Μετάβαση στο περιεχόμενο

Βίος του οσίου πατρός ημών Εφραίμ του Σύρου

Από Βικιθήκη
Βίος τοῦ ὁσίου πατρὸς ἡμῶν Ἐφραῒμ τοῦ Σύρου
Συγγραφέας:
BHG-585. Ass. I, XXIX-XXXIII


ΒΙΟΣ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ. ΑΝΩΝΥΜΟΥ.

Οὗτος ὁ ὅσιος πατὴρ ἡμῶν Ἐφραῒμ ἦν ἐξ ἀνατολῶν, Σύρος τῷ γένει, γονέων θεοσεβῶν, γεννηθεὶς ἐν Ἐδέσσῃ· ὑπάρχων ἐν τοῖς χρόνοις Κωνσταντίνου τοῦ μεγάλου βασιλέως καὶ τῶν ἀπ' αὐτοῦ βασιλευσάντων· ἀπεχόμενος παιδιόθεν ἀπὸ παντὸς πονηροῦ πράγματος. Οἱ οὖν γονεῖς αὐτοῦ ἔτι παιδὸς ὄντος εἶδον ὄναρ ἢ γοῦν ὀπτασίαν, ὅτι ἀνῆλθεν ἄμπελος ἐκ τῆς γλώσσης αὐτοῦ τοῦ Ἐφραῒμ, καὶ ηὔξησε, καὶ ἐπλήρωσε πᾶσαν τὴν ὑπ' οὐρανόν· καὶ ἤρχοντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤσθιον ἐκ τοῦ καρποῦ τῆς ἀμπέλου· καὶ πρὸς ὃ ἤσθιον, ἐπλεόναζεν ὁ καρπός.

Οὗτος ἐκ νέας ἡλικίας ᾤκησε τὴν ἔρημον, κατανύξεως ἄβυσσον κεκτημένος, δι' ἧς ἐδέξατο τὴν χάριν τοῦ παναγίου Πνεύματος. Περὶ οὗ, τίς τῶν θεοφόρων κατ' ὄναρ τεθέατο ἄνδρα φοβερὸν κρατοῦντα τόμον χάρτου, καὶ διερωτῶντα· «Τίς ἄρα δύναται αὐτὸν δεξάσθαι καὶ φυλάξαι;» Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· «Ἄλλος οὐδείς, εἰ μὴ Ἐφραῒμ ὁ θεράπων μου». ᾧ τίνος παρεστῶτος, καὶ ἀνοίξαντος τὸ στόμα, καὶ τόμον καταφαγόντος, εὐθέως ἔβλυσε ποταμὸς θεορρήτων λόγων, πλήρης κατανύξεως καὶ μετανοίας, ἱστορήσας καὶ τὸν φόβον τῆς κρίσεως καὶ τῆς μετὰ δόξης δευτέρας ἐλεύσεως τοῦ παμβασιλέως τῶν ὅλων, δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, ὅπως ἀποδώσῃ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Πρὸς τούτοις καὶ τῶν θείων δογμάτων τὴν ὀρθότητα γράμμασιν ἐνέθηκεν.

Ἄλλος δὲ πάλιν τις τῶν ἁγίων γερόντων εἶδεν, ἐν ὁράματι, ἀγγέλων τάγματα ἐκ τοῦ οὐρανοῦ κατερχόμενα κατὰ πρόσταξιν τοῦ Θεοῦ, ἔχοντα ἐπὶ χεῖρας κεφαλίδα, τουτέστι τόμον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν· καὶ ἔλεγον πρὸς ἀλλήλους· «Τίς ὀφείλει τοῦτο ἐγχειρισθῆναι;» Οἱ μὲν ἔλεγον· «Ὁ δεῖνα». Οἱ δὲ, «Ἕτερον». Ἀπεκρίθησαν δὲ ἄλλοι, καὶ εἶπον· «Ἀληθῶς ἅγιοί εἰσι καὶ δίκαιοι· πλὴν οὐδείς δύναται τοῦτο ἐγχειρισθῆναι, εἰ μὴ Ἐφραῒμ ὁ πρᾶος καὶ ταπεινὸς τῇ καρδίᾳ». Καὶ ὁρᾷ ὁ γέρων, ὅτι τῷ Ἐφραῒμ ἐπέδωκαν τὴν κεφαλίδα.

