Μετάβαση στο περιεχόμενο

Διήγησις Απολλωνίου

Από Βικιθήκη
Διήγησις πολυπαθοῦς Ἀπολλωνίου τοῦ Τύρου
άγνωστος
Επιμέλεια Wilhelm Wagner, Carmina graeca medii aevi, Teubner, Λειψία 1874, σ. 248—276


ΜΕΤΑΓΛΩΤΤΙΣΜΑ ΑΠΟ ΛΑΤΙΝΙΚΟΝ ΕΙΣ ΡΩΜΑΙΚΟΝ.
ΔΙΗΓΗΣΙΣ ΠΟΛΥΠΑΘΟΥΣ ΑΠΟΛΛΩΝΙΟΥ ΤΟΥ ΤΥΡΟΥ.

Ἀφʼ οὗ ἀνελήφθη ὁ Χριστὸς εἰς οὐρανοὺς ἐν δόξῃ,
(κʼ) οἱ ἅγιοι ἀπόστολοι ἐδίδαξαν τὸν κόσμον,
ἀνέστη ἐν Ἀντιοχείᾳ ψευδώνυμός τις ἄναξ
χριστιανὸς, Ἀντίοχος τὸ ὄνομα γὰρ ἔχει.
εἶχεν γυναῖκα ἔμορφην, ὄνομα Παροχίαν, 5
καὶ μετʼ αὐτῆς ἐποίησεν μονογενῆ θυγάτηρ·
τὸ ὄνομα ἐκέκλητο Ἀναστασία αὕτη.
ἐγένετο ἀπὸ θανὴ τῆς ἑαυτῆς μητέρας.
αὐτὴ δὲ ὡς ἐγένετο (εἰς) νόμον ἡλικίας,
ἔσχεν τὸ εἶδος ἔμορφον, τό κάλλος τοῦ προσώπου, 10
τῆς ἡλικίας εὔτακτον, καὶ τὸ κορμίν της κάλλος,
ὥστε πολλοὶ τῶν εὐγενῶν ἀρχόντων καὶ ῥηγάδων

ἐζήτουν νὰ τὴν παρουσιν εἰς νόμιμον γυναῖκαν.
ἀλλʼ ὁ ἐχθρὸς καὶ βάσκανος τοῦ γένους τῶν ἀνθρώπων
εἰς ἔρωτα σατανικόν καί οἶστρον θηλυμάνιας 15
ἐξέκλινε τὸν κύριν της ἀγάπῃ εἰς ἐκείνην,
ὥστε μίαν τῶν ἡμερῶν ἐξαίφνης καὶ ἀθρόως,
ἄκου, καὶ βούλεται κακῶς φθείρει(ν) τήν παρθενιάν της.
αὐτὴ εὐθὺς ὠδύρετο, παραμυθιὰν οὐκ εἶχεν
τῆς συμφορᾶς ὁποῦ ʼπαθε καὶ τοῦ κακοῦ ποῦ εἶδεν. 20
καὶ ταῦτα δὲ ἀνήγγειλεν τὴν ἑαυτῆς βυζάστριαν.
ἐκείνη δὲ ὡς ἔβλεπεν τὴν συμφορὰν τῆς κόρης,
τὰ δάκρυα, τοὺς στεναγμούς καὶ τὸ κακὸν τὸ τόσον,
μὴ εἶχεν ἀντιφάρμακον τό τί αὐτὴν ποιῆσαι,
λόγους γλυκεῖς, ἀνωφελεῖς, ταύτην παραμυθεῖται· 25
„ἐπεὶ ὁ πατήρ σου βασιλεὺς Ἀντιοχειᾶς ὑπάρχει,
ὅλοι μικροὶ μεγάλοι τε, ἄρχοντες, μεγιστᾶνοι,
καὶ βασιλεῖς ῥηγάδες τε ἐσέναν ἐπεθύμουν,
τὸ μὲν διὰ τὸ κάλλος σου καὶ διὰ τὴν εὐμορφιάν σου·
λοιπὸν αὐτός σου ὁ πατὴρ πάλε νὰ σὲ ʼπαντρέψῃ, 30
τὸ πρᾶγμα θέλει κρυβηθῆν καὶ ὅλα θέλει παύσειν.“
ἀλλʼ ὁ πατὴρ ὁ ἄθλιος οὐκ ἦτον εἰς ἐκεῖνον,
νὰ ἐπιστρέψῃ ἐκ τοῦ κακοῦ καὶ (νὰ) μετανοήσῃ,
ἀλλʼ ὡς γυναῖκαν νόμιμον οὗτος αὐτὴν ἐκράτει.
ἐπεὶ τὸ φθάρμα ἦν κρυφὸν, ἄγνωστον τοῖς ἀνθρώποις, 35
ἐκ γένους τε βασιλικοῦ καὶ ἐκ τῶν μεγιστάνων
ἦλθον εἰς ἀναζήτησιν, τὴν κόρην νὰ τὴν πάρουν.
ἐκεῖνος δὲ ὁ δείλαιος, ὁ δύστυχος ἀνθρώπων
ἐπεὶ γὰρ οὐκ ἠβούλετο ταύτην νὰ ὑπανδρέψῃ,
εἰς νύγματα καὶ δήγματα καὶ γὰρ παραμυθίαν 40
ἀμφίβαλλεν τὴν ὑπανδρειὰν, νὰ κρύψῃ τὴν αἰσχύνην.
κελεύει, διὰ μέσον τε τῆς ἀγορᾶς σαλπίζουν·

„ὅστις μικρὸς μεγάλος τε, πλούσιός τε καὶ πένης
δηλώσει τὰ αἰνίγματα καὶ τὰ ʼρωτήματά μου,
νὰ παίρνῃ νόμιμον εὐθὺς τὴν κόρην μου γυναῖκα· 45
εἰ δʼ ἀπαιτύχῃ τʼ αἴνιγμα καὶ τὰ ʼρωτήματά μου,
νὰ ʼμπήγουν τὸ κεφάλι του ἀπάνω ʼς τὰ προχιόνα.“
ὥστε πολλοὶ ἀπέθανον πικρῶς τε καὶ ἀδίκως.
Ἦν δὲ πόλις ὀνόματι Τύρος ἐν τῇ Συρίᾳ,
ἐν ταύτῃ ἐβασίλευεν ʼπολλώνιος ὁ πρίγκηψ· 50
ἦν δʼ εὐγενὴς ἐξ εὐγενῶν καὶ γνῶσι κεκτημένος.
ἀκούσας τοίνυν καὶ αὐτὸς τὰ ῥήματα τοῦ ἄναξ,
τὸ κάλλος καὶ τὴν ἐμορφιὰν, τὴν σύνεσιν τῆς κόρης,
ὑπάγʼ εἰς Ἀντιόχειαν, Ἀντίοχον ἐλάλει·
ὁ δὲ ἀσμένως δέχεται καὶ μὲ περιχαρείας, 55
τὸ αἴνιγμα τοῦ ἔλεγεν τὸ εἶχεν κατʼ αὐτοῦ του.
ἄκου τὸ τί ʼν τό αἴνιγμα καὶ τὴν φράσιν τὴν ἔχει.
„ἐγὼ ἔχω τὴν ἐντροπήν“ φησιν, „τῆς ἁμαρτίας·
ἐγὼ συνείθισά“ φησιν, „τῆς σαρκὸς τῆς μητρός μου,
ὅστις δʼ ἀνὴρ τῆς γυναικὸς, τὸν ποῖον οὐχ ευρίσκω.“ 60
ἀκούσας Ἀπολλώνιος εὐθὺς ἀπολογεῖται
„ἐπεὶ ʼντροπὴν αἰσχύνεσαι, λέγεις, τῆς ἁμαρτίας,
ἀλήθειαν γὰρ εἴρηκας· τὴν θυγατέραν σοὔχεις
ὄχι ὡς γυναῖκα νόμιμον, ἂν μὴ ὡς παλλακίδαν.“
ἀκούσας δὲ ὁ βασιλεὺς Ἀντίοχος τοῦ λόγου 65
ἀπολογήσατο γοργόν „ἀλήθειαν οὐ λέγεις,
ἀλλʼ ἐπειδή ʼσαι πρίγκιπας καὶ νέος ὡραιωμένος,
δίδω σʼ ἡμέρας μετρητὰς εἴκοσιν νὰ τὸ εὕρης,
νὰ πάρῃς καὶ τὴν κόρην μου ὡς νόμιμον γυναῖκα.
εἰ δὲ καὶ οὐδὲν δύνασαι νὰ εἴπῃς τὴν ἀλήθειαν, 70
νὰ ʼμπήξω τὸ κεφάλιν σου ἀπάνω εἰς τὸ κάστρον.“
ὁ δʼ Ἀπολλώνιος εὐθὺς γοργόν ἀπολογεῖται
„νὰ ʼδῶ,“ φησι, „τό αἴνιγμα καὶ νὰ τὸ (καὶ) σκοπήσω,

καὶ μέσα εἰς τὸ τέρμενον ἀπόκρισιν νά δώσω.“
ἐκεῖνος ἐκ τὸν φόβον του ʼς τὸν τόπον του ἐστράφην. 75
εἶδεν ὅτι ὠργίσθην του καὶ θέλει κινδυνεύσει,
κʼ αὐτὸς οὐκ εἶχεν δύναμιν διὰ νὰ τὸν πολεμήσῃ·
καὶ βάλλει σίτων πλέθριον εἰς τρεῖς καρεῖς μεγάλας,
καὶ παίρνει στάμενα πολλὰ καὶ ἦβγεν κατὰ κόσμου.
ὁ δὲ Ἀντίοχος εὐθὺς τὸν σινεσκάρκον κράζει· 80
ἦν δὲ τὸ ὄνομα αὐτοῦ Ταλνάρκος συνεσκάλκος.
δίδει τὸν ἴδιον θέλημα καὶ συντροφιὰν μεγάλην,
ὅπου εὕρῃ Ἀπολλώνιον νὰ παίρνῃ τὴν ζωήν του.
κι ὁρίζει μὲ τὰ βούκινα, διαλάλημα ἐποῖκεν,
ὅπου εὕρη Απολλώνιον καὶ ζωντανὸν τὸν παίρνῃ, 85
νά ʼχῃ πεντῆντα χρύσινα κʼ ἀγάπην Ἀντιόχου.
εὐθὺς δὲ ὁ Ἀντίοχος κάτεργα ἀρματόνει,
κʼ εἰς ζήτησιν Ἀπόλλωνος ἐξῆλθεν τοῦ γυρεύειν.
ὁ δʼ Ἀπολλώνιος (μακρὰν) εἰς πέλαγος ἐξέβη,
στέκεται, διαλογίζεται, τὸ ποῦ θέλει νʼ ὑπάγῃ· 90
τὸν ναύκλερον ἀνερωτᾷ εἰς ποιὰν χώραν νὰ πᾶσι,
νᾆναι τὸ κάστρον δυνατὸν καὶ φόβον μηδὲ ἔχῃ.
ὁ δὲ ἀποκριθεὶς εὐθὺς τοῦτον τὸν λόγον εἶπεν
„ἐδῶ συμὰ εἶνʼ ὁ Ταρσὸς, χώρα ἀφιερωμένη,
ἐκεῖ ἂς πᾶμεν τὸ λοιπὸν καὶ φόβον νὰ μηδʼ ἔχῃς.“ 95
ὡς γοῦν ἐπῆγαν ʼς τὴν Ταρσὸν καὶ ἦμπαν εἰς τὴν χώραν
ἐκεῖ ἀπαντᾷ ὁ ʼπολλώνιος ἄνθρωπον ἀπʼ τὴν χώραν,
γέροντα εὐγενέστατον, ὀνόματι Ἀλαβήγων.
ἀλλήλως ἐχαιρέτησαν, ὀνομαστῶς ἐκάλει.
„καλῶς τὸν Ἀπολλώνιον“ Ἀλαβήγων ἐβόα. 100
ὁ δʼ Ἀπολλώνιος πολλὰ τὸ (πρᾶγμα) ἐθαυμάστη,
καὶ „πῶς ἐπίστασαι“ φησὶν „τὸ ὄνομά μου, πάτερ;“

