Μετάβαση στο περιεχόμενο

Βίος και μαρτύριον του αγίου Δομετίου

Από Βικιθήκη
Βίος και μαρτύριον του αγίου Δομετίου


Μηνὶ τῷ αὐτῷ τ1 ζ′[1]
βίος καὶ μαρτύριον τοῦ ἁγίου Δομετίου.
Προοίμιον2.

Multa passi
sunt sancti
1. Πολλὰ τὰ τοῦ βίου κατορθώματα1, ἀλλ᾽ ἐπικίνδυνα, πολλοὶ τν ἁγίων οἱ κόποι, ἀλλὰ τούτων τὰ κατορθώματα ὡς φωστῆρες ἐν βίῳ 5 ἐκλάμπουσι. Πολλαὶ καὶ2 διάφοροι αἱ παγίδες τοῦ διαβόλου καὶ τοὺς ἁλισκομένους τέρπουσαι κατεσθίουσι, μεγάλαι καὶ θαυμασταὶ τῶν Fol. 55r. ἁγίων αἱ παραινέσεις, τὸν οἰκεῖον3 δεσπότην μιμουμένων· | πολλαὶ το διαβόλου αἱ4 τέχναι, πάντοθεν τοὺς ἀνθρώπους μηχανωμένου σκελίζειν. Ποῦ γὰρ οὐ φιλονεικεῖ τῶν ἀνθρώπων τὸν βίον πάντοθεν 10 τοξεύειν, ἔνθεν διὰ κενοδοξίας, ἐκεῖθεν διὰ γαστριμαργίας, ἄλλοθεν διὰ φιλαργυρίας, καὶ ὑπερηφανείας προσβάλλει; Καὶ γὰρ καὶ ες ἀποστόλων φατρίαν παρεισῆλθεν5 ὁ φιλάργυρος ἔρως, καὶ τὸν Ἰούδαν αἰχμάλωτον ἐποίησεν, πωλῆσαι τὸν ἴδιον δεσπότην ἀναπείσας· ὅτι τος ἀσθενεστέρας ἔχουσι ψυχὰς οὐδὲν ἀναγκαιώτερον δοκεῖ εἶναι τῆς 15 φιλαργυρίας διὰ ἀνελπιστίαν τοῦ κρείττονος. Ποῦ δὲ τῆς εἰδωλολατρείας οὐκ ἐβοσκήθη τὸ νόσημα; Οὐ πάσας πόλεις καὶ χώρας κατενε- μήθη; Οὐ δικαστήρια κατὰ τῶν εὐσεβῶν συνεστήσατο; Οὐ τὰς ὁδοὺς τῶν εὐσεβῶν ἐξετάραξεν; Οὐ παραστάσεις ἀσεβῶν συνεστήσατο; Οὐ προδότας εἰργάσατο συγγενεῖς 8 καὶ φίλους, προτιμήσαντας τῆς φιλίας κ τὸ πρόσκαιρον κέρδος; Οὐ σωφροσύνην ἀπέστρεψεν *; Οὐ πορνείαν εἰσηγήσατο; Φιλαργυρία γὰρ καὶ φιλοδοξία τὴν εἰδωλολατρείαν καὶ τὸν ἑσμὸν 10 τῶν κακῶν εἰς τὸν βίον εἰσήγαγεν. Ἀλλὰ πάντα τὰ δοκοῦντα εἶναι τερπνὰ τοῦ βίου οἱ τοῦ Χριστοῦ ἐρασταὶ ὡς βδελυκτά 1 ελογί σαντο, τὸν δεσπότην 18 καταλαβεῖν ἐπιθυμοῦντες καὶ σὺν αὐτῷ εἶναι 10 ἀεὶ ποθοῦντες κατέλιπον τὸν κόσμον, τὰ τοῦ κόσμου ἐάσαντες, περιέχ φρόνησαν πλούτου καὶ δόξης, τὸν μόνον ἀληθινὸν μαργαρίτην ἐπιθυ μοῦντες 10 ἰδεῖν, κατέλιπον ψευδαδέλφους, οἵτινες φαίνονται πρόβατα, λύκοι ὑπάρχοντες, περιεφρόνησαν σώματος, οὗ ἡ προσπάθεια τὰ δεινὰ τοῖς ἀνθρώποις εἰσήγαγεν, ἐμελέτησαν τὰ λόγια Κυρίου, | ἐβδε 15 λύξαντο λόγια πονηρευομένων, οὐκ ἐφοβήθησαν τυράννων ἀπειλάς, ἔλαμψαν ὡς φωστήρες ἐν κόσμῳ, κατέσπειραν εἰς τὴν οἰκουμένην δικαιοσύνην, ἤνοιξαν ἀκοὰς βαρβάρων, ἐδίδαξαν Θεὸν κηρύττειν ἀλη θινὸν τὸν πάλαι παρ᾽ αὐτοῖς ἀγνοούμενον· πανταχοῦ γὰρ ἐλυμαίνετο 14 τῆς εἰδωλολατρείας τὸ νόσημα, ἐφύσα βίαια πνοή διαβολικὴν ἔχουσα 20 τὴν ἐνέργειαν. Ἔπνεον βασιλεῖς θυμοῦ τοῖς προστάγμασι, τοὺς δικαίους ἀναιρούντες, ἡγεμόνες ἠσχολοῦντο εἰς τὴν κατὰ τούτων σφαγήν, ἔκαμνον βάσανα, τοὺς βασανιζομένους οὐ βλάπτοντα, κατέ- κοπτον τὰ σώματα δήμιοι, τοὺς αἰκιζομένους μὴ λυμαινόμενοι 15, κατεῖχε τὰ πάντα φόβος. Διὰ ταῦτα προδόται κατ᾽ ἀλλήλων ἐγένοντο 16 οἱ Σε ἄνθρωποι, μισανθρωπίας ὁ κόσμος πεπλήρωτο, πάντες ὑπεστέλλοντο 17 ἀλλήλους, γονεῖς τέκνα καὶ τέκνα γονείς παρεδίδουν εἰς θάνατον, ἀδελφὸς ἀδελφὸν ἐνδιέβαλλεν, τὰ πρόβατα τῆς ποίμνης διεσκόρπιστο, καὶ ἔφυγον ἐν ἐρημίαις καὶ ὄρεσι καὶ ταῖς ὁπαῖς τῆς γῆς πλανώμενοι κατὰ τὸν ἀπόστολον (1). Ἀλλὰ ταῦτα ὁ ποιμὴν ὁ καλός, ὁ θεὶς τὴν 30 ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων (2), ὁ μαστίγων καὶ ἐμπαιγμῶν καὶ κολαφισμάτων 18 ἀνασχόμενος, ἐλυτρώσατο καὶ ἐξαπέστειλεν ἐξ ὕψους βοήθειαν τοῖς αὐτὸν προσδοκῶσι καὶ ἐπίδεν ἐπὶ τὴν ταπείνωσιν τῶν κακοχουμένων ἐν τῇ αὐτοῦ φιλανθρωπίᾳ, καὶ τοὺς ἀπίστους διεσκόρπισεν ὡς λύκους καὶ φθορέας, τὰ δὲ πρόβατα τῆς αὐτοῦ ποίμνης συνήγαγεν διὰ τῶν ἁγίων αὐτοῦ, ἐπέχων ἀδελφοὺς κατὰ πρόσωπον, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν, ὅτι ὁ Θεὸς πρόσωπον ἀνθρώπου οὐ λαμβάνει· οὐ γάρ ἐστι προσωπολημψία παρὰ τῷ Θεῷ[2]. Ἐν γὰρ παντὶ ἔθνει ὁ φοβούμενος τὸν Κύριον καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν.

