνουσα δέ δίφρου
λάζετο καὶ μάστιγα καὶ ἡνία παρθένος Αὔρη,
καὶ κεραὴν ἤλαυνε θυελλήεσσαν ἀπήνην.
ἀενάου δέ θύγατρες ἀνάμπυκες Ὠκεανοῖο
δμωίδες ἐρρώοντο συνήλυδες ἰοχεαίρῃ,
315ὦν ἡ μέν ταχύγουνος ἔην προκέλευθος ἀνάσσης,
ἄλλη δ᾽ ἰσοκέλευθος ἀναστείλασα χιτῶνα
ἐγγὺς ἔην, ἑτέρη δὲ τανυκνήμιδος ἀπήνης
ἁπτομένη πείρινθος ὁμόδρομον εἶχε πορείην.
καὶ σέλας ἰοχέαιρα διαυγάζουσα προσώπου
320ἀμφιπόλων ἤστραψεν ὑπέρτερος, ὡς ὅτε δίφρῳ
αἰθερίῳ πέμπουσα φιλαγρύπνων φλόγα πυρσῶν
ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη
πλησιφαὴς ἀνέτειλε πυριτρεφέων μέσον, ἄστρων,
οὐρανίην στίχα πᾶσαν ἀμαλδύνουσα προσώπῳ·
325τῇ σέλας ἶσον ἔχουσα διέτρεχεν Ἄρτεμις ὕλην,
εἰσόκε χῶρον ἵκανεν, ὅπῃ κελάδοντι ῥεέθρῳ
Σαγγαρίου ποταμοῖο Διιπετὲς ἕλκεται ὕδωρ.


αὔρη δ᾽ ἀμφιέλισσαν ἑὴν ἀνέκοψεν,
καὶ κεμάδας χρυσέοισιν ἀνακρούουσα χαλινοῖς
330ἀμφὶ ῥοὰς ἔστησε φεραυγέα δίφρον ἀνάσσης·
καὶ θεός ἐκ δίφροιο κατέδραμεν· ἐκ δέ οἱ ὤμων [p. 448]
τόξα μὲν Οὖπις ἔδεκτο, καὶ ἰοδόκην Ἑκαέργη,
Ὠκεανοῦ δέ θύγατρες ἐύπλοκα δίκτυα θήρης·
καὶ κύνας... ἐνδρομίδας δὲ ποδῶν ἀνελύσατο Λοξώ.
335ἡ δὲ μεσημβρίζουσα σέβας φιλοπάρθενον αἰδοῦς
ἐν προχοαῖς ἐφύλαξε, διερπύζουσα ῥοάων
ἴχνεσι φειδομένοισι, καὶ ἐκ ποδὸς ἄχρι καρήνου
ἀκροβαφῆ κατὰ βαιὸν ἀναστείλασα χιτῶνα,
ἀμφιπερισφίγγουσα πόδας διδυμάονι μηρῷ
340κρυπτόμενον μετρηδὸν ὅλον δέμας ἔκλυσε κούρη.
λοξὰ δέ παπταίνουσα δι᾽ ὕδατος εὔσκοπος Αὔρη
τολμηροῖς βλεφάροισιν ἀναιδήτοιο προσώπου
ἁγνὸν ἀθηήτοιο δέμας διεμέτρεε κούρης,
θέσκελον εἰσορόωσα σαόφρονος εἶδος ἀνάσσης·
345καὶ πόδας ἁπλώσασα τιταινομένων παλαμάων
δαίμονι νηχομένῃ συνενήχετο παρθένος Αὔρη.
ἡμιφανὴς δ᾽ ἀτέλεστος ἔσω ποταμηίδος ὄχθης
ἰκμαλέας ῥαθάμιγγας ἀποσμήξασα κομάων...
Ἄρτεμις ἀγροτέρη· σχεδόθεν δέ οἱ ἀγρότις Αὔρη
350μαζοὺς ἀμφαφόωσα θεημάχον ἴαχε φωνήν·
‘Ἄρτεμι, μοῦνον ἔχεις φιλοπάρθενον οὔνομα κούρης,
ὅττι διὰ στέρνων κεχαλασμένον ἄντυγα θηλῆς
θῆλυν ἔχεις Παφίης, οὐκ ἄρσενα μαζὸν Ἀθήνης,
καὶ ῥοδέους σπινθῆρας ὀιστεύουσι παρειαί·
355ἀλλὰ δέμας μεθέπουσα ποθοβλήτοιο θεαίνης
καὶ σὺ γάμων βασίλευε σὺν ἁβροκόμῳ Κυθερείῃ,
δεξαμένη θαλάμοις τινὰ νυμφίον· ἢν δ᾽ ἐθελήσῃς,
Ἑρμείῃ παρίαυε καί Ἄρεϊ, λεῖψον Ἀθήνην· [p. 450]
ἤν δ᾽ ἐθέλῃς, ἀνάειρε βέλος καὶ τόξον Ἐρώτων,
360εἰ μεθέπεις θρασὺν οἶστρον ὀιστοκόμοιο φαρέτρης.
ἱλήκοι τεὸν εἶδος· ἐγὼ σέο μᾶλλον ἀρείων·
δέρκεο, πῶς μεθέπω βριαρὸν δέμας· ἠνίδε μορφὴν
ἄρσενα καὶ Ζεφύροιο θοώτερον ἴχνιον Αὔρης·
δέρκεο, πῶς σφριγόωσι βραχίονες· ἠνίδε μαζοὺς
365ὄμφακας οἰδαίνοντας ἀθήλεας· ἦ τάχα φαίης,
ὅττι τεοὶ γλαγόεσσαν ἀναβλύζουσιν ἐέρσην·
πῶς παλάμην μεθέπεις ἁπαλόχροα; πῶς σέο μαζοὶ
οὔ τινα κύκλου ἔχουσι περίτροχον, οἷά περ Αὔρης,
αὐτόματοι κήρυκες ἀσυλήτοιο κορείης;’


370ἔννεπε κερτομέουσα· κατηφιόωσα δὲ σιγῇ
σύννομος οἰδαίνοντι χόλῳ κυμαίνετο δαίμων,
καὶ φονίους σπινθῆρας ἀνηκόντιζον ὀπωπαί·
ἐκ προχοῆς δ᾽ ἀνέπαλτο, πάλιν δ᾽ ἔνδυνε χιτῶνα,
καὶ καθαραῖς λαγόνεσσι τὸ δεύτερον ἥρμοσε μίτρην
375ἀχνυμένη. νέμεσιν δὲ μετήιεν· εὗρε δὲ κούρην
ὑψινεφῆ παρὰ Ταῦρον, ὅπῃ παρὰ γείτονι Κύδνῳ
παῦσε Τυφαονίης ὑψαύχενα κόμπον ἀπειλῆς·
καὶ τροχὸς αὐτοκύλιστος ἔην παρὰ ποσσὶν ἀνάσσης
σημαίνων, ὅτι πάντας ἀγήνορας εἰς πέδον ἕλκει
380ὑψόθεν εἰλυφόωσα δίκης ποινήτορι κύκλῳ,
δαίμων πανδαμάτειρα, βίου στρωφῶσα πορείην· [p. 452]
ἀμφὶ δέ οἱ πεπότητο παρὰ θρόνον ὄρνις ἀλάοτωρ,
γρὺψ πτερόεις, πισύρων δὲ ποδῶν κουφίζετο παλμῷ
δαίμονος ἱπταμένης αὐτάγγελος, ὅττι καὶ αὐτὴ
385τέτραχα μοιρηθέντα διέρχεται ἕδρανα κόσμου·
ἀνέρας ὑψιλόφους ἀλύτῳ σφίγγουσα χαλινῷ,
ἀντίτυπον μίμημα, καὶ ὡς κακότητος ἱμάσθλῃ,
ὡς τροχὸν αὐτοκύλιστον, ἀγήνορα φῶτα κυλίνδει.
ἔγνω δ᾽ ὡς ἐνόησε θεὰ χλοάοντι προσώπῳ
390Ἄρτεμιν ἀχνυμένην φονίης πλήθουσαν ἀπειλῆς,
καί μιν ἀνειρομένη φιλίῳ μειλίξατο μύθῳ·