ὁ δὲ „γραφὰς ἐδέχθημεν Ἀντιόχου βασιλέως·
γράφει καὶ λέγει, σφαλερῶς παρακαλεῖ τοιοῦτο·
ὅστις τὸν Ἀπολλώνιον ζωντανὸν νὰ τὸν πάγῃ, 105
νά ʼχῃ πενήντα χρύσινα κι ἀγάπην Ἀντιόχου.
εἰ δʼ ἀποκεφαλίσῃ τον κʼ ὑπᾷ του τὸ κεφάλιν,
νά ʼχῃ χρυσίνους ἑκατὸν κι ἀγάπην ἐδικήν του.
διὰ τοῦτο παραγγέλλω σοι νὰ βλέπῃς τὴν ζωήν σου.
ὁ δʼ Ἀπολλώνιος χαρὰς μεγάλας δίδει ἐκεῖνον, 110
καὶ βάλλει εἰς τὰς χεῖράς του κἂν ἑκατὸν δουκάτα.
εἶχεν δὲ φίλον γνώριμον, ὄνομα Στραγκαλεῖον.
κεῖνος εἶχʼ ἀναγυιωτὴν ὄνομα Διονυσίαν·
ἐκεῖ ἀπεστράφην τὸ λοιπὸν ʼπολλώνιος ὁ πρίγκηψ,
ἀνήγγειλεν τὴν συμφορὰν, τὸν φίλον του τὸ λέγει 115
„ἂν ἔναι ὁ τόπος δυνατὸς, ἂς νὰ μʼ (ἐκεῖ) φυλάξουν.“
ὁ δέ „οὐκ ἔναι δυνατὸς“, „διὰ τὸν λιμὸν τὸν ἔχουν,
ὅτι ἀπʼ τῆς πείνας τῆς πολλῆς ὅλοι ἔν νʼ ἀποθάνουν.“
εὐθὺς ὁ Ἀπολλώνιος γοργόν ἀπολογᾶται
„ὅλοι ἂς χαροῦσι σήμερον μικροί τε καὶ μεγάλοι 120
καὶ ἂς δοξάσουν τὸν θεὸν τὸν ἀποστείλαντά με.
δότε μοι ὅρκον ἅπαντες καὶ σῖτον νὰ σᾶς δώσω.“
εὐθὺς ὅλοι συνάγονται μικροί τε καὶ μεγάλοι
καὶ δίδουν ὅρκον εἰς θεόν ὅτι νὰ ἀποθάνουν
ὁμοῦ μὲ Ἀπολλώνιον εἰς πειρασμοὺς ὁποῦ ʼχει, 125
καὶ λέγει εὐθὺς διὰ γοργόν, „ἐβγάλετε τὸν σῖτον “
καὶ δίδει τὸν καθέκαστον ὅσον τοῦ χορτασθῆναι·
ἄνευ ἀργύριου καὶ τιμῆς διένειμεν τὸν σῖτον.
ἐκεῖνοι ἐδοξάσασιν θεὸν τὸν παντεπόπτην
καὶ Ἀπολλώνιον ὁμοῦ εἰς τὸ καλόν τὸ ποῖκε. 130
καὶ μετὰ ʼμέρας γάρ τινας πάλιν εὐθὺς μανθάνουν,

ὅπως ἀρμάδα ἔποικεν Ἀντίοχος ὁ ἄναξ
(ὡς) εἰς (τὴν) ἀναζήτησιν πρίγκιψ Ἀπολλωνίου.
ἐκεῖνοι συμβουλεύονται νὰ φύγῃ ἀπό τὸν τόπον.
εὐθὺς εἰς πλοῖον ἔμπηκεν, τὸ πέλαγος ἐπιάσεν. 135
χειμάζει εἰς τὸ πέλαγος μέσα εἰς δύο ʼμέρας,
τὸ πλοῖον διεσκόρπισεν, ἐπνίγησαν οἱ πάντες,
μόνον ὁ Ἀπολλώνιος μέσʼ εἰς μικρὸν σανίδιν
τὸ κῦμαν τὸν ἐπέρασεν ʼς τῆς Τρίπολης τὰ μέρη,
ἐκεῖ ʼβρεν ἄνθρωπον πτωχὸν, πένητα κʼ ἒν ψαράρης. 140
εἶχεν μικρὸν καλύβι καὶ ἐδέχετο τοὺς ξένους.
δίδει αὐτὸς καὶ ῥάκιον καὶ κάτσεν ἀποκάτω.
ὁ δʼ Ἀπολλώνιος (αὐτῷ) τὰ κατʼ αὐτοῦ ἀγγέλλει,
λέγει αὐτὸν ὁ ἁλιεύς „ἡ Τρίπολις κοντά ʼναι,
ἔχει δὲ δύο μίλια· κοπίασε καὶ ἄμε, 145
ὕπαγε δὲ καὶ στόχασε ἀνάπαυσιν νὰ εὕρῃς.
κι ἂν στρέψῃς εἰς τὸν τόπον σου κʼ ἰδῆς τὰ γονικά σου,
ἰδοὺ καὶ μνήσθητι ἐμοῦ εἰς τὸ ψωμίν κʼ εἰς τάβλαν·
εἰ δὲ καὶ λησμονήσῃς μου, ὁ θεὸς νὰ σοῦ πληρώσῃ,
καὶ εἰς τὴν θάλασσαν ἂν ʼμπῆς, πάλιν νὰ ναυαγήσῃς. 150
εἰ δὲ οὐχ εὕρῃς ἐν ὁδῷ ὅσο να φᾷς νὰ ζήσῃς,
ἔλα καὶ στρέψαι μετʼ ἐμὲ, καὶ ὁ θεὸς νὰ μᾶς θρέψῃ.“
ὁ δʼ Ἀπολλώνιος εὐθὺς ʼς τὴν Τρίπολιν ὑπάγει,
εὑρίσκει ἐν τῇ ἀγορᾷ κήρυκα ἀνακράζων
„ὅστις ʼβρεθῇ τὴν σήμερον τὴν ἅρπαν διὰ νὰ παίζῃ 155
καὶ νὰ νικήσῃ ἅπαντας, εὐθὺς γοργὸν νὰ ἔλθῃ,
νὰ λούσῃ καὶ τὸν βασιλεὰ, ἀντάμα διὰ νὰ φάγῃ.“
ἀκούει Ἀπολλώνιος, ʼς τὸ θέατρον ἐστάθην
γυμνὸς καὶ ἀξυπόλυτος μὲ τὸ παλαιὸν τὸ ῥάσον.
παίζουν τὴν ἅρπαν, παίζει την, ὅλους ἐνίκησέν τους. 160
ὑπάγει εἰς τὸ βαλανειὸν, τὸν βασιλέα λούει,
ἦν δὲ τὸ ὄνομα αὐτοῦ Ἀρχίστρατος ὁ μέγας.

ἐθαύμασεν ὁ βασιλεύς τὴν σύνεσιν τοῦ νέου
καὶ τὴν ʼπιδεξοσύνη του καὶ τὴν γλυκύτητά του.
ὡς γοῦν εἰς τὰ βασίλεια ὁ βασιλεὺς ἀπῄει, 165
ἔμεινεν Ἀπολλώνιος ἔξω διὰ τοῦ φόρου.
εὐθὺς δὲ ὁ Ἀρχὶστρατος Ἀπόλλωνα ἐζήτει.
ἦλθον εἰς ἀναζήτησιν, ηὖράν τον ἐν τῇ μέσῃ,
λέγουν τον, „ἔλα, κράζει σε ὁ βασιλεὺς ὁ μέγας,
νὰ φᾷς, νὰ πίῃς μετʼ αὐτοῦ καὶ νὰ παραδιαβάσῃς.“ 170
ἐκεῖνος ἔφη, „αἰσχύνομαι διὰ τὸ παλαιὸν τὸ ῥάσι.“
στρέφουνται, ἀναγγέλλουσι ταῦτα τὸν βασιλέα·
κεῖνος ἀπὸ τὰ ῥουχά του στέλλει καὶ δίδωσίν του.
ἦλθεν κʼ ἐκάθισεν ὁμοῦ μετὰ τὸν βασιλέα,
ἄντικρυς κατὰ πρόσωπον ἀπάνωθεν τῶν ὅλων 175
ἀρχόντων τῶν εὐγενικῶν ὁποῦ ʼσαν καλεσμένοι.
ὡς γοῦν τὴν τάβλαν ἔβλεπεν, τὰ πλήθη τῶν βρωμάτων,
τὸν ἄργυρον καὶ τὸν χρυσὸν καὶ τὴν παράταξίν του,
ἐμνήσθη ἃ ἀπώλεσεν καὶ τὴν αὑτοῦ αὐθέντειαν,
κι οὐκ ἤθελεν (εἰς τὸ) λοιπὸν καθόλου νʼ ἀριστήσῃ. 180
πολλὰ τὸν ἔλεγεν ὁ ῥὴξ ὁ μέγας διὰ νὰ φάγῃ·
ἐκεῖνος κάτω ἔβλεπεν καὶ στέναζεν μεγάλως.
εἶχεν δὲ ὁ Ἀρχίστρατος κοράσιον ὡραῖον·
ἦν δὲ ἡ κόρη εὐγενὴς, ἔμορφη παρὰ πάντας,
νεάνιδα καὶ καυχοδιὰ ʼς τὰ μέρη τῆς Συρίας, 185
οὐδὲν ἦτον ὡσὰν αὐτή· μᾶλλον κʼ εἰς τὰ ᾀσμάτια
κʼ εἰς τὴν κινύραν ............................
καὶ συγκυρίζει γλυκερὰ παρὰ πάντας ἀνθρώπους.
εὐθὺς δὲ ὁ Ἀρχίστρατος διὰ νὰ παρηγορήσῃ
τὸν δύστυχον ʼπολλώνιον ἐκ τὴν πικριὰν τὴν εἶχεν, 190
εὐθὺς πέμπει καὶ φέρνει την αὐτὴν τὴν θυγατέραν·
ἦν δὲ τὸ ὄνομα αὐτῆς κυρά Ἀρχιστρατοῦσα·
παρακαλεῖ καὶ λέγει την „κόρη, νὰ μὲ κερδέσῃς

καὶ νά ʼχῃς τὴν εὐχοῦλάν μου, νὰ τὴν γλυκοκερδέσῃς,
εἰπὲ τραγούδιν ἔμορφον καὶ παῖξε τὴν κιθάραν, 195
διὰ νὰ παρηγορήσωμεν τοῦτον τὸν νεὸν τὸν ξένον,
ὁποῦ ναυάγησεν πολλὰ μέσον διὰ πελάγου.“
ἐκείνη εὐθὺς ἐκέλευσεν, φέρνουσι τὴν κιθάραν,
ὥστε οἱ πάντες ἔχαναν, ἐξέστησαν, νὰ βλέπουν
καὶ νὰ γροικοῦν τήν μελῳδιὰν τῆς κόρης τῆς ὡραίας. 200
ὁ δʼ Ἀπολλώνιος οὐ κινεῖ εἰς ἀνάβλεψιν ἄνω,
ἀλλʼ ἦτον κάτωθεν κʼ ἐντὸς ὁλοκατεστιγμένος.
εὐθὺς δὲ ἐθυμώθηκεν ὁ βασιλεὺς ὁ μέγας
καὶ λέγει Ἀπολλώνιον ῥήματα τὰ τοιαῦτα
„θωρώ ʼσε, λιγοκάρδιον ὁμοιάζει ἡ καρδιά σου. 205
ἐγὼ διὰ τὴν ἀγάπην σου καὶ διὰ τὴν δούλευσίν σου
τὴν ἔποικες εἰς τό λουτρόν ...................
ἐκάθισά σʼ ἀπάνωθεν ὅλων τῶν μεγιστάνων,
καὶ ἄλλο μεγαλήτερον, τήν ἔχω φῶς καὶ μάτια
ἐξέβαλά την ἔμπροσθεν νὰ τραγουδῇ, νὰ παίζῃ, 210
νʼ ἀνοίξῃ τὴν καρδίτσαν σου ἐκ τὴν πολλὴν τὴν λύπην.
καὶ σὺ ἐγένου λυπηρὸς καὶ ἄμετρος τῆς λύπης.“
τότε ὁ Ἀπολλώνιος γοργὸν ἀπολογεῖται
„εὐχαριστῶ σʼ, ἀφέντη μου, εἰς τὸ καλὸν τὸ ποῖκες
ʼς ἐμὲ τὸν ξένον τὸν πτωχὸν καὶ δύστυχον τοῦ κόσμου· 215
πλὴν νὰ τὸ ξεύρῃς, βασιλεὺς, καὶ νὰ τὸ ἐγνωρίζῃς·
ἡ εὐγενὴς ἀρχόντισσα, τῆς βασιλειᾶς σου κόρη,
οὔτε τὸ πλῆκτρον τὸ καλῶς ἐπίσταται καὶ κρούει,
οὐδʼ ἐτραγούδα τεχνικὰ ἀπέσω εἰς τὴν τέχνην.
εἰ μὲν καὶ βούλῃ, βασιλεὺς, καὶ ἔναι ὁρισμός σου. 220
ὅρισε νὰ μοῦ δώσουσι ἐμέναν τὴν κιθάραν,
τότε νʼ ἀκούσῃς ἐμνοστιὰν μὲ μελῳδιᾶς καὶ τέχνης,
νὰ ʼδῇς τὴν τέχνην ἔμορφην, τὴν μελῳδιὰν σὰν πρέπει.“
καὶ λέγει, εὐθὺς καὶ δίδωσι ἐκεῖνον τὴν κιθάραν,