2. Ὅθεν οἱ δοῦλοι αὐτοῦ μιμούμενοι τὸν ἑαυτῶν δεσπότην καὶ τοῖς ἀνθρώποις συναναστρεφόμενοι, τὰ τῶν ἀνθρώπων παρεκάλουν καταλιπεῖν, εἶναι οὖν αὐτῷ ἐπιζητοῦντες καὶ ἐν τῇ ἄνω ὁμίλῳ διατρίβειν σὺν τῷ χορῷ τῶν δικαίων. Καὶ γὰρ ἐν σαρκὶ ὄντες τὰς ἐπιθυμίας τῆς σαρκὸς ἀπεδίωκον, τὰ ἄνω φρονοῦντες, τοῖς ἄνω ἐγκαταπεσεῖν σπουδάζοντες, τὴν καλὴν ὁμολογίαν ἀνέχοντες ἐν ἑαυτοῖς, πιστεύοντες τῷ εἰπόντι· Ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν[3], καὶ τό· Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου[4], πάντα ἑκουσίως ὑπομένοντες, τύμνησιν σαρκός, κρύος δειλινόν, φλόγα ἡλίου, ἐνίον, ἀγρυπνίαν, εἴναον, δίψαν, πόνον, ὀκνίαν, βασάνους καὶ μάστιγας, καὶ αὐτὸν τὸν θάνατον, στερεοῦν δόξης καὶ κάλλους σώματος, συγγενεῖς καὶ γονεῖς κατέλιπον καὶ ἠξιώθησαν τῶν ἐπουρανίων αὐλῶν καὶ τῆς θείας συνοικίας, συνόμιλοι ἀγγέλων καὶ ἀρχαγγέλων ἀναδειχθέντες, καὶ ἐγένοντο φωστῆρες τοῦ κόσμου, νοσοῦντων ἰατροί, οδηγοὶ τῆς εὐσεβείας, λύχνοι φωταγωγοῦντες ψυχάς, σίδηρος ἀνοίγων ἀκοὰς βαρβάρων εἰς ὑπακοὴν πίστεως καὶ ἔργων ἀγαθῶν, πάντα τὰ ἀνιᾶτα πάθη ἐκτείνοντες διὰ τὸν ἐν αὐτοῖς ἐνοικοῦντα Θεόν, πάντα καρτεροῦντες διὰ τὸν Κύριον. Ἠξιώθησαν κληθῆναι καὶ ἀδελφοὶ καὶ ἀδελφαί, καὶ μητέρες καὶ θυγατέρες καὶ τέκνα Χριστοῦ, οὐ μόνον δὲ τέκνα, ἀλλὰ καὶ κληρονόμοι Θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ. Ἀποστολικῷ γὰρ βίῳ καὶ λόγῳ οὗτοι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν ἐξέλαμψαν, καὶ ὃν τρόπον ἄνωθεν ὁ ἥλιος καὶ οἱ λοιποὶ φωστῆρες διαφόρῳ λάμπει φωτὶ τοὺς ἐν κόσμῳ, οὕτως οἱ ἅγιοι ἐκ τῶν τεσσάρων κλιμάτων ἐξελάμπουν, δόξαν καθώς φησιν ὁ ἀπόστολος, ἀλλ' ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ° ἐν δόξῃ (1). Ὥσπερ γὰρ ὁ Θεὸς τὸ φῶς 10 κατεκερμάτισεν εἰς τοὺς μεγίστους φωστῆρας καὶ τὰ ἄστρα, καὶ τὸν μὲν ἕνα ἔταξεν εἰς ἀρχὰς τῆς ἡμέρας, 5 ὥστε τοῖς φυτοῖς ἐνεργεῖν καὶ ταῦτα θάλπειν καὶ πρὸς αὔξησιν ἐπείγειν, τὸν δὲ δεύτερον φωστήρα ἔταξεν εἰς ἀρχὰς τῆς νυκτὸς πρὸς παραμυ θίαν τοῖς ὁδοιποροῦσι καὶ ναυτιλλομένοις, τὰ δὲ ἄστρα φαίνειν πάλιν καὶ τὸν οὐρανὸν ἐγκαλλωπίζειν. Καὶ πάλιν, ὃν τρόπον ἔθετο ὁ Θεὸς διαφορὰν ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσση, καὶ ἐν τοῖς καρποῖς καὶ ἐν ταῖς 10 ὥραις τοῦ ἐνιαυτοῦ, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀνθρώπων ἐποίη- σεν, τὸν μὲν ἰσχυρόν, τὸν δὲ ἀσθενῆ, καὶ τὸν μὲν βραχύν, τὸν δὲ ὑψηλὸν κατασκευάσας, καὶ τὸν μὲν ὡραιότητι λάμποντα, τὸν δὲ ἄμορ φον ἐποίησεν, κατὰ τὸ εἰρημένον· Η οὐκ ἔχει 18 ἐξουσίαν ὁ κεραμεύς ἐκ τοῦ αὐτοῦ πηλοῦ ποιεῖν σκεύη, τὰ μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτι 15 μίαν (2); Οὕτως ὁ Θεὸς τὴν χάριν καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύμα τος κατεμέρισεν κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου πίστεως, καθώς φησιν ὁ ἀπόστολος Παῦλος· Τῷ μὲν γὰρ ἐν τῷ αὐτῷ Πνεύματι δίδοται χαρίσματα ιαμάτων, άλλων λόγος σοφίας καὶ τὰ λοιπά (3). Καὶ καθάπερ ἐν τοῖς ἄστροις καὶ τοῖς λοιποῖς οἷς εἶπον πολλὴ ἡ διαφορά, οὕτω καὶ τὸ ἐπὶ τῆς γῆς· τῇ μὲν γὰρ δέδωκεν ὁ Θεὸς ὕλην χρυσοῦ, τῇ δὲ ἀργύρου, ἑτέρα δὲ χαλκοῦ, ἄλλη σιδήρου, τῇ δὲ λίθου τιμίου". Ἡ δὲ αὐτὴ γῆ μία μὲν οὖσα πολλὴν διαφορὰν ἔχει, τοῦτο καὶ ἐπὶ τῶν καρπῶν ἐστιν ἰδεῖν. Ἐκ γὰρ ἀκανθῶν ἀνατέλλουσι ῥόδα, οὕτω καὶ ἐκ τῆς ἀθέου γῆς καὶ φυλῆς τῶν Περσῶν ἀνέτειλαν ἄνδρες εὐσεβεῖς. Τί γὰρ ὑπάρχει τῶν 25 Περσικών νόμων τὰ μαθήματα; Ἀστρολογία, ἀστρονομία, γοητεία, μύθοι δαιμονικοί, ἀθέμιτα λόγια ", εἰδωλολατρείαι, ἀσέλγειαι· ταῦτα τῶν Περσῶν τὰ νόμιμα, ἀλλὰ καὶ ἐκ τούτων ἐξελέγξατο ὁ Θεὸς τοὺς ἀξίους αὐτοῦ, τοὺς ἀθετήσαντας τὴν πατρώαν ἀσέβειαν καὶ ἐπεγνωκό τας αὐτόν. Ἐκ ταύτης γὰρ τῆς 1 Χαλδαίων γῆς καὶ ὁ προπάτωρ 30 Αβραάμ ὑπάρχων ἐπέγνω τὸν ἐπὶ πάντων Θεόν, ᾧ καὶ εἶπεν ὁ Θεός· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς" γῆν ἣν ἂν σοι δείξω (4). Ὡσαύτως καὶ ἐν τοῖς ἐσχάτοις καιροῖς ἐνανθρωπήσαντος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ, πολλοὶ ἐκ τῆς τῶν Χαλδαίων γῆς τῷ φωτὶ τῆς θεογνωσίας ἐξέ λαμψαν. Ἀλλ᾽ ἐπὶ τὴν διήγησιν ἐλεύσομαι· μετὰ τὸ προοίμιον ἡ ἀρχὴ τ τῆς διηγήσεως. 3. Βασιλεύοντος Κωνσταντίνου του μεγάλου βασιλέως καὶ συμβασιλεύοντος αὐτῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀνεφάνη ἀνήρ τις ἐν τῇ τῶν Ἀσυρίων χώρᾳ ὀνόματι Ἄββαρος, εὐσεβὴς καὶ φοβούμενος Fol. 57. τὸν Θεόν, ἐκ νέας αὐτοῦ ἡλικίας μελετήσας τὰ λόγια Κυρίου ὡς λόγια ὄντως ἁγνά (1). Οὗτος γὰρ ὁ θεοσεβῆς ἀνὴρ ἐδίδαξεν Θεὸν ἀγνοούμε νον οὐ μόνον σέβεσθαι, ἀλλὰ καὶ προσκυνεῖσθαι, καὶ ἤνοιξεν ἀκοὰς βαρβάρων ἀπέχεσθαι τῆς εἰδωλολατρείας τῶν αὐτῶν ματαίων θεῶν καὶ προσκολλᾶσθαι τῇ ποίμνη τοῦ Χριστοῦ καὶ ἀκούειν τῆς διδασκαλίας αὐτοῦ λεγούσης ὅτι· καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσωσιν (2). Ος καὶ διὰ τοῦ προφήτου φησίν· Εσονταί μοι εἰς λαόν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν (3). Παρήνει γὰρ ὁ προειρημένος Ἄββαρος λέγων αὐτοῖς· Ἀπόστητε τῆς πατρίψας ταύτης κακίας καὶ ματαιότητος τῶν ἐθισμῶν ὑμῶν, ἀστρολογίας, ἀστρονομίας, μὴ προσκυνοῦντες τὸ πῦρ, καὶ εἴδωλα μὴ σέβοντες, καὶ προσέλθετε πρὸς τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ βασιλέα τῆς δόξης Χριστὸν καὶ φωτίσθητε. Τούτοις τοῖς παρακλητικοῖς λόγοις ὑπεστήριζεν, εἴ τινας ηὕρισκεν ἀνθρώπους ζητοῦντας τὸν Θεόν, ἐπαγγελλόμενος αὐτοῖς τέκνα Θεοῦ γενέσθαι, οὐ μόνον δὲ τέκνα, ἀλλὰ καὶ κληρονόμους Χριστοῦ. Ἀνέτειλεν οὖν ἐν τῇ αὐτῇ χώρα τῶν Ἀσυρίων ἀνὴρ ἕτερος δίκαιος καὶ θεοσεβής, πρᾶος τῇ καρδίᾳ, ἀμύητος μὲν πρώην ὑπάρχων 4 τῶν θείων λογίων, ἐκπαιδευθεὶς δὲ ὑπὸ τῶν γονέων καὶ τῶν παιδευτῶν τὰ τῶν Περσῶν διδάγματα, καὶ τὴν μυσαρὰν αὐτῶν θρησκείαν, τοὔνομα ἔχων Δομέτιος. Οστις ἀναγνοὺς τὰ τῶν Περσῶν μαθήματα κατέγνω αὐτοῖς, τοὺς δὲ θείους νόμους ἢ ἐπεπόθησεν " γινώσκειν ', ἀκοὴν καὶ μόνην ειληφώς περὶ τοῦ προειρημένου χριστιανοῦ ὀνόματος * Αββάρου· ὅστις Ἄββαρος περιήει τὴν ἐφήμερον τροφὴν ἑαυτῷ ποριζόμενος. Οὗτος ἰδὼν τὸν Δομέτιον ἐν ἀγορᾷ, μειράκιον ὄντα, θερμὸν δὲ τῷ νωῖ καὶ τῇ καρδίᾳ, καὶ γνοὺς τῇ τοῦ Χριστοῦ δυνάμει μέλλειν ἔσεσθαι αὐτὸν σκεῦος ἐκλογῆς, ἐπειράτο προσκολλάσθαι αὐτῷ ἔτι ἐν γονικοῖς κόλποις θαλπομένῳ. Όποτε γὰρ τοῦτον ἐν τοῖς ἰδιάζουσιν ηὕρισκεν, λόγοις θείοις κατήχει προτρε πόμενος αὐτῷ ἀπὸ τῆς πατρῴας θρησκείας καὶ ματαίας πλάνης τῶν εἰδώλων ἀπέχεσθαι παραινῶν καὶ λέγων· Αναχώρει ταύτης τῆς ἀθέου μελέτης· οὐδὲν ὀφελήσουσίν σε οἱ πατρῷοί σου θεοί· ξύλα γὰρ ὑπάρ χουσι καὶ λίθοι, ὀφθαλμοὺς ἔχουσι καὶ οὐ βλέπουσιν, ὦτα ἔχουσι καὶ οὐκ ἀκούουσι, στόμα ἔχουσι καὶ οὐκ ἐσθίουσιν, οὐδὲ λαλοῦσιν, οὐδὲ βιαζόμενον το βοηθοῦσιν, οὐδὲ δεομένων καὶ παρακαλούντων κρατ τοῦσι 11 (1). Κατανόησον καὶ ἴδε πῶς οἱ ταῦτα ποιοῦντες ἐξ ἀφανών 18 καὶ ἀνενεργήτων 18 ξύλων καὶ λίθων ταῦτα ἐγκόπτοντες ἀναγλύφουσι ταῖς ἰδίαις αὐτῶν χερσίν· καὶ εὐθέως προσπίπτοντες * λέγουσιν· θεὸς ἡμῶν ἐστιν· ἐστὶν δὲ ἀληθῶς 15 Θεὸς ἰσχυρός, Θεὸς ζώντων καὶ νεκρῶν, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν, ὁ τροφὴν παρέχων οὐ μόνον τῷ γένει τῶν ἀνθρώπων 16, ἀλλὰ καὶ 17 πετεινοῖς καὶ ἑρπετοῖς, καὶ τετραπό δοις 15, ὁ γνῶσιν διδοὺς πᾶσιν ἡμῖν 19, ὁ ἑκάστῳ ἀποδιδοὺς ἢ κατὰ τὰ ἔργα αὐτοῦ, ὁ ει ἄπειρον πῦρ ἑτοιμάσας τοῖς μὴ γινώσκουσιν αὐτὸν καὶ ἀθετοῦσιν τὸν νόμον αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ἂς ἐνετείλατο διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν καὶ ἀποστόλων καὶ μαρτύρων, καὶ θείων αὐτοῦ λογίων· ὅπως κατάκριτοι γένωνται οἱ τὰς ἐντολὰς αὐτοῦ ἀθετοῦντες κατὰ τὸ γεγραμμένον (2). Μετὰ πρώτην και δευτέραν νουθεσίαν τὸν τοιοῦτον παραιτοῦ, εἰδὼς ὅτι ὁ τοιοῦτος ἐξεστραμμένος ἐστίν, καὶ ἴσμεν ὅτι ὁ παρὰ τοῦ κριτοῦ καταδεδικασμένος ἀνέλπιδος προσδοκίας ἀγαθῆς ἐστι, μᾶλλον δὲ νουθεσίας ἑτέρας ἐστὶν ἀνάξιος φιλανθρωπεύεται γὰρ ὁ Θεὸς καθ᾿ ἡμῶν ὀργιζόμενος, οὐδεὶς κατάκριτης προθεσμίαν ὁρίζει, τοῖς δὲ γινώσκουσι μᾶλλον δὲ καὶ ἐπιγινώσκουσι δέδωκεν αὐτοῖς τέκνα Θεοῦ καλεῖσθαι, εἰ δὲ τέκνα Θεοῦ καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ (3). Διο 21 κεχάρισται τα ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οἷς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν 10 (1) 4. Ταῦτα ἀκούσας ὁ Δομέτιος ἤρξατο κατὰ μικρὸν τῶν γεγεννηκότων ἀπωθεῖσθαι τὰς συγγενείας καὶ τοῖς βήμασι τῶν δικαίων άκολουθεῖν, ἐρωτῶν καὶ πυνθανόμενος τίς ἂν εἴη ἡ ἀνταπόδοσις τοῖς διὰ Θεὸν θλιβομένοις. Μπορει 4 δὲ περὶ τὸ μανθάνειν, ἕκαστος γὰρ τῶν κατὰ τὸν τόπον ἐκεῖνον εὐσεβῶν ἐν ἑαυτῷ εἶχεν τὸν τίμιον μαργαρίτην κατὰ τὸ γεγραμμένον· Μὴ βάλετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων μή ποτε καταπατήσουσιν αὐτούς, καὶ στραφέντες δήξουσιν ὑμᾶς εὐλαβομένους (2), μή τις τοῦτο ἀκούσας ὅτι χριστιανός ἐστιν, οὐ γὰρ παρρησίᾳ ἐλάλει τὸν λόγον, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ βλέπων ἀποδώσει αὐτῷ ἐν τῷ φανερῷ 4. Ταῦτα καὶ τὰ τοιαῦτα ὁ γενναῖος ἀκούσας * ἔλεγε τοῖς γονεῦσιν αὐτοῦ· | ' ἀνόητοι, τί σέβεσθε * ήλιον, στοιχεῖον ὑπό τινος μείζονος πεπλασμένον, οὐδὲ γὰρ αὐτόματος ὑπάρχει *, ἐφ᾽ ὅσον ἀσθενείᾳ καὶ αὐτὸς ὑπόκειται, ὅτε 10 μὲν ἔκλειψιν ὑπομένων, ὅτε 11 δὲ καὶ παντελῶς ἀφώτιστος 10 γενόμενος; Τί δαι 1 σέβεσθε πῦρ, ὃ σβεννύουσιν * ἄνθρωποι, καὶ ἀέρα καὶ ὕδωρ· πῦρ γὰρ μὴ ἔχων ὕλην ἀπόλλυται, ὕδωρ δὲ μὴ ἔχων γῆν ὑποστηρίζουσαν, πῶς ἂν ὑφίσταται; Ταῦτα ἔλεγεν ὁ γενναῖος " τοῖς γεγεννηκόσιν ὡς ἐν παραβολῇ 16. Καὶ οἱ μὲν γονεῖς κατ᾽ ὀλίγον ἐμάνθανον τοῦ νέου τὴν εἰς τὰ θεῖα λόγια θερμότητα, καὶ παρήνουν λέγοντες 17. Ω τέκνον, τίς σε ἐβάσκανεν; Τίς ὑπέθετό σοι λόγια τὰ μὴ πρέποντα λόγοις * Ασυρίων; Ἕως τοῦ νῦν κεφαλαργίαν ἡμῖν παρείχες ἐκζητῶν καὶ ἐπιποθῶν μανθά νειν τὸν πατρῷον ἡμῶν νόμον, νῦν δὲ τί σοι γέγονεν 19; Καὶ ἐπηπείλουν αὐτῷ, αὐτὸς δὲ ἂν ἐπάθει 30 καὶ ἔστεργεν 31, ἐν κρυφῇ τούτῳ 20 προσηύχετο λέγων· Πάτερ οὐράνιε, ῥῦσαί με ἐκ τῆς δυσώδους λατρείας ταύτης. Καὶ μέτρον ἡλικίας λαβών 30, μᾶλλον δὲ καὶ φρενών, ἀπέδρα τοὺς γόνεις καταλιπών σὺν αὐτοῖς συγγενεῖς καὶ φίλους καὶ ἀδελ φους 2 καὶ συνηλικιώτας καὶ τὰ τὰ οἰκεῖα καὶ τὰ τοῦ γένους τερπνά πάντα καὶ 35 τὸν ποθούμενον 38 ἀνθρώποις πλοῦτον, εἰσεπήδησεν εἰς μοναχικόν καταγώγιον εἰς πόλιν τινὰ Νητζίβην λεγομένην· αὕτη ἔστιν Ῥωμαίων καὶ Ἀσυρίων μεθόριον, ἀμφότεροι γὰρ 39 ταύτην νομεύον ται (1), καὶ πρῶτον μὲν τῆς θείας δωρεάς μετασχών 5, ἐφωτίσθη τὴν ψυχὴν καὶ τὸ σῶμα. 5. Ἔπειτα 1 εἰς ἀκρόασιν ἑαυτὸν τῶν θείων γραφῶν ἀπησχόλει, παρεκάθητο γὰρ τοῖς ἀσκηταῖς καὶ τοῖς τὴν τῶν γραφών μάθησιν παιδευομένοις. Ταύτην δὲ μόνην είχε τροφὴν κατὰ τὴν γραφήν ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ Ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ πάντι ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ (2), την θείαν ἀκρόασιν πλείονα δ τροφῆς προτιμῶν. Ὅποτε γὰρ ο γέγονεν καιρὸς κατὰ τὸ εἰωθὸς ἐν τοῖς μοναχικοῖς καταγωγίοις τίθεσθαι τράπεζαν καὶ τῆς δορεᾶς τοῦ Θεοῦ ἀπολαύειν, καὶ τὰ συνήθη τῇ γαστρὶ παραπέμπεσθαι, ἔμενεν αὐτός ποτε μὲν ἐν τῷ αὐτῷ 10 τόπῳ καθήμενος " ἐννοῶν καὶ διαλογιζόμενος καὶ ἀναμνημονεύων τὰ λεχθέντα ἐν τοῖς ἀναγνώσμασί, ποτε δὲ ἐγειρόμενος ἔκρυβεν 18 ἑαυτὸν καὶ τὸν Θεὸν ἱκέτευεν 18 ἵλεων 14 γένεσθαι, καὶ 15 κατὰ τὴν θείαν γραφήν προσευχόμενος ἔλεγεν 10. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου (3), καὶ 17 τό Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου (4). Τῶν δὲ συμφοιτητῶν τοῦτον ἐπιζητούντων ἐν τῇ τραπέζῃ, καὶ μὴ βλεπόντων αὐτόν 18, κατὰ τὸ εἰωθὸς καὶ 1 τὸ πρέπον, τούτων ἐγειρομένων 50 ἐκ τῆς τραπέζης, ἐζήτουν οι καὶ εὑρίσκοντες Σε αὐτὸν παρήνουν αὐτὸν 2 λέγοντες· Μὴ οὕτως, τέκνον, θερμώς 20 κεχρήσῃ 24 τῇ ἀσκήσει· δύνασαι κατὰ μέρος τὴν ἐπιθυμίαν 25 πληρῶσαι καὶ πάσας τας γραφάς, εἰ βουλήθης ο ἡμῖν συναναστρέφεσθαι, έκμαν θάνειν· μὴ οὖν ἐπείγου, ἀλλὰ συνάσκει καὶ σύμπραττε, καὶ συνέσθιε ἡμῖν, καὶ μηδὲν περαιτέρω ἡμῶν 29 βούλου ποιεῖν, μήτε ἄϋπνος διάγειν 30, μελετῶν τὰ διδάγματα. Πρόκριμα 3' ἡμῖν ποιεῖς 32 πρὸς τὸν ἡγούμενον ἡμῶν τὰ καὶ διδάσκαλον, ἡμῶν μὲν ἐσθιόντων, μὴ συνεσθίων ἡμῖνα, καὶ ἡμῶν ἀναπαυομένων μή καθεύδων. Οὗτος και δε μηδένα τούτων τῶν συμβούλων λογιζόμενος, μᾶλλον τῆς ἰδίας ψυχῆς ἐπεμελεῖτο, ταῖς ἀκορέστους γραφαῖς ἑαυτὸν ἀναγκάζων, καὶ τῆς ἑωθινῆς προλαμβάνων πάντας ηγείρετο ψάλλων. Μετὰ δὲ τὴν ψαλμῳδίαν τὴν κοινὴν τοῖς ἀναγιγνώσκουσιν ἢ ἐκμανθάνουσιν παρεκάθητο 4. Εκμαθών 45 δὲ καὶ 40 γράμματα παρά τῶν συμφοιτητῶν καὶ λαβὼν τὸ μοναχικόν σχήμα, ἤρξατο ἀκριβῶς τὴν διὰ τῶν γραμμάτων ἀνάγνωσιν ποιεῖσθαι, καὶ τοῖς ἀναγινώσκουσιν ἑαυτὸν ἀπησχόλει ἕως τῆς ψαλμῳδίας τῆς τρίτης ὥρας· μετὰ δὲ τὴν ψαλμῳδίαν τὴν ἐπιτελουμένην τρίτην ώραν τῆς ἡμέρας, πάλινει τὴν ἀνάγνωσιν τῶν θείων γραφῶν ἐπιποθών κατελάμβανε τα σπεύδων τὸν τόπον τῶν παιδευμάτων πληρῶσαι. Τοῦτο δὲ ἐποίει καὶ ἐπὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν, οὐ τα βλέμμα ῥέμβον ἔχων οὔδε διάνοιαν, οὐχ ὁμιλίαν παρά τινος δεχόμενος, ἀλλὰ τὸν αὐχένα καὶ τὸν νοῦν ἔκαμπτεν ἐπὶ τὸ σπουδαζόμε νον· μετὰ δὲ τὴν ἐννάτην ώραν τα καὶ τὴν συνήθη ψαλμωδίαν κατὰ τὸ εἰωθὸς τοῖς μοναστηρίοις καὶ μάλιστα τοῖς ἐκεῖσε ἐπὶ τὴν δωρουμένην παρὰ τοῦ Θεοῦ τράπεζαν παρεγίνοντο· αὐτὸς δὲ μόνος έμενε μελετών καὶ ἀναγινώσκων τὰ θεῖα λόγια. Ὅτε δὲ οἱ συμφοιτηταί τοῦτον ἐκά λουνε μετασχεῖν τῆς τραπέζης, ἀπεκρίνατο αὐτοῖς λέγων· Γέγραπται· ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας (1). Δεῖ οὖν τὸν μοναχὸν πᾶσαν μὲνει τὴν ἡμέραν ἐργάζεσθαι κατὰ τὸ γεγραμμένον· Ἐργάζεσθε, φησίν, ἕως ἡμέρα ἐστίν, ἔρχεται νὺξ ὅτε οὐδείς δύναται ἐργάζεσθαι (2), ἐν ἑσπέρᾳ δὲ ἐσθίειν εὐχαριστοῦντα58 τῷ Θεῷ τῷ δοτῆρι τῶν59 ἀγαθῶν· ἡμᾶς60 δὲ δεῖ ἐργάζεσθαι καὶ κοπιᾶν, ἵνα τινὰ καρπὸν σχῶμεν ἀγαθῶν | ἐκ μετανοίας Fol. 60v. καὶ εἰλικρινοῦς καρδίας60. Οὕτω τοίνυν ὁρῶντες οἱ συμφοιτηταὶ τοῦ δικαίου61 τοῦτον πολιτείᾳ σεμνῇ καὶ λόγῳ κόπτοντα παρὰ τοὺς συν- 5ηλικιώτας, ἤρξαντο τοῦτον βασκαίνειν καὶ βδελύττεσθαι αὐτὸν62 καὶ ἀποφεύγειν63. Καὶ σχίσμα γέγονεν64 ἐν τῷ μοναστηρίῳ δι' αὐτόν65, καὶ διέβαλλον αὐτὸν πρὸς τὸν ἡγούμενον καὶ διδάσκαλον τῆς παλαίστρας φθονοῦντες αὐτῷ καὶ66 ἐμπαίζοντες, ἄλλοι δὲ ἔλεγον· Θεοῦ δοῦλός ἐστιν. Ὁ δὲ ἅγιος67 Δομέτιος ἔφη· Εἰ μὲν σκάνδαλόν τισιν ὑπάρχω, 10εἴπατέ μοι καὶ ὑποχωρῶ. Εἰ δὲ φθονοῦντες τοῖς εὐσεβεῖν βουλομένοις λοιδοροῦσιν, οὗτοι τῆς ἁγίας ποίμνης οὐκ εἰσιν ἄξιοι.

quorum
invidiam
fugiens,
6. Τότε1 κατὰ τὸ εἰωθὸς αὐτῷ προαναστὰς ἐν νυκτὶ ἐπὶ τὴν ψαλμῳ- δίαν, λαθὼν2 ἀπέδρα, λογιζόμενος3 μήπως4 μεταξὺ τῶν ποθούντων καὶ φθονούντων5 ζῆλον ὁ ἀντικείμενος ἐγείρας πράξῃ τι τῶν μὴ πρε- 15πόντων χριστιανοῖς μεταξὺ τῶν ἀσκητῶν. Οὕτως δὲ ἀπήγετο μὴ γινώσκων τοὺς τόπους τῆς ὁδοῦ, ὡς καὶ περιπεσὼν θηρίοις λύκοις αἱμοβόροις8, ἐπεκαλέσατο τὸν Θεὸν λέγων· Κύριε Ἰησοῦ Χριστέ, ὁ ῥυσάμενός με τῆς ὕλης τῆς πατρῴας θρησκείας, ῥῦσαί με ἐκ τούτων τῶν θηρίων καὶ ἀσινῆ διαφύλαξον ἐμὲ τὸν δοῦλόν σου. Καὶ εὐθέως 20βλοσυρὸν βλέψαντες εἰς αὐτὸν οἱ θῆρες ἀνεχώρησαν, καὶ ὁδηγηθεὶς ὑπὸ τῆς χάριτος ἐπὶ τὴν βασιλικὴν στρώτην9[5] εὐθυδρόμησεν. Ἐπιτυ- χὼν δὲ ὁδοιπόροις10 ἠρώτα καί φησιν11· Ἀδελφοί, ποῦ πορεύεσθε; Οἱ δὲ ἀπεκρίναντο αὐτῷ λέγοντες· Ἐν τῇ πόλει. Ὁ δὲ εἶπεν· Ποία12 ταύτη; Καὶ πόσον ἀφέστηκεν νῦν παρ'13 ἡμῶν; Οἱ δὲ ἔφησαν· Ἐν τῇ πόλει 25Θεοδοσίου, ἥτις | καὶ ἕως τοῦ νῦν Θεοδοσιούπολις[6] κέκληται14· Fol. 61r.


— 58 εὐχαριστῶν 2. — 59 πάντων 2. — 60 (ἡμᾶς δὲ - καρδίας) om. 2. — 61 (τοῦ δικ.) om. 2. — 62 om. 2. — 63 ἀπ' αὐτὸν add. 2. — 64 δι' αὐτὸν add. 2. — 65 δὲ αὐτ. om. 2. — 66 (αὐτ. καὶ) καὶ αὐτῷ 2. — 67 om. 2.
6. — 1 οὖν add. 2. — 2 λαβών 2. — 3 λογισάμενος 2. — 4 μὴ 2. — 5 μισούντων 2 et add. πεποιθὼς ἐπὶ τῷ Κυρίῳ. — 8 αἱμοβόρ. λύκ. 2. — 9 στράταν 2. — 10 τισίν add. 2. — 11 (καὶ φησίν) αὐτοὺς 2. — 12 ἐν ποίᾳ 2. — 13 (νῦν παρ') ἀφ' 2. — 14 καλεῖται 2.