Καὶ ἀναστὰς τὸ πρωΐ, ἤκουσεν ὥσπερ πηγήν βρυοῦσαν ἐκ τοῦ στόματος αὐτοῦ, πρὸς ὃν καὶ ἔλεγε, καὶ συντάσσοντα λόγους διδακτικοὺς πάσης κατανύξεως καὶ φόβου Θεοῦ ὑπάρχοντας. Καὶ ἔγνω, ὅτι ἐκ Πνεύματος ἁγίου εἰσὶ τὰ ἐκπορευόμενα διὰ τοῦ στόματος αὐτοῦ. Πρὸς ὃν θεοφόρος ἐκεῖνος ὁ γέρων εἶπεν· «Κύριε Ἐφραῒμ, πολλάκις παρηγγέλθης παρὰ τῶν πατέρων συντάξαι λόγους, εἰς μνημόσυνόν σου, καὶ εἰς οἰκοδομὴν πολλῶν, καὶ οὐκ ἐπείσθης· τὰ νῦν οὕτως ὡς πηγή τις βρύεις πρὸς τούτους πειθαρχῶν».

Ὁ δὲ ἅγιος Ἐφραῒμ ἀποκριθείς, εἶπε· «Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον, ἢ ἀνθρώποις, λέξας ὁ Ἀπόστολος· κἀγὼ ὅτε παρ’ ὑμῶν παρηγγέλθην, οὐκ ἐπείσθην, διὰ τὸ μὴ ἔχειν με τὸ ἀσφαλές· νυνὶ δὲ ὅτι ἡ θεία χάρις ἐπεσκίασεν ἐπὶ τὴν ταπεινωσίν μου, τὸ νωθρὸν καὶ κεχερσωμένον ἀφῃρέθη ἀπ’ ἐμοῦ· καὶ προθύμως καὶ ἐξυδορκῶς ἐγχειρείσομαι ταῦτα». Τότε εἶπεν ὁ γέρων πρὸς αὐτόν· «Μακάριος εἶ σὺ, ὡς ἐκ χειρὸς ἀγγέλου τὴν κεφαλίδα δεξάμενος τὴν ἔχουσαν ἐγγεγραμμένην ἔσωθεν καὶ ἔξωθεν θείαν σοφίαν, ὥσπερ τοῖς ὀφθαλμοῖς μου τεθέαμαι τῇ νυκτὶ ταύτῃ».

Ἐπεθύμησε δὲ ὕστερον ὁ ὅσιος πατὴρ ἡμῶν Ἐφραῒμ θεάσασθαι τὴν Ἔδεσσαν τὴν πόλιν, καὶ ηὔξατο τῷ Θεῷ, λέγων· «Κύριε Ἰησοῦ Χριστὲ, ἀξίωσόν με θεάσασθαι τὴν πόλιν ἐκείνην. Καὶ εἰσερχομένῳ ἐν αὐτῇ, πρὸς τὸν ἄνθρωπον ἐκέλευσόν με συναντῆσαι, ὅστις ὀφείλει ἀπὸ γραφῆς διαλεχθῆναί μετ’ ἐμοῦ». Καὶ εἰσελθόντος αὐτοῦ ἐπὶ τὸν τόπον, καὶ διερχομένου τὴν πύλην τῆς πόλεως, ὑπήντησεν αὐτῷ γυνή, ἥτις ἦν πόρνη ἐν τῇ πόλει. καὶ ἰδὼν αὐτὴν ὁ δοῦλος τοῦ Θεοῦ Ἐφραῒμ, ἔστη λυπούμενος, καὶ λέγων ἐν ἑαυτῷ· «Κύριε Ἰησοῦ Χριστὲ, παρεῖδες τὴν δέησιν τοῦ δούλου σου Ἐφραῒμ. πῶς γὰρ αὕτη ἔχει γραφικῶς διαλεχθῆναι μετ' ἐμοῦ;» Ἔστη δὲ ἡ πόρνη θεωροῦσα αὐτόν. Καὶ λέγει πρὸς αὐτὴν ὁ ὅσιος Ἐφραῒμ· «Εἰπέ, κοράσιον, τί ἕστηκας καὶ θεωρεῖς με;» Ἀποκριθεῖσα δὲ ἡ πόρνη, λέγει πρὸς αὐτόν· «Θεωρῶ σε ὅτι ἐγὼ ἡ γυνὴ ἐκ σοῦ τοῦ ἀνδρὸς ἐλήφθην· σὺ δὲ ἐμὲ μὴ θεωρεῖ, ἀλλὰ τὴν γῆν, ἐξ ἧς σὺ ὁ ἀνὴρ ἐλήφθης». Ταῦτα ἀκούσας ὁ δοῦλος τοῦ Θεοῦ Ἐφραῒμ ἐθαύμασε, καὶ ἐδόξασε τὸν Θεὸν, τὸν δόντα αὐτῇ σοφίαν τοιαύτην, ἵνα ἀποκριθῇ αὐτῷ τοιαῦτα. καὶ ἔγνω, ὅτι οὐ παρεῖδε Κύριος ὁ Θεὸς τὴν δέησιν αὐτοῦ.