καὶ ἤρξατο νὰ τραγῳδῇ, νὰ παίξῃ τὴν κιθάραν, 225
καὶ ὅσοι των ἠκούσασιν τὴν ὑμνῳδιὰν τὴν εἶχεν,
τὴν τέχνην καὶ τὰ λέγματα καὶ τὴν γλυκύτητά του,
ἔλεγαν νᾆναι ἄγγελος ἀπʼ οὐρανοὺς ἀπάνω,
καὶ παίζει τὴν παράδεισον τὴν ἐν Ἐδὲμ πλασθεῖσα.
τότε σπαράττεται ἰδεῖν ἡ Ἀρχιστρατηγοῦσα 230
τὴν τέχνην καὶ τὴν μελῳδιὰν καὶ τὴν γλυκύτητά του·
καὶ βλέπει καὶ τὸ κάλλος του, βλέπει τὴν ἐμορφιάν του,
κʼ ἐξέστηκε νὰ τὸν θωρῇ, νὰ τὸν καταστοχάζη.
ὡς γοῦν ἡ νύξ κατέλαβεν, ἐβρώθηκεν ὁ δεῖπνος,
ὅλοι ἀναχωρήσασιν μικροί τε καὶ μεγάλοι, 235
ὑπᾷ καὶ Ἀπολλώνιος ἔξω μετὰ τοὺς ἄλλους·
τότε δρομαίως τρέξασα ἡ Ἀρχιστρατηγοῦσα
λέγει πρὸς τὸν πατέρα της ῥήματα τὰ τοιαῦτα
„παρακαλῶ σʼ, ἀφέντη μου, θέλω νὰ μὲ γροικήσῃς.
αὐτὸν τὸν νεὸν τὸν ξενικὸν ποῦ ʼναι πολλὰ θλιμμένος, 240
ὡς ξένος κι ἀναγνώριστος μὴ ἔχει ποῦ νὰ μείνῃ,
ὅρισε νὰ τὸν δώσουσιν κραββάτιν διὰ νὰ μείνῃ.“
τότε εὐθὺς ἐπαίνεσεν τό ζήτημαν τῆς κόρης
καὶ λέγει, καὶ κρατῆσάν τον καὶ ποῖκάν του κραββάτιν.
ὁ ἔρωτας ἐσέβηκεν εἰς τὴν καρδιὰν τῆς κόρης, 245
κι ὅλην τὴν νύκταν ἔμεινεν ἄυπνη διὰ τὸν νέον,
καὶ σύντομα πρὸς τὴν αὐγὴν ἐγέρθηκεν ἡ κόρη,
ὑπᾷ ἐκεῖ ποῦ ἔμεινεν ἀφέντης ὁ πατήρ της,
εἶδέ την καὶ ἐζήτησεν τὸ πῶς ταχὺ ἠγέρθην.
σκύπτει, φιλᾷ τοὺς πόδας του καὶ τὰ γλυκειά του χέργια, 250
ἀναστενάζει ἀπὸ καρδιᾶς, ἀπὸ ψυχῆς δακρύει,
καὶ λέγει τὸν πατέρα της ῥήματα τὰ τοιαῦτα
„ἐγὼ πάντα ἐπίστευα καὶ πάντα εἶχα θάῤῥος
εἰς ὑμνῳδίαν τραγουδιοῦ καὶ τέχνην τῆς κιθάρας
νᾆμαι τεχνίτρια σωστὴ παρὰ πάντας ἀνθρώπους· 255

καὶ χθὲς εἶδα καὶ γνώρισα, μαθήτρια οὐ σώζω.
κι ἂν ἔναι θέλημα τὸ σὸν κι (ἂν ἔναι) ὁρισμός σου,
ἂς μένῃ Ἀπολλώνιος ἡμέρας πρὸς τὸ σπήτι,
ἔδε νὰ μάθω ᾄσματα, νὰ κρούω τὴν κινύραν,
νὰ παιδευθῶ τὴν μουσικὴν καλῶς ὡσὰν ἐκεῖνος.“ 260
ὑπέκλινε ʼς τὸ θέλημα τῆς κόρης ὁ πατέρας
καὶ Ἀπολλώνιον εὐθὺς κράζει, κʼ ἦλθεν ὀμπρός του,
καὶ λόγους παρακλητικοὺς ἔλεγεν πρὸς ἐκεῖνον
„ἰδού, ὦ Ἀπολλώνιε, ἡ Ἀρχιστρατηγοῦσα
τὴν μουσικὴν ἐπιθυμεῖ νὰ μάθῃ ἄχρι τέλους, 265
τὸ πλῆκτρον, τὸ δεκάχορδον, ὅλον νὰ τῆς τὸ μάθῃς.
καὶ μεῖνε ʼς τὸ παλάτιν μου νὰ χαίρεσαι μʼ ἐμένα,
νὰ τρῷς, νὰ πίνῃς μετʼ ἐμοῦ καὶ νὰ καβαλλικεύῃς,
νἄχῃς κραββάτιν ἔμορφον, δοῦλον νὰ σοῦ δουλεύῃ.“
εὐθὺς ὁ Ἀπολλώνιος κλίνει τὴν κεφαλήν του 270
„ʼς τοὺς ὁρισμούς σου“ ἔλεγεν, „ἀφέντη, ὡς κελεύεις.“
ὡς γοῦν ἐποίησεν καιρὸν καὶ ἔκαμεν ἡμέρας,
καὶ τὴν κιθάραν ἔδειχνε τὴν κόρην καθʼ ἡμέρας,
ἦμπεν εἰς τὴν ἀγάπην του, κʼ ἐσέβη εἰς τὸν πόθον·
ἀπʼ τὴν πολλήν της φρόνησιν κἀνεὶς οὐκ ἔξευρέν το 275
τριὰ ἀρχοντόπουλʼ εὐγενῆ καὶ βασιλεῶν παιδία
ἐκάθουνταν κʼ ἐκδέχονται τὸ ποιὸς θέλει τὴν πάρῃ,
εἶναι κʼ οἱ τρεῖς ἐρωτικοὶ, εἶναι καὶ ἀντρειωμένοι,
καὶ κατὰ σάρκα εὐγενεῖς, νὰ ʼπῆς ʼς ἕνʼ ἔτος εἶναι.
καθίζουν, συμβουλεύονται, γράφουν ἕναν πιττάκιν, 280
στέλλουν το τὸν πατέρα της οἱ τρεῖς ὁμοῦ ἀντάμα.
ἔτυχεν ὁ Ἀρχίστρατος, ἦτον εἰς τὸ κυνήγι,
ἦν δὲ καὶ Ἀπολλώνιος ὁ πρίγκιψ μετʼ ἐκεῖνον.
ὡς γοῦν ἐς χεῖρας ἔλαβεν ὁ βασιλεὺς τὸ γράμμα,
εἶχεν ἡ φράσις οὕτως δὲ τῶν τριῶν παδιῶν ἐκείνων 285
„αὐθέντη μέγα, βασιλεὺς Ἀρχίστρατε, συγχαίρου,
μετὰ παντὸς τοῦ οἴκου σου, καὶ μὲ τὴν βασιλειάν σου·

ἡμεῖς, γινώσκεις, βασιλεῦ, διὰ σέναν καρτεροῦμεν
ποῖον θελήσεις ἐκ τοὺς τρεῖς γαβρὸν διὰ νὰ πάρῃς.“
κεῖνος μηνᾷ τους κʼ ἔρχονται, μετʼ αὔτους συντυχαίνει. 290
ἐκεῖνοι λέγουν πρὸς αὐτὸν κʼ οἱ τρεῖς εἰς ἕνα στόμα
„οὐκ ἔνι ἄλλος ἄξιος ποτὲ τῆς βασιλειᾶς σου.
ἔκλεξε ἕνʼ ἀπὸ τοὺς τρεῖς γαβρὸν τῆς βασιλειᾶς σου,
ὅτι καιρὸς ἔδε πολὺς, πλέον οὐ καρτεροῦμεν.“
τότε φησὶν ὁ βασιλεὺς καὶ λέγει πρὸς ἐκείνους 295
„καλῶς ἦλθαν οἱ ἄρχοντες, χίλια καλῶς μὲν ἦλθαν.
ἀλήθειαν ὁρίζετε, γαβρὸν θέλω νὰ πάρω.
καὶ γράψτε γράμμαν ὁ καθεῖς, ὄνομα καὶ τὴν τύχην,
κʼ ἡ κόρη ἔναι φρόνιμη, νὰ στείλω τὰ πιττάκια,
καὶ ποιὸν θελήσει ἐκ τοὺς τρεῖς, ἐκεῖνος νὰ τὴν πάρῃ.“ 300
καὶ εὐθὺς γράφει ὁ καθεῖς τὸ καθὼς ἐδιδάχθην,
τὸ ὄνομα, τὴν εὐγενειὰν, τὸν πλοῦτον καὶ τὴν δόξαν.
λαμβάνει τοίνυν τὴν γραφὴν ὁ βασιλεὺς εἰς χεῖρας,
βουλόνει, στέλλει τὴν γραφὴν τῆς ἑαυτοῦ θυγάτηρ.
ἡ δὲ λαβοῦσα τὴν γραφήν καὶ γνοὺς τὸ τʼ εἶχε μέσα 305
ἐγέλασεν καὶ τὸν ... διδάσκαλόν της λέγει
„ἐσέναν θέλω, κύρις μου, ἐσέναν θέλω ἄνδρα,
ἐσὲν θέλʼ ἡ καρδία μου καὶ σύ ʼσαι ὁ ποθητός μου.
οὐκ ἔχει μέρος μετʼ ἐμοῦ ἄλλος τινὰς ʼς τὸν κόσμον.“
τότε ὁ Ἀπολλώνιος γοργὸν ἀποκριθῆκεν 310
„εὐχαριστῶ σε, κύριε, υἱὲ Θεοῦ τοῦ ζῶντος,
τὸ θέλεις, θέλω το κʼ ἐγὼ, ʼς τοὺς ὁρισμούς σου εἶμαι.“
στέλλει λοιπὸν ἀντίγραμμα τὸν βασιλιά ἡ κόρη
ἡ φράσις ἦταν νόστιμη, κοντολογιογραμμένη
„συγγνώμην θέλω, δέσποτα, συμπάθιον ἀπὸ σέναν, 315
ʼγὼ ἄλλον ἄνδρʼ οὐδὲν θέλω οὐδὲ ἄλλος μὲ παίρνει,
εἰ μὴ ὁποῦ ναυάγησε (εἰς) μέσον τοῦ πελάγου.“