  1. ↑ In synaxariis et kalendariis diversis diebus fit S. Dometii commemoratio, nempe 23 martii, 5 iulii, 7 augusti, ut in codicibus nostris, 4 octobris et 8 novembris. Qui diebus 7 augusti et 4 octobris celebratur in Synaxario Sirmondi, ibi annuntiatur cum notitia quae est Actorum hic editorum merum compendium. Quod colitur S. Dometius die 5 iulii, id ex ipsis eius Actis probe intellegitur, ubi dicitur (n° 22 in fine) eius corpus repertum et translatum fuisse ἐν μηνὶ πανέμῳ πέμπτῃ, id est 5 iulii. Demonstravit vir cl. R. Abicht (loc. cit.) legendam slavicam, quae in codice Suprasliensi affigitur diei 23 martii, non esse aliud quam Actorum nostrorum ultimam partem.
  2. ↑ Colorss., III, 25.
  3. ↑ Marc., VIII, 35.
  4. ↑ Matth., XXV, 34.
  5. ↑ Videsis in Tabula Peutingeriana viam, βασιλικὴν στρώτην, descriptam ab urbe Nisibena versus Rhesainam seu Theodosiopolim. Transibat ista via per loca denominata Macharta et Rene, et iter integrum Nisibim inter et Rhesainam erat milliariorum geographicorum decem et septem. Cf. RITTER, Erdkunde, t. VII, p. 376.
  6. ↑ Plures in Asia nuncupantur civitates isto nomine, sed hic designatur urbs haud procul ab Edessa sita in eparchia Osrhoenes; vide GELZER, Georgii Cypri descriptio orbis romani, pp. 45 (nº 895), 154. Prius vocabatur Ῥαίσαινα, sed

πολὺ δὲ ἀφ' ἡμῶν ἀφεστήκει, δύο ἡμερῶν μέτρον ὁδοῦ. Ὁ δὲ ἔφη· Πορεύομαι15 μεθ' ὑμῶν. Πορευομένων δὲ αὐτῶν, ὅποτε γέγονεν καιρὸς ἄρτου μεταλαβεῖν, ἔμενεν κατ' ἰδίαν ἄσιτος προσευχόμενος καὶ αἰνῶν τὸν Θεόν. Ὅποτε δὲ οἱ συνοδοιπόροι μεταλαβόντες τροφῆς ἐγείροντο16 5ἐκ τῆς τραπέζης, εὕρισκον τὸν δίκαιον17 εὐτρεπισμένον εἰς τὴν ὁδόν, καὶ18 ἔλεγον αὐτῷ· Τί τοῦτο ἐποίησας ἡμῖν ὅτι οὐ μετέλαβες ἄρτον σὺν ἡμῖν; Καὶ ἐνεκάλουν αὐτῷ· ὁ δὲ προσεφασίζετο19 ποτὲ μὲν ἀηδίζεσθαι λέγων, ποτὲ δὲ καὶ μεταλαβεῖν τροφῆς. Οἱ δὲ συνοδοιπόροι ἔλεγον τῷ 10δικαίῳ· Εἰ μὲν σωματικῶς ἀηδίζει, ἡμεῖς σοι ποιοῦμεν εἴ τι δ' ἂν ὀρέγῃ. Εἰ δὲ οὐ πρόσκεινταί σοι ἀναλώματα, ἡμεῖς πάλιν θρέψομέν σε ἕως ἂν εἰς τὴν πόλιν καταντήσωμεν. Καὶ οὕτως ἔμεινεν ἀσιτῶν πᾶσαν τὴν ἡμέραν. Ἑσπέρας δὲ καταλαβούσης, πάλιν κατήντησαν ἐν πανδοχείῳ ἔνθα εἰσελθὼν πάντας ἐκρύβη. Καὶ κλίνας τὰ γόνατα ἐπὶ τὴν γῆν 15προσηύχετο τῷ Θεῷ ἀπὸ ἑσπέρας ἕως πρωΐ. Καὶ ἐπεζήτουν αὐτὸν οἱ ἄνδρες οἱ συνοδοιπόροι αὐτοῦ. Ἔωθεν δὲ ἐγερθεὶς ὁ δίκαιος ἐκ τῆς εὐχῆς, ἀπελθὼν πρὸς αὐτοὺς ἠσπάσατο αὐτούς, πάλιν δὲ ἤρξαντο ἐγκαλεῖν αὐτῷ. Τινὲς δὲ ἐξ αὐτῶν εἶπον πρὸς ἀλλήλους· Μὴ ἐκ τούτων ὑπάρχει τῶν Σαμαρειτῶν, οἵτινες οὐ συγκαλοῦνται, οὐδὲ συνεσθίουσί 20τινι εἰ μὴ τοῖς συνεθνέσιν αὐτῶν[1]; Καὶ ὁ δίκαιος ἀπεκρίνατο αὐτοῖς· Ἐγὼ χριστιανός εἰμι, καὶ τούτῳ τῷ ὀνόματι προθύμως ἑαυτὸν ἐξέ- δωκα, καταλιπὼν20 κατὰ τὴν γραφὴν καὶ γονεῖς, καὶ πατρίδα καὶ πλοῦ- τον[2], ἔσπευσα δὲ καὶ σπεύδω Θεοῦ δοῦλος καὶ γίνεσθαι καὶ καλεῖσθαι. Οἱ δὲ εἶπον πρὸς αὐτόν· Ἀληθῶς, καὶ ἡμεῖς χριστιανοί 25ἐσμεν, καὶ ἐπιφερόμεθα καὶ τὰ νωτοφόρια ἡμῶν ἀπαρχὰς τῶν καρ- πῶν ἡμῶν ὧν ὁ Θεὸς παρέσχεν διὰ τῶν χειρῶν ἡμῶν ἀποφέρομεν εἰς τινα μοναστήριον τοῦ ἁγίου μάρτυρος Σεργίου[3]. Σὺ δέ, ὡς λέγεις, χριστιανὸς ὑπάρχεις, διὰ τί οὐ συνέφαγες ἡμῖν; Ὁ δὲ φησίν· Ἠσχύνθην μόνος ὢν μετὰ πολλῶν λαβεῖν τροφήν, πλὴν μὴ λυπεῖσθε 30πρὸς μέ, ἔχομεν καιρὸν εἰς τὸ ἐσθίειν. Καὶ ἐξελθόντες ἐκ τοῦ πανδο- χείου ἐπορεύοντο τὴν προκειμένην ὁδὸν καὶ ὁ δίκαιος μετ' αὐτῶν. Καὶ πάλιν κατήπειγεν αὐτοὺς ὁ καιρὸς ἄρτου μεταλαβεῖν, καὶ πάλιν πρό-


— 15 πορεύσομαι 2. — 16 ἐγειρόμενοι 2. — 17 (τὸν δικ.) αὐτὸν 2. — 18 om. 2. — 19 προεφασίζετο 2. — 20 καταλείπων 2. — 21 οὖν add. 2.

    ab anno 380 quo a Theodosio magno restaurata et amplificata est, dicta fuit Theodosiopolis. Cf. LE QUIEN, Oriens christianus, t. II, p. 979-80; RITTER, op. cit., p. 375-79.

  1. ↑ Cf. Ioh., IV, 9.
  2. ↑ Matth., XIX, 29.
  3. ↑ De S. Sergio, martyre in Oriente celeberrimo, cf. Act. SS., Oct. t. III, p. 833 sqq.; Anal. Boll., t. XIV, p. 373 sqq.
φασιν ποιησάμενος οὐκ ἠβουλήθη μεταλαβεῖν. Οἱ δὲ λυπηθέντες, ἅμα

δὲ καὶ ὀργισθέντες εἶπον πρὸς αὐτόν· Ὁρκίζομέν σε κατὰ τοῦ Θεοῦ τοῦ ἐτάζοντος καρδίας καὶ νεφρούς[1], τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, ἵνα ἡμῖν εἴπῃς, εἰ χριστιανὸς ὑπάρχεις, καὶ δι' ἣν αἰτίαν 5ἐπησχύνθης ἄρτου μεταλαβεῖν μεθ' ἡμῶν. Ὁ δὲ δίκαιος ἔφη· Θεὸν μάρτυρα καλῶ, ἀδελφοί, οὐχ ὡς ἐπαισχυνθεὶς οὐκ ἔφαγον ἄρτον μεθ' ὑμῶν, ἀλλ' ὅπως αἰσχυνθῇ ὁ διάβολος ὁ ἀεὶ βουλόμενος θλίβειν τοὺς θέλοντας ζῆν εὐσεβῶς· ἐν μοναστηρίῳ γὰρ ἤμην ἐν Νιτζίβῃ, καὶ φθόνον ἐγείραντές μοι οἱ ἐν τῷ μοναστηρίῳ ὄντες ἀδελφοί, θλίψαντές 10με ἀπεδίωξαν, κατὰ τὸ γεγραμμένον, θέλοντός μου ὑπωπιάζειν τὸ σῶμα καὶ δουλαγωγεῖν ἵνα τινὰ καρπὸν εὐλογίας ἑαυτῷ πορίσωμαι ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, ἐν ᾗ μέλλει ὁ Θεὸς κρίνειν τὸν κόσμον καὶ ἑκάστῳ ἀποδίδοναι κατὰ τὰ ἔργα αὐ|τοῦ[2]. Καὶ ἰδοὺ ἐξ ἐκείνης τῆς ὥρας ἧς Fol. 62r. ἐδιώχθην, πελάζομαι ἐξ ἡμέρας ἤδη μηδενὸς μεταλαβών· οὐ γὰρ μετα15λάβω τροφῆς ἕως οὗ πάλιν ὁ Θεὸς εἰσαγάγῃ με πρὸς ποίμνην ἁγίων αὐτοῦ προβάτων. Οἱ δὲ ἀκούσαντες ἐθαύμασαν, καὶ ἐδόξαζον τὸν Θεὸν καὶ θερμότερος ἐγένετο ὁ ζῆλος αὐτῶν εἰς τοὺς ἁγίους, καὶ εἶπον αὐτῷ· Ἀδελφέ, δεῦρο εἰ βούλει, καὶ εἰσαγάγομέν σε ἐν τῷ αὐτῷ μοναστηρίῳ ἐν ᾧ καὶ καρποφορίαν ἔχοντες πορευόμεθα, τὰς ἀπαρχὰς 20τῶν καρπῶν ἡμῶν προφέροντες. Καὶ εἶπεν· Πορεύσομαι ἅμα ὑμῖν ὅπου ὁ Θεὸς βούλεται.

daemone
in itinere
devicto,
7. Πορευομένων δὲ αὐτῶν ἐξέκλινεν ὁ καιρὸς τῆς ἡμέρας. Καὶ ἰδοὺ ἀπεῖχον τῆς πόλεως Θεοδοσίου μίλια δύο ἢ τρία, καὶ παρεβιάζοντο ἑαυτοὺς ἐν τῇ πόλει αὐλισθῆναι. Ὁδοιπορούντων δὲ αὐτῶν, ἰδοὺ 25ἀνεφάνη ἔμπροσθεν αὐτῶν ἀνὴρ ταπεινόφρων, σχῆμα εὐλαβείας περιβεβλημένος. Καὶ εἶπεν πρὸς αὐτούς· Ποῦ πορεύεσθε; Οἱ δ' ἔφησαν· Ἐν τῇ πόλει. Εἶπεν δὲ αὐτοῖς· Ταύτην ἔχω κἀγὼ τὴν σπουδήν· δεῦτε οὖν ἄγωμεν, ὁ γὰρ καιρὸς κατεπείγει. Ἑσπέρα γὰρ ἦν ἤδη ἀφεγγής, καὶ λέγει αὐτοῖς· Ἰδοὺ προάγω ὑμᾶς, ὡς καθ' ἑκάστην ὁδοιπορῶν 30ἐνταῦθα, ὑμεῖς δὲ ἀκολουθεῖτέ μοι, καὶ εἰ μὲν ἔχετε ξενίαν ἀπὸ ἑσπέρας ποῦ ξενισθῆναι· εἰ δὲ μή, προσλάβομαι ὑμᾶς πρὸς ἐμαυτὸν εἰς τὸν οἶκόν μου, καὶ ἀναπαυσάμενοι τὴν νύκτα, πορεύεσθε πρωΐας εἰς τὴν ὑμῶν ἀπόκρισιν. Καὶ ἰδοὺ ηὐχαρίστουν αὐτῷ οἱ ὁδοιπόροι, καὶ προεπορεύετο αὐτῶν. Ὁ δὲ ἤρξατο αὐτοὺς ἀπάγειν εἰς ἀκάνθας καὶ τάφρους, 35εἰς χειμάρρους καὶ κρημνούς. Οἱ δὲ εἶπον αὐτῷ· Ἀδελφέ, ἐπλανή|θης Fol. 62v.

  1. ↑ Hierem., XX, 12; 2 Tim., IV, 1.
  2. ↑ Matth., XVI, 27.
τὴν ὁδόν· αὕτη γὰρ οὐκ ἔστι στρωτὴ οὐδὲ εὐθεῖα. Ποῦ ἡμᾶς ἀπάγεις;

Ὁ δὲ πρὸς αὐτούς· Οἶδα ποῦ ἀπάγω ὑμᾶς· δεῦτε ἀκολουθεῖτέ μοι. Ὁ δὲ δίκαιος τοῦ Θεοῦ Δομέτιος γνοὺς εἶπεν· Σὺ ἄγγελος καὶ ὑπηρέτης ὑπάρχεις τοῦ πονηροῦ. Διὸ θαρρῶν εἰς τὸν μόνον Θεὸν λέγω σοι· 5Κύριος πολεμήσει σε ὑπὲρ ἡμῶν, ἀνθ' ὧν οὐκ ἐτίμησας τοὺς δούλους αὐτοῦ, ἀλλὰ γὰρ καὶ ἠβουλήθης κατακρημνίσας ἀπολέσαι· ὅθεν τιμωρήσεταί σε ὁ Θεὸς καὶ ἐκζητήσει παρὰ σοῦ τὰς ψυχὰς τῶν ἀνθρώπων ὧν ἀπώλεσας, καὶ ἐξαλείψει σε ἐκ τῆς χώρας ταύτης, καὶ ἀποδιώξει σε ὅπου ἄνθρωπος οὐ κατοικεῖ. Καὶ ταῦτα ἀκούσας ὁ δαίμων, ἤρξατο 10ὀλολύζειν καὶ βρύχειν ἐπὶ τὸν δίκαιον καὶ ἀποτολμῶν ὑβρίζειν. Οἱ δὲ συνοδοιπόροι ἀκούσαντες καὶ ἔμφοβοι γενόμενοι, ἔπεσον ἐπὶ τὴν γῆν προσευχόμενοι. Ὁ δὲ δαίμων ἔλεγεν· Τίς ἤγαγέν σε ὧδε, Δομέτιε; Πορεύου μὴ ἀδικούμενος παρ' ἐμοῦ, τούτους δὲ τοὺς συνοδοιποροῦντάς σοι προσλάβομαι καὶ ὁδηγήσω. Καὶ ταῦτα ἀκούσας ὁ δίκαιος θεὶς 15τὰ γόνατα καὶ πεσὼν ἐπὶ πρόσωπον ἔφη· Οὐ πρότερον ἀναστήσομαι ἐκ τοῦ τόπου τούτου, ἕως ὅτου σε ἀποδιώξῃ ὁ Θεός, οὐ μόνον ἐκ τοῦ τόπου τούτου, ἀλλὰ καὶ ἀπὸ πάσης τῆς περιοικίδος ταύτης. Καὶ προσευχόμενος3 καὶ τὸν Θεὸν ἱκετεύων4, εἶπεν· Ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὁ ῥυσάμενός με ἐκ τοῦ βορβόρου τῆς εἰδωλολατρείας, καὶ 20ἀξιώσας με πρόβατον γενέσθαι τῆς ἁγίας σου ποίμνης, ῥῦσαι ἡμᾶς τοὺς δούλους σου ἀπὸ τοῦ ἀντικειμένου καὶ μὴ καταισχύνῃς ἡμᾶς τοὺς ἐπὶ σοὶ πεποιθότας, μήποτε εἴπωσιν οἱ ἐχθροὶ ἡμῶν· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν[1]; Διό, Κύριε, δέομαι, ῥῦσαι ἡμᾶς· οὐ μόνον δὲ ἡμᾶς, ἀλλὰ καὶ πάντας τοὺς ἐνταῦθα οἰκοῦντας5. Καὶ τοῦτο εἰπὼν ὁ δίκαιος ἔχων τὸν 25Θεὸν εὐμενῆ καὶ θαρρῶν, ἐπετίμησε τῷ δαίμονι λέγων· Κατείργησαι ἀπὸ τοῦ Θεοῦ τοῦ μέλλοντος κρῖναι6 ζῶντας καὶ νεκρούς· ὃς δι' ἐμοῦ ἀποδιώξει σε ἐκ τῆς περιοικίδος ταύτης. Ὁ δὲ δαίμων ἤρξατο κράζειν καὶ ὑβρίζειν καὶ ἀπειλὰς ἀφιέναι ἐπὶ τὸν δίκαιον. Ὁ δὲ δίκαιος ἑαυτὸν τειχίσας τῷ σημείῳ τοῦ σταυροῦ καὶ τοὺς συνοδοιπόρους αὐτοῦ, 30εἶπεν τῷ δαίμονι· Νῦν δείξει ὁ Θεὸς εἰ ἄξιός εἰμι κληθῆναι δοῦλος7 αὐτοῦ. Καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν προσηύξατο καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ εἶπεν· Ἰησοῦ Χριστέ, ὁ τοῦ Θεοῦ υἱός, ὁ τῷ λεγεῶνι τῶν δαιμόνων ἐπιτιμήσας, παραγενοῦ βοηθὸς τοῖς δούλοις σου. Ἄφνω


— 1 μὲν 1. — 2 om. 2. — 3 προσευξάμενος 2. — 4 ἱκετεύσας 2. — 5 om. 2. — 6 κρίνειν 2. — 7 αὐτ. δοῦλ. 2.

  1. ↑ Judith, VII, 21.
δὲ ἐγένετο ἦχος βροντῆς βιαίας, καὶ κράξαν8 τὸ πνεῦμα ἔλεγεν· Ὦ

Δομέτιε, οὐκ ἤρκει μοι τοὺς ἰδίους τόπους ἀπολέσαι, ἀλλὰ καὶ βεβασάνισμαι διά σου· ὦ τί πέπονθα; Καὶ παραχρῆμα ἐδιώχθη ὁ δαίμων ἀπὸ τῶν ὁρίων ἐκείνων. Οἱ δὲ συνοδοιπόροι ἔμειναν ὡσεὶ νεκροί. Ὁ δὲ 5δίκαιος προσελθὼν ἔφη αὐτοῖς· Νῦν ἐπείσθημεν, ὅτι φυλάττει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ. Ἀναστάντες οὖν ἀναπέμψωμεν εὐχαριστηρίους ᾠδὰς τῷ Θεῷ, διότι ἔσωσεν ἡμᾶς ἐκ χειρὸς ἐχθροῦ. Παραχρῆμα δὲ ἤκουσαν αὐτοῦ καὶ συνέψαλλον αὐτῷ ἕως πρωΐ, μετὰ δὲ ἡλίου βολὴν εἶπεν πρὸς αὐτούς· Ἀδελφοί, πορευσώμεθα ἐπὶ τὸ σπου10δαζόμενον. Οἱ δὲ πρὸς αὐτόν· Ὁ Κύριος ὁδηγήσει ἡμᾶς διὰ τῶν προσευχῶν σου. Καὶ ἐπηρώτησάν τινας τῶν ἀγρονόμων, διὰ ποίας δεῖ εἰσελθεῖν εἰς τὴν στρωτὴν φέρουσαν εἰς τὴν πόλιν ἀπὸ τῆς πεπλανημένης ὁδοῦ. Ὡς δὲ ἔμαθον, εἰσῆλθον εἰς τὴν λεωφόρον. Πορευομένων δὲ αὐτῶν ἐπὶ τὴν Θεοδοσιούπολιν, λέγει ὁ δίκαιος τοῖς συνοδοιπο15ροῦσιν· Ἀδελφοί, ἀκούσατε δούλου ὑμῶν καὶ τέκνου. Οἱ δὲ εἶπον· Σὺ μετὰ τὸν Θεὸν ἔσωσας ἡμᾶς, καὶ καλεῖς ἡμᾶς δεσπότας σου. Λέγει ὁ δίκαιος· Γέγραπται· τῇ τιμῇ ἀλλήλους προηγούμενοι, ὅτι ἀλλήλων ἀδελφοὺς καὶ ἀλλήλων δούλους θέλει ἡμᾶς εἶναι ὁ Κύριος[1]. Μιᾷ οὖν παρακληθεῖτέ μοι, ἐνορκίζω γὰρ ὑμᾶς κατὰ τοῦ ἀοράτου Θεοῦ πάντα 20τὰ σημεῖα ἃ ἐποίησεν ὁ Θεὸς δι' ἐμοῦ ἐπὶ σωτηρίᾳ ὑμῶν παρασιωπῆσαι καὶ μηδενὶ ταῦτα ἀπαγγεῖλαι, ὥστε, ἀδελφοί μου, μὴ σκάνδαλον γένωνται10 τισιν, καὶ κρίμα ἑαυτῷ ἐπισωρεύσω, καὶ ὑμεῖς μὴ πιστευθέντες κληθῆτε ψεῦσται. Γέγραπται γάρ· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι' οὗ τὸ σκάνδαλον γίνεται[2], ὥστε ἔργον ἐστὶν καὶ τοῦτο τοῦ πονηροῦ 25τὸ τινα τῶν ἀδελφῶν σκανδαλίζειν. Μὴ οὖν δι' ἡμῶν σκάνδαλον γένηταί τι. Ταῦτα εἰπόντος τοῦ δικαίου κατεθεμάτισαν ἑαυτοὺς οἱ ἄνθρωποι ἐκεῖνοι μηδενὶ τῶν ἐν τῇ πόλει ἀπαγγεῖλαι τὰ συμβάντα αὐτοῖς.

pervenit
Theodosio-
polim,
in urbem
8. Εἰσελθόντων δὲ αὐτῶν ἐν τῇ πόλει, εὐθέως1 ὠρθοδρόμησαν εἰς 30τὴν μονὴν τοῦ ἁγίου Σεργίου, καὶ ὁ δίκαιος ἅμα αὐτοῖς. Καὶ εὐξάμενοι προσεκύνησαν τῷ Κυρίῳ καὶ τοὺς ἀδελφοὺς ἠσπάσαντο καὶ ἃ εἶχον τάγματα καὶ προσφορὰς προσήνεγκαν. Οἱ δὲ τῆς μονῆς δεξάμενοι τὰ παρ' αὐτῶν προσενεχθέντα εἰσήγαγον τῷ ἀρχιμανδρίτῃ· ὃς παραχρῆμα


— 8 κράζον 2. — 9 μου add. 2. — 10 γένομαι 2.
8. — 1 δὲ add. 2.

