コンテンツにスキップ

Βάτραχοι

提供:Βικιθήκη


Βάτραχοι
Κωμῳδία



ξανθιας
Εἴπω τι τῶν εἰωθότων ὦ δέσποτα,

ἐφ᾽ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;

διονυσος
νὴ τὸν Δί᾽ ὅ τι Βούλει γε, πλὴν ”πιέζομαι,“

τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστ᾽ ἤδη χολή.

ξανθιας
μηδ᾽ ἕτερον ἀστεῖόν τι;


διονυσος
πλήν γ᾽ ”ὡς θλίβομαι“.


ξανθιας
τί δαί; τὸ πάνυ γέλοιον εἴπω;


διονυσος
νὴ Δία

θαρρῶν γε· μόνον ἐκεῖν᾽ ὅπως μὴ ᾽ρεῖς,

ξανθιας
τὸ τί;


διονυσος
μεταβαλλόμενος τἀνάφορον ὅτι ”χεζητιᾷς“.


ξανθιας
μηδ᾽ ὅτι τοσοῦτον ἄχθος ἐπ᾽ ἐμαυτῷ φέρων,

εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι; 10

διονυσος
μὴ δῆθ᾽, ἱκετεύω, πλήν γ᾽ ὅταν μέλλω ᾽ξεμεῖν.


ξανθιας
τί δῆτ᾽ ἔδει με ταῦτα τὰ σκεύη φέρειν,

εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος
εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας;
σκεύη φέρουσ' ἑκάτοτ' ἐν κωμῳδίᾳ 15

διονυσος
μή νυν ποιήσῃς· ὡς ἐγὼ θεώμενος,

ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,
πλεῖν ἢ ᾽νιαυτῷ πρεσβύτερος ἀπέρχομαι.

ξανθιας
ὢ τρισκακοδαίμων ἄρ᾽ ὁ τράχηλος οὑτοσί,

ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ. 20

διονυσος
εἶτ᾽ οὐχ ὕβρις ταῦτ᾽ ἐστὶ καὶ πολλὴ τρυφή,

ὅτ᾽ ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίου
αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δ᾽ ὀχῶ,
ἵνα μὴ ταλαιπωροῖτο μηδ᾽ ἄχθος φέροι;

ξανθιας
οὐ γὰρ φέρω ᾽γώ; 25α


διονυσος
πῶς φέρεις γὰρ ὅς γ᾽ ὀχεῖ; 25β


ξανθιας
φέρων γε ταυτί.


διονυσος
τίνα τρόπον;


ξανθιας
Βαρέως πάνυ.


διονυσος
οὔκουν τὸ Βάρος τοῦθ᾽ ὃ σὺ φέρεις ὄνος φέρει;


ξανθιας
οὐ δῆθ᾽ ὅ γ᾽ ἔχω ᾽γὼ καὶ φέρω μὰ τὸν Δί᾽ οὔ.


διονυσος
πῶς γὰρ φέρεις, ὅς γ᾽ αὐτὸς ὑφ᾽ ἑτέρου φέρει;


ξανθιας
οὐκ οἶδ᾽· ὁ δ᾽ ὦμος οὑτοσὶ πιέζεται. 30


διονυσος
σὺ δ᾽ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σ᾽ ὠφελεῖν,

ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.

ξανθιας
οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;

ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.

διονυσος
κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας

ἤδη βαδίζων εἰμὶ τῆσδ᾽, οἷ πρῶτά με
ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.

ηρακλης
τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς

ἐνήλαθ᾽ ὅστις· εἰπέ μοι τουτὶ τί ἦν;

διονυσος
ὁ παῖς.


ξανθιας
τί ἔστιν;


διονυσος
οὐκ ἐνεθυμήθης;


ξανθιας
τὸ τί;


διονυσος
ὡς σφόδρα μ᾽ ἔδεισε.


ξανθιας
νὴ Δία μὴ μαίνοιό γε.


ηρακλης
οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν·

καίτοι δάκνω γ᾽ ἐμαυτόν· ἀλλ᾽ ὅμως γελῶ.