κράζει τοὺς τρεῖς, ἀναρωτᾷ τίς εἶναι ὁ τσακισμένος.
ὁ δὲ εἷς ἀπεκρίνατο, ναυάγησεν εἰς πλοῖον.
οἱ ἄλλοι λέγουν, δέσποτα, ἀλήθειαν οὐ λέγει, 320
διά θαλάσσου οὐδὲ εἷς ποτʼ ἀφʼ ἡμῶν ἐσέβη.“
τότε πρὸς Ἀπολλώνιον τὴν ζήτησιν ἐποίει
„ξεύρεις ποιὸς ἔναι τὸν ζητεῖ; ποιὸς ἔναι ὁ τσακισμένος;“
ὁ δὲ γελάσας ἔλεγεν, „πολλὰ καλὰ τὸν ξεύρω.“
καὶ γνοὺς τοίνυν ὁ βασιλεὺς ἄλλος τινὰς οὐδʼ ἕναι 325
εἰ μὴ ὁ Ἀπολλώνιος ὁποῦ ʼτον τσακισμένος,
στρέφεται, λέγει πρὸς τοὺς τρεῖς μὲ ἱλαρὸν τὸν λόγον
„ἀμέτε, ἄρχοντες, καλῶς, κʼ ἐγὼ θέλω ζητήσει,
νὰ μάθω ποιὸς ἔνʼ τὸν ζητᾷ καὶ θέλω σᾶς μηνύσει.“
στρέφεται (δέ) ὁ βασιλεὺς εἰς τὸ παλάτιν (μέσα), 330
(μετὰ) τὸν Ἀπολλώνιον κοντὰ εἰς τὸ πλευρόν του·
ἐμπαίνουν εἰς τὸν θάλαμον, εὑρίσκουσιν τὴν κόρην.
ἡ κόρη ʼγέρνεται γοργῶς μετὰ σπουδῆς μεγάλης,
πίπτει εἰς τὸν πατέρα της, παρακαλεῖ καὶ λέγει
„συγγνώμην θέλω, ἀφέντη μου, συμπάθειον ἀπὸ σένα. 335
ʼγὼ ἄλλον ἄνδρʼ οὐδὲν θέλω εἰ μὴ τὸν δάσκαλόν μου,
(αὐτὸν ποθῶ,) αὐτὸν ζητῶ, αὐτὸν θέλω νὰ πάρω.“
ἐπένευσεν ὁ βασιλεὺς μετὰ χαρᾶς μεγάλης,
σύρνει τὴν κόρην ἀπʼ τὴν γῆν, πιάνει, καταφιλεῖ την,
μετὰ χαρᾶς τὴν ἔλεγεν „τὸ θέλεις, θέλω κάμει· 340
αὐτός ἔνι ὁ ἄνδρας σου, ἄλλον τινὰ οὐ θέλω.“
πέμπει γοργὸν καὶ φέρνουσιν ἐπίσκοπον τῆς χώρας,
καλοῦσιν καὶ τοὺς ἄρχοντας μικρούς τε καὶ μεγάλους,
καὶ στεφανοβλογησάν τους μετὰ χαρᾶς μεγάλης.
καὶ κάμνει τον καὶ κύριον τῆς βασιλειᾶς του ὅλης. 345
καὶ μετὰ ʼμέρας (ἱκανὰς ἡ) κόρη ἐγγαστρώθη.
καὶ παίρνει την κʼ ἐξέβησαν ἔξω νὰ εὐθυμίσουν,
εἰς περιβόλια ἔμορφα διὰ νὰ παραδιαβάσουν.

ὁ δʼ Ἀπολλώνιος κρατεῖ τὰς ὄχθας τῆς θαλάσσης,
στρέφεται, βλέπει, (καθορᾷ) ξύλον ἀρματωμένον· 350
πλησιάζει καὶ ἀναρωτᾷ πόθεν (οἱ ναῦται) εἶναι·
οἱ δὲ φωνὴν ἐβάλασιν, Ἀντιοχείας εἶναι,
καὶ θέλουν καὶ γυρεύουσιν Ἀπόλλωνα τὸν πρίγκηψ.
ὁ δέ „καὶ τί τὸν θέλετε;“ στέκετʼ, ἀναρωτᾷ τους.
λέγουσιν, „ὁ Ἀντίοχος, ὁ βασιλεὺς ἐκεῖνος, 355
ὁ τύραννος ὁ ἄθλιος, ὁ βεβορβορωμένος,
τὴν νύκταν ὡς εὐφραίνετο μετὰ τῆς θυγατρός του,
ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ πῦρ πίπτει παραχρῆμα,
καὶ ἥψατο ὁ οἶκός του κἀκεῖνος καὶ ἡ κόρη,
καὶ δίκην (δίκῃαν) ἔλαβεν πυρὸς τοῦ αἰωνίου. 360
οἱ ἄρχοντες καὶ ὁ λαός, μικροί τε καὶ μεγάλοι,
ἔστειλάν μας εἰς ἔρευναν κυροῦ Ἀπολλωνίου,
διὰ νὰ τὸν στέψουν βασιλεὰ καὶ νὰ τὸν προσκυνήσουν.“
ὁ δʼ Ἀπολλώνιος εὐθὺς γοργὸν ἀπολογεῖται
„ἐγᾦμαι τὸν γυρεύετε· μετὰ χαρᾶς νὰ ἔλθω.“ 365
ὁρίζει, δίδουν τους ψωμίν (τε) καὶ κρασὶν καὶ κρέας.
ἀφῆκάν τους καὶ πήγασιν νὰ δώσουσιν μαντάτον.
καὶ κεῖνος ἀπεκίνησεν κʼ ἦλθεν εἰς τὸ παλάτιν.
ὁ βασιλεὺς, ὡς τʼ ἤκουσεν, χαρὰν μεγάλην εἶχεν
καὶ τὸν θεὸν ἐδόξαζεν μετὰ περιχαρείας 370
εἰς τὸν γαβρὸν τὸν ἔλαβεν ἄξιον τῆς βασιλείας.
ἀλλʼ ἄκουε τί συνέβηκεν δυστύχημα τὴς τύχης.
ἐκεῖνος εὐτρεπίζετο νὰ ὑπᾷ ʼς τὴν Ἀντιοχείαν,
κʼ ἡ κόρη δὲν τὸν ἄφινεν ἐκ τὴν πολλὴν ἀγάπην,
τὸν ἄνδρα της ἐδέετο, τὸν κύριν της προσκύνα, 375
μετὰ κλαυθμὸν ἀνέκραζεν, μετὰ πικρᾶς καρδίας
„ἄφες μʼ, ἀφέντη μʼ, ἄφες με, νὰ ὑπάγω μετʼ ἐκεῖνον,
νὰ ὑπάγω μὲ τʼ ὀμμάτια μου, (νὰ ὑπάγω) μὲ τὸ φῶς μου.“
ἐπαίνεσεν ὁ βασιλεὺς, δίδει τὸ θέλημάν της.

ἤμπασιν ʼς τὸ πλοιάριον καὶ ἀποχαιρετῆσαν. 380
ἑπτὰ ἡμέρας κάμασιν, τὴν θάλασσαν περνοῦσιν·
καὶ μετὰ ταῦτʼ ἐγείρεται ὁ νότος ὁ βιαῖος
καὶ κάμνει κλύδωνα βαρὺν καὶ ταραχὴν καὶ σκότος·
καὶ πῆρέν τους καὶ ʼβρέθησαν ʼς τὸν κόλφον τῆς Ἀττάλειας.
ἐκεῖ ʼκ τὸν φόβον τὸν πολὺν ἐπιάσαν την οἱ πόνοι, 385
γεννᾷ κοράσιον, παρευθὺς κι ἀπόθανεν ἐκείνη,
τὸ αἷμάν της γὰρ ἔπηξεν ἐκ τὴν πολλὴν ψυχρότην.
καὶ τίς νὰ γράψῃ τὸν κλαυθμόν, τὸν ὀδυρμὸν τὸν τόσον,
καὶ τὴν πικριὰν τῆς συμφορᾶς τὴν τότε γεναμένην;
φέρνουν κιβούριν, πιάνουν την, πισσόνουν ἔσω κʼ ἔξω, 390
ἀλλάσσουν τὴν βασίλισσαν ὅλα τὰ νυμφικά της,
βάλλουν χρυσάφι περισσὸν, βάλλουν μαργαριτάρι,
λιθάρια πολύτιμα καὶ κόσμια τῆς κόρης,
καὶ γράμμα εἰς τὸ στῆθός της, πιττάκιν γεγραμμένον,
τὴν γένναν, τὴν ἀναθροφὴν, τὴν δυστυχιὰν τοῦ πλοίου, 395
κʼ εἴτις τὴν θάψῃ, τὰ ἥμισα νὰ ᾖναι ἐδικά του·
καὶ τʼ ἄλλα πάλιν ἔγραφε νὰ ᾖναι διὰ ἐξόδους,
(νὰ ᾖναι καὶ) εἰς ψυχικὰ καὶ εἰς μνημόσυνόν της.
Ἀκούσατε, θαυμάσατε θεοῦ μεγάλην δόξαν.
μιὰν ὥραν ἦτον τῆς αὐγῆς ἕως νὰ ʼξημερώσῃ, 400
εὑρέθηκεν ʼς τὴν Ἔφεσον εἰς χάραγμαν ἡλίου.
καὶ εἷς σοφὸς διδάσκαλος μετὰ τῶν μαθητῶν του
εὑρέθηκεν εἰς τὸν γιαλόν, θωροῦσιν τὸ κιβώτιον,
σηκόνουν το οἱ μαθηταὶ, εἰς τὸ σκολειὸν τὸ παίρνουν·
ἀνοίγουν το καὶ ʼβρίσκουσιν τὴν κόρην τεθνεῶσαν, 405
τὰ κόσμια καὶ τὰ χρήματα καὶ τὴν γραφὴν ἀντάμα.
στήνουν θερμὸν κʼ ἐκδύνουν την διὰ νὰ τὴν ἀποπλύνουν·
εὐθὺς τὸ αἷμαν ἔβρασεν, κάμνει μεγάλην χύσιν,
τὸν νοῦν της ἐσυνέφερεν, ὅλον τὸν λογισμόν της,
καὶ τὴν γραφὴν τὴν δίδουσιν, πιάνει (καὶ) θεωρεῖ την, 410