  1. ↑ Rom., XII, 10.
  2. ↑ Matth., XVIII, 7.
ἐπεζήτησεν τοὺς ταῦτα προσενέγκαντας, καὶ τούτους

προσκαλεσαμένου αὐτοῦ, εἰσῆλθεν ἅμα αὐτοῖς καὶ ὁ δίκαιος, καὶ πάντες προσεκύνησαν τῷ ἀρχιμανδρίτῃ, καὶ παρὰ τῆς ἁγίας ἐκείνου χειρὸς ἠξιώθησαν εὐλογηθῆναι. Ὁ δὲ2 θεὶς τὰ γόνα|τα ἐπὶ ὥραν μίαν, καὶ τὸ μέτωπον τῇ Fol. 64r. 5γῇ προσκολλήσας τὸν δεσπότην ἱκέτευσεν3 δέξασθαι τούτων τὸν κόπον καὶ τὴν προσένεξιν ἣν ἤγαγον μεθ' ἑαυτῶν εἰς τροφὴν τῶν ἀδελφῶν. Καὶ πληρώσας τὴν εὐχήν, καὶ εἰπὼν τὸ Ἀμήν, ἠγέρθη ἔχων4 τὸ πρόσωπον αὐτοῦ ὡς ἀγγέλου. Ἐπιτρέψας δὲ τούτοις καθέζεσθαι, ἵστατο αὐτὸς ῥάβδον κρατῶν καὶ ἐπὶ ταύτην ἐστηριγμένος, καὶ ἤρξατο 10τῇ γλυκείᾳ αὐτοῦ φωνῇ τούτοις διαλέγεσθαι λέγων· Καλῶς ἐποιήσατε, ἀδελφοί, ἐλθόντες καὶ ἐπισκεψάμενοι ἡμᾶς καὶ τοῖς πένησιν τροφὴν ἀγαγόντες· μικρὸν γὰρ ἀναμείναντες ὄψεσθε τὸ πλῆθος τῶν πτωχῶν ὧν ἐκέλευσεν ὁ Θεὸς δι' ὑμῶν τρέφεσθαι. Ἐγὼ γὰρ τὴν μακαρίαν ἐλπίδα ἀναμένων, ἰδοὺ ἑξήκοντα καὶ πέντε ἔτη ἔχω μὴ γευσάμενος 15ἐδέσματος ὑπὸ πυρὸς ἑψομένου, μήτε ἀνακλιθείς, μήτε καθίσας πλὴν τῆς γονυκλισίας· κατὰ δὲ ἑσπέραν τῆς ἁγίας προσφορᾶς μεταλαμβάνων, πάλιν ἐπὶ τὴν ἱκεσίαν τὴν πρὸς τὸν Θεὸν ἀσχολοῦμαι, καὶ εἴ ποτε ἡ φύσις τῶν ἰδίων χρήζει, ὀσπρίων βεβρεγμένων μεταλαμβάνω. Αὐτοὶ δὲ πόθεν ἥκατε, καὶ τίνα τὰ καθ' ὑμᾶς; Καὶ ἤρξατο ἕκαστον αὐτῶν 20ἐρωτῶν καὶ πυνθάνεσθαι εἰς ἀκρίβειαν πάντα. Ὁ δὲ δίκαιος Δομέτιος καθεζόμενος καὶ σιγῶν πάντων ἠκροᾶτο. Καὶ ὁ ἀρχιμανδρίτης Νούβελ5, τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ, ἔφη πρὸς Δομέτιον· Πάντων λαλούντων ἡμῶν, τί αὐτὸς καθέζῃ εἰς πάντας ἀτενίζων καὶ μηδενὶ προσλαλῶν; Εἶπεν δὲ Δομέτιος πρὸς αὐτόν· Δέσποτα, σοῦ λαλοῦντος, τί ἔχω 25λέγειν, ἐγὼ ὁ ξένος ἄνθρωπος καὶ ταλαίπωρος; Ὁ δὲ ἀρχιμανδρίτης ἔφη τοῖς ἀνθρώποις· Ἐπ' ἀληθείας εἴπατε περὶ τοῦ ἀδελφοῦ τούτου εἰ γένος ἐστί τινος ἐξ ὑμῶν, ἢ πόθεν ἠγάγετε αὐτόν; Τοῦτον γὰρ ὁρῶ ὅτι ἄνθρωπός ἐστι δίκαιος ἐνώπιον τοῦ Θεοῦ. Οἱ δὲ εἶπον καὶ ἀπὸ ποίου τόπου καὶ ἀπὸ ποίας συντυχίας συνῆλθεν αὐτοῖς. Καὶ λέγει πρὸς 30Δομέτιον ὁ ἀρχιμανδρίτης· Τίνα τὰ κατὰ σέ, ἢ ἐν ποίᾳ μονῇ ἀνελάβου τὸ μοναχικὸν σχῆμα, καὶ τίνος χάριν τοὺς διδασκάλους σου καταλιπὼν πρὸς ἡμᾶς ἐλήλυθας; Ἀρξάμενος δὲ ὁ Δομέτιος ἀπήγγειλεν αὐτῷ τὰ ἐκ γεννηθῆς ἄχρι τῆς ἡμέρας ἐκείνης ὅσα συνέβη αὐτῷ, καὶ πῶς τοὺς γονεῖς καὶ πᾶσαν ὕπαρξιν καταλιπὼν τοῦ σχήματος ἐπεθύμησεν. Καὶ ὁ 35ἀρχιμανδρίτης εἶπεν τοῖς ἀνθρώποις· Οὐκ εἶπον ὑμῖν ὅτι ἐκ τοῦ Θεοῦ


— 2 (Ὁ δὲ) om. 2. — 3 ἱκετεύεν 2. — 4 (ἔχων τὸ προσ.) καὶ ἦν ἡ μορφὴ 2. — 5 Οὔρβελ 2. — 6 ὁ add. 2. ἐστιν ὁ ἄνθρωπος οὗτος; Καὶ νῦν λέγω ὅτι μέλλει ἰάσεις καὶ σημεῖα ποιεῖν ὁ Θεὸς δι' αὐτοῦ, καταφύγους γὰρ ἄξει ὁ Θεὸς πρὸς αὐτὸν πολλούς. Καὶ ταῦτα εἰπών, ἐκέλευσεν τὸν δευτεράριον αὐτοῦ, καὶ εἶπεν· Ἀπαγάγετε τοὺς ἀνθρώπους τούτους ἐπὶ τὸ7 θεραπευθῆναι· 5Ἰδοὺ γὰρ ὁ καιρὸς τοῦ ἀρίστου ἐξέκλινεν, μὴ οὖν ἀηδισθῶσιν, ἦλθον γὰρ καὶ ὁδὸν μακράν. Ὁ δέ φησιν· Διδάσκαλε, ἰδοὺ ἡτοίμακα τὰ δέοντα· δεῦτε οὖν, ἀδελφοί, μεταλάβωμεν τροφῆς. Οἱ δὲ εἶπον τῷ ἀρχιμανδρίτῃ· Δέσποτα, μεταλαβεῖν θέλομεν ἐκ τῶν ἁγίων σου χειρῶν, καὶ τότε τὸν ἄρτον ἡμῶν φαγεῖν. Ὁ δὲ εἶπεν· Καλῶς καὶ πρεπόντως. 10Δεῦτε οὖν, τέκνα, μεταλάβετε καὶ ἀπέλθετε, ἀναπαύεσθε. Οἱ δὲ ἔφησαν· θέλομεν ἀπολαῦσαι καὶ τῶν ἑσπερινῶν σου εὐχῶν, καὶ εἰθ' οὕτως μεταλαβόντες τῶν θείων μυστη|ρίων μεταλαμβάνομεν τροφῆς. Fol. 65r. Ὁ ἀρχιμανδρίτης ἔφη· Ἡμεῖς μὲν θέλομεν ὑμᾶς ἀναπαῆναι, ἀδελφοί, τὸ δὲ θεραπεῦον ὑμᾶς, τοῦτο ποιήσατε. Εἰ οὖν κελεύετε, ἐξελθόντες 15διακινήσατε ἐν τῷ κήπῳ, ἕως οὗ ἡ ὥρα καλέσει τῶν ἑσπερινῶν, ἐμοὶ γὰρ καιρός ἐστιν τοῦ ποιῆσαι τῷ Κυρίῳ.

ubi recipitur
in monaste-
rio S. Sergii,
9. Ἐξελθόντες δὲ ἠκολούθουν τῷ δευτερεύοντι τῆς μονῆς, Δομέτιος δὲ λαθὼν πάντας ἐκρύβη. Καὶ ἀνελθὼν κατόπισθε τοῦ ἀρχιμανδρίτου 20ἔστη. Ὁ δὲ ἀρχιμανδρίτης ἄρας τὰ ὑποδήματα εἰσήει εἰς τὸ θυσιαστήριον προσεύξασθαι, Δομέτιος δὲ θεὶς τὰ γόνατα καὶ τὸ μέτωπον τῇ γῇ προσκολλήσας ἐπιμελῶς προσηύχετο. Οἱ δὲ ἄνθρωποι ἐζήτουν τὸν Δομέτιον σὺν τῷ διακόνῳ λέγοντες· Τί γέγονεν Δομέτιος; Εἷς δέ τις αὐτῶν γνοὺς εἶπεν· Ὡς ξένος πάντως τὴν μονὴν κατοπτεύει· ἐλεύσεται 25δὲ τῷ καιρῷ τῆς εὐχῆς. Ὁ δὲ ἀρχιμανδρίτης προσευχόμενος ἐν τῷ εὐκτηρίῳ ἤκουσεν ἤχους προσευχῆς, καὶ ὑπενόει ὅτι ὁ πειράζων ἔστιν· τοῦτο γὰρ αὐτῷ πολλάκις ἐποίει ὁ πονηρός. Καὶ πληρώσας τὴν εὐχὴν ἐξῆλθεν ὡς δοκῶν ἀποσοβῆσαι τὸν πονηρόν· ὃς ἰδὼν τὸν Δομέτιον σιωπήσας πάλιν εἰσήει εἰς τὴν προσευχήν, τῇ δὲ ὥρᾳ τῆς ἐννάτης, 30καλέσαντος τοῦ ἑβδομαδαρίου ἐπὶ τὴν προσευχὴν ὁ Δομέτιος ἐγερθεὶς ἵστατο μετὰ τῶν ἄλλων ἐπὶ τὴν ψαλμῳδίαν. Καὶ πληρώσαντες2 τὸ ἔργον τῆς διακονίας, καὶ μεταλαβόντες τῶν θείων μυστηρίων ἀπῄεσαν οἱ ἄνθρωποι μεταλαβεῖν ἄρτου. Καὶ εἶπον πρὸς Δομέτιον· Ἀδελ|φέ, Fol. 65v. σύνελθε ἡμῖν ὅπως μεταλάβωμεν ἄρτου. Ὁ δὲ εἶπεν πρὸς αὐτούς· 35Ἀπέλθετε, καὶ ποιεῖτε τὸ ἔργον ὑμῶν. Οἱ δὲ εἶπον· Μὴ ἡμᾶς ὑπερηφάνει, ἀλλ' ἐλθὲ καὶ γεῦσαι μεθ' ἡμῶν. Ὁ δέ φησιν· Τοσοῦτον μῆκος


— 7 τοῦ 2.
9. — 1 ἐξ add. 2. — 2 πληρώσαντος 2. ὁδοῦ ἤλθομεν μεταλαβεῖν ἐκ τῶν χειρῶν τοῦ δικαίου τούτου, καὶ ὑμεῖς λέγετέ μοι ἄρτου μεταλαβεῖν. Μετὰ δὲ τὸ μεταλαβεῖν ἅπαντας καὶ τὰς ἑσπερινὰς ἱκεσίας τῷ Θεῷ ἀναπέμψαι, παραλαβὼν ὁ δευτεράριος τοὺς ἀνθρώπους κατὰ κέλευσιν τοῦ ἀρχιμανδρίτου ἐπὶ τὸ θεραπευθῆναι 5ἀπήγαγεν. Ὁ δὲ δίκαιος πάλιν ἀπεκρύβη ἀπ' αὐτῶν· ἐσθιόντων δὲ αὐτῶν, πάλιν ἐζήτουν αὐτὸν καὶ ἐπηρώτων περὶ αὐτοῦ τί ἂν γέγονεν. Εἷς δὲ ἐξ αὐτῶν ἔφη· Οὐχὶ ὁρκῷ ἡμᾶς ἔδησεν μηδενὶ τῶν ἐνταῦθα εἰπεῖν τὰ κατ' αὐτὸν ἢ τὰ τῆς θεοσεβείας αὐτοῦ; Ἡσυχάσωμεν οὖν καὶ εὐξώμεθα ἔχειν μερίδα μετ' αὐτοῦ. Καὶ δειπνήσαντες ἀπῆλθον ἀναπαῆ10ναι. Ὁ δὲ Δομέτιος πρὸς τὰ ἴχνη τοῦ ἀρχιμανδρίτου κατηκολούθει· τηρήσας γὰρ ἤδη πάντας ἀναπαέντας καὶ μόνον τὸν ἀρχιμανδρίτην ἐπὶ τὸ εὐκτήριον ἀνελθόντα καὶ τὰς θύρας προσκλείσαντα3, τῆς ἰδίας ἐπιμελούμενος4 ψυχῆς ἵστατο ἔξω τοῦ εὐκτηρίου τὰ ὅμοια τῷ διδασκάλῳ σπουδάζων ποιεῖν. Κατὰ δὲ τὸ εἰωθὸς ἐγερθέντων πάντων ἐπὶ τὴν 15νυκτερινὴν χορείαν, ἐπηρώτων οἱ πολλοὶ τὸν Δομέτιον ποῦ ἂν ἐκαθεύδησεν. Ὁ δὲ ἀρχιμανδρίτης γνοὺς τοῦ νέου τὴν θερμότητα, εἶπεν· Ἀδελφοί, ἕκαστος πληροφορείσθω ἐν ἑαυτῷ, μὴ ἀνακρίνων τὸν ἕτερον, Fol. 66r.καὶ | ζηλοῦτε ἑαυτοὺς εἰς θεοσέβειαν. Ἔχοντες γὰρ σχῆμα εὐσεβείας τὰ πρέποντα τῷ σχήματι πράττετε· ἡμεῖς οὖν, ἀδελφοί, κοπωθῶμεν, 20θλίψωμεν ἑαυτῶν τὰ σώματα, καὶ τὸν νοῦν ὅλον συναγάγωμεν ἀπεκδεχόμενοι τὴν μακαρίαν ἐλπίδα. Καὶ μηδεὶς λογιζέσθω εἶναί τι, μηδὲ καταβάλλετε ἀλλήλους, μηδὲ ἐξουθενεῖτε, μηδὲ βδελύττεσθε· ἐὰν γὰρ τοῖς τοιούτοις τρόποις οὕτω ἑαυτοὺς ῥυθμίσωμεν, ὄντως ἐν τοῖς τοιούτοις ἀδελφοῖς ἡ ἀγάπη τοῦ Χριστοῦ κατοικεῖ· ἀλλήλους οὖν ὑπο25τάσσεσθε, κατὰ τὸ γεγραμμένον[1], καὶ ὡς βούλεται ἕκαστος διαγέτω ἐν Κυρίῳ. Ἡμέρας δὲ γενομένης, ἠγέρθησαν οἱ ἄνδρες ἐκεῖνοι οἱ συνοδεύσαντες τῷ Δομετίῳ· καὶ εὐξάμενοι καὶ μεταλαβόντες τῶν ἀθανάτων μυστηρίων καὶ γευσάμενοι ἄρτου καὶ εὐλογίας λαβόντες συνετάξαντο τοῖς ἀδελφοῖς, καὶ εἰσελθόντες προσεκύνησαν τῷ ἀρχιμανδρίτῃ, καὶ 30συνετάξαντο αὐτῷ ὡς μέλλοντες ὁδεύειν, καὶ τὸν Δομέτιον ἠρώτων τί βούλεται, μένειν ἢ συνοδοιπορεῖν. Ὁ δὲ ἀπεκρίνατο ἔμπροσθεν τοῦ ἀρχιμανδρίτου· Τί αἱρετώτερον ἀνθρώπῳ φῶς οἰκεῖν ἢ σκότος; Ἐγὼ δέ, ὡς πάντες ἄνθρωποι, φῶς ἀγαπῶ, δεύτερον γάρ μοι τὸ φῶς ἐπέλαμψεν ἐν τῷ οἴκῳ τούτῳ, δι' οὗ τῆς ἐλπίδος μου τεύξομαι. Πορεύεσθε


— 3 καὶ add. 2. — 4 ἐπιμελούμενον 2.

  1. ↑ Ephes., V, 21.
οὖν ἐν εἰρήνῃ καὶ μνημονεύετέ μου. Καὶ ἀσπασάμενοι αὐτὸν ἐξελθόντες

ἐπορεύοντο ἐπὶ τὴν χώραν αὐτῶν.

et diaconus
ordinatur.
10. Ὁ δὲ Δομέτιος ἔμεινεν1 ἐν τῷ μοναστηρίῳ παραμένων καὶ διδασκόμενος παρὰ Νούβεν2 τοῦ ἀρχιμανδρίτου, καὶ προέκοπτεν ὑπὲρ 5πάντας | τοὺς ἐν τῇ μονῇ, ὅθεν καὶ ὑπὲρ πάντας ἠγάπα αὐτὸν ὁ ἀρχι- Fol. 66v. μανδρίτης. Ἐποίησεν δὲ χρόνον ἱκανὸν ἐν τῷ μοναστηρίῳ, ὡς ἔτη δέκα καὶ ὀκτώ. Ἰάκωβος δέ τις τοὔνομα ἐπισκοπὴν ἔχων τῆς Θεοδοσιουπόλεως[1] χώρας παραγίνεται ἐν τῇ μονῇ ἐπισκεπτόμενος τὸν δίκαιον 10Νούβελ3. Ὅς μαθὼν τὴν Δομετίου πολιτείαν, οἷα δὴ καὶ μαρτυρηθέντος παρὰ τοῦ διδασκάλου αὐτοῦ, ἐχειροτόνησεν αὐτὸν διάκονον μὴ βουλόμενον. Μετὰ γὰρ τὸ χειροτονῆσαι αὐτὸν ἔλεγεν· Ὦ πάτερ καὶ διδάσκαλε, τί τοῦτό μοι ἔδρασας, ὅτι ἐγὼ ἄνθρωπός εἰμι ἁμαρτωλός, καὶ ἀνάξιός εἰμι τοιούτῳ τόπῳ παρίστασθαι, ἢ τοιαῦτα ἅγια ψηλαφᾶν, ἀλλ' εὖξαί 15μοι, πάτερ, ἵνα τὰ πρέποντα τῷ σχήματι παράσχῃ μοι ὁ Θεὸς διαπράττεσθαι. Καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν· Δῴη σοι ὁ Κύριος μιμητὴν γενέσθαι τῶν ἁγίων αὐτοῦ ἐν πᾶσιν. Καὶ ἤρξατο ὁ Δομέτιος μανθάνειν τοὺς καταλόγους καὶ τὴν ὑπηρεσίαν ἣν διακονοῦσιν οἱ διακονοῦντες τῷ ἁγίῳ θυσιαστηρίῳ. Συνέβη οὖν ἐν μιᾷ κυριακῇ, παρισταμένου τοῦ 20Δομετίου τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ τὰ θεῖα καὶ φρικτὰ δῶρα ῥιπίζοντος[2], καὶ τοῦ ἀρχιμανδρίτου παρεστῶτος τῷ θυσιαστηρίῳ καὶ τῷ Θεῷ προσφέροντος τὴν ἁγίαν λειτουργίαν, περὶ τὸ μέσον τῆς εὐχῆς ὁ Δομέτιος ἑώρα περιστερὰν ἄσπιλον περιπετομένην καὶ καθημένην ἐπὶ τὰ θεῖα δῶρα τὰ προκείμενα, καὶ ἐπειρᾶτο ταύτην ἀποσοβεῖν, καὶ ἐφι25λονείκει καὶ ἐβιάζετο αὐτὴν ἀποδιώκειν. Καὶ ὁ ἀρχιμανδρίτης ἐξίστατο ἐπὶ τῇ Δομετίου φιλονεικίᾳ | πειρωμένου διώκειν τὴν παρ' αὐτοῦ καὶ Fol. 67r. μόνου ὁραθεῖσαν περιστεράν. Καὶ μετὰ τὴν ἁγίαν μετάληψιν καὶ εὐχαριστίαν τὴν πρὸς τὸν Θεὸν ἀεὶ γινομένην παρὰ τῶν πιστῶν, καλεῖ τὸν Δομέτιον κατ' ἰδίαν ὁ ἀρχιμανδρίτης καὶ λέγει πρὸς αὐτόν· Ἕως τοῦ 30νῦν πρᾶον καὶ ἡσύχιόν σε4 ἐγίνωσκον, νῦν δὲ οὐκ οἶδα τί σοι συνέβη ταραχῶδες· παρισταμένων γὰρ ἡμῶν ἐν τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ τῷ Θεῷ λειτουργούντων, ἵστασο ὥς τινα διώκων καὶ τῇ χειρὶ καὶ τῷ ἁγίῳ


10. — 1 ἔμενεν 2. — 2 Νούβεν 1, Νουβὲρ 2. — 3 Οὐρβὲλ 2. — 4 σοι 2.