‘σὸν χόλον, ἰοχέαιρα, τεαὶ βοόωσιν ὀπωπαί·
Ἄρτεμι, τίς κλονέει σε θεημάχος υἱὸς Ἀρούρης;
τίς πάλιν ἐβλάστησεν ὑπὲρ δαπέδοιο Τυφωεύς;
395μὴ Τιτυὸς παλίνορσος ἐρωμανὲς ὄμμα τιταίνων
εἵματος ἀψαύστοιο τεῆς ἔψαυσε τεκούσης;
Ἄρτεμι, πῇ σέο τόξα καὶ Ἀπόλλωνος ὀιστοί;
τίς πάλιν Ὠρίων σε βιάζεται; εἰσέτι κεῖται
κεῖνος, ὃς ὑμετέροιο τάλας ἔψαυαε χιτῶνος,
400μητρὸς ἔσω λαγάνων νέκυς ἄπνοος· εἰ δέ τις ἀνὴρ
χερσὶ ποθοβλήτοισι τεῶν ἐδράξατο πέπλων,
σκορπίον ἄλλον ἄεξε τεῆς ποινήτορα μίρης·
εἰ δὲ πάλιν θρασὺς Ὦτος ἢ αὐχήεις Ἐφιάλτης
συζυγίην μενέαινε τεῶν ἀκίχητον Ἐρώτων,
405κτεῖνον ἀνυμφεύτοιο τεῆς μνηστῆρα κορείης·
εἰ δὲ γυνὴ πολύτεκνος ἀνιάζει σέο Λητώ,
ἄλλη λαϊνέη Νιόη κλαύσειε γενέθλην·
τίς φθόνος, εἰ λἰ λίθον ἄλλον ὑπὲρ Σιπύλοιο τελέσσω; [p. 454]
μή σε πατὴρ διὰ λέκτρα μετὰ γλαυκῶπιν ὀρίνει;
410μὴ τεὸν Ἑρμάωνι γάμον κατένευσε Κρονίων,
οἷα καὶ Ἡφαίστῳ καθρῆς ὑμέναιον Ἀθήνης;
εἰ δὲ γυνὴ κλονέει σε, τεὴν ἅτε μητέρα Λητώ,
ἔσσομαι ἀχνυμένης τιμήορος ἰοχεαίρης.’


οὔ πω μῦθος ἔληγεν· ἀλεξικάκῳ δὲ θεαίνῃ
415τοῖον ἔπος φθαμένη σκυλακοτρόφος ἴαχε κούρη·


‘Παρθένε πανδαμάτειρα, κυβερνήτειρα γενέθλης,
οὐ Ζεύς, οὐ Νιόβη με, καὶ οὐ θρασὺς Ὦτος ὀρίνει·
οὐ Τιτυὸς βαθύπεπλον ἐμὴν ἀνεσείρασε Λητώ·
οὐ νέος Ὠρίων με βιάζεται, νἱὸς Ἀρούρης·
420ἀλλά με κερτομέουσα βαρύστομος ὀξέι μύθῳ
ἤκαχε Ληλάντοιο πάις, δυσπάρθενος Λὔρη·
ἀλλὰ τί σοι τάδε πάντα διίξομαι; αἰδέομαι γὰρ
αἶσχος ἐμῶν μελέων ἐνέπειν καὶ ὀνείδεα μαζῶν·
μητρὶ δ᾽ ἐμῇ πάθον ἄλγος ὁμοίιον· ἀμφότερον γὰρ
425ἐν Φρυγίῃ Νιόβη διδυμητόκον ἤκαχε Λητώ,
καὶ πἁλιν ἐν Φρυγίῃ με θεημάχος ἤκαχεν Λὔρη·
ἀλλ᾽ ἡ μὲν νόθον εἶδος ἀμειψαμένη πόρε ποινήν,
Τανταλὶς αἰνοτόκεια, καὶ εἰσέτι δάκρυα λείβει
ὄμμασι πετραίοισιν· ἀνιηθεῖσα δὲ μούνη
430αἶσχος ἔχω νήποινον, ἐπεὶ φιλοπάρθενος Αὔρη
δάκρυσιν οὐ λίθον εἶχε λελουμένον, οὐκ ἴδε πηγὴν [p. 456]
μῶμον ἀπαγγέλλουσαν ἀφειδέος ἀνθερεῶνος.
ἀλλὰ σὺ κυδαίνουσα τεὴν Τιτηνίδα φύτλην
δός μετὰ μητρῴην ἑτέρην χάριν, ὄφρα νοήσω
435λαϊνέης ἀτίνακτν ἀμειβομένης δέμας Αὔρης·
μηδὲ τεὴν ἔμφυλον ὀδυρομένην λίπε κούρην,
μή μοι ἐπεγγελόωσαν ἴδω πάλιν ἄτροπον Αὔρην,
ἠέ μιν οἰστρήσειε τεὴ χαλκήλατος ἅρπη.’
ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·
440‘Λητῴη φυγόδεμνε, κυνοσσόε, σύγγονε Φοίβου,
οὐ μὲν ἐμῷ δρεπάνῳ Τιτηνίδα παῖδα δαμάσσω,
οὐδέ μιν ἐν Φρυγίῃ τελέσω πετρώδεα νύμφην,
Τιτήνων γεγαυῖα παλαίτατον αἷμα καὶ αὐτή,
μή ποτέ μοι μέμψαιτο πατὴρ Λήλαντος ἀκούων·
445ἓν δέ σοι, ἰοχέαιρα, χαρίζομαι· ἀγρότις Αὔρη
παρθενικὴν ἤλεγξε, καὶ οὐκέτι παρθένος ἔσται·
καί μιν ἐσαθρήσειας ὀρεσσιχύτου διὰ κόλπου
δάκρυσι πηγαίοισιν ὀδυρομένην ἔτι μίτρην.’


εἶπε παρηγορέουσα· καὶ οὔρεα κάλλιπε κούρη
450Ἄρτεμις ἑζομένη κεμάδων τετράζυγι δίφρῳ,
καὶ Φρυγίης ἐπέβαινεν. ὁμοζήλῳ πορείῃ
παρθένος Ἀδρήστεια μετήιε δύσμαχον Αὔρην,
γρῦπας ἁμιλλητῆρας ὑποζεύξασα χαλινῷ·
καὶ ταχινὴ πεφόρητο δι᾽ ἠέρος ὀξέι δίφρῳ,
455καὶ δρόμον ἐστήριξεν ὑπὲρ Σιπύλοιο καρήνων
Τανταλίδος προπάροιθε λιθογλήνοιο προσώπου,
πτηνῶν τετραπόδων σκολιοὺς σφίγγουσα χαλινούς.
αὔρης δ᾽ ἐγγὺς ἵκανεν ἀγήνορος· ὑψίνοον δὲ
αὐχένα δειλαίης ὀφιώδεϊ τύψεν ἱμάσθλῃ,
460καί μιν ἀνεστυφέλιξε δίκης τροχοειδέι κύκλῳ,
καὶ νόον ἄφρονα κάμψεν ἀκαμπέος· ἀμφὶ δὲ μίτρην [p. 458]
παρθενικῆς ἐλέλιζεν ἐχιδνήεσσαν ἱμάσθλην
Ἀργολὶς Ἀδρήστεια· χαριζομένη δὲ θεαίνῃ,
καὶ μάλα περ κοτέοντι κασιγνήτῳ Διονύσῳ,
465ὥπλισεν ἄλλον ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων,
Παλλήνης μετὰ λέκτρα, μετὰ φθιμένην Ἀριάδνην,
τὴν μὲν λειπομένην ἐνὶ πατρίδι, τὴν δ᾽ ἐνὶ γαίῃ
ἀλλοτρίῃ πετραῖον, Ἀχαιίδος ὡς βρέτας Ἥρης,
καὶ Βρόης πολὺ μᾶλλον ἀνηνύστων περὶ λέκτρων.


470καὶ Νέμεσις πεπότητο νιφοβλήτῳ παρὰ Ταύρῳ,
εἰσόκε Κύδνον ἵκανε τὸ δεύτερον ἀμφὶ δὲ κούρῃ
ἡδυβόλῳ Διόνυσον Ἔρως οἴστρησεν ὀιστῷ,
καὶ πρερὰ κυκλώσας ἐπεήσατο κοῦφος Ὀλύμπου.