καὶ κράζει τὸν διδάσκαλον καὶ ἥμισα τὸν δίδει,
καὶ κείνη τἄλλα ἥμισα ὑπᾷ ʼς τὸ μοναστήριον
κʼ ἐκ τὴν πολλήν της ἀρετὴν ʼγουμένισσαν τὴν κάμνουν,
ἁγίαν τὴν ἐκράζασιν καὶ κοσμικὰ ἐφόρει.
Ἀλλʼ ὡς τροχὸν ἂς στρέψωμεν τὸν λόγον ʼς τὰ ὀπίσω. 415
βυζάστριαν εἶχεν παρευθὺς μέσα εἰς τὸ καράβι
καὶ τὸ παιδὶν ἐβύζανεν καὶ κόρην τὴν ἐποῖκεν
καὶ παραμάνα γίνεται αὐτῇ Ἱλεωκαρδία,
αὐτὸν ἦτο τὸ ὄνομα τῆς γυναικὸς ἐκείνης.
τὸν ναύκλερον ἐκέλευσεν, εἰς τὸν Ταρσόν ἐπῆγεν, 420
ʼκεῖ φίλον εἶχεν, ὄνομαν κύριν Στραγκαλιῶνα·
εἶχεν γυναῖκα καὶ αὐτὸς κυρὰν Διονυσίαν·
εἴχασιν κόρην καὶ αὐτοὶ, βρέφος εἰς τὸ βαβάλι,
Ζαμπέλαν τὴν ἐκράζασιν τὴν κόρην ὁποῦ εἶχαν.
ʼκεῖ φέρνει Ἀπολλώνιος τὴν κόρην του, τοὺς δίδει, 425
καὶ τὴν βυζάστριαν μετʼ αὐτῆς, καὶ ἄπειρον λογάριν,
βαπτίζει την ʼς τό ὄνομαν τῆς πόλεως Ταρσίαν.
εὐθὺς παραλαμβάνουσιν τὴν κόρην μετὰ ὅρκους,
καλῶς νὰ τὴν φυλάξουσιν καὶ νὰ τὴν ἀναγυιώσουν.
ἀλλʼ οὐκ ἐφύλαξαν, ἰδοὺ, τοὺς ὅρκους ἄχρι τέλους. 430
ὁ μὲν ὁ Ἀπολλώνιος ὑπάγει κατὰ κόσμου
καὶ βασιλείαν καὶ τιμὴν ὅλα ἠρνήθηκέν τα,
ὡς ἔμπορος πραματευτὴς ἔπλεεν ʼς τὸ καράβιν.
ᾑ κόραις ἐνεθρέφοντο εἰς μίαν ἡλικίαν·
ἀλλʼ ὥσπερ λάμπʼ ὁ ἥλιος πλέον παρὰ τὰ ἄστρη, 435
καὶ ὅσον ἔχει χωρισμὸν τὸ φῶς ἀπὸ τὸ σκότος,
οὕτως ἐλάμπεν ἡ Ταρσιὰ ἀπὸ τὴν ἄλλην κόρην.
ἐκεῖνοι ἐφθονοῦσάν την διὰ τὸ κάλλος τό ʼχεν,
καὶ ῥᾷστα φθόνος ἔπεσεν εἰς τὰς ψυχὰς τῶν δύο.
ἰδοὺ, χρόνοι περάσασιν τεσσάρες τε καὶ δέκα, 440
ἡ παραμάνα τῶν παιδιῶν ʼς τὰ ἔσχατα ἐνέπνει.

κράζει τὴν κόρην, λέγει την τὸ τίνος κόρη ἔναι.
„ἤξευρε, κόρη, θύγατηρ υπάρχεις Ἀπολλώνιου
τοῦ πρίγκιπος ...........................
τῶν βασιλέων ἔγγονη, τῆς Τρίπολης αὐθέντης· 445
ὁ δὲ πατήρ σου πρίγκιπας Τύρου ἀφέντης ἦτο.
καὶ μήνυμαν τοῦ μήνυσαν ʼς Ἀντιοχειὰν νὰ πάγῃ,
διὰ νὰ τὸν ποίσουν βασιλεὰ ʼς τὸν τόπον τοῦ τυράννου,
καὶ τὴν κυράν σου ἔλαβεν μέσα εἰς τὸ καράβιν·
τὸ ὄνομάν της ἔλεγον κυρὰ Ἀρχιστρατοῦσα· 450
πόνοι τὴν πιάνουν δυνατοὶ, ʼς τὴν σέλλαν τὴν ἐκάτσαν,
καὶ σὲν ἐγέννησεν, εὐθὺς κἀκείνη ἀποθαίνει·
ʼς κιβούριν τὴν ἐβάλασιν μετὰ πολλῶν χρημάτων,
καλαφατίζουν καὶ πισσοῦν, ʼς τὸ πέλαγος τὸ ῥίπτουν.
καὶ σέναν ὁ πατέρας σου ἔβγαλέ σʼ ἀπʼ τὸ πλοῖον, 455
φέρνει καὶ παραδίδει σε τὸν κύριν Στραγκαλιῶνα
καὶ τὴν γυναῖκάν του ὁμοῦ μετὰ πολλῶν χρημάτων,
καὶ κεῖνος ὅρκον ἔλαβεν, ἄχρι νὰ σὲ ʼπαντρέψῃ,
εἰς γῆν ποτὲ μηδὲν ἐβγῇ, τά γένεια του νὰ σώσῃ,
ἀλλʼ οὐδὲ τὰ μαλλία του μηδὲν τὰ παρπαρεύσῃ. 460
ἀκόμι ἐνθυμίζω σε καὶ ἔχεις τα ʼς τὸν νοῦν σου,
ἀνὲν ποτὲ θελήσουσιν τοῦτοι νὰ σʼ ἀδικήσουν,
ἔβγα ʼς τὸν δῆμον, φώναξε τὸ τίνος κόρη εἶσαι,
ὅλοι νὰ δράμουσι γοργὸν ἐσέναν νὰ βουθήσουν,
διότι ὁ πατέρας σου ʼς καιρόν διαβασμένον 465
πολὺν καλὸν ἐποῖκεν ..............
λιμὸς ὑπῆρχεν ἰσχυρὸς καὶ ὁ πατήρ σου φέρνει
σῖτον (πολὺν) καὶ δίδει τους, καὶ ζῶσιν ἄνευ ἀργύριου.“
Ἱλεωκάρδια λέγουσα αὐτὰ καὶ ἄλλα λόγια
εὐθὺς ἐψυχοῤῥάγησε ʼς τὰ γόνατα τῆς κόρης. 470
κλαῖ την ἡ κόρη θλιβερὰ καὶ πίκρʼ ἀναστενάζει
ʼς τὴν μοναξιὰν ποῦ ἔμεινεν καὶ τί θέλʼ ἀπογένῃ.
Ἀλλʼ ἄκουε τί συνέβηκεν πικρὸν μέγαν τῆς κόρης.

ἐν μιᾷ οὖν τῶν ἡμερῶν, κυριακὴν ἡμέραν,
Διονυσία ʼξέβηκεν μετὰ καὶ τὴν Ζαμπέλαν 475
καὶ ἡ Ταρσία μετʼ αὐταῖς κι ἄλλαις πολλαῖς γυναῖκες,
ἀκ τὴν μέσην ἐδιάβησαν τὴν ἀγοράν τοῦ φόρου,
στέκουνται ἄνδρες, βλέπουν ταις, τοῦτον τὸν λόγον εἶπον
„εὐλογημένʼ ἡ μάνα σου κι ὁ κύρις σου, Ταρσία,
ὁποῦ ἐποῖκαν ἥλιον ἔκλαμπρον σὰν ἡμέρα 480
καὶ φέγγος ἐξ ἀνατολῶν ὁλόγομον, σελήνη.
αὐτὴν ὁποῦ τὴν ἔσπειρεν, κατάρας ὥρα ἦτο,
χαλκοῦ, σιδήρου μούζωμα, κακόπλαστον τσουκάλιν.“
καὶ ταῦτα γὰρ ὡς ἤκουσεν ἡ μάνα τῆς Ζαμπέλας,
βουλὴν βουλεύεται πικρὰν, θάνατον τῆς Ταρσίας. 485
ἐστράφην εἰς τὸν οἶκόν της, τὸν ἄνδρα της ἐλάλει
„ἐὰν οὐ σφάξῃς τὴν Ταρσιὰν, κατέσφαξε ἐμέναν·
οὐ δύναμαι νὰ τὴν θωρῶ ʼς τὸ σπήτιν μου νὰ στέκῃ.
ἡ παραμάνʼ ἀπόθανεν, ὁ κύρις της ἐπνίγη·
αὐτὴ νὰ στέκῃ ζωντανὴ εἰς ὕβριν τῆς Ζαμπέλας;“ 490
τοσοῦτον τὸν ἐνάγκασεν ἡμέρα τὴν ἡμέρα,
ἐπένευσεν τὸν θάνατον τῆς ὀρφανῆς νά γένῃ.
κράζουσιν δοῦλον ἐξ αὐτῶν ἔξω ἀκ τὸ χωρίον,
ὀνόματι Θεόφιλον, καὶ δίδωσίν τους ὅρκον
νὰ κρύψῃ τὸ μυστήριον καὶ νὰ ʼχʼ ἐλευθερίαν 495
καὶ χίλια τάλαντα χρυσὰ ὅπου θέλει νὰ πάγῃ,
ἐπὶ μνημεῖον τὸ λοιπὸν ἔξω ʼς τὸ ἀκρωτήρι,
ὅπου ʼναι παραμάνα της, ἡ Ἱλεωκαρδία.
εἶχεν συνήθειαν ἡ Ταρσιὰ καὶ πήγαινεν ʼς τὸν τάφον
κʼ ἔκλαιν τὴν παραμάναν της καὶ στρέφετο ὀπίσω. 500
ἔκειτο ὁ Θεόφιλος κρυμμένος εἰς τὸν τάφον·
ἐξαίφνης ἐξεπήδησεν καὶ δράσσει την τὴν κόρην,
καὶ τὸ σπαθίν του ʼξέβαλεν διὰ νὰ τὴν ἀποκτείνῃ.
ἐκείνη κλαῖ καὶ λέγει τον „καὶ τί ἁμαρτιὰν ἐποῖκα;“
ἐκεῖνος ἀπεκρίθηκεν, „σὺ ἁμαρτιὰν οὐκ ἔχεις· 505

ὁ κύρις σου τὴν ἔποικεν τὴν ἁμαρτίαν ταύτην.
εἰς χεῖρας σε παρέδωκεν ποῦ δὲν ἔχεις συμπάθειον.“
λοιπόν ζητεῖ, παρακαλεῖ, ἕως ὡς μίαν ὥραν,
νὰ δεηθῆ καὶ τὸν Χριστὸν καὶ τὴν κυρὰν τοῦ κόσμου,
να πέψῃ ἄγγελον καλὸν νὰ πάρῃ τὴν ψυχήν της. 510
ἐπένευσεν, ἐφῆκέν την, κλίνει τὰ γόνατά της
καὶ τὸν θεὸν ἐδέετον ἀπʼ ὅλης τῆς ψυχῆς της.
ἰδού, ἐξαίφνης εἴδασιν ξύλον άρματωμένον,
τῆς Μιτυλήνης ἄνθρωποι, ἀράπιδες κουρσάροι·
τρέχουν, έβγαίνουν εἰς τὴν γῆν καὶ δράσσουσι τὴν κόρην. 515
καὶ ὁ Θεόφιλος εὐθὺς τρέχει καὶ πᾷ ʼς τὸν οἶκον,
λαλεῖ πῶς τὴν ἐσκότωσεν, ζητᾷ ἐλευθερίαν,
νὰ πάρῃ καὶ τὰ ξένια του, νὰ πᾷ ʼς τὰ γονικά του.
οἱ δὲ φωνὴν τὸν ἔβαλαν, καὶ φρίσσει ʼπὸ τὸν φόβον.
„ὅλως ἐτόλμησας ἐσὺ καὶ σκότωσας τὴν κόρην; 520
εἶχες καὶ χέριν κʼ ἔβαλες εἰς βασιλέως κόρην;
γοργὰ ἄμε καὶ δούλευε σὰν ἤσουν μαθημένος,
μηδὲν τʼ ἀκούσουν ἄρχοντες καὶ θανατώσουσίν σε.“
στρέφεται πάλιν ὁ πτωχὸς εἰς τὴν σκλαβιὰν, δουλεύει.
ἐκεῖνοι κάμνουσιν εὐθὺς κιβούριον τὴν κόρην 525
καὶ ξύλον κλώνου ἔβαλαν μέσα ἐς τὸ κιβούριν,
διὰ νἄχῃ βάρος ὡς νεκρὸν νὰ πᾶσιν νὰ τὸ θάψουν.
ἀργὰ πρὸς τὸ μεσάνυκτον τρανὴν φωνὴν ἐσύραν,
τρέχουσιν ἄρχοντες πολλοὶ κι ἀρχόντισσαις ἀντάμα
καὶ βλέπουν τὸ ἀντρόγυνον καὶ κλαίουν τὴν Ταρσίαν, 530
πῶς ἄφνου γὰρ ἀπέθανεν ἡ παῖς χωρὶς ἀσθένειας,
καὶ ἦν ὁ θρῆνος φοβερὸς καὶ ὁ κλαυθμὸς μεγάλος.
κάμουν ἀψίκιν φοβερὸν καὶ θάπτουσι τὸ ξύλον·
κι ὅλοι μαυροφορήσασιν διὰ τὴν πολλὴν ἀγάπην
τὴν εἶχαν εἰς τὸν κύριν της ἀκ τὴν καλήν του γνώμην. 535
Ἀλλʼ ἄκουε τί συνέβηκεν, λέγω, πάλιν ʼς τὴν κόρην.
τὸν θάνατον ἀπόφευγεν τοῦ σώματος ἐκείνη,
καὶ τῆς ψυχῆς ὁ ὄλεθρος πίπτει την παραχρῆμα,