διονυσος
ὦ δαιμόνιε πρόσελθε· δέομαι γάρ τί σου.


ηρακλης
ἀλλ᾽ οὐχ οἷός τ᾽ εἴμ᾽ ἀποσοβῆσαι τὸν γέλων

ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.
τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;
ποῖ γῆς ἀπεδήμεις;

διονυσος
ἐπεβάτευον Κλεισθένει -


ηρακλης
κἀναυμάχησας;


διονυσος
καὶ κατεδύσαμέν γε ναῦς 50

τῶν πολεμίων ἢ δώδεκ᾽ ἢ τρεῖς καὶ δέκα.

ηρακλης
σφώ;


διονυσος
νὴ τὸν Ἀπόλλω.


ξανθιας
κᾆτ᾽ ἔγωγ᾽ ἐξηγρόμην.


διονυσος
καὶ δῆτ᾽ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι

τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος
τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.

ηρακλης
πόθος; πόσος τις;


διονυσος
μικρὸς ἡλίκος Μόλων.


ηρακλης
γυναικός;


διονυσος
οὐ δῆτ᾽.


ηρακλης
ἀλλὰ παιδός;


διονυσος
οὐδαμῶς.


ηρακλης
ἀλλ᾽ ἀνδρός;


διονυσος
ἀπαπαί.


ηρακλης
ξυνεγένου τῷ Κλεισθένει;


διονυσος
μὴ σκῶπτέ μ᾽ ὦδέλφ᾽· οὐ γὰρ ἀλλ᾽ ἔχω κακῶς·

τοιοῦτος ἵμερός με διαλυμαίνεται.

ηρακλης
ποῖός τις ὦδελφίδιον; 60α


διονυσος
οὐκ ἔχω φράσαι. 60β

ὅμως γε μέντοι σοι δι᾽ αἰνιγμῶν ἐρῶ.
ἤδη ποτ᾽ ἐπεθύμησας ἐξαίφνης ἔτνους;

ηρακλης
ἔτνους; βαβαιάξ, μυριάκις γ᾽ ἐν τῷ βίῳ.


διονυσος
ἆρ᾽ ἐκδιδάσκω τὸ σαφὲς ἢ ᾽τέρᾳ φράσω;


ηρακλης
μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω. 65


διονυσος
τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος

Εὐριπίδου.

ηρακλης
καὶ ταῦτα τοῦ τεθνηκότος;


διονυσος
κοὐδείς γέ μ᾽ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ

ἐλθεῖν ἐπ᾽ ἐκεῖνον.

ηρακλης
πότερον εἰς Ἅιδου κάτω;


διονυσος
καὶ νὴ Δί᾽ εἴ τί γ᾽ ἔστιν ἔτι κατωτέρω. 70


ηρακλης
τί βουλόμενος;


διονυσος
δέομαι ποιητοῦ δεξιοῦ.

οἱ μὲν γὰρ οὐκέτ᾽ εἰσίν, οἱ δ᾽ ὄντες κακοί.

ηρακλης
τί δ᾽; οὐκ Ἰοφῶν ζῇ;


διονυσος
τοῦτο γάρ τοι καὶ μόνον

ἔτ᾽ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτ᾽ ἄρα·
οὐ γὰρ σάφ᾽ οἶδ᾽ οὐδ᾽ αὐτὸ τοῦθ᾽ ὅπως ἔχει.

ηρακλης
εἶτ᾽ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου

μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σ᾽ ἄγειν;

διονυσος
οὐ πρίν γ᾽ ἂν Ἰοφῶντ᾽, ἀπολαβὼν αὐτὸν μόνον,

ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω.
κἄλλως ὁ μέν γ᾽ Εὐριπίδης 80
πανοῦργος ὢν
κἂν ξυναποδρᾶναι δεῦρ᾽ ἐπιχειρήσειέ μοι·
ὁ δ᾽ εὔκολος μὲν ἐνθάδ᾽ εὔκολος δ᾽ ἐκεῖ.

ηρακλης
Ἀγάθων δὲ ποῦ ᾽στιν;


διονυσος
ἀπολιπών μ᾽ ἀποίχεται,

ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις.