  1. ↑ Si, quod dubium est, auctori nostro fidere licet, Iacobus iste sedisset in solio episcopali urbis Rhesainae alter post priorem huius civitatis praesulem. Non tamen aliunde notus est Iacobus episcopus Rhesainae, nec Gabriel chorepiscopus de quo infra p. 305.
  2. ↑ De usu flabelli, ῥιπίδιον, in sacra liturgia, lege quae disserebat GOAR, Rituale Graecorum, p. 136.
ῥιπιδίῳ ἀποσοβῶν. Εἶπε οὖν μοι εἰ ἔχεις ἀπολογίαν ἵνα μὴ λυπηθῶ

πρὸς σέ· ἐστὶ γὰρ τοῦτο ἄξιον λύπης. Ὁ δὲ Δομέτιος ἀπεκρίθη αὐτῷ λέγων· Πάτερ, μὴ λυποῦ πρὸς μὲ τὸν σὸν δοῦλον καὶ μαθητήν, ἀλλὰ δέξαι μου τὴν ἀπολογίαν. Παρισταμένων γὰρ ἡμῶν τῷ ἁγίῳ τόπῳ, 5ἄφνω εἶδον περιστερὰν περιπετομένην καὶ περικαθημένην ἐπάνω τῶν ἁγίων δώρων ὧν ἐλειτουργοῦμεν. Ἐγὼ δὲ φοβούμενος μὴ περιπετομένη ἐγκρούσῃ τοῖς ἁγίοις ποτηρίοις καὶ στέψασα ἐκχύσῃ τὰ ἅγια δῶρα, ταύτην ἐφιλονείκουν διώκειν, οὐκ ἴσχυσα δὲ ταύτην ἀποδιῶξαι· αὕτη ἐστὶν ἡ ἐμὴ ἀπολογία. Ὁ δὲ ἐξεθαμβήθη καὶ λέγει πρὸς αὐτόν· 10Τὴν μὲν ἀπολογίαν ἐδεξάμην. Εἰπὲ δέ μοι ποταπὴν χροιὰν εἶχεν ἡ περιστερά; Ὁ δὲ εἶπεν· Λευκὴ ὑπῆρχεν ἄσπιλος· σὺ γάρ, ὦ πάτερ, ταύτην οὐχ ἑώρακας; Ὁ δὲ ἔφη· Περὶ τὴν λειτουργίαν, τέκνον, ἠσχολούμην. Καὶ ἀφεὶς αὐτὸν εἰσῆλθεν ἐν τῷ εὐκτηρίῳ προσευχόμενος καὶ λέγων· Κύριε Ἰησοῦ Χριστέ, εὐχαριστῶ σοι ὅτι ἠξίωσάς με 15τοιούτου ὁσίου καὶ δικαίου σου δούλου κληθῆναι διδάσκαλον. Ἔγνω Fol. 67v.γὰρ | ὁ ἀρχιμανδρίτης ὅτι τὸ ἅγιον Πνεῦμα ἑώρακεν ὁ Δομέτιος, ὑπενόει δὲ ἐκεῖνος ὅτι αἰσθητὴν περιστερὰν ἑώρακεν. Καὶ λέγει ὁ ἀρχιμανδρίτης πρὸς αὐτόν· Ἐπειδὴ ἐγὼ ἐν τῷ ἰδίῳ ἔργῳ ἤμην ἀπησχολημένος καὶ οὐκ εἶδον τὴν παρὰ σοῦ ὁραθεῖσαν περιστεράν, τῇ ἐπιούσῃ 20κυριακῇ ἐπὰν ἴδῃς ἐπίδειξόν μοι αὐτήν. Οὐ γὰρ ἐθάρρησεν αὐτῷ ὁ ἀρχιμανδρίτης τὴν δύναμιν τῆς ὀπτασίας ἵνα μὴ τῷ τῆς κενοδοξίας νοσήματι περιπέσῃ. Τῇ δὲ ἐπιούσῃ κυριακῇ πάλιν ἐκέλευσεν ὁ ἀρχιμανδρίτης τὸν Δομέτιον λειτουργῆσαι. Καὶ τῆς εὐχῆς γινομένης καὶ τῶν ἁγίων δώρων προσκομιζομένων μεσταζούσης τῆς ἀναφορᾶς, ἰδοὺ 25πάλιν ὁ Δομέτιος ὁρᾷ τὴν περιστερὰν τῷ αὐτῷ τρόπῳ περιπετομένην τοῖς ἁγίοις δώροις. Καὶ λέγει· Ἰδού, πάτερ, ἡ περιστερὰ πάλιν ἐπιπωλεύει ἐπὶ τὰ χείλη τῶν ποτηρίων. Ὁ δέ φησιν· Ποῦ, τέκνον; Ὁ δὲ Δομέτιος λέγει· Ἴδε, δέσποτα. Καὶ συνηκολούθει ἡ δεξιὰ τοῦ Δομετίου κατόπισθεν τῆς περιστερᾶς, ὑποδεικνύουσα τῷ ἀρχιμανδρίτῃ. Ὁ δὲ 30οὐδαμῶς ἠξιώθη τὸ τέως θεωρῆσαι ταύτην. Καὶ ἐπιτελεσθείσης τῆς ἁγίας ἀναφορᾶς, πάντες μεταλαβόντες ἐπὶ τὸ ἄριστον ἀπῆλθον, ὁ δὲ ἀρχιμανδρίτης ἀνελθὼν ἐπὶ τῷ εὐκτηρίῳ αὐτοῦ, θεὶς τὰ γόνατα καὶ τὸ μέτωπον τῇ γῇ προσκολλήσας ἐπὶ τρία νυχθήμερα ἔμεινεν προσευχόμενος τῷ Θεῷ λέγων· Οὐ πρότερον ἀναστήσομαι ἕως ἂν πληροφορήσῃ 35με ὁ Θεός. Καὶ μετὰ τὴν εὐχὴν ᾔσθετό τινος θείας ῥοπῆς μηνυούσης Fol. 68r.εἰσακουσθέντα αὐτόν· καὶ ὡς ἠγέρθη ἐφαίνετο | τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον ἀγγέλου, καὶ πάλιν ἐπὶ πάντων κλίνας τὰ γόνατα προσηύξατο καὶ πληρώσας τὸ Ἀμήν, ἦλθεν ἐπὶ τὴν ἑσπερινὴν ψαλμῳδίαν. Καὶ ταύτην πληρώσας μετὰ πάντων τῶν ἀδελφῶν καὶ5 ἀπελθόντων μεταλαβεῖν ἄρτου, αὐτὸς κατὰ τὸ σύνηθες ἀνῆλθεν6 ἐν τῷ εὐκτηρίῳ καὶ ἀσφαλίσας τὰς θύρας πάλιν7 προσηύξατο8. Ὁ δὲ Δομέτιος 5πάντοτε συνηκολούθει9 τῷ διδασκάλῳ· οὐ μέντοι ἐκάθευδεν πρὸς αὐτόν, ἀλλ' ἔξω τοῦ εὐκτηρίου βραχὺ ἑαυτὸν ἀνέπαυεν ἀνακλινόμενος. Πάλιν οὖν τῇ ἐπιούσῃ κυριακῇ ἐπέτρεψεν ὁ ἀρχιμανδρίτης τὸν Δομέτιον λειτουργῆσαι. Λειτουργούντων δὲ αὐτῶν καὶ τῶν ἁγίων δώρων προσφερομένων, πάλιν ὁ Δομέτιος ὁρᾷ τὴν περιστερὰν καὶ λέγει· 10Πάτερ, ὁρᾷς τὴν περιστερὰν περιπετομένην καὶ περικαθημένην τοῖς ἁγίοις δώροις; Ὁ δὲ εἶπεν· Εἶδον, τέκνον. Καὶ ἐπιτελέσαντες τὴν σύναξιν καὶ μεταλαβόντες τῶν θείων δώρων ἐξῆλθον μετὰ εὐχαριστίας. Καὶ ἀναχωρησάντων τῶν ἀδελφῶν ἐπὶ τῇ κλάσει τοῦ ἄρτου, λέγει ὁ ἀρχιμανδρίτης· Καλέσατέ μοι τὸν διάκονον τὸν δευτεράριον. Οἱ δὲ 15ἐκάλεσαν· ἐλθόντος δὲ αὐτοῦ καὶ προσκυνήσαντος αὐτῷ εἶπεν· Ἀδελφέ, ἄπελθε γεῦσαι καὶ ἐλθὲ ἐν τάχει πρὸς μέ· χρεία γάρ με ἀναγκάζει πέμψαι σε εἰς τὴν πόλιν εἰς τὸν πρεσβύτερον καὶ χωρεπίσκοπον ἡμῶν Γαβριήλ10.

11. Ὁ δὲ ἀπελθὼν καὶ γευσάμενος, ἐπανῆλθεν πρὸς Νούβελ1 τὸν 20ἀρχιμανδρίτην καὶ εἶπεν· Κέλευσόν μοι διακονῆσαι τῆς βουλῆς2 σου. | Sacerdotii
sibi oblatam
dignitatem
declinans,
Fol. 68v.
Ὁ δὲ καθίσας γράφει ἐπιστόλην περιέχουσαν οὕτως· Ὁ ταπεινὸς Νούβελ3 τῇ τοῦ Θεοῦ βουλῇ καὶ4 πρεσβύτερος καὶ ἀρχιμανδρίτης προστάττει μετὰ Θεὸν Γαβριὴλ5 χωρεπισκόπῳ ἐν κυρίῳ Ἰησοῦ Χριστῷ χαίρειν. Ἐπειδὴ τοὺς κοπιῶντας ἐν Κυρίῳ δεῖ τιμᾶσθαι 25κατὰ τὸν ἀπόστολον[1], κέλευσον παραγενέσθαι ἕως τῶν ἐνταῦθα· μὴ οὖν σκυλμὸν ἡγήσηται ἡ σὴ θεοσέβεια τὸ μεταπεμφθῆναί σε παρ' ἐμοῦ· ἡ γὰρ χρεία καταναγκάζει με τοῦτο ποιῆσαι. Ὁ δὲ δεξάμενος καὶ ἀναγνοὺς παραγίνεται παραχρῆμα εἰς τὴν μονὴν καί φησιν· Πάτερ, τί κελεύεις; Ὁ δὲ ἔφη· Οὐ καταισχύνεται ἡ ἀγάπη, 30εἰ καὶ σκυλμὸν ἐποίησα τῇ εὐλαβείᾳ σου· ὅμως αὐτὸς γινώσκεις τί γέγραπται· τοὺς κοπιῶντας ἐν Κυρίῳ δεῖ περισσοτέρως τιμᾶν. Ὁ δὲ εἶπεν· Καλῶς6, πάτερ· τί δαί ἐστι τὸ παρὰ σοῦ κελευόμενον; Ὁ δὲ


— 5 om. 2. — 6 ἀνελθὼν 2. — 7 om. 2. — 8 προσηύχετο 2. — 9 ἠκυλούθει 2. — 10 Γαβριήλιον 2.
11. — 1 Οὐρβὲλ 2. — 2 τῇ βουλῇ 2. — 3 Οὔρβελ 2. — 4 om. 2. — 5 Γαβριηλίῳ 2. — 6 δὲ 2.

  1. ↑ Philipp., II, 29.
ἀρχιμανδρίτης ἔλαβεν κατ' ἰδίαν τὸν χωρεπίσκοπον, καὶ ἀπήγγειλεν

αὐτῷ πάντα τὰ κατὰ τὸν Δομέτιον ὅσα ἐν αὐτῷ ἐποίησεν ἀγαθὰ ὁ Θεός. Ὁ δὲ ἀκούσας καὶ ἔμφοβος γενόμενος ἐδόξασε τὸν Θεὸν καὶ λέγει τῷ ἀρχιμανδρίτῃ· Ἐπειδὴ πάντες οἱ ἄνθρωποι ὑπὸ ἐξουσίαν 5ἐσμέν, οὐδὲν δυνάμεθα παρὰ γνώμην τῶν ἡγουμένων ποιεῖν. Εἰ κελεύεις οὖν ἀπέρχομαι, λέγω τῷ προέδρῳ. Ὁ δὲ εἶπεν· Καλῶς εἶπας, τέκνον, καὶ ἀπεδεξάμην. Ὁ δὲ παραχρῆμα εἰσελθὼν ἐν τῇ πόλει καὶ μηνύσας πρὸς τὸν τότε ἐπίσκοπον τῆς Θεοδοσιουπόλεως, ἀπήγγειλεν Fol. 69r.αὐτῷ πάντα τὰ κατὰ τὸν Δομέτιον. Ὁ δὲ | ἀκούσας ἐξεθαμβήθη καὶ 10λέγει αὐτῷ· Εὐλόγητος ὁ Θεὸς ὅτι ἠξίωσεν ἡμᾶς ἐπιτυχεῖν τοιούτου ἀνδρός· ἄπελθε οὖν καὶ χειροτόνησον τὸν ὅσιον, καὶ τῇ ἑξῆς παραγίνομαι ἐκεῖσε καὶ μετὰ δόξης εἰσάξω αὐτὸν ἐν τῇ πόλει. Ὁ δὲ χωρεπίσκοπος παρευθὺς ἐλθὼν ἐν τῷ μοναστηρίῳ καλεῖ τὸν Δομέτιον δόλῳ καὶ μετὰ βίας πολλῆς τοῦτον ἐχειροτόνησεν πρεσβύτερον. Ὁ δὲ πάνυ 15λυπηθεὶς ἀπέκρυψεν ἑαυτὸν ἀπὸ πάντων καὶ συνέμιξεν ἑαυτὸν μετὰ τῶν συνελθόντων τῷ ἐπισκόπῳ. Τῶν δὲ λαλούντων περὶ αὐτοῦ, αὐτὸς ἠκροᾶτο, καὶ λέγει ὁ Δομέτιος· Περὶ τίνος διαλέγεσθε; Αὐτοὶ δὲ οὐκ ᾔδεσαν αὐτόν, καὶ λέγουσι· Περὶ Δομετίου ἡμῖν ὁ λόγος τοῦ διακόνου τῆς μονῆς ταύτης, ὅτι πῶς ἠξιώθη ἡ μονὴ αὕτη δέξασθαι τοιοῦτον 20ἄνθρωπον, καὶ ὅτι προσδοκᾶτε αὔριον ἐνταῦθα παραγενέσθαι ὁ ἐπίσκοπος ἡμῶν καὶ μετὰ δόξης πολλῆς τοῦτον εἰσάγειν εἰς τὴν πόλιν. Καὶ ταῦτα ἀκούσας πάνυ ἐλυπήθη, καὶ λαθὼν πάντας ἐν τῇ νυκτὶ ἐκείνῃ ἀπέφυγεν ἐκ τοῦ μοναστηρίου μηδενὸς ἐγνωκότος. Ὁ δὲ ἐπίσκοπος τῇ ἑξῆς ἐκήρυξεν ἐν τῇ πόλει λέγων· Ἕκαστος τῶν ἐνταῦθα συναχθήτω 25ἐν τῇ ἐκκλησίᾳ μετὰ κηρῶν καὶ λαμπάδων καὶ θυμιαμάτων ὅπως ἀπελθόντες ἐν τῇ μονῇ τῇ ὀνομαζομένῃ ἁγίᾳ ἀγάγωμεν ἄνδρα δίκαιον καὶ θεοσεβῆ, ἵνα καὶ ἡμεῖς καταξιωθῶμεν διὰ τῶν εὐχῶν αὐτοῦ ἐλέους τυχεῖν ἐν ἡμέρᾳ κρίσεως καὶ μερίδα ἔχειν μετ' αὐτοῦ. Καὶ διέδραμεν ἡ φωνὴ καὶ παρεγένοντο πάντες ἐν τῇ ἐκκλησίᾳ. Καὶ λιτανεύοντες ἐξῆλ30θον ἐπὶ τὸ μοναστήριον, | τοῦ ἐπισκόπου πάντων προηγουμένου. Fol. 69v. Εἰσελθόντων δὲ πάντων ἐν τῷ μοναστηρίῳ καὶ εὐξαμένων ἐπεζήτουν τὸν δίκαιον Δομέτιον, πάντες θέλοντες εὐλογηθῆναι παρ' αὐτοῦ. Ὁ δὲ ἀρχιμανδρίτης ἀπὸ ἑσπέρας ἐζήτει τὸν Δομέτιον καὶ διηπόρει τί γέγονεν, καὶ σύγχυσις πολλὴ ἦν δι' αὐτόν. Μὴ εὑρόντων δὲ αὐτῶν, ἀνελθὼν 35ἐπὶ τοῦ ἄμβωνος ὁ ἐπίσκοπος προσεφώνησεν τῷ λαῷ λέγων· Ἐνδώσωμεν, ἀδελφοί, μὴ δώσωμεν πρόφασιν τῷ Σατανᾷ σκανδαλίσαι ἡμᾶς· νῦν οὖν, εἰ κελεύετε, πορεύεσθε ἐν εἰρήνῃ, κἀγὼ παραμείνας ἐνταῦθα ἀγάγω τὸν δίκαιον σὺν ἐμοί. Οἱ δὲ ἀκούσαντες ἐξῆλθον καὶ ὑπέστρεψαν ἐν τῇ πόλει μετὰ λύπης, μὴ ἐπιτυχόντες τῆς εὐλογίας τοῦ δικαίου. Ὁ δὲ ἐπίσκοπος παρέμεινεν ἐν τῇ μονῇ ἀκριβῶς πυνθανόμενος τί γέγονεν ὁ Δομέτιος, οἱ δὲ ἐν τῇ μονῇ ἀπήγγειλαν αὐτῷ πάντα 5τὰ γεγονότα. Ὁ δὲ μὴ μελλήσας εὐθέως πέμπει κατὰ τὰς ὁδοὺς βουλόμενος εὑρεῖν τὸν δίκαιον. Πολλῶν δὲ ἐξελθόντων καὶ ζητησάντων, οὐδεὶς αὐτὸν ἠδυνήθη εὑρεῖν.