ἀλλʼ ὁ θεὸς ἦν βοηθὸς καὶ πάλιν μετʼ ἐκείνην.
οἱ ναῦται τὴν ἐπήρασιν ἔσω ʼς τὴν Μιτυλήνην, 540
ἐβγάλλουν την ʼς τὴν ἀγορὰν μὲ ἄλλους αἰχμαλώτους,
κʼ ἐξέστησαν τὸ κάλλος της πάντες νὰ τὴν θωροῦσιν.
ἰδού, λοιπὸν ἀνέβηκεν εἰς ἑκατὸν δουκάτα,
Μαρκιόνης τὴν ἐγόρασεν σκυλομαγαρισμένος.
εἶχεν κʼ εἴδουλον ἔμορφον μὲ λίθους τιμημένους. 545
παίρνει την ἐς τὸ σπήτιν του, λέγει, „προσκύνησε τον.“
ἐκείνη ἀπεκρίνατο „χριστιανὴ ὑπάρχω.“
ὁρίζʼ εὐθὺς τὸν δοῦλόν του, ὄνομα Πωκαρώπα,
καὶ λέγει „λάβε τὴν αὐτὴν, ἔπαρʼ την ʼς τὸ πορνεῖον,
καὶ γράψε ʼς τὸ ἀνώφλιον διὰ τὴν τιμὴν τῆς κόρης· 550
ὁ πρῶτος δός της ἥμισην λίτραν χρυσὴν χρυσίου,
ὁ δεύτερος τὸ τέταρτον, ὁ τρίτος ἄλλον τόσον,
καὶ οἱ ἑξῆς ἂς δίδουσιν ἀπʼ ἑνὸς δηναρίου.“
ἐκείνη ὡς τὸ ἤκουσεν, ἡ λάβρα τὴν ἐπῆρεν
καὶ τρόμος ἀπὸ τὴν κορφὴν ἄχρι καὶ τῶν ποδῶν της, 555
καὶ ἤρξατο παρακαλεῖν καὶ κόπτεσθαι μεγάλως.
ὁ δὲ Μαρκίωνός φησιν, „τοὺς λόγους μόνον χάνεις·
ἄμε καὶ σὺ καὶ κάθισε ἀντάμα μὲ ταῖς ἄλλαις.“
ἄκων καὶ μὴ βουλόμενη πᾷ την ὁ Πωκαρώπας,
γράφει καὶ τίτλον παρευθὺς ἀπάνω εἰς τʼ ἀνώφλιον. 560
ὅμως εἷς ἄρχοντας καλός πάγει τὴν πρώτην νύκταν,
ἐκείνη πίπτει παρευθὺς, τοὺς πόδας του έφίλει,
μετὰ κλαυθμὸν πικρὸν (αὐτῷ) τὴν τύχην της ελάλει,
τὴν εὐγενειὰν τῆς μάνας της, ὅλων της τῶν γονέων,
τὸν θάνατον τῆς μάνας της καὶ τὴν σκλαβιὰν τὴν εἶχεν. 565
ὡς δὲ ἐκεῖνος ἤκουσεν τὴν εὐγενειὰν τῆς κόρης,
δίδει της τὸ χρυσάφιον κʼ ἐστράφην μετὰ λύπης,
καὶ τὸν θεὸν ἐδέετον νὰ ἔναι βοηθός της.
λίτραν χρυσάφιν ἔλαβεν ὡς διὰ τὴν ψυχήν του.
ἄλλος εὐθὺς ὑπάντησεν τὸν ἄρχονταν ἐτοῦτον 570

καὶ ʼρώτησέ τον, „πῶς ἔχει ἡ κόρη ή Ταρσία;“
ὁ δὲ „καλῶς ἔχει“ φησίν, κἀκεῖνος πάγει μέσα.
ἐκείνη πάλιν ἐγερθεὶς πίπτει ʼς αὐτοῦ τοὺς πόδας,
παρακαλεῖ καὶ τὸν αὐτόν, τοὺς πρώτους λόγους λέγει,
δεικνύει καὶ τὸ ψυχικόν τῆς ἔδωκεν ὁ ἄρχος. 575
ὡς εἶδεν καὶ ὡς ἤκουσεν την παρθενιὰν τὴν εἶχεν,
λυπᾶται, κλαίει καὶ αὐτὸς διπλὸν χρυσὸν τῆς δίδει,
καὶ φεύγει καὶ ἀφίνει την μετὰ λύπης μεγάλης.
ὁ ἄλλος ἄρχων ἔστεκεν ἔξω κι ἀνάμενέν τον·
ἐστράφην ἔξω κʼ ἔστεκεν, λέγεν αὐτὸν τὸν λόγον 580
„μακάρι νᾆχες μοῦ τὸ ʼπεῖν παροῦ τὴν λύπην ποὔχω;“
ἦλθεν κι ὁ τρίτος· ὡς αὐτοὺς ἀπέπεψεν κʼ ἐκεῖνον·
καὶ τῇ πρωΐ γὰρ ἔλαβεν τά χρήματα τά ἔχει
καὶ τὸν Μαρκίον τά ʼδωκεν, τὸν ἀσεβῆ ἐκεῖνον.
„λάβε“ φησίν, „τὰ χρήματα, κἀγὼ παρθένος μένω.“ 585
ἐκεῖνος δὲ ὁ ἀσεβής εἰς τὸ πορνειὸν τὴν στέλλει·
ἐκείνη πάλιν συνηθῶς τὴν παρθενιάν της είχεν,
καὶ χρήματα τὴν ἔδιδαν πολλὰ διὰ τὴν ψυχήν τους.
ὁ δὲ σκληρὸς Μαρκίωνας οὐκ ἤθελεν γὰρ οὕτως,
τὸν Πωκαρώπαν ὥρισεν νὰ πάγῃ νὰ τὴν φθείρῃ. 590
ἐκεῖνος δὲ ἀντίλεγε, „οὐ δύναμαι ποιῆσαι.“
ὡς γοῦν τὸν ἐφοβέρισεν, ἐγέρνεται καὶ πάγει.
κἀκείνη εἰς τοὺς πόδας του πίπτει, παρακαλεῖ τον·
ὁ δὲ φησιν, „οὐκ ἠμπορῶ τοῦτο νὰ τὸ ποιήσω.“
ἡ δὲ „καὶ τʼ εἶναι τόση βιὰ τὴν ἔχει ὁ Μαρκίων;“ 595
διὰ αὐτὰ τὰ στάμενα νὰ ἔχῃ καὶ τὸ κέρδος.“
κʼ ἡ κόρη παρεκάλει τον, τοῦτον τὸν λόγον λέγει
„ἂν θέλῃ στάμενα πολλὰ, νὰ ἔχῃ καὶ τὸ κέρδος,
ἐγὼ ἐπίσταμαι καλῶς κιθάραν νὰ τὴν παίζω,
νὰ τραγουδῶ πανέμνοστα, αἰνίγματα νὰ λέγω· 600

εἰς γάμους καὶ εἰς ἑορτὰς πάντοθεν νὰ πηγαίνω,
νὰ τοῦ συνάγω στάμενα εἰς ὅσα νὰ χορτάνη.
λοιπὸν τὸν παρακάλεσε, εἰπὲ τούτους τοὺς λόγους,
ἐλπίζω εἰς τὸν κύριον καὶ νὰ μὲ συμπαθήσῃ.“
ὁ δὲ ἐπένευσεν εὐθὺς καὶ πᾷ καὶ λέγει τοῦτο, 605
καὶ τὴν κιθάραν ἔποικεν καὶ τὴν Ταρσιὰν τὴν δίδει,
καὶ κάμνει διαλαλημὸν ʼς τὴν ἀγορὰν ἀπέσω
„τίς θὲ νʼ ἀκούῃ ᾄσματα, αἰνίγματα καὶ λόγους
καὶ ὑμνῳδιὰν (καὶ) τραγῳδιὰν, εἰς τὴν Ταρσιὰν ἂς πάγη.“
καὶ οὕτως γὰρ ἀπέφυγεν τὸν ὄλεθρον τοῦ πλάνου 610
καὶ ἔσωσεν ἀπὸ θεοῦ τὴν παρθενιὰν τὴν εἶχεν.
Ἀλλὰ εἰς Απολλώνιον τὸν λόγον διὰ νὰ στρέψω.
ὡς γοῦν ἐκατελάβασιν κἂν δεκαπέντε χρόνοι,
ὑπάγει Ἀπολλώνιος εἰς τὴν Ταρσὸν ἀπέσω,
ἀναζητῶντα τὴν Ταρσιὰν, θέλει νὰ τὴν ʼπαντρέψῃ. 615
ηὗρεν τὸν Στραγκαλίωνα μετὰ τῆς γυναικός του,
τὰ μαῦρα ἐφορούσασιν τάχα διὰ τὴν κόρην.
ὡς ἔμαθεν τὸν θάνατον, ʼς τὸ μνῆμάν της ὑπάγει,
τὰς τρίχας του ἐνέσπαζεν, τὸ πρόσωπόν του δέρνει,
καὶ τὴν Ταρσίαν ἔκραζεν καὶ τὴν Ἀρχιστρατοῦσαν. 620
ὅλον ὁ ἥλιος ἔκλαυσεν, ᾑ πέτραις ἐῤῥαγῆσαν,
ἐκ τὸν πολὺν τὸν κοπετὸν ἀνδρῶν (τε) καὶ γυναίκων
ἡ γῆ ἐπῆγεν κʼ ἔρχετον, τὰ νέφη σκοτεινιάσαν.
ἐβγαίνει, φεύγει ἀπὸ τὴν γῆν, εἰς τὸ καράβι ἐσέβη
εἰς τὴν κοιλιὰν τοῦ καραβιοῦ, ʼς τὸν βρῶμον ἐκατέβην, 625
τὸν ναύκλερον παρακαλεῖ καὶ τὸν γραμματικόν του
νὰ ʼχουν φροντίδαν, μέριμναν ὅλην τοῦ καραβίου,
κʼ ἐκείνου δὲ τὸ σύνολον μηδὲν τὸν ὁμιλήσουν.
κάμνουσιν μῆνας τρεῖς καὶ δυὸ ἀπὸ πόλιν εἰς πόλιν,
ἀπὸ νησὶν ἕως νησὶν, ὡς τὴν μεγάλην Πέπτην, 630