ηρακλης
ποῖ γῆς ὁ τλήμων;


διονυσος
ἐς Μακάρων εὐωχίαν.


ηρακλης
ὁ δὲ Σενοκλέης;


διονυσος
ἐξόλοιτο νὴ Δία.


ηρακλης
Πυθάγγελος δέ;


ξανθιας
περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος

ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.

ηρακλης
οὔκουν ἕτερ᾽ ἔστ᾽ ἐνταῦθα μειρακύλλια

τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια, 90
Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα.

διονυσος
ἐπιφυλλίδες ταῦτ᾽ ἐστὶ καὶ στωμύλματα,

χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,
ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,
ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.
γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι
ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.

ηρακλης
πῶς γόνιμον;


διονυσος
ὡδὶ γόνιμον, ὅστις φθέγξεται

τοιουτονί τι παρακεκινδυνευμένον,

αἰθέρα Διὸς δωμάτιον, ἢ χρόνου πόδα, 100
ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ᾽ ἱερῶν,
γλῶτταν δ᾽ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.

ηρακλης
σὲ δὲ ταῦτ᾽ ἀρέσκει;


διονυσος
μἀλλὰ πλεῖν ἢ μαίνομαι.


ηρακλης
ἦ μὴν κόβαλά γ᾽ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.


διονυσος
μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.


ηρακλης
καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.


διονυσος
δειπνεῖν με δίδασκε.


ξανθιας
περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος.


διονυσος
ἀλλ᾽ ὦνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων

ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους
τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ 110
ἐχρῶ τόθ᾽, ἡνίκ᾽ ἐπὶ τὸν Κέρβερον,
τούτους φράσον μοι, λιμένας ἀρτοπώλια
πορνεῖ᾽ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺς
πόλεις διαίτας πανδοκευτρίας, ὅπου
κόρεις ὀλίγιστοι.

ξανθιας
περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος.


ηρακλης
ὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε;


διονυσος
μηδὲν ἔτι πρὸς ταῦτ᾽, ἀλλὰ φράζε τῶν ὁδῶν

ὅπῃ τάχιστ᾽ ἀφιζόμεθ᾽ εἰς Ἅιδου κάτω·
καὶ μήτε θερμὴν μήτ᾽ ἄγαν ψυχρὰν φράσῃς.

ηρακλης
φέρε δὴ τίν᾽ αὐτῶν σοι φράσω πρώτην; τίνα; 120

μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,
κρεμάσαντι σαυτόν.

διονυσος
παῦε, πνιγηρὰν λέγεις.


ηρακλης
ἀλλ᾽ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη

ἡ διὰ θυείας.

διονυσος
ἆρα κώνειον λέγεις;


ηρακλης
μάλιστά γε.


διονυσος
ψυχράν γε καὶ δυσχείμερον·

εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.

ηρακλης
βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω;


διονυσος
νὴ τὸν Δί᾽ ὡς ὄντος γε μὴ βαδιστικοῦ.


ηρακλης
καθέρπυσόν νυν ἐς Κεραμεικόν.


διονυσος
κᾆτα τί;


ηρακλης
ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν --


διονυσος
τί δρῶ;


ηρακλης
ἀφιεμένην τὴν λαμπάδ᾽ ἐντεῦθεν θεῶ, 131

κἄπειτ᾽ ἐπειδὰν φῶσιν οἱ θεώμενοι
”εἷναι“, τόθ᾽ εἷναι καὶ σὺ σαυτόν.

διονυσος
ποῖ


ηρακλης
κάτω.


διονυσος
ἀλλ᾽ ἀπολέσαιμ᾽ ἂν ἐγκεφάλου θρίω δύο.

οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.

ηρακλης
τί δαί;


διονυσος
ἥνπερ σὺ τότε κατῆλθες.


ηρακλης
ἀλλ᾽ ὁ πλοῦς πολύς.

εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ
ἄβυσσον.