Καὶ εἰσελθὼν ἐν τῇ πόλει, κατεσκήνωσεν ἐκεῖ. κατὰ συγκυρίαν δὲ πλησίον τοῦ μεταύλου αὐτοῦ ἔζησεν ἄλλη πόρνη· καὶ ποιήσαντος αὐτοῦ ἡμέρας πολλὰς ἐν τῇ πόλει, ὑπεβλήθη ἡ πόρνη ἐκ τοῦ Πονηροῦ, ὅπως παραλάβουσα σκανδαλίσῃ αὐτόν. καὶ ἀνοίξασα τὴν θυρίδα, ἣν εἶχεν ἐπὶ τὸ μέσαυλον παρέκυψε· καὶ θεωρήσασα τὸν ἅγιον ἐσθίοντα καὶ ποιοῦντα ἑψητὸν, εἶπε πρὸς αὐτόν· «Εὐλόγησον, κύριε ἀββᾶ». Καὶ ἀτενίσας εἰς τὴν θυρίδα, βλέπει αὐτὴν παρακύπτουσαν· καὶ λέγει αὐτῇ· «Ὁ Κύριος εὐλογήσει σε».

Καὶ ἀποκριθεῖσα ἐκείνη, ἔφη αὐτῷ· «Τί λείπει τῷ φαγίῳ σου;» Καὶ εἶπεν αὐτῇ ὁ ἅγιος Ἐφραῒμ· «Τρεῖς λίθοι, καὶ ὀλίγη πηλὸς, ἵνα ἡ θυρὶς ἀναφραγῇ, ὅθεν παρακύπτεις». Καὶ ἀποκριθεῖσα ἐκείνη λέγει πρὸς αὐτόν· «Ἐπειδὴ πρώτην φορὰν σοὶ ἐλάλησα, ἀπενοήθης μοι; ἐγὼ κοιμηθῆναι βούλομαι μετὰ σοῦ, καὶ σὺ ἀπὸ ψιλοῦ ῥήματος ἀπεστράφης;»