καὶ τὸ πρωΐ εὑρέθησαν ἔσω ʼς τὴν Μιτυλήνην.
ʼκεῖ ὁρισμὸν τοῦ ζήτησαν νὰ ʼμποῦν εἰς τὸν λιμιῶνα,
κι ὁρίζει νὰ ἐμποῦν χωρὶς φλάμπουρον καὶ σημάδιν.
ὅλοι μαυροφοροῦσαν ..................................
ηὖγαν οἱ ναύταις εἰς τὴν γῆν, ηὖγαν κʼ οἱ ὀφιτζιάλλοι. 635
ὁ ἄρχων τοὺς ἐρώτησεν, „τίνες καὶ πόθεν εἶστε;“
καὶ κεῖνοι ἀπεκρίθησαν, „ἀφέντης εἶν τῆς Τύρου.“
λοιπὸν αὐθέντης τοῦ τόπου στέλλει τοὺς ἄρχοντάς του,
νὰ τὸν παρακαλέσουνε, νὰ ʼβγῇ διὰ τὴν ʼμέραν,
νὰ φᾶν ἀντάμʼ οἱ δυὸ ʼφενταῖς καὶ πάλιν ἂς μισέψῃ. 640
πολλὰ τὸν ἐσυντύχασιν, αὐτός δʼ οὐκ εἶπεν λόγους·
ὑπόδειγμα τοῦ ἔφεραν Ἰώβ τοῦ πολυάθλου,
καὶ μετὰ ταῦτα τὸν θεὸν καὶ ὅλους τοὺς ἁγίους.
ὁ δὲ φωνὴν οὐκ ἔδωκεν, ἀκρόασις οὐκ ἦτον.
καὶ στρέφουνται καὶ λέγουν το αὐθέντη Ἀντιναγόραν. 645
ἐκεῖνος ὡς τὸ ἤκουσεν πολλὰ τὸ εἶχεν μέγαν,
καὶ τὴν μεγάλην κυριακὴν, φώσκοντος τοῦ ἡλίου,
τοὺς ἄρχοντάς του ἔπηρεν καὶ ἦμπεν εἰς τὸ πλοῖον.
ἔλεγεν μὴ καὶ ἔλαθεν καὶ ʼξέβην μετʼ ἐκείνους.
ʼς τὸ πλοῖον ἔσω ʼσέβησαν κʼ Ἀντιναγόρας λέγει 650
„χαῖρε, κύρι ʼπολλώνιε, καὶ πάλιν λέγω χαῖρε,
οὐκ ἔνι θλίψις σήμερον, ἀλλὰ χαρὰ μεγάλη,
παγκόσμιος ἀνάστασις Χριστοῦ τοῦ ζωοδότου,
καὶ τῶν πιστῶν ὁμήγυρις, ἀνάστασις τῶν πάντων.
λοιπὸν ἀνάστα, ἔξελθε, θεὸν μὴ παροργίσης· 655
αὐτὸς γὰρ μέλλει καὶ νεκροὺς καὶ ζωντανούς νὰ κρίνῃ
ἐν τῇ δευτέρᾳ τῇ φρικτῇ, οἱ καθαροὶ ἀλλήλους
νὰ ἴδωσι καὶ νὰ χαροῦν εἰς τὰς μονὰς κυρίου.
λοιπὸν ἀνάστα, ἔξελθε, θεὸν μὴ παροξύνης.“
(ὁ δʼ οὐδὲ λόγον ἔδωκεν οὐδʼ ἀπεκρίθην ὅλως. 660

καὶ τὴν Ταρσίαν ἔπεψεν, καὶ φέραν την ὀμπρός του,
κράζει καὶ παραγγέλλει την νὰ πάρῃ τὴν κιθάραν,
νὰ πᾷ πρὸς Ἀπολλώνιον νὰ τὸν παρηγορήσῃ,
„ἂν ἒν ὅτι ἐβγάλῃς τον ἀκ τὸ καράβιν μέσα,
ἄπελθε νᾆσʼ ἐλεύθερη, κʼ ἐγὼ νʼ ἀπολογοῦμαι 665
τὰ στάμενα ποῦ ἔδωκεν ὁ κύρις Μαρκιόνης,
ἐγὼ νὰ τὰ πλερόνω .................“
εὐθὺς γὰρ πάλιν ἡ Ταρσιὰ τὴν μουσικὴν λαμβάνει,
εἰς τὴν κοιλιὰν τοῦ καραβιοῦ ἐνέβηκεν ἡ κόρη,
τὸν πρίτζην ἐπροσκύνησεν, στέκει καὶ χαιρετᾷ τον. 670
παρηγοριὰς καὶ ῥήματα ἤρξατο νὰ τὸν λέγῃ
„ἐτοῦτα εἶνʼ τὰ λυπηρὰ τά ʼχει, ἀφέντη, ὁ κόσμος.“
καὶ τὴν κιθάραν ἔκρουεν, μὲ μέλος τὰ κηλᾴδει
„οὐκ ἔχει ὁ κόσμος διάφορος οὐδὲ τὰ πλούτη κέρδος·
ὅλοι γυμνοὶ ʼγεννήθημεν, γυμνοὶ πάλιν ὑπᾶμεν. 675
χίλια ἔτη ἂν ζήσωμεν, ὡς μία ὥρα εἶναι.
ποῦ κεῖται καὶ ψυχοῤῥαγεῖ κʼ ἐβγαίνει ἡ ψυχή του,
καὶ τίς ἔγνω μυστήριον ἢ τὴν βουλὴν κυρίου,
τὸ πῶς νὰ παύῃ ὁ θάνατος, πῶς νʼ ἀκατασχολάζῃ
πόσαις πικριαῖς, πόσαις χολαῖς καὶ συμφοραῖς τοῦ βίου; 680
ναὶ, ναὶ, κἀγὼ ἡ ʼλεεινή ἂς εἶχα ἀποθάνει,
παροῦ κʼ ἔχω πολλαῖς πικριαῖς καὶ δάκρυα καὶ πόνους.“
τότε ὁ Ἀπολλώνιος στρέφεται πρὸς ἐκείνην
καὶ λέγει την „πόθεν εἶσαι καὶ πόθεν ἡ γενεά σου;
κʼ ἐτόλμησας καὶ συντυχεῖν καὶ ἐλθεῖν πρὸς ἐμέναν; 685
δίδεις μου ὄχλησιν πολλὴν καὶ ταραχὴν μεγάλην.“
καὶ ἤρξατο, ʼνιγματωδῶς πλαγιὰ τοῦ συντυχαίνει.
ὡς δὲ διέλυσεν εὐθὺς αἰνίγματα ἡ κόρη,
ἐκαταινίγησαν λαλεῖν ἀλλήλους ἄχρι κόρου·
καὶ τότε πάλιν ἡ Ταρσιὰ παρακαλεῖ τον νἄβγῃ 690
„καὶ ἄκουσον, ὦ δέσποτα, τῆς ταπεινῆς σου δούλης,

καὶ ἔλα ἔξω μεθʼ ἡμῶν τὴν σήμερον ἡμέραν.
ἂν ἔβγῃς ἔξω σήμερον ἀπέσω ἀπʼ τὸ καράβιν,
ʼβγαίνω κʼ ἐγὼ ἀπʼ τὴν σκλαβιὰν κι ἀπὸ τὴν δουλοσύνην.“
καὶ κεῖνος ἀπεκρίθη την, τοῦτον τὸν λόγον εἶπεν 695
„ἐγὼ ʼπεδῶ οὐ ξεβαίνω ἕως τῆς τελευτῆς μου·
οὐχ ὄψομαι τὸν ἥλιον· ἄμε καλῶς, ἡ κόρη.“
ἡ δὲ ἀπόρει τὰ πολλὰ, οὐκ εἶχεν τί ποιήσει.
τὸ κράσπεδόν του ἔλαβεν, πάλιν παρακαλεῖ τον·
ἐκεῖνος τὴν ἐῤῥάπισεν ʼς τὴν δεξιάν σιαγῶνα. 700
τοῦτο δʼ ἐθλίβην το πολλά, ἀπὸ ψυχῆς στενάζει,
ἀνέκραζεν καὶ στέναζεν τὸ τʼ ἔπαθεν ἡ κόρη
„ἂν ἤξευρες τὸ γένος μου καὶ τίνος κόρη εἶμαι,
νὰ ἔπασχας καὶ νά ʼκλαιες ἀντάμα μετὰ ʼμένα.
ἐγᾦμαι κόρη πρίγκιπος, ἐγγόνη βασιλέως 705
τῆς Τύρου καὶ τῆς Τρίπολης καὶ τῆς Ἀντιοχείας.
καὶ δέσποινα ἡ μάνα μου μέσα εἰς τὸ καράβιν
ἐγέννησέ μʼ ἡ δύστυχος κʼ ἀπέθανεν ἐκείνη·
καὶ μέναν ὁ πατέρας μου εἰς τὴν Ταρσὸν μὲ πῆρεν
καὶ παραδίδει με ἐκεῖ τὸν κύρι Στραγγαλιῶνα. 710
εἶχα τὴν παραμάναν μου ἀντὶς μάναν καὶ κύριν,
Ἱλεωκαρδιὰν τὴν ἔκραζαν, παρηγοριὰν ψυχῆς μου,
κἀκείνη ἀφʼ ὧν ἀπόθανεν, πολλὰ κακὰ με ηὖραν.
εἶχεν ἡ Διονύσια, κυρὰ τοῦ ὁσπητίου,
κόρην μαύρην καὶ ἄσκημην, Ζαμπέλαν τὴν ἐκράζαν. 715
καὶ διατʼ ἤμουν ὄμορφη, πάντα ἐζήλευσάν μου.
καὶ μιᾷ οὖν τῶν ἡμερῶν πῆγα ʼς τὸ ἀκρωτήριν,
νὰ κλάψω παραμάναν μου ʼς τὸ μνῆμάν της ἀπάνω.
ἐκεῖ ʼπεψαν τὸν δοῦλόν τους διὰ νὰ μὲ σκοτώσῃ·
γυμνὸν βαστάνει τὸ σπαθὶν νὰ μʼ ἀποκεφαλίσῃ, 720
καὶ ζήτημαν τοῦ ζήτησα ἄχρις ὡς μίαν ὥραν·
καὶ στάθηκα νὰ προσευχθῶ ὡς διὰ τὴν ψυχήν μου·

ἰδοὺ, ἐξαίφνης ἤλθασιν ἀράπιδες κουρσάροι
καὶ παίρνουν με καὶ φέρνουν με ἐδῶ ʼς τὴν Μιτυλήνην.
καὶ εἶς αἰσχρὸς καὶ βδελυρός γέρων ἀπαὶ τὴν χώραν 725
χρυσίνους δίδει ἑκατὸν καὶ παίρνει με διὰ σκλάβα.
εἰς τὸ πορνεῖον μʼ ἔστειλεν μὲ ἄλλαις ὁποῦ εἶχεν,
γράφει καὶ τίτλον ἄνωθεν ʼς τʼ ἀνώφλιον τῆς πόρτας,
ὅστις τὴν πρώτην νύκταν (νὰ) κοιμηθῇ μετὰ μέναν,
χρυσάφι λίτρα ἥμιση νὰ ἔναι ἡ τιμή μου, 730
ὁ δεύτερος τὸ τέταρτον, κι ὁ τρίτος ἄλλον τόσον,
καὶ μετὰ ταῦτα οἱ ἑξῆς ἀπʼ ἑνὸς δηναρίου.
ἦλθεν ὁ πρῶτος τῇ νυκτὶ, ἀφέντης ἦν τοῦ τόπου,
καὶ σκύπτω εἰς τοὺς πόδας του, κλαίω τὴν συμφοράν μου,
καὶ δέομαι, ἀντιβολῶ, διὰ τὴν παρθενιά μου, 735
ʼξηγοῦμαι καὶ τὴν τύχην μου, τὴν γενεὰν τὴν εἶχα,
καὶ κεῖνος ἐλυπήθη με κʼ ἔκλαυσεν μετὰ μέναν,
καὶ δίδει με τὸ ψυχικόν, χρυσάφιν λίτραν μίαν.
ὁμοίως καὶ ὁ δεύτερος, ὁμοίως καὶ ὁ τρίτος,
κʼ ἐγώ πάλιν τά χρήματα δίδω τα τʼ αὐθεντός μου. 740
ἀλλʼ ἄτυχος ἀκόρεστος οὐκ ἦτον χορτασμένος·
ὡς εἶδεν ὅτι ἐκ θεοῦ τηρεῖτʼ ἡ παρθενιά μου,
καὶ δὲν εὑρέθηκέν τινας ὡς διὰ νὰ μὲ βιάσῃ,
εἶχεν γὰρ δοῦλον ἀσεβὴν ὄνομα Πωκαρώπα,
ὁρίζει, διαφεντεύγει τον νὰ ἔλθῃ νὰ μὲ φθείρῃ. 745
ἐκεῖνος ἦλθεν τὸ λοιπὸν μετὰ μεγάλης βίας,
καὶ πίπτω εἰς τοὺς πόδας του, κλαίω, παρακαλῶ τον,
„οὐδὲν τολμῶ“ μὲ ἔλεγεν, „καὶ ὁρισμένος εἶμαι.“
ἐγὼ δὲ λέγω πρὸς αὐτόν, „καὶ τί ʼναι βία τούτου;“
„ὁ ἀφέντης μας (τὰ) στάμενα ʼγαπᾷ νὰ (τὰ) κερδαίνῃ, 750
καὶ διὰ τοῦτο τὸ ποιεῖ ἤτις ...............“
τότε παρακαλῶ αὐτὸν, τοῦτον τὸν λόγον λέγω
„εἰπέ τον τὸν ἀφέντην μας καὶ ἂς μοῦ συμπαθήσῃ,
καὶ μιὰν κιθάραν ἔμορφην θέλω διὰ νὰ μοῦ ποίσῃ,
καὶ νὰ τὴν κρούω εἰς χαρὰς, λογάριν νὰ σωρεύσω 755