διονυσος
εἶτα πῶς περαιωθήσομαι;


ηρακλης
ἐν πλοιαρίῳ τυννουτῳί σ᾽ ἀνὴρ γέρων

ναύτης διάξει δύ᾽ ὀβολὼ μισθὸν λαβών. 140

διονυσος
φεῦ,

ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ᾽ ὀβολώ.
πῶς ἠλθέτην κἀκεῖσε;

ηρακλης
Θησεὺς ἤγαγεν.

μετὰ ταῦτ᾽ ὄφεις καὶ θηρί᾽ ὄψει μυρία
δεινότατα.

διονυσος
μή μ᾽ ἔκπληττε μηδὲ δειμάτου·

οὐ γάρ μ᾽ ἀποτρέψεις.

ηρακλης
εἶτα βόρβορον πολὺν

καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους,
εἴ που ξένον τις ἠδίκησε πώποτε,
ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,
ἢ μητέρ᾽ ἠλόασεν, ἢ πατρὸς γνάθον

ἐπάταξεν, ἢ ᾽πίορκον ὅρκον ὤμοσεν, 150
ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.

διονυσος
νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ

τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου.

ηρακλης
ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,

ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,
καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας
ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.

διονυσος
οὗτοι δὲ δὴ τίνες εἰσίν;


ηρακλης

οἱ μεμυημένοι --

ξανθιας

νὴ τὸν Δί᾽ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.
ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον. 160

ηρακλης
οἵ σοι φράσουσ᾽ ἁπαξάπανθ᾽ ὧν ἂν δέῃ.

οὗτοι γὰρ ἐγγύτατα παρ᾽ αὐτὴν τὴν ὁδὸν
ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.
καὶ χαῖρε πόλλ᾽ ὦδελφέ.

διονυσος
νὴ Δία καὶ σύ γε

ὑγίαινε. σὺ δὲ τὰ στρώματ᾽ αὖθις λάμβανε.

ξανθιας
πρὶν καὶ καταθέσθαι;


διονυσος
καὶ ταχέως μέντοι πάνυ.


ξανθιας
μὴ δῆθ᾽, ἱκετεύω σ᾽, ἀλλὰ μίσθωσαί τινα

τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτ᾽ ἔρχεται.

διονυσος
ἐὰν δὲ μὴ εὕρω;


ξανθιας
τότε μ᾽ ἄγειν.


διονυσος
καλῶς λέγεις.

καὶ γάρ τιν᾽ ἐκφέρουσι τουτονὶ νεκρόν, 170
οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα·
ἄνθρωπε βούλει σκευάρι᾽ εἰς Ἅιδου φέρειν;

νεκρος
πόσ᾽ ἄττα;


διονυσος
ταυτί.


νεκρος
δύο δραχμὰς μισθὸν τελεῖς;


διονυσος
μὰ Δί᾽ ἀλλ᾽ ἔλαττον.


νεκρος
ὑπάγεθ᾽ ὑμεῖς τῆς ὁδοῦ.


διονυσος
ἀνάμεινον ὦ δαιμόνι᾽, ἐὰν ξυμβῶ τί σοι.


νεκρος

εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.

διονυσος
λάβ᾽ ἐννέ᾽ ὀβολούς.


νεκρος

ἀναβιοίην νυν πάλιν.

ξανθιας
ὡς σεμνὸς ὁ κατάρατος· οὐκ οἰμώξεται;

ἐγὼ βαδιοῦμαι.

διονυσος
χρηστὸς εἶ καὶ γεννάδας.

χωρῶμεν ἐπὶ τὸ πλοῖον. 180

χαρων
ὠὸπ παραβαλοῦ.


ξανθιας
τουτὶ τί ἔστι;


διονυσος
τοῦτο; λίμνη νὴ Δία

αὕτη ᾽στὶν ἣν ἔφραζε, καὶ πλοῖόν γ᾽ ὁρῶ.

ξανθιας
νὴ τὸν Ποσειδῶ κἄστι γ᾽ ὁ Χάρων οὑτοσί.


διονυσος
χαῖρ᾽ ὦ Χάρων, χαῖρ᾽ ὦ Χάρων, χαῖρ᾽ ὦ Χάρων.