Dometius
fugit Cyrum.
12. Ὁ γὰρ δίκαιος ἐξελθὼν ἐκ τῆς μονῆς εὗρέν τινας καμηλαρίους 10καὶ λέγει αὐτοῖς· Ποῦ πορεύεσθε; Οἱ δὲ εἶπον· Ἐπὶ τὴν Κυρεστῶν πόλιν[1]. Καὶ λέγει αὐτοῖς· Εἰ θέλετε, συνοδεύσω ὑμῖν. Οἱ δὲ εἶπον· Ἐλθέ, ἀλλὰ1 φοβήθητι τὸν Θεόν, καὶ μηδὲν ἡμᾶς καταβλάψῃς. Ὁ δὲ δίκαιος λαβὼν τὸ δουκάλιον2 τῆς πρώτης καμήλου προῆγεν αὐτῶν ὡς καμηλίτης διὰ τὸ μὴ καταφθασθῆναι αὐτόν. Καὶ οὕτως διῆλθεν | τὴν Fol. 70r. 15πᾶσαν ὁδὸν ἕως τῆς κώμης τῆς καλουμένης Καπροϊμανδῶν τῆς Κυρεστῶν ἐνορίας. Ὡς δὲ ἔφθασεν τὴν κώμην, συνετάξατο τοῖς καμηλαρίοις λέγων· Ἀδελφοί, βλέπετε ὑμῶν τὰς βασταγὰς καὶ τὰς σφραγῖδας, ἰδοὺ σῶαί εἰσιν. Ἦσαν γὰρ αἱ βασταγαὶ τῶν κομερκίων, καὶ ἀπεκρίθησαν οἱ καμηλίται τῷ Δομετίῳ λέγοντες· Ἓξ ἡμέρας ἔχεις ἡμῖν 20συνοδεύων καὶ οὐκ ἠβουλήθης μεθ' ἡμῶν ἄρτον κλάσαι, καὶ νῦν θέλεις ἀφῆναι ἡμᾶς καὶ μὴ συνευφρανθῆναι ἡμῖν3. Ὁ δέ φησιν· Ἀδελφοί, ὥρα πρώτη ἐστὶν τῆς ἡμέρας, καὶ οὐ δύναμαι τοῦτο ποιῆσαι, ἀλλὰ πορεύεσθε ἐν εἰρήνῃ, καὶ ἐν τῷ ὑμᾶς ὑποστρέφειν4, εὑρήσετέ με ἐν τῷ μαρτυρείῳ τῶν ἁγίων Κοσμᾶ καὶ Δαμιανοῦ[2], καὶ συνευφρανθῶμεν 25μετ' ἀλλήλων. Οἱ δὲ ἐπορεύθησαν, ὁ δὲ Δομέτιος εὐθυδρόμησεν ἐν τῷ μαρτυρείῳ τῶν καλλινίκων τοῦ Χριστοῦ μαρτύρων, καὶ εἰσελθὼν θεὶς τὰ γόνατα προσηύξατο διαμένων ἕως ἑσπέρας. Καὶ τελέσας τὰς ἑσπερινὰς εὐχάς, προσελθών τινι τῶν ἐκεῖσε κατακειμένων ἀρρώστων ᾐτήσατο παρ' αὐτοῦ βραχύτητα ἄρτου. Ὁ δὲ μετὰ χαρᾶς ἔδωκεν αὐτῷ, 30καὶ μεταλαβὼν τοῦ ἄρτου, ἅμα δὲ καὶ ὕδατος, εἰσῄει ἐν τῷ ναῷ καὶ πᾶσαν τὴν νύκτα προσηύχετο. Ὁ δὲ ἐλεύθερος ὁ δωρησάμενος αὐτῷ τὸ βραχὺ τοῦ ἄρτου, ἐθεώρει αὐτὸν πᾶσαν τὴν νύκτα προσευχόμενον,


12. — 1 om. 2. — 2 δοκάλιον 2. — 3 ἡμᾶς 2. — 4 ἐπιστρέφειν 2.

  1. ↑ Est haec civitas Cyrus, in provincia Euphratesia, cf. LE QUIEN, Oriens christianus, t. II, p. 930; GELZER, Georgii Cypri descriptio orbis romani, p. 148. De forma verbi Κυρεστῶν lege AssEMANI, Bibl. or., t. II, p. 342; ABBELOOS-LAMY, Barhebraei Chronicon, t. I, p. 338.
  2. ↑ De cultu SS. Cosmae et Damiani in urbe Cyro, lege Act. SS., Sept. t. VII, p. 439, n° 60-63.
καὶ ἐδόξαζε τὸν Θεὸν ἐν ἑαυτῷ. Τοῦτον δὲ θεωρῶν ὁ ἀσθενῶν οὕτως

ἄϋπνον προσκαρτεροῦντα τῷ ἁγίῳ οἴκῳ, ἐν μιᾷ τῶν ἡμερῶν ἐγερθεὶς Fol. 70v.προσεκύνει5 τὸν Δομέτιον6 | λέγων· Δέομαί σου, εὖξαι ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. Ὁ δὲ εἶπεν αὐτῷ· Εὐχαῖς τῶν ἁγίων τούτων ἔσται ὁ Θεὸς 5μετὰ σοῦ. Ὁ δὲ ἀπελθὼν προσανεπάη μικρόν, καὶ πάλιν ἐγερθεὶς προσεκύνει τῷ Δομετίῳ λέγων· Ὁρῶ σε, δέσποτα θεοσεβῆ, ἀλλ' εὖξαί μοι διὰ τὸν Κύριον. Ἰδοὺ γὰρ μῆνα ἡμερῶν ἔχω ἐνταῦθα κατακείμενος. Λέγει πρὸς αὐτὸν ὁ Δομέτιος· Ἥμαρτες εἰς τοὺς μάρτυρας, ἀλλὰ τούτους παρακάλεσον καὶ θεραπεύσουσίν σε. Ὁ δὲ εἶπεν· Ὀρθῶς εἶπας, 10δέσποτα, λόγον γὰρ δώσας τινὶ γεωργῷ μου καταφυγόντι ἐνταῦθα, τοῦτον παρέβην, καὶ τούτου χάριν ἐπῆλθέν μοι τοῦτο τὸ δεινόν, ἀλλ' ἐπειδὴ οὐκ εἰμι ἱκανὸς τούτους δυσωπῆσαι, αὐτὸς παρακάλεσον αὐτοὺς διὰ τῶν ὁσίων σου εὐχῶν. Ὁ δὲ εἶπεν· Ἄπελθε, τέκνον, καὶ μὴ μικρὸν καθεύδησον, καὶ ἐννύχιον πρόσελθε τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ 15μετάλαβε τῶν ἀχράντων μυστηρίων καὶ ἰαθήσῃ. Ὁ δὲ μακάριος ἦν ψάλλων τὴν νυκτερινὴν χορείαν· ἕωθεν δὲ ἐποίησεν ὁ ἄνθρωπος καθὼς ἐνετείλατο αὐτῷ ὁ ἅγιος Δομέτιος καὶ μεταλαβὼν τῶν ἀχράντων μυστηρίων ὁρᾷ ἑαυτὸν ἐλαφρυνθέντα τῆς νόσου, καὶ ἀναστὰς ἐρρωμένος προσεκύνησεν τῷ ἁγίῳ Δομετίῳ λέγων· Νῦν οἶδα ὅτι φοβῇ σὺ 20τὸν Θεόν, εὖξαι οὖν ἵνα ἵλεοι γένωνταί μοι οἱ ἅγιοι μάρτυρες. Ὁ δὲ εἶπεν· Ἄπελθε, τέκνον, πολλὰ δύναται κατορθοῦν ἡ μετάνοια.

et prope
hanc urbem
in montem
recedit,
Fol. 71r.
13. Ὁ δὲ ἐξελθὼν τοῦ μαρτυρείου διεφήμιζε τὸν δίκαιον. Ὁ δὲ γνοὺς πάλιν ἀνεχώρησε τοῦ μαρτυρείου καὶ ἐπορεύθη κατὰ βο|ρὰν τοῦ μαρτυ25ρείου ὡς ἀπὸ σημείων ὀκτὼ εἰς τὸ ὄρος· τοῦτο δὲ οὐ λιθῶδες, ἀλλὰ ψαμμῶδες, ὡσεὶ λατύπη, ὡς1 ἀκάνθας καὶ τριβόλους ποιοῦν, ᾧ πρόσκειται ἀγρὸς ἄπορος Παρθὲν προσαγορευόμενος, καὶ ἀνελθὼν ἐν τῷ ὄρει ἐκάθητο διάγων ἐν αὐτῷ ἔτη δύο, τὰς βοτάνας ἐσθίων· παρ' αὐτῷ δὲ τῷ ὄρει παρέκειντο ἀένναοι πηγαί, ἐξ ὧν μετελάμβανεν ὕδατος, ἐν 30αὐτοῖς δὲ τοῖς ὕδασιν εἰώθασι γυναῖκες ἔρχεσθαι καὶ ἀποσμήχειν ἐσθῆτας. Ἐν μιᾷ τῶν ἡμερῶν καύσονος γενομένου βιαίου, ἐπεζήτησεν ὁ ἅγιος ὕδατος μεταλαβεῖν· ὡς δὲ ἠβουλήθη κατελθεῖν ἐκ τοῦ ὄρους καὶ μεταλαβεῖν ὕδατος, ἠσχύνθη κατελθεῖν ἐπὶ τὴν πηγὴν διὰ τοὺς ὄχλους τοὺς παρεστῶτας τοῖς ὕδασι καὶ ἔμεινεν ἐν αὐτῷ τῷ ὄρει· μία δὲ τῶν ἀσέμνων γυναικῶν ἱσταμένη ἐν τοῖς ὕδασι ἔπλυνεν καὶ ἐγύμνοι


— 5 προσκύνησεν 2. — 6 τῷ Δομετίῳ 2.
13. — 1 om. 2. ἑαυτήν, τῶν ἄλλων γυναικῶν αἰδεσθεισῶν καὶ τιμησασῶν2 τὸν δίκαιον. Ὁ δὲ δίκαιος Δομέτιος ἐλυπήθη σφόδρα καὶ ἀνελθὼν ἐν τῷ ὄρει ἔθηκεν τὰ γόνατα καὶ προσηύξατο, καὶ παραχρῆμα ἐδραπετεύθη τὰ ὕδατα καὶ οὐκ ἐφάνη τὸ τέως. Οἱ δὲ πλημμελήσαντες τὴν αἴσθησιν ὧν 5ἡμάρτησαν γνόντες καὶ τὴν ἄωρον ἡλικίαν ἐπὶ τὸν ὤμων λαβόντες, καὶ τοὺς ἑαυτῶν ἱερέας, ἀνέβαινον ἐπὶ τὸν δίκαιον. Πολλὰ μὲν ἑαυτῶν κατηγοροῦντες, πολλὰ δὲ καὶ ὑπὸ τῶν δακρύων κατηγορούμενοι, ᾐτοῦντο3 τοῦ κακοῦ τὴν λύσιν, τὴν γλῶτταν τοῦ δικαίου πρεσβεύτριαν πρὸς τὸν Θεὸν παρακαλοῦντες γενέσθαι ὡς παρρησίαν ἔχοντος. Ταῦτα 10ὁρῶν ὁ δί|καιος καὶ συμπαθήσας τοῖς θρήνοις αὐτῶν, ἐθάρρησε δι' Fol. 71v. εὐχῆς λῦσαι τὴν ἐκ τοῦ Θεοῦ δι' αὐτοῦ κατ' αὐτῶν γεγενημένην ἀπόφασιν. Καὶ τούτων βοώντων καὶ δακρυόντων, εὐθέως ἀνέβρυσεν πάλιν ἡ πηγή, καὶ εὐχαριστήσαντες τῷ Κυρίῳ καὶ τῷ δικαίῳ ἀνεχώρησαν. Ἀπὸ τότε ἤρξαντο πολλοὶ ἀνέρχεσθαι καὶ εὐλογεῖσθαι παρ' αὐτοῦ.

15aeris
incommoda
passus.
14. Εἷς δέ τις ἐλθὼν πρὸς αὐτὸν ἐν χειμῶνι ἐκ τῶν Σαρακηνῶν, καὶ1 εὑρὼν αὐτὸν ἐν τῷ ὄρει περιπατοῦντα καὶ τὸν Θεὸν δοξάζοντα ηὐλογήθη παρ' αὐτοῦ2. Ἐκέλευσεν δὲ3 ὁ δίκαιος καθίσαι αὐτὸν καὶ ἄρτου μεταλαβεῖν σὺν τοῖς μετ' αὐτοῦ, ἐκαθέζετο δὲ ὁ δίκαιος θερμαινόμενος ἐν τῷ ἡλίῳ, καὶ λέγει πρὸς αὐτὸν ὁ ἄνθρωπος· Δέομαί σου, 20κέλευσόν μοι οἰκοδομῆσαί σοι ἕνα οἶκον ἐν τούτῳ τῷ τόπῳ διὰ τὴν βίαν τοῦ κρύους. Ὁ δὲ οὐκ ἠβουλήθη· ἐν δὲ τῷ αὐτὸν καθεύδειν ἐν τῷ πυλῶνι, παραχρῆμα πνέει λὶψ καὶ εὐθέως κατῆλθεν χιόνος βολή, καὶ ἔστη ἐπάνω τῆς γῆς ἕως πρωῒ πήχεις δύο. Ἕωθεν δὲ ἐγερθεὶς ὁ Ἰσμα25ηλίτης καὶ οἱ σὺν αὐτῷ μετὰ θορύβου καὶ σπουδῆς καὶ τὸν δίκαιον νομίσαντες τεθνηκέναι ἐκ τῆς χιόνος, τοῦτον εὑρόντες ἐν τῷ ὄρει κεκαλυμμένον ἐν τῇ χιόνι, καὶ καταβεβαπτισμένον ἕως τῶν μασχαλῶν, ἐδόξαζον τὸν Θεόν, καὶ προσελθόντες ἐξεχόϊζον τὴν χιόνα καὶ ἀνεβίβασαν αὐτὸν ἐξ αὐτῆς, καὶ μόλις ποτὲ ἔπεισαν αὐτὸν πορευθῆναι εἰς 30τὴν σκηνὴν τὴν δερματίνην τοῦ κατασκηνῶσαι ἐν αὐτῇ διὰ τὴν βίαν τοῦ ἀέρος. Πάντα γὰρ τὸν χρόνον ὃν ἐποίησεν ἐν τῷ ὄρει ὑπὸ τὸν αἰθέρα διῆγεν ὡσεὶ ἔτη τρία, ἀκτῖνας ἡλίου φιλο|νεικῶν νικῆσαι4, καὶ Fol. 72r. τοῦ κρύους τὴν ἴσχυν τῇ καρτερίᾳ, καὶ τὴν βίαν τῶν ἀνέμων ὑποφέρων τῇ φιλοσοφίᾳ, καὶ οὐδὲν ἐσάλευσε τὸν δίκαιον, ἀλλὰ γὰρ καὶ χιόνος 35περιχυθείσης αὐτῷ ἔμεινεν ἐπὶ τῇ στάσει φυλάττων τῆς ψυχῆς τὸν τόνον.


— 2 τιμησάντων (sic) 2. — 3 ἤτουν δὲ 2.
14. — 1 om. 2. — 2 καὶ add. 2. — 3 om. 2. — 4 νικ. φιλ. 2. Diversa mira-
cula patrat
Dometius,
arida manu
sanata,
15. Εἰς γῆρας δὲ λοιπὸν ἐλθόντος αὐτοῦ[1], ἐγένετο συνδρομὴ τῶν πλησιοχώρων χριστιανῶν καὶ ἐλατόμησαν τῷ δικαίῳ σπήλαιον οὐ πολυχωρητόν, ἔνθα καὶ εἰσοίκησαν αὐτόν· τοῦτον δὲ οὐκ ἐνίκησεν οὐ χρόνος, οὐ γῆρας ὥσπερ τῆς ψυχῆς αὐτοῦ ἐν χαλκῷ συγκεκλεισμένης 5καὶ δι' ὑπερβολὴν ἀρετῆς μὴ συγχωρούσης τῷ σώματι τὸ θνητὸν ὑπομένειν. Τοῦτον τὸν δίκαιον πάθη ἠδέσθησαν καὶ πρὸς θεραπείαν τῶν ἀσθενούντων ἐπήρκεσεν, καὶ μόνη φωνὴ καὶ ξηρὰ χεὶρ ἠκολούθησεν τῇ τοῦ δικαίου γλώσσῃ ὑπηρετήσασα. Πένης γάρ τις συνεισελθὼν τισι τῶν εἰς εὐχὴν ἀνελθόντων ἔχων τὴν χεῖρα ξηράν, προσελθὼν ἔφη τῷ 10δικαίῳ· Κύριε, πρόσευξαι ὑπὲρ ἐμοῦ, ἵνα ἐλεηθῶ κἀγὼ ταῖς ὁσίαις εὐχαῖς σου. Ὁ δὲ δίκαιος λέγει αὐτῷ· Πιστεύεις εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὅτι δύναται αὐτὸς πάντα ποιῆσαι; Ὁ δὲ εἶπεν· Ναί, δέομαί σου. Ὁ δὲ δίκαιος λέγει αὐτῷ· Εἰ πιστεύεις αὐτῷ, θεὶς τὰ γόνατα ἐνώπιον αὐτοῦ πρόσευξαι. Ὁ δὲ ἐποίησεν ὡς1 ἐνετάλθη. Καὶ 15γενομένης εὐχῆς ἀναστὰς2 ὁ δίκαιος καὶ τὴν δοξολογίαν τῷ Θεῷ ἀναπέμψας εἶπεν τὸ Ἀμήν, καὶ λέγει τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· Ἀδελφέ, ἔγειρε καὶ ἔκτεινόν σου τὰς χεῖρας εἰς τὸν οὐρανόν, καὶ εὐχαρίστησον τῷ Θεῷ τῷ ἰασαμένῳ σε. Ὁ δὲ παραχρῆμα ἰαθείς, ἐξέτεινεν αὐτοῦ τὴν Fol. 72v.δε|ξιὰν ὡς τὴν ἀριστεράν. Καὶ ἐγένετο τρισμοῦ ἦχος ὡς ὀστέου εἰσε20ληλυθότος πρὸς τὴν ἰδίαν ἁρμονίαν. Καὶ τούτου γενομένου ἀπεκατέστη ὁ ἄνθρωπος ὑγιής, καὶ ἕκαστος τῶν θεωρούντων πεσὼν προσεκύνησε3 τῷ Θεῷ τῷ δωτῆρι τῶν ἀγαθῶν.

confracto
membro
restituto,
16. Ἕτερος δέ τις ἤρχετο πρὸς τὸν δίκαιον εὐχῆς χάριν· οὗτος δὲ κατὰ συντυχίαν κακὴν πεσὼν κατὰ τὴν ὁδὸν ἐκ τοῦ ζώου γέγονεν 25ἔκκοξος. Ὁ δὲ πληγεὶς οὐκ ἠμέλησε τῆς εὐχῆς, ἀλλὰ τοὺς πόνους καρτερήσας ἐπὶ τῷ ἰδίῳ κτήνει ἀνερχόμενος ἀνέβαινεν ἐπὶ τὸν δίκαιον, παιδαρίου τοῦτον ὁδηγοῦντος. Ὡς δὲ τοῦτον εἶδον οἱ ἑστῶτες πλησίον τοῦ δικαίου κατήγαγον ἀπὸ τοῦ ζώου καὶ ἔρριψαν παρὰ τοὺς πόδας τοῦ ὁσίου. Ὁ δὲ ἐπυνθάνετο τί αὐτῷ γέγονεν. Ὁ δὲ παῖς κλαίων καὶ


15. — 1 καθὼς 2. — 2 (ἀναστὰς - καὶ) om. 2. — 3 προσεκύνει 2.