Ἀποκριθεὶς δὲ ὁ δοῦλος τοῦ Θεοῦ Ἐφραῒμ, λέγει πρὸς αὐτήν· «Ἐὰν θέλῃς κοιμηθῆναι μετ' ἐμοῦ, ὅπως λέγω σοι, ἐλθὲ κἀκεῖ κοιμώμεθα ὁμοῦ». Ἀποκριθεῖσα δὲ ἡ πόрνη λέγει αὐτῷ· «Εἰπέ μοι τὸν τόπον, καὶ ἔρχομαι». Ὁ δὲ ὅσιος λέγει αὐτῇ· «Ἐὰν θέλῃς κοιμηθῆναι μετ' ἐμοῦ, ἐν ἄλλῳ τόπῳ οὐ δύνασαι, εἰ μὴ μέσον τῆς πόλεως». Ἀποκριθεῖσα δὲ ἐκείνη λέγει πρὸς αὐτόν· «Καὶ οὐκ αἰσχυνόμεθα τοὺς ἀνθρώπους;» Ἀποκριθεὶς δὲ ὁ μέγας Ἐφραῒμ, εἶπεν· «Εἰ τοὺς ἀνθρώπους αἰσχυνόμεθα, πολλῷ μᾶλλον τὸν Θεὸν αἰσχυνθῆναι δεῖ, ἅμα καὶ φοβηθῆναι, τὸν γινώσκοντα τὰ κρυπτὰ τῶν ἀνθρώπων, ὅτι αὐτός ἐστιν ὁ μέλλων κρῖναι τὸν κόσμον, καὶ ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ». Ταῦτα ἀκούσασα ἡ πόρνη κατενύγη ἐπὶ τοῖς λόγοις αὐτοῦ, καὶ ἐλθοῦσα προσεπέσε τοῖς ποσὶν αὐτοῦ, κλαίουσα καὶ λέγουσα· «Δοῦλε τοῦ Θεοῦ, ὁδήγησόν με ἐν τῇ ὁδῷ τῆς σωτηρίας, ὅπως ῥυσθῶ ἐκ τῶν πολλῶν μου κακῶν καὶ πονηρῶν μου πράξεων». ὁ δὲ ἅγιος γέρων πολλὰ νουθετήσας αὐτὴν ἐκ τῶν ἁγίων γραφῶν, καὶ στηρίξας αὐτῆς τὴν καρδίαν, ἔβαλεν αὐτὴν εἰς μοναστήριον, καὶ ἔσωσεν αὐτῆς τὴν ψυχὴν ἐκ τοῦ βορβόρου τῶν ἀνομιῶν αὐτῆς.

Καὶ ἐξελθὼν ἐκ τῆς πόλεως ἐκείνης, ἦλθεν εἰς Καισάρειαν τῆς Καππαδοκίας, καὶ ἐλθὼν εἰς τὴν ἐκκλησίαν, εὗρε τὸν ἅγιον Βασίλειον τὸν ἀρχιεπίσκοπον προσομιλοῦντα τῷ λαῷ· καὶ ἤρξατο ὁ πανόλβιος Ἐφραῒμ μεγάλῃ τῇ φωνῇ εὐφημεῖν αὐτόν. Ἔλεγον δέ τινες ἐκ τοῦ ὄχλου· «Τίς ἐστιν οὗτος ὁ ξένος, ὅτι οὕτως ἐπαινεῖ τὸν Ἐπίσκοπον; ὡς μᾶλλον ἐργοδιωκεῖν αὐτὸν, ἵνα χαρίσηταί τι αὐτῷ».

Μετὰ δὲ τὸ πληρωθῆναι τὴν προσομιλίαν, λέγει ὁ ἅγιος Βασίλειος· «Καλέσατέ μοι τὸν ἄνθρωπον, ὃς οὕτως ἐπέμεινεν εὐφημῶν με». Καὶ κληθέντος αὐτοῦ, λέγει αὐτῷ· «Τί οὕτως ἐπιμόνως ἔκραζες εὐφημῶν με, καὶ θόρυβον ποιῶν;» Ἀποκριθεὶς δὲ ὁ ἅγιος Ἐφραῒμ εἶπεν· «Ἐν τούτῳ ἐπέμενον κράζων, καὶ εὐφημῶν σε, ὅτι ἐθεώρουν περιστερὰν ἄσπιλον ἑστῶσαν εἰς τὸν δεξιόν σου ὦμον, καὶ πρὸς τὸ οὖς σου λαλοῦσαν· καὶ οὕτως τῷ λαῷ προσωμίλεις».

Καὶ πλησθεὶς Πνεύματος ἁγίου ὁ μέγας Βασίλειος, ἐπέγνω αὐτὸν, καὶ λέγει αὐτῷ· «Σὺ εἶ Ἐφραῒμ ὁ Σύρος; Ἐν ἀληθείᾳ, καθάπερ ἠκουσάμην, οὕτως καὶ εἶδον ἐπί σοι, ὁ ἡσυχίας ἐραστά. γέγραπταί πως ἐν τῷ προφήτῃ Δαυίδ· Ἐφραῒμ κραταίωσις τῆς κεφαλῆς μου· ἡ γὰρ πραότης σου καὶ ἡ ἁπλότης προδηλός ἐστιν, ὡς φῶς φᾶνον τοῖς πᾶσιν».