χαρων
τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων;

τίς ἐς τὸ Λήθης πεδίον, ἢ σ᾽ Ὄνου πόκας,
ἢ σ᾽ Κερβερίους, ἢ σ᾽ κόρακας, ἢ ᾽πὶ Ταίναρον;

διονυσος
ἐγώ.


χαρων
ταχέως ἔμβαινε.


διονυσος
ποῖ σχήσειν δοκεῖς;

ἐς κόρακας ὄντως;

χαρων
ναὶ μὰ Δία σοῦ γ᾽ οὕνεκα.

ἔσβαινε δή. 190

διονυσος
παῖ δεῦρο.


χαρων
δοῦλον οὐκ ἄγω,

εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.

ξανθιας
μὰ τὸν Δί᾽ οὐ γὰρ ἀλλ᾽ ἔτυχον ὀφθαλμιῶν.


χαρων
οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;


ξανθιας
ποῦ δῆτ᾽ ἀναμενῶ;


χαρων
παρὰ τὸν Αὑαίνου λίθον

ἐπὶ ταῖς ἀναπαύλαις.

διονυσος
μανθάνεις;


ξανθιας
πάνυ μανθάνω.

οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;

χαρων
κάθιζ᾽ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω.

οὗτος τί ποιεῖς;

διονυσος
ὅ τι ποιῶ; τί δ᾽ ἄλλο γ᾽ ἢ

ἵζω ᾽πὶ κώπην, οὗπερ ἐκέλευές με σύ;

χαρων
οὔκουν καθεδεῖ δῆτ᾽ ἐνθαδὶ γάστρων; 200


διονυσος
ἰδού.


χαρων
οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;


διονυσος
ἰδού.


χαρων
οὐ μὴ φλυαρήσεις ἔχων ἀλλ᾽ ἀντιβὰς

ἐλᾷς προθύμως;

διονυσος
κᾆτα πῶς δυνήσομαι

ἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιος
ὢν εἶτ᾽ ἐλαύνειν;

χαρων
ῥᾷστ᾽· ἀκούσει γὰρ μέλη

κάλλιστ᾽, ἐπειδὰν ἐμβάλῃς ἅπαξ,

διονυσος
τίνων;


χαρων
βατράχων κύκνων θαυμαστά.


διονυσος
κατακέλευε δή.


χαρων
ὦ ὀπὸπ ὦ ὀπόπ.


βατραχοι
βρεκεκεκὲξ κοὰξ κοάξ,

βρεκεκεκὲξ κοὰξ κοάξ. 210
λιμναῖα κρηνῶν τέκνα,
ξύναυλον ὕμνων βοὰν
φθεγξώμεθ᾽, εὔγηρυν ἐμὰν ἀοιδάν,
κοὰξ κοάξ,
ἣν ἀμφὶ Νυσήιον
Διὸς Διόνυσον ἐν
Λίμναισιν ἰαχήσαμεν,
ἡνίχ᾽ ὁ κραιπαλόκωμος
τοῖς ἱεροῖσι Χύτροισι
χωρεῖ κατ᾽ ἐμὸν τέμενος λαῶν ὄχλος.
βρεκεκεκὲξ κοὰξ κοάξ. 220

διονυσος
ἐγὼ δέ γ᾽ ἀλγεῖν ἄρχομαι

τὸν ὄρρον ὦ κοὰξ κοάξ·
ὑμῖν δ᾽ ἴσως οὐδὲν μέλει.

βατραχοι
βρεκεκεκὲξ κοὰξ κοάξ.


διονυσος
ἀλλ᾽ ἐξόλοισθ᾽ αὐτῷ κοάξ·

οὐδὲν γάρ ἐστ᾽ ἀλλ᾽ ἢ κοάξ.

βατραχοι
εἰκότως γ᾽ ὦ πολλὰ πράττων.

ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων· 230
προσεπιτέρπεται δ᾽ ὁ φορμικτὰς Ἀπόλλων,
ἕνεκα δόνακος, ὃν ὑπολύριον
ἔνυδρον ἐν λίμναις τρέφω.
βρεκεκεκὲξ κοάξ κοάξ.