  1. ↑ Nimirum natus Dometius ineunte saeculo IV sub Constantino magno [311-337] (cf. n° 3, p. 290), adulescens factus μέτρον ἡλικίας λαβών (cf. n° 4, p. 292) migravit Nisibin, ubi tempus aliquod remansit, dein Theodosiopolim in monasterio sancti Sergii (cf. n° 9, p. 301), in quo degit decem et octo annos (n° 10, p. 303); tandem fugit Cyrum (cf. n° 12, p. 307) et in monte prope urbem istam vixit annos tres (n° 14, p. 309). Inde patet circiter annum quinquagesimum quintum iam attigisse Dometium.
ὀδυρόμενος ἀπήγγειλεν αὐτῷ πῶς ἐπλήγη ὁ τούτου δεσπότης. Καὶ

ἰδὼν αὐτὸν ὁ δίκαιος οὕτως ὀδυρόμενον εἶπεν· Σίγα, τέκνον, καὶ μὴ οὕτως ἀδημόνει· ἐὰν γὰρ πιστεύητε τῷ Θεῷ ὅτι παντοδύναμός ἐστι, γνώσεσθε ὅτι Κύριος1 ἐν ἡμῖν τὸ ἔλεος αὐτοῦ καταπέμπει2. Γέγραπται 5γάρ· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν[1]. Οἱ δὲ εἶπον· Πιστεύομεν, δέσποτα, ὅτι οὐδὲν ἀδυνατεῖ τῷ Θεῷ καὶ μάλιστα ὅταν αὐτὸς ὑπὸ τῶν ὁσίων αὐτοῦ δυσωπεῖται. Ὁ δὲ εἶπεν· Θήσατε τὸν ἄνδρα κατὰ ἀνατολὰς καὶ εὔξασθε αὐτῷ σὺν ἐμοί. Οἱ δὲ θέντες αὐτὸν προσηύχοντο, ὁ δὲ δίκαιος θεὶς τὰ γόνατα αὐτοῦ, καὶ 10αὐτὸς προσηύχετο. Καὶ πληρώσας τὴν εὐχήν, ἐκέλευσε τὸν χωλὸν περικρατούμενον ἵστασθαι καὶ ἐνέγκας τοῦ ἀχράντου σώματος καὶ αἵματος | τοῦ Κυρίου μετέδωκεν αὐτῷ. Παραχρῆμα δὲ ὑγιὴς γενόμενος ὁ Fol. 73r. ἀσθενῶν ἔδραμεν, καὶ πεσὼν παρὰ πόδας τοῦ δικαίου κατεφίλει αὐτοῦ τὰ ἴχνη. Οἱ δὲ παρεστῶτες ἔπεσον καὶ αὐτοὶ ἐπὶ πρόσωπον αἰνοῦντες 15καὶ δοξάζοντες τὸν Θεόν. Ὁ δὲ δίκαιος ἤρξατο λέγειν· Ἐγέρθητε, ἀδελφοί, καὶ δοξάσωμεν τὸν Θεόν, καὶ μὴ λογίσασθέ μοι3 ποιεῖν σημεῖα. Οὐδὲ γὰρ ἀπ' ἐμαυτοῦ ἐγὼ ποιῶ τι, ἀλλ' ἔστι Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Καὶ ἔμεινεν παραινῶν καὶ διδάσκων αὐτοὺς ἀπέχεσθαι ἀπὸ πάντων τῶν πονηρῶν πραγμάτων καὶ τῶν κακῶν ἐπιθυμιῶν, καὶ πάσης 20διδασκαλίας ματαίας. Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ἀνέβαινόν τινες βαστάζοντες ἄνθρωπον ὅλον ὑπὸ τῆς νόσου ἐκλελοιπότα. Καὶ ἔφερον αὐτὸν πρὸς τὸν δίκαιον δεικνύντες τοῖς θεωμένοις ζῶντα νεκρόν· περισσὴν γὰρ εἶχε λοιπὸν τῶν μελῶν τὴν σύνθεσιν, καὶ τοῦτον λαβόντες, ἔρριψαν παρὰ τοὺς πόδας τοῦ δικαίου. Καὶ πάντες ἱκέτευον αὐτὸν 25ἐλεῆσαι τὸν τάλανα4 καὶ εὔξασθαι ὑπὲρ αὐτοῦ. Ὁ δὲ δίκαιος λέγει· Κλίναντες γοῦν, ἀδελφοί, συνεύξασθέ μοι. Καὶ πάντες πεσόντες ἐπὶ τὴν γῆν προσηύχοντο. Πληρώσαντος δὲ τοῦ δικαίου τὴν εὐχήν, καὶ πάντων σὺν αὐτῷ ἐγερθέντων ἐκ τοῦ ἐδάφους, ἠτήσατο ὁ δίκαιος ληκύθιον ἐλαίου. Καὶ λαβών, πάλιν προσηύξατο ἐπὶ ὥραν τελείαν, καὶ προσελθὼν 30ἔχρισεν ἕκαστον μέλος τοῦ κειμένου, εἰπών· Ὁ τὸν παράλυτον ἰασάμενος ἰᾶταί σε, ἀλλ' ἐν τῷ ὀνόματι αὐτοῦ τῷ ἁγίῳ ἐγέρθητι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου. Παραχρῆμα δὲ ἀνέστησεν ὁ δίκαιος τὸν κείμενον ἐνώπιον πάντων καὶ ἐδραπέτευσεν τὸ πάθος τῇ Δομετίου φωνῇ, καὶ


16. — 1 καὶ 2. — 2 καταπέμψει 2. — 3 με 2. — 4 τάλαν 2.

  1. ↑ Matth., VIII, 17.
Fol. 73v.τῶν δεσμῶν ἐλύθη τὸ σῶμα· καὶ ἦν ὅλος | ὑγιὴς ὁ ἄνθρωπος δοξάζων

τὸν Θεόν.

linguae
impedimento
soluto,
17. Ἕτερον δέ τινα ὑπὸ νόσου τὴν γλῶτταν βλαβέντα ἔφερόν τινες καὶ ἔθηκαν παρὰ τοὺς πόδας τοῦ δικαίου· τῆς δὲ εὐχῆς γενομένης περὶ 5αὐτοῦ παρὰ τοῦ δικαίου, ἄφνω μεγαλόφωνος οἷα σάλπιγξ ἐβόησεν κατὰ τὴν τοῦ ἁγίου1 ὑπόσχεσιν ὁ πρὶν ἄφωνος. Καὶ γὰρ τὸ τῶν λόγων ὄργανον ἡ εὐχὴ τοῦ δικαίου ἐκ τοῦ πάθους λύσασα, κατέστησε πάλιν ἐπὶ τῆς ἰδίας τάξεως. Ἤκουσε καὶ κωφὸς τῶν Δομετίου λόγων, καὶ τὴν ἀκοὴν ἤνοιξε γλῶττα2 δικαίου. Καὶ συντόνως εἶπεν· Οὐδενὶ πάθει 10παραίτησις ἦν εἰς τὸ μὴ ὑπακούειν τῷ δικαίῳ.

sterilibus
matribus
prece sua
18. Εἷς δέ τις ἀνιὼν παρακάλειν τὸν δίκαιον ἵνα ταῖς ἁγίαις αὐτοῦ εὐχαῖς χαρισθῇ αὐτῷ παιδίον, καθότι ἡ τούτου γυνὴ ἦν στείρα καὶ οὐκ ἔτικτεν, ὁ δὲ δίκαιος μηδὲν ἐν τούτῳ μελλήσας ηὔξατο, καὶ τῆς γυναικὸς τὰ κλεῖθρα τῆς γαστρὸς ἤνοιξεν, καὶ πατέρα ἔδειξε τὸν μὴ 15προσδοκήσαντα, καὶ τὴν φύσιν ἐγεώργησε ταῖς ἁγίαις αὐτοῦ εὐχαῖς. Καὶ πατὴρ τέκνου ἀναφανεὶς ὁ ἀνὴρ τοῦτον ἐτάξατο διακονιτὴν τοῦ δικαίου ποιῆσαι· γενόμενος δὲ ἑπταετὴς ὁ παῖς προσηνέχθη ὑπὸ τοῦ πατρὸς τῷ δικαίῳ· ὃς τὰ θεῖα λόγια παρ' αὐτοῦ παιδευόμενος αὐτοῦ1 μαθητὴς καὶ συναθλητὴς γέγονεν.

partu praeter
spem
concesso,
19. Ἄλλῳ δέ τινι περὶ τὴν ἀποβολὴν οὗ ἐγέννησεν κινδυνεύοντι 20ἔδωκεν αὐτῷ δι' εὐχῆς ἔχειν ὧν μὴ κατέχειν ἐπίστευσεν· καὶ τούτῳ γὰρ τῷ ἀνδρὶ ἐγεννήθη υἱὸς καὶ ἑξαετῆ τοῦτον προσήνεγκε τῷ δικαίῳ. Λοιπὸν δὲ διῆγεν ὁ δίκαιος τῆς ἰδίας ψυχῆς ἐπιμελούμενος, καὶ σώματα Fol. 74r.καὶ ψυχὰς ἰώμενος· ὄχλος | οὖν ἦν θεραπευόμενος ὑπὸ τοῦ δικαίου, καὶ οὐδὲν παρ' οὐδενὸς ὑπὲρ τῆς ἰατρείας ἐλάμβανεν, ἔχων ἐν νῷ τὴν 25ἐντολὴν1 τὴν λέγουσαν· Δωρεὰν ἐλάβετε, δωρεὰν δότε[1].

daemonum
obsessione
fugata.
20. Εἷς δὲ τῶν γνωρίμων τὰ ἀναγκαῖα τῆς χρείας ἐχορήγει τῷ δικαίῳ παρ' οὗ ἐδέχετο οὐ δι' ἑαυτόν, οὐδὲ γὰρ ἔμελλεν αὐτῷ περὶ τροφῆς, ἀλλὰ διὰ τοὺς παῖδας τοὺς συνόντας αὐτῷ. Ἄλλων δὲ πάλιν 30τινῶν ἐλθόντων πρὸς τὸν δίκαιον, εἷς ἐξ αὐτῶν ὑπὸ δαίμονος ἐκρατεῖτο· ὃς ἐγερθεὶς τῇ νυκτὶ ἐκείνῃ ἔκραζεν1 καὶ κατεστασίαζεν καὶ


17. — 1 δικαίου 2. — 2 γλῶτταν (sic) 2.
18. — 1 (αὐτοῦ - γέγονεν) γέγ. αὐτ. μ. κ. συνα. 2.
19. — 1 τοῦ Κυρίου add. 2.
20. — 1 ἔκραξεν 2.

  1. ↑ Matth., X, 8.
λίθους ἔβαλλεν κατὰ πάντων. Καὶ δὴ καὶ τῷ δικαίῳ ἐπέβαινεν καὶ

ἐφιλονείκει τούτῳ. Ταραχὴ δὲ ἐγένετο μεγάλη, καὶ πάντες ἔφυγον. Ὁ δὲ δίκαιος δραμὼν ἐκράτησεν αὐτόν, καὶ ηὔξατο, καὶ εἶπεν· Ὁ Θεός, ὁ τῷ λεγεῶνι τῶν δαιμόνων ἐπιτιμήσας, ἀποσόβησον καὶ ἀποδίωξον τὸν 5δαίμονα καὶ ὑγιῆ κατάστησον τὸν ἄνδρα τοῦτον, καὶ εἰρήνην ἡμῖν καταφύτευσον. Ἰδοὺ γάρ, δέσποτα, ἐσκορπίσθησαν οἱ δοῦλοί σου οὓς ὧδε συνήγαγες. Καὶ ταῦτα εἰπὼν ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ. Καὶ εὐθέως ἤρξατο κράζειν καὶ λέγειν ὁ δαίμων· Ὦ Δομέτιε, μὴ γὰρ ἐμὲ μόνον διώκεις· ὅλη ἡ συγγένειά μου ἐν αὐτῷ οἰκεῖ. Ὁ δὲ δίκαιος 10ἐπέμενε τῇ προσευχῇ, ἕως οὗ τὰ πνεύματα ἐξήγαγεν ἀπὸ τοῦ ἀνθρώπου.

Sub Iuliano
apostata,
martyrium
subit
S. Dometius,
21. Καὶ γέγονε φόβος πολὺς διὰ ταῦτα τὰ σημεῖα. Καὶ οἱ μὲν θεοσεβεῖς ἔχαιρον ὁρῶντες καὶ ἀκούοντες ταῦτα γενόμενα1 παρὰ τοῦ δικαίου, οἱ δὲ τῆς ἀληθείας ἐχθροὶ ζῆλον πολὺν καὶ φθόνον 15καὶ μανίαν εἶχον κατὰ τοῦ δικαίου· οἳ καιρὸν παρετήρουν ἀμύνασθαι τῷ δι|καίῳ ζητοῦντες. Γενομένης δὲ τότε ζάλης μεγάλης κατὰ τῶν Fol. 74v. χριστιανῶν, οἱ μὲν τῆς εὐσεβείας ἐρασταὶ ἐδιώκοντο θλιβόμενοι καὶ ἐξουθενούμενοι· οἱ δὲ ἀσεβέστατοι ἕλληνες ἔχαιρον. Ἰουλιανὸς γὰρ τότε ὁ βασιλεὺς[1] κατὰ τὴν Ἀντιόχου πόλιν παρεγένετο, εἴ γε 20βασιλέα χρὴ ἐκεῖνον ἐπονομάσαι, ἀρκούσης2 αὐτῷ καὶ τῆς προσωνυμίας τὸ παραβάτην καὶ ἄνομον καλεῖσθαι αὐτόν, ὅτι τὰς ἐντολὰς τοῦ Θεοῦ παραβὰς καὶ τὴν ἀληθινὴν καὶ μακαρίαν πίστιν τῶν χριστιανῶν ἀθετήσας εἰδώλοις ἔθυσεν. Οὕτως γὰρ πρότερον ἀναγνοὺς καὶ μαθὼν τὰ τοῦ Κυρίου λόγια καὶ χειροτονηθεὶς καὶ ἐγχειρίσας τοῖς ἀχράντοις 25μυστηρίοις καὶ τῷ θείῳ θυσιαστηρίῳ παραστὰς παραβάτην ἑαυτὸν ἐποίησε γενέσθαι. Ὃν ὁ Θεὸς ὡς ἀνάξιον τῆς δόξης αὐτοῦ ἐξεώσας, ἐξουθένημα πεποίηκεν· οὗτος τὸν Ἰούδαν μιμησάμενος ὁ δείλαιος[2], εἰσελθὼν εἰς τὴν Ἀντιόχου πόλιν τῆς πρώτης τῶν Σύρων ἐπαρχίας, τοὺς μὲν τῆς εὐσεβείας ἀθλητὰς ἐδίωκεν, ἄλλους δὲ τὸ θεῖον ἠνάγκαζεν 30ἀρνεῖσθαι, ὅπως πληρωθῇ τὸ εἰρημένον· Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι[3]. Ἦν γὰρ ὁ ἀνὴρ πανοῦργος καὶ δόλιος καὶ ἀλαζών, ἀλλὰ καὶ κομψὸς τὴν ἑλλη-


21. — 1 γινόμενα 2. — 2 ἀρκοῦντος 2.

  1. ↑ Iulianus remansit Antiochiae ab anno 362 ad 5 martii 363, quo exiit ad bellum contra Persas.
  2. ↑ Cf. Gregorii Nazianzeni orationem adversus Iulianum, P. G., t. XXXV, col. 590.
  3. ↑ 2 Tim., III, 13.
νικὴν παιδείαν, ἅμα δὲ καὶ κολακευτικὸς καὶ δι' ὑποσχέσεως καὶ δόσεως

χρημάτων ἀπατῶν καὶ ὑποσκελίζων τὰς ψυχὰς τῶν ἀστηρίκτων. Ὃς εἰσελθών, ὡς προείρηται, εἰς τὴν πόλιν Ἀντιόχου τὴν ἐκκλησίαν, τὴν μεγάλην τὴν ὑπὸ τοῦ βασιλέως Κωνσταντίνου οἰκοδομηθεῖσαν ἐξύβριFol. 75r.5σεν· πᾶσαν γὰρ | φάτναις ἵππων ἐπλήρωσεν, τὸν δὲ τόπον τοῦ ἁγίου θυσιαστηρίου τῷ ἰδίῳ ἵππῳ εἰς φάτνην ἀπένειμεν[1]. Τοιαῦτα καὶ τοσαῦτα δεινὰ ἐν τοῖς θείοις σεβάσμασιν ἐπεδείξατο ὁ μιαρός. Καὶ δὴ τοῦτον πόλεμος ἐκάλει Ἀσσυρίων ἐπιστρατευσάντων αὐτῷ, καὶ κατήπειγεν αὐτὸν ἡ ἀνάγκη[2]. Ἐξήρχετο μὲν οὖν ὁ τοιοῦτος ἐπὶ τὸν πόλεμον· 10κατὰ δὲ τὴν ὁδόν τινες κατὰ τοῦ Δομετίου τούτῳ προσελθόντες τὸν δίκαιον ἐνδιέβαλλον, γνόντες τὸν σκοπὸν τοῦ βασιλέως ἀντίπαλον ὄντα τοῖς τῆς εὐσεβείας διδάγμασιν, ἃ καὶ μεμάθηκε πρότερον ἀναγνούς, περὶ ὧν καὶ ἔφη ὁ ἀναιδής· Ἀνέγνων, ἔγνων καὶ κατέγνων. Καὶ τούτῳ τις τῶν εὐσεβῶν ἀντετείνετο λέγων· Εἰ ἀναγνοὺς ἔγνως, οὐκ ἂν κατέγνως. 15Τότε οὖν ὁ τύραννος ἀσμένως ἀποδεξάμενος τοὺς διαβάλλοντας τὸν δίκαιον, ἀπεκρίνατο λέγων· Ἐγὼ ἐλθὼν ἀμείψομαι τὸν κατὰ τὸν Θεὸν κήρυκα βουλόμενον καλεῖσθαι. Καὶ ἀκούσαντες οἱ δείλαιοι ἠγάλλοντο ἐπευχόμενοι τῷ τυράννῳ ἑδραίαν καὶ ἀμετανόητον γενέσθαι παρ' αὐτοῦ τὴν εἰς τοὺς χριστιανοὺς μανίαν. Καὶ δραμόντες εἰς τὸ σπήλαιον τοῦ 20ἁγίου Δομετίου, εἶδον αὐτὸν ὡσεὶ ἀγγέλου μορφὴν ἔχοντα, ἑστῶτα καὶ τεταμένας ἔχοντα τὰς χεῖρας εἰς τὸν οὐρανὸν καὶ τὴν εὐχαριστήριον ᾠδὴν ἀναπέμποντα τῷ Θεῷ ἅμα τοῖς αὐτοῦ παισὶν καὶ μαθηταῖς, οἷς ἐγέννησεν ἐν τοῖς τῆς εὐσεβείας διδάγμασιν. Καὶ πρῶτον μὲν ἔκθαμβοι γενόμενοι ἔλεγον πρὸς ἀλλήλους· Τί ἂν δυνησόμεθα ἐπιθεῖναι κατὰ τοῦ 25τοιούτου ἀνδρὸς πλημμέλημα, ἢ ποίαν αἰτίαν εὑρήσομεν εἰς πρόφασιν Fol. 75v.τοῦ ἀνελεῖν αὐτόν; Καὶ οἱ μὲν | ἔλεγον· Μὴ κτείνωμεν αὐτόν, καὶ μὴ κτησώμεθα ἁμαρτίαν, ἀλλὰ διώξωμεν αὐτὸν ἀπὸ τῶν ὁρίων τούτων. Ἄλλοι ἔλεγον· Ἴδε, ὅλον τὸν λαὸν ἐπισυλᾷ, καὶ πάντες πιστεύουσιν εἰς τὸν ἐκ Μαρίας, ὃν ἐσταύρωσάν ποτε ὡς ἄξιον θανάτου οἱ Ἰουδαῖοι3. 30ἡμεῖς οὖν ὡς κατὰ χριστιανῶν ὀργιζόμενοι, συγκλήτου καὶ ἡγεμόνων συνεργούντων, τοῦτον φονεύσωμεν· τίς γὰρ ὁ κωλύων τοῦτον ἀναιρεῖσθαι; Δεῦτε οὖν ἴδωμεν [τὸ] κατ' αὐτόν. Καὶ ἐπαναβάντες ἐπάνω τοῦ


— 3 Ἰδαῖοι (sic) 2.