καὶ θεὸς οὐρεσίφοιτος ἱμάσσετο μείζονι πυρσῷ·
475οὐ γὰρ ἔην ἐλάχεια παραίφασις· οὐ τότε κούρης
ἐλπίδα Κυπρδίην, οὐ φάρμακον εἶχεν Ἐρώτων·
ἀλλά μιν ἔφλεγε μᾶλλον Ἔρως θελξίφρονι πυρσῷ
θυιάδος ὀψιτέλεστον ἀπειθέος εἰς γάμον Αὔρης.
καὶ μογέων ἔκρυπτεν ἑὸν πόθον, οὐδ᾽ ἐνὶ λόχμαις
480Κυπριδίοις ὀάροισιν ὁμίλεεν ἐγγύθεν Αὔρης,
μή μιν ἀλυσκάζειε. τί κύντερον, ἢ ὅτε μοῦνοι
ἀνέρες ἱμείρουσι, καὶ οὐ ποθέουσι γυναῖκες;
καὶ μέθεπε πραπίδεσσι πεπηγμένον ἰὸν Ἐρώτων,
παρθένος εἰ δρόμον εἶχε κυνοσσόον ἔνδοθι λόχμης·
485Κυπριδίοις δ᾽ ἀνέμοισιν ἀειρομένοιο χιτῶνος
μηρὸν ὀπιπεύων θηλύνετο Βάκχος ἀλήτης.
ὀψὲ δὲ παφλάζοντι πόθῳ δεδονημένος Αὔρης
Βάκχος ἀμηχαναέων ἔπος ἴαχε λυσσάδι φωνῇ· [p. 460]


‘Πανὸς ἐγὼ δυαέρωτος ἔχω τύπον, ὅττί με φεύγει
490παρθένος ἠνεμόφοιτος, ἐρημονόμῳ δὲ πεδίλῳ
πλάζεται ἀστήρικτος ἀθηήτου πλέον Ἠχοῦς.
ὄλβιε, Πάν, Βρομίοιο πολὺ πλέον, ὅττι ματεύων
φάρμακον εὗρες ἔρωτος ἐνὶ φρενοθελυέι φωνῷ·
σὸν κτύπον ὑστερόφωνος ἀμείβεται ἄστατος Ἠχὼ
495φθεγγομένη λάλον ἦχον ὁμοίιον· αἴθε καὶ αὐτὴ
ἐκ στομάτων ἕνα μῦθον ἀνήρυγε παρθένος Αὔρη.
οὗτος ἔρως οὐ πᾶσιν ὁμοίιος· οὐδὲ γὰρ αὐτὴ
παρθενικαῖς ἑτέρῃσιν ὁμότροπον ἦθος ἀέξει.
ποῖον ἐμῆς ὀδύνης πέλε φάρμακον; ἦ ῥά ἑ θέλξω
500νεύματι Κυπριδίῳ; πότε που, πότε θέλγεται Αὔρη
κινυμένοις βλεφάροισιν; ἐρωμανὲς ὄμμα τιταίνων
τίς γαμίοις ὀάροισι παραπλάζει φρένας ἄρκτου
εἰς Παφίην, ἐς Ἔρωτα; τίς ὡμίλησε λεαίνῃ;
τίς δρυῒ μῦθον ἔλεξε; τίς ἄπνοον ἤπαφε πεύκην;
505τίς κρανέην παρέπεισε, καὶ εἰς γάμον ἤγαγε πέτρην;
ποῖος ἀνὴρ θέλξειεν ἀκηλήτου νόον Αὔρης;
ποῖος ἀνὴρ θέλξειεν; ἀμιτροχίτωνι δὲ κούρῃ
τίς γάμον ἢ φιλότητος ἀρηγόνα κεστὸν ἐνίψῃ;
τίς γλυκὺ κέωτρον Ἔρωτος ἢ οὔνομα Κυπρογενείης;
510μᾶλλον Ἀθηναίη τάχα πείσεται· οὐδέ με φεύγει
Ἄρτεμις ἀπτοίητος, ὅσον φιλοπάρθενος Αὔρη.
αἴθε φίλοις στομάτεσσιν ἔπος τόδε μοῦνον ἐνίψῃ·
‘Βάκχε, μάτην ποθέεις, μὴ δίζεο παρθένον Αὔρην.’’
ἔννεπεν ἀνθεμόεντος ἔσω λειμῶνος ὁδεύων
515εἰαρινοῖς ἀνέμοισι, καὶ εὐόδμῳ παρὰ μύρτῳ
ἡδὺ μεσημβρίζων πόδας εὔνασεν, ἀμφὶ δὲ δένδρῳ
κέκλιτο συρίζουσαν ἔχων Ζεφυρήιον αὔπην
καὶ καμάτῳ καὶ ἔρωτι κατάσχετος· ἑζομένῳ δὲ [p. 462]
ἥλικος αὐτομέλαθρος ὑπερκύψασα κορύμβου
520παρθένος ἀκρήδεμνος Ἁμαδρυὰς ἔννεπε Νύμφη,
Κύπριδι πιστὰ φέρουσα καὶ ἱμερόεντι Λυαίῳ·


‘Οὐ δύναταί ποτε Βάκχος ἄγειν ἐπὶ δέμνιον Αὔρην,
εἰ μή μιν βαρύδεσμον ἀλυκτοπέδῃσι πεδήσῃ,
δεσμοῖς Κυπριδίοισι πόδας καὶ χεῖρας ἑλίξας,
525ἠέ μιν ὑπνώουσαν ὑποζεύξας ὑμεναίοις
παρθενικῆς ἀνάεδνον ὑποκλέψειε κορείην.’


ὣς φαμένη παλίνορσος ὁμήλικι κεύθετο θάμνῳ
δυσαμένη δρυόεντα πάλιν δόμον· αὐτὰρ ὁ κάμνων
Βάκχος ἐρωτοτόκοισι νόον πόμπευεν ὀνείροις.
530ψυχὴ δ᾽ ἠνεμόφοιτος ἀποφθιμένης Ἀριάδνης,
νήδυμον ὑπνώοντι παρισταμένη Διονύσῳ,
ζηλήμων μετὰ πότμον ὀνειρείῳ φάτο μύθῳ·


‘Ἀμνήμων Διόνυσε τεῶν προτέρων ὑμεναίων,
αὔρης ζῆλος ἔχει σε, καὶ οὐκ ἀλέγεις Ἀριάδνης·
535ὤμοι ἐμοῦ Θησῆος, ὃν ἥρπασε πικρὸς ἀήτης,
ὤμοι ἐμοῦ Θησῆος, ὃν ἔλλαχεν ἀνέρα Φαίδρη.
οὐ τάχα μοι πέπρωτο φυγεῖν ψεύδορκον ἀκοίτην,
εἰ γλυκὺς ὑπναλέην με λίπεν νέος, ἀντὶ δὲ κείνου
νυμφεύθην δυσέρωτι καὶ ἠπεροπῆι Λυαίῳ.
540ὤμοι, ὅτ᾽ οὐ βροτὸν ἔσχον ἐγὼ ταχύποτμον ἀκοίτην,
καί κεν ἐρωμανέοντι κορυσσομένη Διονύσῳ
Λημνιάδων γενόμην καὶ ἐγὼ μία θηλυτεράων.
ἀλλὰ πολυσπερέων γαμίων ἐπιβήτορα λέκτρων,
νυμφίον ὁρκαπάτην, μετὰ Θησέα καὶ σὲ καλέσσω·
545εἰ δέ σε δῶρον Ἔρωτος ἀπαιτίζει σέο νύμφη,
δέξό μοι ἠλακάτην, φιλοτήσιον ἕδνον Ἐρώτων,
ὄφρα πόρῃς, ἀθέμιστε, φιλοσκοπέλῳ σέο νύμφῃ [p. 464]
δῶρα τεῆς ἀλόχου Μινωίδος, ὄφρά τις εἴπῃ·
δῶκε μίτον Θησῆι καὶ ἠλακάτην Διονύσῳ.᾿
550καὶ σὺ κατὰ Κρονίωνα λέχος μετὰ λέκτρον ἀμείβων
ἔργα γυναιμανέος μιμήσαο σεῖο τοκῆος,
οἶστρον ἔχων ἀκόρητον ἀμοιβαίης Ἀφροδίτης·
Σιθονίης ἀλόχοιο νεοζυγέων ὑμεναίων,
Παλλήνης, γάμον οἶδα, καὶ Ἀλθαίης ὑμεναίους·
555σιγήσω φιλότητα Κορωνίδος, ἧς ἀπὸ λέκτρων
τρεῖς Χάριτες γεγάασιν ὁμόζυγες· ἀλλὰ, Μυκῆναι,
πότμον ἐμὸν φθέγξασθε καὶ ἄγριον ὄμμα Μεδούσης,
καὶ φθονερῆς ἐς ἔρωτα βιαζομένης Ἀριάδνης,
ἠιόνες Νάξοιο, βοήσατε· 'νυμφίε Θησεῦ,
560Μινώη καλέει σε χολωομένη Διονύσῳ.᾿
ἀλλὰ τί Κεκροπίης μιμνήσκομαι; εἰς Παφίην γὰρ
μέμφομαι ἀμφοτέροις, καὶ Θησέι καὶ Διονύσῳ.’
ὣς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ.
καὶ θρασὺς ἔγρετο Βάκχος ἀποσκεδάσας πτερὸν Ὕπνου,
565μυρομένην δ᾽ ᾤκτειρεν ὀνειρείην Ἀριάδνην.
καὶ δόλον ἀλλοπρόσαλλον ἐδίζετο πομπὸν Ἐρώτων·
νύμφης δ᾽ Ἀστακίδος προτέρων ἐμνήσατο λέκτρων,
πῶς ἐρατὴν δολόεντι ποτῷ νυμφεύσατο κούρην
ὕπνον ἔχων πομπῆα μεθυσφαλέων ὑμεναίων.