διπλοῦν παρὰ τὸ πόρνειον .............
ἐπένευσεν ὁ ἀσεβὴς κι ἀφῆκέν με εἰς τοῦτο,
καὶ τώρα ὁ Ἀντίγορος ὁ ἄρχοντας τοῦ τόπου,
ὁποῦ μὲ ποῖκεν τὸ καλὸν (εἰσὲ) τὴν πρώτην νύκταν,
ἐτάχθην πάλιν εἰς τὸν θεὸν, ἂν ἔβγω ἀπὸ μέσα, 760
τὰ στάμενά μου τῆς σκλαβιᾶς ἐκεῖνος νὰ τὰ δώσῃ,
καὶ νᾆμαι καὶ ἐλεύθερη ὅπου θέλω νὰ πάγω.“
ἐκεῖνος ὅσον ἤκουσεν τὰ λόγια τῆς κόρης,
θωρεῖ καὶ παραμοίαζεν τῆς μάνας της τὰ κάλλη·
τόση ἦτον, ἡ μήτηρ της ὅταν τὴν εὐλογήθη. 765
εἶδεν καὶ τὰ σημάδια της, εὐθὺς ἀγνώρισέν την·
τρέχει καὶ ἀγκαλιάζει την σκύπτει, καταφιλεῖ την.
„ἐγᾦμαι ὁ πατέρας σου, ὁ πρίγκιπας τὸν λέγεις·
ἐγώ γιὰ σέναν κάθομαι εἰς τὴν κοιλιὰν τοῦ πλοίου.
ὡς ἔμαθα εἰς τὸν Ταρσὸν ὅτι εἶσʼ ἀποθαμένη, 770
καὶ εἶδα καὶ τὸν τάφον σου τριγύρου γεγραμμένον
'μνημεῖον κόρης παντερπνῆς Ταρσίας τῆς παρθένου,'
εὐθὺς (ʼς) τὸ πλοῖον ἔμπηκα, ἀπέσω εἰς τὴν κοιλιάν του,
καὶ ὤμοσα νὰ μηδʼ ἐβγῶ ὡς ὅπου νʼ ἀποθάνω.
ἔχω σʼ, (ἔχω σʼ,) ὀμμάτια μου, ἔχω σε, φῶς καὶ δόξαν. 775
ἔλα καὶ ἂς ὑπάγωμεν ἔξω ἀπʼ τὸ καράβιν.“
ἐξέρχουνται ὁμοῦ οἱ δυὸ καὶ εἰς τὴν γῆν ὑπᾶσιν·
τὰ βούκινα ἐπαίξασιν μέσα εἰς τὸ καράβιν,
τὰ φλάμπουρα ἐστήσασιν κʼ εἶχαν χαρὰν μεγάλην.
ἄρχοντες καὶ ἀρχόντισσαις ἐτρέχασιν νὰ ʼδοῦσιν, 780
κʼ ἦτον διπλὴ ἡ ἑορτὴ ἀνάστασης κυρίου.
εἰς τὰ παλάτια πήγασιν τοῦ ἄρχοντος τοῦ τόπου,
καὶ χαίρονται κʼ εὐφραίνονται μικροί τε καὶ μεγάλοι.
ἐζήτησεν ὁ ἄρχοντας, ἀφέντης γοῦν τῆς χώρας,
ζητᾷ γυναῖκαν νόμιμον τὴν Ταρσίαν νὰ πάρῃ. 785
ἐπένευσεν ὁ κύρις της, καὶ γίνετον ὁ γάμος.
ἡ δὲ Ταρσία ζήτησεν τὸν δυστυχὴν τὸν γέρον,
πέμπει καὶ κωλοσύρνουν τον, κόπτουν τὴν κεφαλήν του,

ὁ οἶκός του ἐγίνετον ἅρπαγμα δημοσίου.
καὶ μετὰ ταῦτα πέρασαν τριάκοντα ἡμέραις, 790
βλέπει ὁ Ἀπολλώνιος ἓν ὄνειρον τὴν νύκταν,
ὅτι ἦλθεν ἄγγελος Θεοῦ, λέγει αὐτὸν τοιαῦτα
„γοργόν ἄμε ʼς τὴν Ἔφεσον, θεοῦ κελεύοντά σε,
νὰ προσκυνήσῃς τοὺς ἁγιοὺς, ὅλα τὰ μοναστήρια·
εἰς γυναικεῖα ἄμε δὲ καὶ ὅλα νὰ γυρεύσῃς, 795
καὶ νὰ δοξάσῃς τὸν θεὸν καὶ ὅλους τοὺς ἁγίους.“
ἐξύπνησεν, ἐγέρθηκεν, λέγει τὸ ὄνειρόν του,
καὶ τόν γαβρόν του παίρνει τον ὁμοῦ μὲ τὴν Ταρσίαν·
ʼς τὴν Ἔφεσον ἀπέπλευσεν μὲ κάτεργα μεγάλα.
εἰς τὸν ναὸν ἐπήγασιν τοῦ ἀποστόλου Ἰωάννου, 800
ἐπιστηθίου φίλου τοῦ Χριστοῦ, (τοῦ) θεολόγου.
ἦμπαν καὶ προσκυνήσασιν ἀνδρεῖα καὶ γυναίκεια,
καὶ εἰς τῆς πρωτομάρτυρος Θέκλας ἐκεῖ (ποῦ) ἦσαν
πολλαῖς ἁγίαις καλογραῖς καὶ κυρὰ Ἀρχιστρατούσα,
ἡ σύμβιος τοῦ πρίγκιπος Τύρου Ἀπολλωνίου. 805
ὡς γοῦν (ἐκεῖ) ἐχείρισεν νὰ λέγῃ τὰ συμβάντα,
(ὡς) ἦλθεν διὰ τῆς θάλασσου, λέγει διὰ τὴν γένναν,
ἐκείνη ἀναγνωρίζει τον, καὶ βράζει ἡ καρδιά της,
ἀπὸ τοῦ θρόνου ʼγέρνεται καὶ πᾷ, καταφιλεῖ τον
„ἐγᾦμαι, ἀφέντη, ἐγὼ εἶμαι, ἐγᾦμαι τὴν γυρεύεις, 810
ἐγᾦμαι ποῦ μʼ ἐβάλετε μέσα εἰς τὸ κιβώτιν·
ἂν δὲν πιστεύης κʼ εἶμʼ ἐγὼ, ἰδὲ καὶ τὴν γραφήν σου,
ἰδὲ καὶ τὸ πιττάκιν σου τὸ εἶχα ʼς τὸ κιβώτιν.“
καὶ τότε γίνεται χαρὰ ὡσὰν καὶ εἰς τὸ πρῶτον
νεκρῶν γὰρ ἐξανάστασις, νεκρῶν ἀπολωλότων. 815
καὶ τίς ἰδὼν νὰ μὴ χαρῇ καὶ τὸν θεὸν δοξάσῃ;
κάθουνται, συμβουλεύονται εἰς τὴν Ταρσὸν νὰ πᾶσιν

* * *

... Διονυσίαν καὶ τὸν Στραγγαλιῶνα.

„τὸν τάφον δεῖξέ μου νὰ ʼδῶ νὰ κλαύσω τὴν Ταρσίαν!“
ὁ δὲ ἐπένευσεν εὐθὺς καὶ πᾶσιν εἰς τὸν τάφον, 820
ἀνοίγουσιν καὶ ῾βρίσκουσιν ξύλον εἰς τὸ κιβούριν,
καὶ τότε ʼβγάλλουν τὴν Ταρσιάν καὶ πᾶν την εἰς τὸ μέσον.
τοὺς ἄρχοντας ἐκράξασιν, ἐκδίκησιν ζητοῦσιν.
καὶ παίρνουν τὸ ἀντρόγυνον ὁμοῦ μέ τὴν Ζαμπέλαν
εἰς τὸ μνημεῖον τῆς Ταρσιᾶς, ἐκεῖ λιθοβολοῦν τους. 825
καὶ ἐπληρώθη τοῦ Δαβίδ τὸ ψαλμῳδοῦ ἐκείνου
„τὸν λάκκον ὤρυξαν ἀκρὸν, βόθρον μέγαν ἐποῖκαν,
καὶ εἰς αὐτὸν ἐνέπεσον αὐτοὶ (οἳ) εργάσαντό τον.“
τὸν βίον των ἐσπάραξαν οἱ ἄρχοντες τῆς πόλης.
ἐκεῖ πάλιν ἐξέβησαν, (ʼς) Αντιοχείαν πᾶσιν· 830
εὐθὺς τὸν ἐπροσδέκτησαν μετὰ χαρᾶς μεγάλης
καὶ στέψασίν τον βασιλεὰ, ἀφέντην εἰς τὸν τόπον.
καὶ τὸν γαβρὸν καὶ τὴν Ταρσιὰν ʼς τὸν τόπον του τοὺς βάλλει
καὶ βάνει τοὺς ἀντίτοπους ὡσὰν παιδιά του ποῦ ἦσαν.
κἀκεῖνος κʼ ἡ βασίλισσα, ἡ Ἀρχιστρατιοῦσα, 835
ἐπῆραν καὶ ἐξέβησαν, εἰς Τύρον ἀπαισώνουν.
ἐξαίφνης ὡς τὸν εἴδασι ὅλοι μικροὶ μεγάλοι,
ἐχάρησαν, ἐσκίρτησαν, εἶχαν χαράν μεγάλην.
ὁρίζει καὶ ἀφίνει τους τὸ τέλος καὶ τὸ χρεός τους
(εἰς) ὅσους χρόνους ἔλειπεν καὶ κεφαλὴν ἀφῆκεν. 840
κἀκεῖνος ἀποδιάβηκεν, ʼς τὴν Τρίπολιν ἐπῆγεν,
κʼ ἡ δέσποινα βασίλισσα ἀντάμα μετὰ κεῖνον.
ἐκεῖ ʼβρασιν τὸν βασιλεὰ, τὸν γέρον των πατέρα,
πλέκουν, καταφιλοῦσίν τον, κεῖνος πάλιν ἐκείνους.
καὶ ἦν ἰδεῖν, πάλιν νʼ εἰπῶ, τοῦ ψαλμῳδοῦ τὸ ῥῆμα 845
„πατέρας εὐφραινόμενος τὴν ἑαυτοῦ θυγάτηρ
γίνεται ἔκλαμπρος χαρὰ, μεγάλη εὐφροσύνη.“
ὅλοι (γοργὸν) ἐδράμασιν διὰ νὰ τοὺς ἰδοῦσιν,

ἐκεῖ γὰρ ἀπεμείνασιν ἀντάμα μὲ τὸν γέρον.
καὶ μετὰ ταῦτα πέθανεν ὁ βασιλεὺς ὁ γέρων, 850
ἐγένοντο διάδοχοι ὁμοῦ οἱ κληρονόμοι,
καὶ τὸν γαβρόν του ἔστειλεν καὶ στέψαν βασιλέαν.
Καὶ ταῦτα ἐξηγήθημεν διὰ τὰ μεγαλεῖα
τὰ ἄπειρα τὰ γίνονται καθʼ ἑκάστην ἡμέραν
παρὰ τοῦ παντοκράτορος καὶ ποιητῆ τῶν πάντων, 855
εἰς δόξαν καὶ εἰς ἔπαινον τριάδος ἀδιαιρέτου,
νῦν καὶ ἀεί (τε) καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
                            ἀμήν.