  1. ↑ Cf. Chronicon Paschale, ed. Bonn., t. I, p. 548, ἐπανελθὼν ἐν Ἀντιοχείᾳ τὴν παλαιὰν ἥρπασεν ἐκκλησίαν.
  2. ↑ De scientia quam habuit Iulianus sacrae scripturae, lege quae narrat P. ALLARD, Julien l'Apostat, t. I (1900), p. 285 sqq.
ἄντρου, εἶδον αὐτὸν ἱστάμενον καὶ προσευχόμενον μετὰ τῶν δύο

νηπίων, καὶ τὴν ψαλμῳδίαν ποιούμενον τῆς ἕκτης ὥρας. Καὶ λέγουσιν αὐτῷ· Ἔξελθε, κάμε εἰς τὴν στρωτὴν διὰ τὸν βασιλέα· μέλλει γὰρ παραγίνεσθαι. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτοῖς λόγον, ἀλλ' ἦν προσκαρτερῶν 5τῇ προσευχῇ. Καὶ πάλιν εἶπον αὐτῷ· Ἔξελθε, κάμε ἐν τῇ ὁδοστρωσίᾳ διὰ τὸν βασιλέα, μέλλει γὰρ φθάνειν. Ὁ δὲ μὴ βουλόμενος τὴν προσευχὴν διακόψαι, οὐκ ἀπεκρίθη αὐτοῖς λόγον. Εὐθέως δὲ ὡς λέοντες οἱ αἱμοβόροι ὥρμησαν ἐπὶ τὸν δίκαιον, βρύχοντες τοὺς ὀδόντας, καὶ λαβόντες λίθους, ἐλιθοβόλουν αὐτὸν καὶ τοὺς δύο παῖδας αὐτοῦ καὶ 10μαθητάς. Ἐπὶ τοσοῦτον δὲ ἐλιθοβόλησαν αὐτοὺς οἱ αἱμοβόροι, ἕως ὅτου ἀνεγέμισαν τὸ σπήλαιον λίθων, ὥστε μὴ φαίνεσθαι τὸ ἄντρον. Καὶ οὕτως λιθοβολούμενος ὁ δίκαιος σὺν τοῖς νηπίοις παρέδωκεν τὸ πνεῦμα τῷ Θεῷ προσευξάμενος καὶ εἰπὼν τὸ Ἀμήν. Καὶ γέγονεν τῷ δικαίῳ καὶ τοῖς σὺν αὐτῷ παισὶν τάφος τὸ σπήλαιον. Καὶ δραμόντες οἱ 15τὸν δίκαιον ἀποκτείναντες ἀπήγγειλαν τῷ ἀσεβεῖ βασιλεῖ πάντα τὰ γενόμενα, καὶ ὅτι αὐτοὶ τὸν δίκαιον ἀπέκτειναν[1]. | Τότε ὁ βασιλεὺς Fol. 76r. ἐκέλευσεν αὐτοὺς ἀναζητεῖν καὶ κτείνειν4 τοὺς τῆς εὐσεβείας κήρυκας.

cuius
corpus post
inventum
honorifice
biennium
reconditur.
22. Ὁ μὲν οὖν1 τάφος τοῦ ἁγίου Δομετίου ἀφανὴς καὶ ἄδηλος 20γέγονεν τοῖς κατ' αὐτοῦ ἐκπεμφθεῖσιν λίθοις καλυφθείς. Ὁ δὲ τόπος τῇ φύσει τῇ ἑαυτοῦ ἐπειγόμενος, ἀνέφυ πλῆθος ἀγρίων βοτανῶν ἀκανθωδῶν. Οὕτω γὰρ καὶ μέχρι τῆς σήμερον ὑπάρχει ὁ βλαστὸς τοῦ ὄρους ἐκείνου. Διαδραμόντος δὲ διετοῦς χρόνου[2] συμβαίνει ἔμπορόν τινα τὰς ἑαυτοῦ καμήλους ἀγαγόντα2 ἐκ τῆς ὁδοῦ λαβεῖν καὶ ἐν τῷ 25Παρθὲν3 κτήματι βοσκῆσαι αὐτάς4, διὰ τὸ τὰς ἀκάνθας ἀναφύεσθαι ἐν τῷ τόπῳ ἐκείνῳ. Βοσκομένων δὲ τῶν καμήλων ἐκεῖσε, κατὰ συντυχίαν τινὰ μία ἐξ αὐτῶν ἀπελθοῦσα πλησίον τῆς κώμης εἰσήει ἔν τινι τόπῳ σπορίμῳ βοσκηθῆναι. Ταύτην δὲ ἰδὼν ὁ τοῦ κτήματος φύλαξ, κατέδραμεν ἀποσοβῆσαι ἐκ τῆς ἀρούρας. Συνέβη δὲ καταδιωκομένην αὐτὴν πεσεῖν ἐν τῇ τάφρῳ5 καὶ κλασθῆναι αὐτῆς τὸν πόδα τὸν δεξιὸν


— 4 ἀποκτείνειν 2.
22. — 1 (μὲν οὖν) δὲ 2. — 2 ἀγαγόντας 2. — 3 Παρθὲς 2. — 4 om. 2. — 5 τῷ τάφῳ 2.

  1. ↑ Martyrium S. Dometii narrant et Iohannes Malalas in sua Chronographia, ed. Bonn., p. 327-8, et Chronicon Paschale, cuius auctor Malalam exscripsit, ed. Bonn., t. I, p. 550. Tradunt isti scriptores Dometium, iubente Iuliano, occlusum in spelunca ita vitam finivisse, minime autem, ut refert auctor noster, lapidibus prius obrutum.
  2. ↑ Proinde quae deinceps narrantur acta sunt anno 365.
τῶν6 ἔμπροσθεν. Καὶ διαλέκτου γενομένης7 μεταξὺ τοῦ φύλακος καὶ

τοῦ ταύτης δεσπότου, ἔρριψεν αὐτὴν ἐν τῷ ὄρει ἐν τῷ τόπῳ, οὗ ἦν κατεχόμενον καὶ ἀγνοούμενον τὸ λείψανον τοῦ ἁγίου Δομετίου. Ἀπελθόντες οὖν τοῦ ταύτης δεσπότου εἰς τὴν Κυρεστῶν πόλιν ἐντυχεῖν κατὰ 5τοῦ φύλακος τοῦ Παρθὲν8 κτήματος καὶ τῆς καμήλου ἐαθείσης ἐκεῖσε ἐπὶ ἡμέρας τέσσαρας, κειμένης αὐτῆς ἐν τῷ τόπῳ ἐκείνῳ καὶ βιαζομένης ἐγερθῆναι καὶ τὸν κεκλασμένον πόδα στηρίξαι, συνέβη πατήσαντα καταβῆναι αὐτῆς τὸν πόδα εἰς τὴν ὀπὴν τοῦ σπηλαίου, ἔνθα τὸ ἅγιον Fol. 76v.λείψανον τοῦ δι|καίου ὑπῆρχεν μετὰ τῶν αὐτοῦ μαθητῶν. Καὶ εὐθέως 10ἐστηρίχθη ὁ ποὺς τῆς καμήλου καὶ ὑγιὴς γέγονεν. Ἐπιφθάσας οὖν ὁ ταύτης δεσπότης ἔδραμεν ἐπ' αὐτήν. Ἡ δὲ κάμηλος ἰδοῦσα αὐτὸν ἀναστᾶσα, ὑγιῆ ἔχουσα τὸν ἑαυτῆς πόδα, ἔδραμεν καὶ συνήντησεν τῷ ἑαυτῆς δεσπότῃ. Ὁ δὲ ἔκθαμβος γενόμενος ἵστατο αἰνῶν καὶ δοξάζων9 τὸν Θεόν. Οἱ δὲ συνελθόντες αὐτῷ εἶπον πρὸς αὐτόν· Τί τὸ παράδοξον 15τοῦτο; Ὁ δὲ εἶπεν· Ἐν τῷ τόπῳ ἐκείνῳ εἴασα αὐτήν. Οἱ δὲ εἶπον· Δεῦτε, ἴδωμεν τὸν τόπον. Καὶ ἀπελθόντες εὗρον ἐν τῷ τόπῳ ὀπὴν βαθεῖαν, καὶ εὐθέως τινὲς ἐξ αὐτῶν εἶπον· Ἀληθῶς ὁ τοῦ ἁγίου Δομετίου τόπος ἐστί, καὶ πάντως ὧδε εὑρήσομεν τὸ ἅγιον αὐτοῦ λείψανον. Καὶ δραμόντες ἤνεγκαν πρεσβύτερον, ἵνα ποιήσῃ εὐχὴν ἐν τῷ τόπῳ. Οἱ 20δὲ λαβόντες ὀρύγια καὶ σκαλίδια ὤρυξαν. Καὶ εὑρόντες τὸ λείψανον, ἀνήγαγον μετὰ ψαλμῳδίας10 καὶ τιμῆς τῆς ὀφειλομένης καὶ εἰσήγαγον εἰς τὴν ἐκκλησίαν τοῦ Παρθὲν11 κτήματος. Καὶ πολλοῦ ὄχλου συνδραμόντος καὶ μέλλοντος τὰ λείψανα διαρπάζειν, ἐπετιμήθησαν οἱ στασιώδεις. Οἱ δὲ τῶν ἁγίων ἐρασταὶ λαβόντες τὰ λείψανα κατέθηκαν ἐν τῷ 25ἁγίῳ οἴκῳ ἐν μηνὶ Πανέμῳ πέμπτῃ[1], πάντων συνελθόντων ἱερέων τε καὶ κληρικῶν, μοναχῶν τε καὶ ἀρχιμανδριτῶν καὶ λαϊκῶν, ἀνδρῶν τε καὶ γυναικῶν, ὥστε ἐπιτελέσαι ἑορτὴν μεγάλην ἕως πεντεκαιδεκάτης τοῦ Πανέμου μηνός.

Clausula.23. Οὗτος ὁ τοῦ ἁγίου Δομετίου βίος, οὗτοι οἱ τοῦ δικαίου κόποι, 30πρέποντες Θεῷ καὶ ἀνθρώποις, διὰ τούτων ὑπὸ Θεοῦ μὲν ὑπερβαλλόν---- — 6 τὸν 2. — 7 διαλεκτογουμένης 1. — 8 Παρθὲς 2. — 9 (κ. δοξ.) om. 2. — 10 ψαλμῶν 2. — 11 Παρθὲς 2.

  1. ↑ Codex Parisinus n° 548 addit in margine κατὰ Μακεδόνας ἰουλίῳ εʹ, et haec est ratio cur in quibusdam kalendariis celebretur S. Dometius die 5 iulii, qua eius corpus in ecclesiam vici Parthen translatum fuisse perhibetur. Cf. supra p. 286, nota.
Fol. 77r.τως τετίμηται, τιμᾶ|ται δὲ ὑπὸ βασιλέων, καὶ προσκυνεῖται ὑπὸ ἱερέων

καὶ θεοσεβῶν λαῶν. Ὃς καὶ παρρησίαν ἔχων πρεσβεύει ὑπὲρ ἡμῶν πρὸς τὸν τῶν ὅλων Θεὸν σὺν τῷ μονογένει αὐτοῦ υἱῷ, κυρίῳ δὲ ἡμῶν Ἰησοῦ Χριστῷ, ᾧ1 πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ 5ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


23. — 1 (ᾧ - προσκύνησις) μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι 2.

S. DOMETII VITA BREVIOR
EX CODICE MOSQUENSI (1)

christianos

Μαρτύριον τοῦ ἁγίου Δομετίου καὶ τῶν μαθητῶν αὐτοῦ.

Sub Iuliano

1. Ἰουλιανοῦ τοῦ δυσσεβοῦς ἄρτι τὴν Ἀντιόχου καταλαβόντος, οὐδὲ 5 γὰρ βασιλέα χρὴ τοῦτον καλεῖν, ἀλλὰ παραβάτην τε καὶ παράνομον διὰ τὸ τοῦ Θεοῦ κακῶς δαιμόνων φιλίαν ἀνταλλάξασθαι, καὶ πάντας πορθοῦντος χριστιανοὺς καὶ διώκοντος, ἀναγκάζοντάς τε τὸν Χριστὸν ἀρνεῖσθαι καὶ δαίμονας θεραπεύειν καὶ θυσίας αὐτοῖς προσάγειν καὶ τελετάς, οἱ τῆς εὐσεβείας ἐπὶ τὴν πέτραν καλῶς ἡδρασμένοι κατέπαιζον 10 μὲν αὐτοῦ, κατεγέλων δὲ καὶ τῶν εἰδώλων καὶ τῶν ἀτιμάτων αὐτοῦ καταγχόμενοι. Καὶ γὰρ κόλαξ μὲν οὗτος καὶ ἀπατεὼν καὶ ὕπουλος ὁ κατάρατος χρηματίζων χρήμασι, δόξαις, τιμαῖς, ὑποσχέσεσιν ἄλλαις ἀπατῶν τοὺς εὐσεβεῖς ἐπειρᾶτο· οἱ δὲ τοῦτον διέσυρον, διέβαλλον, διήλεγχον, τὸ πανούργον αὐτοῦ σοφῶς ἐξεκάλυπτον, ὡς ἀπαναγκιζό- 15 μενον αὐτὸν καὶ μήτι ταῖς κακονοίαις δεδυνημένον τῶν αὐτῷ σπουδαζομένων εἰς ἔργον ἐξενεγκεῖν πρὸς τὰς κολάσεις χωρεῖν. Ἀπειρηκὼς οὖν ταῖς τῶν προκατασχεθέντων ἁγίων ἐνστάσεσιν, ἐπεὶ τὴν πόλιν εἰσῆλθεν, θυμοῦ γέμων καὶ μανίας ἀλόγου καὶ τῆς ἐκκλησίας χωρεῖ καὶ ταύτην ἐξυβρίζει κατὰ τὸ δοκοῦν αὐτοῦ, τὸ τοῦ δαίμονος ἐργαστήριον, 20 ἵππων φάτνην αὐτὴν ἐργασάμενος, ὅ ποτε κήρυξ αὐτῆς τῶν θείων λογίων γενόμενος· κληρικὸς γὰρ ὁ ἀνόσιος ἐχρημάτισε καὶ μυστηρίων θείων συνήγορος. Τοιαῦτα τοίνυν καὶ τοσαῦτα δεινὰ τοῦ παραβάτου ποιοῦντος, ἡ κατάλυσις ἐντεῦθεν αὐτῷ τῆς ἀρχῆς προμνηστεύεται καὶ πόλεμος αὐτὸν Περσικὸς ἐκκαλεῖται. Καὶ μέντοι δὴ καὶ πρὸς αὐτὸν 25 ἐξορμᾷ καὶ τέμνει τὴν ὁδὸν ἐξουσία μεγάλη καὶ ἦν ἰδεῖν, ὡς εἰπεῖν, πλεομένην ἤπειρον ἀνδρῶν καὶ ἵππων πλήθει καὶ πελαγίζουσαν.

(1) Vide supra, p. 285. lapidibus
obrutus vita
fungitur

2. Τότε τοίνυν μεγάλα φυσῶντι καὶ βρέμοντι προσῆλθόν τινες τὸν δίκαιον Δομέτιον διαβάλλοντες, ὡς εἴη χριστιανὸς καὶ πολλοὺς ἀφιστά τῆς τῶν εἰδώλων θρησκείας καὶ τῷ αὑτοῦ Θεῷ καθυπάγει. Δεξάμενος 5. Dometios. οὖν ἄσμενος ὁ παραβάτης τὴν κατὰ τοῦ μάρτυρος τούτου διαβολήν, κελεύει τοῦτον συσχεθέντα τὸ τάχος παραστῆναι τῷ βήματι. Καὶ ἅμα τῷ λόγῳ θῆρες ὥσπερ δραμόντες οἱ δυσσεβεῖς ἐν σπηλαίῳ τὸν δίκαιον εἰς προσευχὴν ἑστῶτα καταλαμβάνουσι τεταμένας ἔχοντα τὰς χεῖρας εἰς οὐρανούς, ἀλλὰ δὴ καὶ τοὺς δύο μαθητάς τοὺς ὁμοίως προσκειμέ- 5 νους τῷ διδασκάλῳ. Καὶ καταδραμόντες αὐτῶν· Ὁ βασιλεὺς ὑμᾶς, εἶπον, ὁ μέγας καλεῖ· σπεύσατε τὸ τάχος εἰς τὴν ὁδόν. Ἀμετάτρεπτον οὖν ἐκείνων τὸ φρόνημα κεκτημένων καὶ τῆς εὐχῆς ἐξισταμένων οὐμενοῦν οὐδαμῶς, ἀλλὰ μηδὲ λόγων μεταδιδόντων αὐτοῖς, λέοντες ὥσπερ ἐκεῖνοι κατ' αὐτῶν βρύχοντες τοὺς ὀδόντας ἐπῆλθον. Καὶ δὴ καὶ λίθους 10 λαβόντες ἐπὶ τοσοῦτον κατὰ τῶν ἁγίων ἔβαλον, ἕως τὸ σπήλαιον ἅπαν τοῖς λίθοις κατέχωσαν, ἐφ' ᾧ καὶ τὰ πνεύματα ταῖς τοῦ πλάσαντος χερσὶν οἱ μάρτυρες ἐπανέθεντο. Οἱ τοίνυν δυσσεβεῖς ἐκεῖνοι, ὡς τινα μεγάλην ἀριστείαν διαπραξάμενοι τῷ Ἰουλιανῷ πάντα καταγγέλλουσι τὰ πεπραγμένα. Καί, ὦ τῆς μανίας, χαίρει τούτων ἀκούσας ὁ τύραννος 15 καὶ δεξιοῦται τοὺς ἀσεβεῖς ὁ παρανόμος καὶ νίκην ἄλλην πολέμου τὸ τοιοῦτον νομίζει καὶ τὴν ὁδὸν γεγηθὼς διανύει. Καὶ ταῦτα μὲν τὰ περὶ τῶν ἁγίων ἡ ἱστορία γραφὴ παραδέδωκεν.

3. Ὁ τοίνυν τόπος ἐκεῖνος, ᾧ συνεχώσθησαν τοῖς λίθοις οἱ μάκαρες, ἀκανθῶν πλήρης γέγονεν, ὡς μή τινα δύνασθαι τὸ σπήλαιον ἐφευρεῖν. 20 Διετοῦς δὲ χρόνου μετὰ τὴν τῶν ἁγίων διαδραμόντος τελείωσιν, καμήλων ἐκεῖσε πολλῶν βοσκομένων, μία τις αὐτῶν πρός τι γήδιον τῶν τῆς σύνεγγυς κώμης ἐσπαρμένον εἰσῆλθεν, ἣν καταδιώκοντος τοῦ δεσπότου τῆς χώρας συνέβη πεσεῖν καὶ τοῦ ποδὸς συντριβὴν ὑπομεῖναι, ὡς ἐντεῦθεν ἀχρήστως ἔχουσαν παρὰ τοῖς ἀκάνθαις ἀπορριφῆναι, 25 ὅπουπερ ἀγνοούμενος ὁ Δομέτιος μετὰ τῶν μαθητῶν κατέκειτο. Ὁ τοίνυν τῆς καμήλου δεσπότης τὴν Κυριστηνῶν πόλιν καταλαβών, ἐν ταύτη γὰρ ὁ ἄρχων διέτριβε, πρὸς δίκην εἷλκε τὸν ταύτην καταδιώξαντα. Καὶ ἐπεὶ τὰ τῆς δίκης πέρας εἰλήφει, πρὸς αὐτὴν ὁ δεσπότης ἀνέδραμε. Τῆς δέ, πρὸς αὐτὸν ὥσπερ διαναστῆναι ἐσπεύδασκε, ὁ 30 συντριβεῖς τῶν ποδῶν εἰς ἀπήν τινα κατέδυ διολισθήσας· ἡ δὲ ἦν τὸ σπήλαιον, ἔνθα τὰ μαρτυρικά κατέκειτο λείψανα. Προσιόντος οὖν αὐτοῦ καὶ χεῖρα δόντος ὡσανεὶ τῇ καμήλῳ, ἐκείνη τὸν πόδα τῆς ὁπῆς ἐκβαλοῦσα ἄρτιον εἶχεν ὅλον καὶ ὑγιᾶ· ὅπερ ἰδὼν ὁ ταύτης δεσπότης Inventio
corporis.
ἔκθαμβός τε γέγονε καὶ τὸν Θεὸν δοξάζων οὐκ ἔληγε. Τινὲς δὲ τὸ παράδοξον τοῦτο καταπλαγέντες προσήλθον τῷ τόπῳ καὶ τὴν ὀπὴν εὑρηκότες εἰς νοῦν ἔλαβον συνέντες ὡς ὁ Δομέτιος ἐκεῖσε που τέθαπται. Καὶ εὐθὺς ὄρυγμα ποιησάμενοι τὰ λείψανα τῶν ἁγίων εὑρίσκουσιν ἀνάγουσί τε ταῦτα μεθ' ὕμνων καὶ ψαλμῶν καὶ τῆς ὀφειλομένης τιμῆς. 5 Καὶ δὴ καὶ εἰσάγουσιν εἰς τὴν ἐκκλησίαν τῆς κώμης καὶ φιλοτίμως κηδεύουσι θάπτουσί τε πρεπόντως. Καὶ κοινὸν ἰατρεῖον τοῖς ἀσθενοῦσιν ἐξανιστώσι, ναὸν περικαλλῆ καὶ ὡραῖον ἐπ' ὀνόματι δομησάμενοι τούτων. Καὶ νῦν, ὦ πάντως γεραστοὶ καὶ θαυμάσιοι μάρτυρες, τῷ δεσποτικῷ παριστάμενοι θρόνῳ, μήκος ζωῆς αἰτήσασθε βασιλεῖ ἡμῶν 10 τῷ πράῳ καὶ τὰ πάντα καλῷ, ἰσχὺν ἐκ Θεοῦ καὶ κράτος ἀπρόσμαχον, χωρῶν, ἐθνῶν τὴν κατάλυσιν ἀπείρων αὐτῶν στρατευμάτων τὴν ἐξολόθρευσιν, ἤρεμον τὴν ζωὴν καὶ ἡσύχιον, λειμώνων τε πρὸς τούτοις θείων τὴν κατοικίαν, πάντων ἀγαθῶν τὴν μέθεξιν καὶ βασιλείας οὐρανῶν τὴν ἀπόλαυσιν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ 15 κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.