570ὄφρα μὲν ἤθελε Βάκχος ἐπεντύνειν δόλον εὐνῆς,
τόφρα δὲ φοιταλέη Ληλαντιὰς ἔδραμε κούρη
πίδακα μαστεύουσα, κατάσχετος αἴθοπι δίψῃ.
οὐδὲ λάθεν Διόνυσον ὀρίδρομος ἄστατος Αὔρη [p. 466]
διψαλέη· ταχινὸς δὲ θορὼν ἐπὶ πυθμένα πέτρης
575θύρσῳ γαῖαν ἄρασσε· διχαζομένη δὲ κολώνη
αὐτομάτην ὤδινε μέθην εὐώδεϊ μαζῷ
χεύματι πορφύροντι· χαριζόμεναι δὲ Λυαίῳ
δμωίδες Ἠελίοιο κατέγραφον ἄνθεσιν Ὧραι
πίδακος ἄκρα μέτωπα, καὶ εὐόδμοισιν ἀήταις
580ἀρτιφύτου λειμῶνος ἱμάσσετο νήδυμος ἀήρ·
εἶχε δὲ Ναρκίσσοιο φερώνυμα φύλλα κορύμβων
ἠιθέου χαρίεντος, ὃν εὐπετάλῳ παρὰ Λάτμῳ
νυμφίος Ἐνδυμίων κεραῆς ἔσπειρε Σελήνης,
ὃς πάρος ἠπεροπῆος ἐύχροος εἴδεϊ κωφῷ
585εἰς τύπον αὐτοτέλεστον ἰδὼν μορφούμενον ὕδωρ
κάτθανε, παπταίνων σκιοειδέα φάσματα μορφῆς·
καὶ φυτὸν ἔμπνοον εἶχεν Ἀμυκλαίης ὑακίνθου·
ἱπτάμεναι δ᾽ ἀγεληδὸν ἐπ᾽ ἀνθεμόεντι κορύμβῳ
εἰαρινῶν ἐλίγαινον ἀηδόνες ὑψόθι φύλλων.


590κεῖθι δὲ διψώουσα μεσημβριὰς ἔτρεχεν Αὔρη,
εἴ ποθι διψώουσα Διὸς χύσιν ἤ τινα πηγὴν
ἢ ῥόον ἀθρήσειεν ὀρεσσιχύτου ποταμοῖο·
ἀμφὶ δὲ οἱ βλεφάροισιν Ἔρως κατέχευεν ὀμίχλην.
ἀλλ᾽ ὅτε Βακχείην ἀπατήλιον ἔδρακε πηγήν,
595δὴ τότε οἱ βλεφάρων σκιόεν νέφος ἤλασε Πειθὼ
τοῖον ἔπος βοόωσα γάμου πρωτάγγελον Αὔρῃ·


‘Παρθενική, κόλε δεῦρο, τελεσσιγάμοιο δὲ πηγῆς
εἰς στόμα δέξο ῥέεθρα, καὶ εἰς σέο κόλπον ἀκοίτην.’


κούρη δ᾽ ἄσμενος εἶδε· παραπροχυθεῖσα δὲ πηγῇ
600χείλεσιν οἰγομένοισιν ἀνήφυσεν ἰκμάδα Βάκχου.
παρθενικὴ δὲ πιοῦσα τόσην ἐφθέγξατο φωνήν·


‘Νηιάδες, τί τὸ θαῦμα; πόθεν πέλε νήδυμον ὕδωρ;
τίς ποτὸν ἔβλυσε τοῦτο; τίς οὐρανίη τέκε γαστήρ; [p. 468]
ἔμπης τοῦτο πιοῦσα ποτὶ δρόμον οὐκέτι βαίνω·
605ἀλλὰ πόδες βαρύθουσι, καὶ ἡδέι θέλγομαι ὕπνῳ,
καὶ σφαλερὸν στομάτων ἁπαλόθροον ἦχον ἰάλλω.’


εἶπε καὶ ἀστήρικτον ἑοῦ ποδὸς εἶχε πορείην·
ἤιε δ᾽ ἔνθα καὶ ἔνθα πολυπλανέεσσιν ἐρωαῖς
πυκνὰ περὶ κροτάφοισι τινασσομένοιο καρήνου·
610καὶ κεφαλὴν ἔκλινεν ἐρειδομένην σχεδὸν ὤμῳ·
εὗδε δ᾽ ὑπὲρ δαπέδοιο τανυπτόρθῳ παρὰ δένδρῳ
παρθενίην ἀφύλακτον ἐπιτρέψασα χαμεύνῃ.


καὶ πυρόεις βαρύγουνον Ἔρως δεδοκημένος Αὔρην
οὐρανόθεν κατέπαλτο, γαληναίῳ δὲ προσώπῳ
615μειδιόων ἀγόρευεν, ὁμοφρονέων Διονύσῳ·


‘Ἀγρώσσεις, Διόνυσε· μένει δέ σε παρθένος Αὔρη.’


ὥς εἰπὼν ἐς Ὄλυμπον ἐπείγετο, καὶ πτερὰ πάλλων
εἰαρινοῖς πετάλοισιν ἐχάζετο τοῦτο χαράξας·
‘νυμφίε, λέκτρα τέλεσσον, ἕως ἔτι παρθένος εὕδει·
620σιγῇ ἐφ᾽ ἡμείων, μὴ παρθένον ὕπνος ἐάσῃ.’


καί μιν ἰδὼν Ἰόβακχος ἐπ᾽ ἀστρώτοιο χαμεύνης
νυμφιδίου Ληθαῖον ἀμεργομένην πτερὸν Ὕπνου,
ἄψοφος ἀκροτάτοισιν ἀσάμβαλος ἴχνεσιν ἕρπων
κωφὸν ἀφωνήτοιο μετήιε δέμνιον Αὔρης·
625χειρὶ δὲ φειδομένῃ γλαφυρὴν ἀπέθηκε φαρέτρην
παρθενικῆς, καὶ τόξα κατέκρυφε κοιλάδι πέτρῃ,
μή μιν ὀιστεύσειε τιναξαμένη πτερὸν Ὕπνου·
καὶ δεσμοῖς ἀλύτοισι πόδας σφηκώσατο κούρης,
καὶ παλάμαις ἑλικηδὸν ἐπεσφρηγίσσατο σειρήν,
630μή μιν ἀλυσκάζειεν· ἐπιστορέσας δὲ κονίῃ
παρθενικὴν βαρύυπνον ἑτοιμοτάτην Ἀφροδίτῃ
αὔρης ὑπναλέης γαμίην ἔκλεψεν ὀπώρην. [p. 470]
καὶ πόσις ἦν ἀνάεδνος· ὑπὲρ δαπέδοιο δὲ δειλὴ
οἰνοβαρὴς ἀτίνακτος ἐνυμφεύθη Διονύσῳ·
635καὶ σκιεραῖς πτερύγεσσι περισφίγγων δέμας Αὔρης
ὕπνος ἔην Βάκχοιο γαμοστόλος, ὅττι καὶ αὐτὸς
πειρήθη Παφίης, καὶ ὁμόζυγός ἐστι Σελήνης,
καὶ νυχίης φιλότητος ὁμόστολός ἐστιν Ἐρώτων·
καὶ γάμος ὡς ὄναρ ἔσκε. Πολυσκάρθμῳ δὲ χορείῃ
640εἰς χορὸν αὐτοέλικτον ἀνεσκίρτησε κολώνη,
ἡμιφανὴς δ᾽ ἐδόνησεν Ἁμαδρυὰς ἥλικα πεύκην·
μούνη δ᾽ ἦν ἀχόρευτος ἐν οὔρεσι παρθένος Ἠχώ,
αἰδομένη δ᾽ ἀκίχητος ἐκεύθετο πυθμένι πέτρης,
μὴ γάμον ἀθρήσειε γυναιμανέος Διονύσου.