Ἄλλοτε πάλιν προϊόντος τοῦ μακαρίου Ἐφραῒμ, ἐξ ὑποβολῆς τινος ἔρχεται μία ἑταίρις κολακεῦσαι αὐτὸν εἰς αἰσχρὰν μῖξιν ἑλκύσαι· εἰ δὲ μήγε, κἂν εἰς ἀγανάκτησιν κινῆσαι, ὅτι οὐδέποτε εἶδεν αὐτόν τις ὀργιζόμενον. Καὶ λέγει πρὸς αὐτήν· ἀκολούθει μοι. Πλησιάσας δὲ τόπῳ τινὶ πολυοχλήμῳ εἶπεν αὐτῇ· «Ἐν τῷ τόπῳ τούτῳ, δεῦρο, καθὼς θέλεις, ποιήσωμεν». Ἐκείνη δὲ θεασαμένη τὸν ὄχλον, λέγει αὐτῷ· «Πῶς δυνάμεθα ὧδε ποιῆσαι τοῦτο; τοσούτου ὄχλου ἑστῶτος ὧδε αἰσχυνόμεθα». Καὶ λέγει αὐτῇ· «Εἰ ἀνθρώπους αἰσχύνῃ, πόσῳ μᾶλλον ὀφείλομεν αἰσχύνεσθαι τὸν Θεὸν τὸν τὰ κρυπτὰ τοῦ σκότους ἐλέγχοντα;» Ἡ δὲ ἐντραπεῖσα ἀπῆλθεν ἄπρακτος, μὴ ἰσχύσασα μηδὲ κἂν εἰς ὀργὴν αὐτὸν κινῆσαι.

Ταῦτα τὰ ἆθλα τοῦ μεγάλου Ἐφραῒμ. Ἀνὴρ γὰρ ὑπῆρχεν ἀνεξίκακος, πρᾶος, ἄκακος, ἐν γνώσει θείᾳ ὡς ἄπλαστος, καὶ τὸ κεχρωσμένον κατηφὴς, ταπεινόφρων, κατανυκτικὸς ὑπὲρ φύσιν, ὡς καὶ σιωπῶντος αὐτοῦ διδάσκειν ἐκ τῆς ὄψεως τοὺς ὁρῶντας αὐτὸν, ὅλως ὑπάρχων συνεχὴς τῇ πρὸς Θεὸν προσευχῇ.

Οὗτος οὖν ὁ ὅσιος πατὴρ ἡμῶν, ἀσκήσας καλῶς, καὶ τύπος οὐδὲν ἀρετῆς καὶ κατανύξεως γενόμενος, λόγοις τε πλείστοις διδασκαλίας ἐκθέμενος, προγνώς τε τὴν ἑαυτοῦ τελευτὴν, συνέταξε διαθήκην πρὸς τοὺς μαθητὰς καὶ πάντας τοὺς μοναχοὺς, περὶ τῶν μελλόντων ἀπαγγείλας αὐτοῖς· καὶ οὕτως ὀλίγον νοσήσας, ἐν εἰρήνῃ ἀνεπαύσατο, κηδευθεὶς ὑπὸ τῶν ἀσκητῶν τῆς ἐρήμου.

Ταῖς οὖν εὐχαῖς καὶ πρεσβείαις τοῦ ὁσίου Ἐφραῒμ Χριστὸς ὁ Θεὸς ἡμῶν καταξιώσοι καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς, μιμητὰς γενέσθαι τῆς αὐτοῦ πολιτείας, δι' ἧς τύχοιμεν ἐλέους καὶ συγχωρήσεως τῶν ἐπταισμένων ἡμῖν ἁμαρτιῶν. Ὅτι αὐτῷ τῷ Θεῷ ἡμῶν πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.