645καὶ τελέσας ὑμέναιον ἀδουπήτων ἐπὶ λέκτρων
νυμφίος ἀμπελόεις, πεφυλαγμένον ἴχνος ἀείρας,
νύμφης μὲν κύσε χεῖλος ἐπήρατον, ἀκλινέας δὲ
λῦσε πόδας καὶ χεῖρας, ἀπὸ σκοπέλου δὲ φαρέτρην
χειρὶ λαβὼν καὶ τόξα πάλιν παρακάτθετο νύμφῃ.
650καὶ Σατύρων σχεδὸν ἦλθεν ἔτι πνείων ὑμεναίων,
ὑπναλέης ἀνέμοισιν ἐπιτρέψας λέχος Αὔρης.
νύμφη δ᾽ ἐκ φιλότητος ἀνέδραμε· λυσιμελῆ δὲ
ὕπνον ἀκηρύκτων ἀπεσείσατο μάρτυν Ἐρώτων·
θάμβεϊ δ᾽ εἰσορόωσα σαόφρονος ἔκτοθι μίτρης
655στήθεα γυμνωθέντα καὶ ἀσκεπέος πτύχα μηροῦ
καὶ γαμίῃ ῥαθάμιγγι περιστιχθέντα χιτῶνα,
ἁρπαμένην ἀνάεδνον ἀπαγγέλλοντα κορείην,
μαίνετο παπταίνουσα· καὶ ἥρμοσε κυκλάδα μίτρην
στέρνα πάλιν σκιόωσα, καὶ ἠθάδος ἄντυγα μαζοῦ
660παρθενίῳ ζωστῆρι μάτην ἐσφίγγετο δεσμῷ.
ἀχνυμένη δ᾽ ὀλόλυζε, κατάσχετος ἅλματι λύσσης·
ἀγρονόμους δ᾽ ἐδίωξε, καὶ εὐπετάλου σχεδὸν ὄχθης
τινυμένη δολόεντα πόσιν ποινήτορι θεσμῷ [p. 472]
μηλονόμους ἐδάιξεν· ἀμειλίκτῳ δὲ σιδήρῳ
665βουκόλον ἔκτανε μᾶλλον, ἐπεὶ μάθε νυμφίον Ἠοῦς,
Τιθωνὸν χαρίεντα, δυσίμερον ἀνέρα βούτην,
ὅττι βοῶν ἀγέλαις μεμελημένον ἔσχε καὶ αὐτὴ
Λάτμιον Ἐνδυμίωνα βοῶν ἐλάτειρα Σελήνη·
ἔκλυε καὶ Φρυγίοιο, τὸν ἔκτανε παρθένος ἄλλη,
670ὕμνου πικρὸν ἔρωτα, ποθοβλήτοιο νομῆος·
αἰπόλον ἔκτανε μᾶλλον, ὅλον χορὸν ἔκτανεν αἰγῶν
αἰνοπαθής, ὅτι Πᾶνα δυσίμερον ἔδρακε κούρη
ἰσοφυῆ μεθέποντα δασύτριχος αἰγὸς ὀπωπήν·
ἔλπετο γὰρ μάλα τοῦτο, πόθῳ δεδονημένος Ἠχοῦς
675ὅττί μιν ὑπναλέην ἐβιήσατο μηλονόμος Πάν·
γειοπόνους δ᾽ ἐδάμασσε πολὺ πλέον, ὅττι καὶ αυτοἰ
Κύπριδι θητεύουσιν, ἐπεὶ πέλε γηπόνος ἀνήρ,
Ἰασίων, Δήμητρος ἀμαλλοτόκου παρακοίτην·
ἔκτανε δ᾽ ἀγρευτῆρα παλαιοτέρῳ τινὶ μύθῳ
680πειθομένη· Κέφαλον γάρ, ἀμήτορος ἀστόν Ἀθήνης,
ἔκλυε θηρητῆρα ῥοδοστεφέος πόσιν Ἠοῦς·
Βακχείης δ᾽ ἐδάιξεν ὑποδρηστῆρας ὀπώρης,
ὅττι φιλακρήτοιο μέθης Βλύζοντες ἐέρσην
οἰνοβαρεῖς δυσέρωτες ὀπάονές εἰσι Λυαίου·
685οὕ πω γάρ δεδάηκε δολοφροσύνην Διονύσου
καὶ ποτὸν ἠπεροπῆα φιλακρήτου Κυθερείης,
ἀλλὰ φιλοσκοπέλων καλύβας ἐκένωσε νομήων
αἵματι φοινήεντι περιρραίνουσα κολώνας.


καὶ νόον αἰθύσσουσα, κατάσχετος ἅλματι λύσσης,
690Κύπριδος εἰς δόμον ἦλθεν· ἀπειλητῆρα δὲ κεστοῦ
λυσαμένη ζωστῆρα νεοκλώστοιο χιτῶνος [p. 474]
ἁβρὸν ἀνικήτοιο δέμας μάστιζε θεαίνης·
καὶ βρέτας ἀρπάξασα τελεσσιγάμου Κυθερείης
Σαγγαρίου σχεδὸν ἦλθε, κυλινδομένην δὲ ῥεέθροις
695γυμναῖς Νηιάδεσσι πόρεν γυμνὴν Ἀφροδίτην.
καὶ μετὰ θεῖον ἄγαλμα καὶ αὐτοέλικτον ἱμάσθλην
δείκελον ἁβρὸν Ἔρωτος ἀπηκόντιζε κονίῃ·
καὶ κενεὸν λίπε δῶμα Κυβηλίδος ἀφρογενείης.
φοιταλέη δ᾽ ἀκίχητος ἐθήμονα δύσατο λόχμην,
700καὶ σταλίκων ἔψαυσε, πάλιν δ᾽ ἐμνήσατο θήρης·
καὶ διεροῖς βλεφάροισιν ἑὴν στενάχιζε κορείην,
ὀξὺ δέ κωκύουσα τόσην ἐφθέγξατο φωνήν·


‘Τίς θεὸς ἡμετέρης ἀνελύσατο δεσμὰ κορείης;
εἰ μὲν ἐμὲ κνώσσουσαν ἐρημονόμων ἐπὶ λέκτρων
705εἶδος ὑποκλέπτων ἐβιήσατο μητίετα Ζεύς,
οὐδὲ καἰ ἡμετέρην ᾐδέσσατο γείτονα Ῥείην,
ἀγροτέρους μετά θῆρας ὀιστεύσω πόλον ἄστρων·
εἰ δέ μοι ὑπναλέῃ παρελέξατο Φοῖβος Ἀπόλλων,
πέρσω πασιμέλουσαν ὅλην πετρώδεα Πυθώ·
710εἰ δὲ λέχος σύλησεν ἐμὸς Κυλλήνιος Ἑρμῆς,
Ἀρκαδίην προθέλυμνον ἐμοῖς βελέεσσιν ὀλέσσω,
καὶ τελέσω θεράπαιναν ἐμὴν χρυσάμπυκα Πειθώ·
εἰ δὲ δόλοις γαμίοισιν ὀνειρείων ὑμεναίων
ἀπροϊδὴς Διόνυσος ἐμὴν σύλησε κορείην,
715ἵξομαι, ἧχι πέλει Κυβέλης δόμος, ὑψιλόφου δὲ
οἰστρομανῆ Διόνυσον ἀπὸ Τμώλοιο διώξω·
καὶ φονίην ὤμοισιν ἐπικρεμάσασα φαρέτρην
εἰς Πάφον, εἰς Φρυγίην θωρήξομαι· ἀμφοτέροις γὰρ
τόξον ἐμὸν τανύσω, καὶ Κύπριδι καὶ Διονύσῳ.
720σοὶ πλέον, ἰοχέαιρα, χολώομαι, ὅττί με, κούρη,
οὐ κτάνες ὑπναλέην ἔτι παρθένον, οὐδὲ καὶ αὐτῷ
σοῖς καθαροῖς βελέεσσιν ἐθωρήχθης παρακοίτῃ.’ [p. 476]


ἔννεπε, καὶ τρομέουσαν ἑὴν ἀνεσείρασε φωνὴν
δάκρυσι νικηθεῖσα. τελεσσιγάμου δὲ Λυαίου
725παιδοτόκου πλησθεῖσα γονῆς δυσπάρθενος Αὔρη
διπλόον ὄγκον ἄειρε· γυνὴ δ᾽ ἐπεμήνατο φόρτῳ
ἄσχετα βακχευθεῖσα γονῆς, δυσπάρθενος Αὔρη ...
ἢ σπόρος αὐτολόχευτος ἢ ἀνέρος ἐξ ὑμεναίων
ἠὲ θεοῦ δολίοιο· Διὸς δ᾽ ἐμνήσατο νύμφης,
730Πλουτοῦς αἰνοτόκου Βερεκυντίδος, ἧς ἀπὸ λέκτρων
Τάνταλος ἐβλάστησε. καἰ ἤθελε γαστέρα τέμνειν,
ὄφρα δαϊζομένης ἀπὸ νηδύος ἄφρονι λύσσῃ
ἄτροφον ἡμιτέλεστον ἀιστώσειε γενέθλην.
καὶ ξίφος ἠέρταζε, διὰ στέρνοιο δὲ γυμνοῦ
735δεξιτερῇ μενέαινεν ἀφειδέι φάσγανον ἕλκειν.
πολλάκι δ᾽ ἀρτιτόκοιο μετήιεν ἄντρα λεαίνης,
ὥς κεν ὀλισθήσειε θελήμονος εἰς λίνα Μοίρης·
ἀλλά μιν οὐρεσίφοιτος ὑπέκφυγε ταρβαλέη θήρ,
μή μιν ἀποκτείνειε, μυχῷ δ᾽ ἐκρύπτετο πέτρης
740σκύμνον ἐρημαίῃσιν ἐπιτρέψασα χαμεύναις.
πολλάκι δ᾽ οἰδαλέοιο γυναικείου διὰ κόλπου
αὐτοφόνος μενέαινεν ἑκούσιον ἆορ ἐλάσσαι,
ὄφρά κεν αὐτοδάικτος ὀνείδεα γαστρὸς ἀλύξῃ
καὶ στόμα τερπομένης φιλοκέρτομον ἰοχεαίρης·
745καὶ νοέειν μενέαινεν ἑὸν πόσιν, ὄφρα καὶ αὐτὴ
υἱέα δαιτρεύσειεν ἀναινομένῳ παρακοίτῃ,
αὐτὴ παιδοφόνος καὶ ὁμευνέτις, ὄφρά τις εἴπῃ·


‘ Πρόκνη παιδολέτειρα νέη πέλε δύσγαμος Αὔρη.’


καί μιν ὀπιπεύουσα νέων ἐγκύμονα παίδων
750Ἄρτεμις ἐγγὺς ἵκανεν ἐῷ γελόωντι προσώπῳ,
δειλαίην δ᾽ ἐρέθιζε, καὶ ἀστόργῳ φάτο φωνῇ·
‘ Ὕπνον ἴδον, Παφίης θαλαμηπόλον, εἶδον Ἐρώτων
ξανθῆς νυμφιδίης ἀπατήλια χεύματα πηγῆς, [p. 478]
ἧχι ποτῷ δολόεντι νεήνιδες ἥλικα μίτρην
755ἅρπαγι παρθενίης γαμίῳ λύουσιν ὀνείρῳ·
εἶδον ἐγὼ κλέτας, εἶδον, ὅπῃ ζυγίῃ παρὰ πέτρῃ
ἀπροϊδὴς δολόεντι γυνὴ νυμφεύεται ὕπνῳ·
Κύπριδος εἶδον ὄρος φιλοτήσιον, ἧχι γυναικῶν
παρθενίην κλέπτοντες ἀλυσκάζουσιν ἀκοῖται.
760εἰπέ, γύναι φυγόδεμνε, τί σήμερον ἠρέμα βαίνεις;
ἡ πρὶν ἀελλήεσσα, πόθεν βαρύγουνος ὁδεύεις;
νυμφεύθης ἀέκουσα, καὶ οὐ τεὸν οἶδας ἀκοίτην·
οὐ δύνασαι κρύπτειν κρύφιον γάμον· οἰδαλέοι γὰρ
σὸν πόσιν ἀγγέλλουσι νεογλαγέες σέο μαζοί.
765εἰπὲ δέ μοι, βαρύυπνε, συοκτόνε, παρθένε, νύμφη,
πῶς μεθέπεις χλοάουσαν ἐρευθαλέην σέο μορφήν;
τίς σέο λέκτρα μίηνε; τίς ἥρπασε σεῖο κορείην;
ξανθαὶ Νηιάδες, μὴ κρύψατε νυμφίον Αὔρης.
οἶδα, γύναι βαρύφορτε, τεὸν λαθραῖον ἀκοίτην·
770σὸς γάμος οὕ με λέληθε, καὶ εἰ κρύπτειν μενεαίνεις,
σὸς πόσις οὔ με λέληθε· βαρυνομένη δέμας ὕπνῳ
εὐνέτις ἀστυφέλικτος ἐνυμφεύθης Διονύσῳ.
ἀλλὰ τεὸν λίπε τόξον· ἀναινομένη δὲ φαρέτρην
ὄργια μυστιπόλευε γυναιμανέος σέο βάκχου,
775τύμπανα χειρὶ φέρουσα καὶ εὐκεράων θρόον αὐλῶν.
πρὸς δὲ τεῆς λίτομαί σε τελεσσιγάμοιο χαμεύνης,
ποῖά σοι ὤπασεν ἕδνα τεὸς Διόνυσος ἀκοίτης;
μή σοι νεβρίδα δῶκε, τεῆς αὐτάγγελον εὐνῆς;
μή σοι χάλκεα ῥόπτρα τεῶν πόρε παίγνια παίδων;
780πείθομαι, ὡς πόρε θύρσον, ἀκοντιστῆρα λεόντων· [p. 480]
καὶ τάχα κύμβαλα δῶκε, τά περ δονέουσι τιθῆναι
φάρμακα νηπιάχοισι φιλοθρήνων ὀδυνάων.’


ἔννεπε κερτομέουσα· καὶ ἔμπαλιν ᾤχετο δαίμων,
θῆρας ὀιστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ
785ἠερίοις ἀνέμοισιν ἑὰς μεθέηκε μερίμνας.


κούρη δ᾽ οὐρεσίφοιτος ἀμάρτυρος ὑψόθι πέτρης
ὀξὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο
φρικαλέον βρύχημα λεχωίδος εἶχε λεαίνης·
πέτραι δ᾽ ἀντιάχησαν· ἐρισμαράγοιο δὲ κούρης
790φθόγγου ἀμειβομένη μυκήσατο δύσθροος Ἠχώ.
καὶ παλάμας, ἅτε πῶμα, περισφίγξασα λοχείῃ
κλεῖε θοὴν ὠδῖνα πεπαινομένου τοκετοῖο,
καὶ τόκον ἀρτιτέλεστον ἐρήτυεν· ἐχθομένην γὰρ
Ἄρτεμιν οὐ μενέαινεν ἐπ᾽ ὠδίνεσσι καλέσσαι·
795Ἡραίας δὲ θύγατρας ἀναίνετο, μή ποτε Βάκχου
μητρυιῆς ἅτε παῖδες ἐπιβρίσωσι λοχείῃ.
κούρη δ᾽ ἀσχαλόωσα κατηφέα ῥῆξεν ἰωήν,
νυσσομένη κέντροισιν ἀπειρώδινος ἀνάγκης·


‘Οὕτως ἰοχέαιραν ἴδω καὶ θοῦριν Ἀθήνην,
800οὕτως ἀμφοτέρας ἐγκύμονας ὄφρα νοήσω·
Ἄρτεμιν ὠδίνουσαν ἐλέγξατε, μαιάδες Ὧραι,
μαρτυρίῃ τοκετοῖο, καὶ εἴπατε Τριτογενείῃ·
῾παρθενικὴ γλαυκῶπι, νεητόκε μῆτερ ἀμήτωρ.᾿
οὕτω ξυνὰ παθοῦσαν ἴδω φιλοπάρθενον Ἠχὼ
805Πανὶ παρευνηθεῖσαν ἢ ἀρχεκάκῳ Διονύσῳ.
Ἄρτεμι, καὶ σὺ τεκοῦσα παραίφασις ἔσσεαι Αὔρης,
θῆλυ γάλα στάζουσα λεχώιον ἄρσενι μαζῷ.’


εἶπεν ὀδυρομένη βαρυώδυνα κέντρα λοχείης. [p. 482]
καὶ τόκον ἰοχέαιρα κατέσχεθε, παιδοτόκῳ δὲ
810νύμφῃ μόχθον ὄπασσεν ἐρυκομένου τοκετοῖο.


καὶ τελετῆς Νίκαια κυβερνήτειρα Λυαίου
μόχθον ὀπιπεύουσα καὶ αἴσχεα λυσσάδος Αὔρης
τοίην κρυπταδίην οἰκτίρμονα ῥήξατο φωνήν·


‘Αὔρη ξυνὰ παθοῦσα, κινύρεο καὶ σὺ κορείην·
815γαστρὶ δὲ φόρτον ἔχουσα δυηπαθέος τοκετοῖο
τέτλαθί μοι μετὰ λέκτρον ἔχειν καὶ κέντρα λοχείης,
τέτλαθι καὶ βρεφέεσσιν ἀήθεα μαζὸν ὀρέξαι.
καὶ σὺ πόθεν πίες οἶνον, ἐμῆς συλήτορα μίτρης;
καὶ σὺ πόθεν πίες οἶνον, ἕως πέλες ἔγκυος, Αὔρη;
820καὶ σὺ πάθες, φυγόδεμνε, τά περ πάθον· ἀλλὰ καὶ αὐτὴ
μέμφεο νυμφοκόμων ἀπατήλιον ὕπνον Ἐρώτων.
εἷς δόλος ἀμφοτέραις γάμον ἥρμοσεν, εἶς πόσις Αὔρης
παρθενικὴν Νίκαιαν ἐθήκατο μητέρα παίδων·
οὐκέτι τόξον ἔχω θηροκτόνον, οὐκέτι νευρήν,
825ὡς πάρος, αὖ ἐρύω καὶ ἐγὼ βέλος· εἰμὶ δὲ δειλὴ
ἱστοπόνος θήλεια, καὶ οὐκέτι θοῦρις Ἀμαζών.’


ἔννεπεν οἰκτείρουσα τελεσσιγόνου πόνον Αὔρης,
οἷά τε πειρηθεῖσα τόκου μογεροῖο καὶ αὐτή.
Λητῴη δ᾽ ἀίουσα βαρυφθόγγου κτύπον Αὔρης
830ἤλυθεν αὐχήεσσα τὸ δεύτερον ἐγγύθι νύμφης·
τειρομένην δ᾽ ἐρέθιζε καὶ ἴαχε κέντορι μύθῳ·


‘ Παρθένε, τίς σε τέλεσσε λεχωίδα μητέρα παίδων;
ἡ γάμον ἀγνώσσουσα πόθεν γλάγος ἔλλαχε μαζοῦ;
οὐκ ἴδον, οὐ πυθόμην, ὅτι παρθένος υἷα λοχεύει.
835ἦ ῥα φύσιν μετάμειψε πατὴρ ἐμός; ἦ ῥα γυναῖκες
νόσφι γάμου τίκτουσι;σὺ γάρ, φιλοπάρθενε κούρη, [p. 484]
ὠδίνεις νέα τέκνα, καὶ εἰ στυγέεις Ἀφροδίτην.
ἦ ῥα κυβερνήτειραν ἀναγκαίου τοκετοῖο
Ἄρτεμιν οὐ καλέουσι λεχωίδες, ὅττι σὺ μούνη
840εἰς τόκον ἀγροτέρης οὐ δεύεαι ἰοχεαίρης;
οὐδὲ τεὸν Διόνυσον ἀμαιεύτων ἀπὸ κόλπων
ἔδρακεν Εἰλείθυια, τεῆς ἐλάτειρα γενέθλης·
ἀλλά μιν ἡμιτέλεστον ἐμαιώσαντο κεραυνοί.
μὴ κοτέῃς, ὅτι παῖδας ἐνὶ σκοπέλοισι λοχεύεις·
845ᾗ σκοπέλων βασίλεια τόκου πειρήσατο Ῥείη·
τίς νέμεσίς ποτε τοῦτο; κατ᾽ οὔρεα τέκνα λοχεύεις,
ὡς δάμαρ οὐρεσίφοιτος ὀρεσσινόμου Διονύσου.’


ἔννεπε· καὶ κοτέουσα λεχωιὰς ἄχνυτο νύμφη
Ἄρτεμιν αἰδομένη καὶ ἐν ἄλγεσιν. ἆ μέγα δειλή,
850ἐγγὺς ἔην τοκετοῖο καὶ ἤθελε παρθένος εἶναι.
καὶ βρέφος εἰς φάος ἦλθε θοώτερον· Ἀρτέμιδος γὰρ
φθεγγομένης ἔτι μῦθον ἀκοντιστῆρα λοχείης
διπλόος αὐτοκέλευστος ἐμαιώθη τόκος Αὔρης
λυομένης ὠδῖνος, ὅθεν διδύμων ἀπὸ παίδων
855Δίνδυμον ὑψικάρηνον ὄρος κικλήσκετο Ῥείης.
καὶ θεὸς ἀθρήσασα νέην εὔπαιδα γενέθλην
τοῖον ἔπος παλίνορσος ἀμοιβαίῃ φάτο φωνῇ·
‘Μαῖα, γυνὴ μονιή, διδυμητόκε δύσγαμε νύμφη,
υἱάσι μαζὸν ὄρεξον ἀήθεα, παρθένε μήτηρ·
860παππάζει σέο κοῦρος ἀπαιτίζων σε τοκῆα·
εἰπὲ δὲ σοῖς τεκέεσσι τεὸν λαθραῖον ἀκοίτην.
Ἄρτεμις οὐ γάμον οἶδε, καὶ οὐ τρέφεν υἱέα μαζῷ·
σὸν λέχος οὔρεα ταῦτα, καὶ ἠθάδος ἀντὶ χιτῶνος
σπάργανα σῶν βρεφέων πολυδαίδαλα δέρματα νεβρῶν.’
865εἶπε, καὶ ὠκυπέδιλος ἐδύσατο δάσκιον ὕλην. [p. 486]
καὶ καλέσας Νίκαιαν ἑὴν Κυβεληίδα νύμφην,
μεμφομένην ἔτι λέκτρα λεχωίδα δείκνυεν Αὔρην
μειδιόων Διόνυσος· ἐρημονόμοιο δὲ κούρης
ἀρτιγάμοις ἀγόρευεν ἐπαυχήσας ὑμεναίοις·


870‘Ἄρτι μόγις, Νίκαια, παραίφασιν εὗρες Ἐρώτων·
ἄρτι πάλιν Διόνυσος ἐπίκλοπον ἤνυσεν εὐνήν,
παρθενικῆς δ᾽ ἑτέρης γάμον ἥρπασεν· ἐν δὲ κολώναις
ἡ πρὶν ἀλυσκάζουσα καὶ οὔνομα μοῦνον Ἐρώτων
σοῖς θαλάμοις τύπον ἶσον ὀρεστιὰς ἔδρακεν Αὔρη.
875οὐ μούνη γλυκὺν ὕπνον ἐδέξαο πομπὸν Ἐρώτων,
οὐ μούνη πίες οἶνον ἐπίκλοπον ἅρπαγα μίτρης·
ἀλλὰ νέης ἄγνωστος ἀνοιγομένης ἀπὸ πηγῆς
νυμφοκόμος πάλιν οἶνος ἀνέβλυε, καὶ πίεν Αὔρη.
ἀλλὰ βέλος δεδαυῖαν ἀναγκαίου τοκετοῖο,
880πρὸς Τελετῆς λίτομαί σε, χοροπλεκέος σέο κούρης,
σπεῦσον ἀερτάζειν ἐμὸν υἱέα, μή μιν ὀλέσσῃ
τολμηραῖς παλάμῃσιν ἐμὴ δυσμήχανος Αὔρη·
οἶδα γάρ, ὡς διδύμων βρεφέων ἔνα παῖδα δαμάσσει
ἄσχετα λυσσώουσα· σὺ δὲ χραίσμησον Ἰάκχῳ·
885ἔσσο φύλαξ ὠδῖνος ἀρείονος, ὄφρά κεν εἴη
σὴ Τελετὴ θεράπαινα καὶ υἱέι καὶ γενετῆρι.’


ὣς εἰπὼν παλίνορσος ἐχάζετο Βάκχος ἀγήνωρ,
κυδιόων Φρυγίοισιν ἐπ᾽ ἀμφοτέροις ὑμεναίοις
πρεσβυτέρης ἀλόχοιο καἰ ὁπλοτέρης περὶ νύμφης.
890καὶ βαρὺ πένθος ἔχουσα τελεσσιτόκῳ παρὰ πέτρῃ,
παῖδας ἐλαφρίζουσα, λεχωιὰς ἴαχε μήτηρ·


‘ἠερόθεν γάμος οὗτος· ἐμὸν γόνον ἠέρι ῥίψω·
νυμφεύθην ἀνέμοισι καὶ οὐ βροτέην ἴδον εὐνήν,
αὔρης δ᾽ εἰς ὑμέναιον ἐπώνυμοι ἤλυθον αὖραι·
895καὶ λοχίας ἐχέτωσαν ἐμὰς ὠδῖνας ἀῆται.
ἔρρετέ μοι, νέα τέκνα δολορραφέος γενετῆρος, [p. 488]
ὑμέας οὐκ ἐλόχευσα· τί μοι κακὰ θηλυτεράων;
ἀμφαδὸν ἄρτι, λέοντες, ἐλεύθεροι εἰς νομὸν ὕλης
ἔλθετε θαρσήεντες, ὅτ᾽ οὐκέτι μάρναται Αὔρη·
900καὶ σκυλάκων ἑλίκωπες ἀρείονές ἐστε λαγωοί·
θῶες, ἐμοὶ τέρπεσθε· παρ᾽ ἡμετέρῃ δὲ χαμεύνῃ
πόρδαλιν ἀπτοίητον ἐπισκαίροντα νοήσω·
ἄξατε σύννομον ἄρκτον ἀταρβέα· παιδοτόκου γὰρ
αὔρης χαλκοχίτωνες ἐθηλύνθησαν ὀιστοί.
905αἰδέομαι μεθέπειν μετὰ παρθένον οὔνομα νύμφης,
μὴ βριαρὸν τεκέεσσιν ἐμόν ποτε μαζὸν ὀπάσσω·
μὴ παλάμῃ θλίψοιμι νόθον γάλα, μηδ᾽ ἐνὶ λόχμαις
θηροφόνος γεγαυῖα γυνὴ φιλότεκνος ἀκούσω. ’
910 ... θῆκεν ὑπὸ σπήλυγγι λεχώια δεῖπνα λεαίνης·
ἀλλὰ Διωνύσοιο νέην εὔπαιδα γενέθλην,
πόρδαλις ὠμοβόροισι δέμας λιχμῶσα γενείοις,
ἔμφρονα θυμὸν ἔχουσα σοφῷ μαιώσατο μαζῷ·
θαμβαλέοι δὲ δράκοντες ἐκυκλώσαντο λοχείην
915ἰοβόλοις στομάτεσσιν, ἐπεὶ νέα τέκνα φυλάσσων
μειλιχίους καὶ θῆρας ἐθήκατο νυμφίος Αὔρης.


καὶ ποδὶ φοιταλέῳ Ληλαντιὰς ἄνθορε κούρη
ἄγριον ἦθος ἔχουσα δασυστέρνοιο λεαίνης,
ἠερίαις δ᾽ ἀκίχητος ἀνηκόντιζεν ἀέλλαις
920θηρείων ἕνα παῖδα διαρπάξασα γενείων·
καὶ πάις ἀρτιλόχευτος ἐνὶ στροφάλιγγι κονίης
ἠερόθεν προκάρηνος ἐπωλίσθησεν ἀρούρῃ·
καί μιν ἀφαρπάξασα φίλῳ τυμβεύσατο λαιμῷ,
δαινυμένη φίλα δεῖπνα. καὶ ἀστόργοιο τεκούσης
925ταρβαλέη τέκος ἄλλο λεχωίδος ἥρπασεν Αὔρης
παρθένος ἰοχέαιρα, διαστείχουσα δὲ λόχμην
παιδοκόμῳ κούφιζεν ἀήθεϊ κοῦρον ἀγοστῷ. [p. 490]


καὶ Βρομίου μετὰ λέκτρα, μετὰ στροφάλιγγα λοχείης
μῶμον ἀλυσκάζουσα γαμήλιον ἀγρότις Αὔρη,
930ἀρχαίης μεθέπουσα σέβας φιλοπάρθενον αἰδοῦς,
Σαγγαρίου σχεδὸν ἦλθεν· ὀπισθοτόνῳ δ᾽ ἅμα τόξῳ
εἰς προχοὰς ἀκόμιστον ἑὴν ἔρριψε φαρέτρην,
καὶ βυθίῳ προκάρηνος ἐπεσκίρτησε ῥεέθρῳ
ὄμμασιν αἰδομένοισιν ἀναινομένη φάος Ἠοῦς,
935καὶ ῥοθίοις ποταμοῖο καλύπτετο· τὴν δὲ Κρονίων
εἰς κρήνην μετάμειψεν· ὀρεσσιχύτοιο δὲ πηγῆς
μαζοὶ κρουνὸς ἔην, προχοὴ δέμας, ἄνθεα χαῖται,
καὶ κέρας ἔπλετο τόξον ἐυκραίρου ποταμοῖο
ταυροφυές, καὶ σχοῖνος ἀμειβομένη πέλε νευρή,
940καὶ δόνακες γεγαῶτες ἐπερροίζησαν ὀιστοί,
καὶ βυθὸν ἰλυόεντα διεσσυμένη ποταμοῖο
εἰς γλαφυρὸν κευθμῶνα χυτὴ κελάρυζε φαρέτρη.


καὶ χόλον ἰοχέαιρα κατεύνασεν· ἀμφὶ δὲ λόχμῃ
ἴχνια μαστεύουσα φιλοσκοπέλοιο Λυαίου
945ἤιεν, ἀρτιλόχευτον ἀειρομένη βρέφος Αὔρης,
πήχεϊ κουφίζουσα νόθον βάρος· αἰδομένη δὲ
ὤπασεν ἄρσενα παῖδα κασιγνήτῳ Διονύσῳ.


Νικαίῃ δ᾽ ἑὸν υἷα πατὴρ πόρε, μαιάδι νύμφῃ·
ἡ δέ μιν ἠέρταζε, καὶ ἀκροτάτης ἀπὸ θηλῆς
950παιδοκόμων θλίβουσα φερέσβιον ἰκμάδα μαζῶν
κοῦρον ἀνηέξησε. λαβὼν δέ μιν ὑψόθι δίφρου
νήπιον εἰσέτι Βάκχον ἐπώνυμον υἷα τοκῆος
Ἀτθίδι μυστιπόλῳ παρακάτθετο Βάκχος Ἀθήνῃ,
εὔια παππάζοντα· θεὰ δέ μιν ἔνδοθι νηοῦ
955Παλλὰς ἀνυμφεύτῳ θεοδέγμονι δέξατο κόλπῳ·
παιδὶ δὲ μαζὸν ὄρεξε, τὸν ἔσπασε μοῦνος Ἐρεχθεύς,
αὐτοχύτῳ στάζοντα νόθον γλάγος ὄμφακι μαζῷ. [p. 492]
καί μιν Ἐλευσινίῃσι θεὰ παρακάτθετο Βάκχαις·
ἀμφὶ δὲ κοῦρον Ἴακχον ἐκυκλώσαντο χορείῃ
960νύμφαι κισσοφόροι Μαραθωνίδες, ἀρτιτόκῳ δὲ
δαίμονι νυκτιχόρευτον ἐκούφισαν Ἀτθίδα πεύκην·
καὶ θεὸν ἱλάσκοντο μεθ᾽ υἱέα Περσεφονείης,
καὶ Σεμέλης μετὰ παῖδα, θυηπολίας δὲ Λυαίῳ
ὀψιγόνῳ στήσαντο καὶ ἀρχεγόνῳ Διονύσῳ,
965καὶ τριτάτῳ νέον ὕμνον ἐπεσμαράγησαν Ἰάκχῳ.
καὶ τελεταῖς τρισσῇσιν ἐβακχεύθησαν Ἀθῆναι·
καὶ χορὸν ὀψιτέλεστον ἀνεκρούσαντο πολῖται
Ζαγρέα κυδαίνοντες ἅμα Βρομίῳ καὶ Ἰάκχῳ.


οὐδὲ Κυδωναίων ἐπελήσατο Βάκχος Ἐρώτων,
970ἀλλὰ καὶ ὀλλυμένης προτέρης ἐμνήσατο νύμφης·
καὶ Στέφανον περίκυκλον ἀποιχομένης Ἀριάδνης
μάρτυν ἑῆς φιλότητος ἀνεστήριξεν Ὀλύμπῳ,
ἄγγελον οὐ λήγοντα φιλοστεφάνων ὑμεναίων.


καὶ θεὸς ἀμπελόεις πατρώιον αἰθέρα βαίνων
975πατρὶ σὺν εὐώδινι μιῆς ἔψαυσε τραπέζης,
καὶ βροτέην μετὰ δαῖτα, μετὰ προτέρην χύσιν οἴνου
οὐράνιον πίε νέκταρ ἀρειοτέροισι κυπέλλοις,
σύνθρονος Ἀπόλλωνι, συνέστιος υἱέι Μαίης.