διονυσος
ἐγὼ δὲ φλυκταίνας γ᾽ ἔχω,

χὠ πρωκτὸς ἰδίει πάλαι,
κᾆτ᾽ αὐτίκ᾽ ἐκκύψας ἐρεῖ --

βατραχοι
βρεκεκεκὲξ κοὰξ κοάξ.


διονυσος
ἀλλ᾽ ὦ φιλῳδὸν γένος 240

παύσασθε.

βατραχοι
μᾶλλον μὲν οὖν

φθεγξόμεσθ᾽, εἰ δή ποτ᾽ εὐηλίοις
ἐν ἁμέραισιν
ἡλάμεσθα διὰ κυπείρου
καὶ φλέω, χαίροντες ᾠδῆς
πολυκολύμβοισι μέλεσιν,
ἢ Διὸς φεύγοντες ὄμβρον
ἔνυδρον ἐν βυθῷ χορείαν
αἰόλαν ἐφθεγξάμεσθα
πομφολυγοπαφλάσμασιν.
βρεκεκεκὲξ κοὰξ κοάξ.

διονυσος
τουτὶ παρ᾽ ὑμῶν λαμβάνω. 250


βατραχοι
δεινά τἄρα πεισόμεσθα.


διονυσος
δεινότερα δ᾽ ἔγωγ᾽, ἐλαύνων

εἰ διαρραγήσομαι.

βατραχοι
βρεκεκεκὲξ κοὰξ κοάξ.


διονυσος
οἰμώζετ᾽· οὐ γάρ μοι μέλει.


βατραχοι
ἀλλὰ μὴν κεκραξόμεσθά γ᾽

ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν
χανδάνῃ δι᾽ ἡμέρας. 260
βρεκεκεκὲξ κοὰξ κοάξ.

διονυσος
τούτῳ γὰρ οὐ νικήσετε.


βατραχοι
οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.


διονυσος
οὐδὲ μὴν ὑμεῖς γ᾽ ἐμὲ

οὐδέποτε· κεκράξομαι γὰρ
κἂν δέῃ δι᾽ ἡμέρας
<βρεκεκεκὲξ κοὰξ κοάξ,>
ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,
βρεκεκεκὲξ κοὰξ κοάξ.

διονυσος
ἔμελλον ἄρα παύσειν ποθ᾽ ὑμᾶς τοῦ κοάξ.


χαρων
ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,

ἔκβαιν᾽, ἀπόδος τὸν ναῦλον. 270

διονυσος
ἔχε δὴ τὠβολώ.

ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία.

ξανθιας
ἰαῦ.


διονυσος
βάδιζε δεῦρο.


ξανθιας
χαῖρ᾽ ὦ δέσποτα.


διονυσος
τί ἔστι τἀνταυθοῖ;


ξανθιας
σκότος καὶ βόρβορος.


διονυσος
κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι

καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;

ξανθιας
σὺ δ᾽ οὔ;


διονυσος
νὴ τὸν Ποσειδῶ ᾽γωγε, καὶ νυνί γ᾽ ὁρῶ.

ἄγε δὴ τί δρῶμεν;

ξανθιας
προϊέναι βέλτιστα νῷν,

ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία
τὰ δείν᾽ ἔφασκ᾽ ἐκεῖνος.

διονυσος
ὡς οἰμώξεται.

ἠλαζονεύεθ᾽ ἵνα φοβηθείην ἐγώ, 280
εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.
οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθ᾽ ὡς Ἡρακλῆς.
ἐγὼ δέ γ᾽ εὐξαίμην ἂν ἐντυχεῖν τινι
λαβεῖν τ᾽ ἀγώνισμ᾽ ἄξιόν τι τῆς ὁδοῦ.

ξανθιας
νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.


διονυσος
ποῦ ποῦ ᾽στιν;


ξανθιας
ἐξόπισθεν.


διονυσος
ἐξόπισθ᾽ ἴθι.


ξανθιας
ἀλλ᾽ ἐστὶν ἐν τῷ πρόσθε.


διονυσος
πρόσθε νυν ἴθι.


ξανθιας
καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.


διονυσος
ποῖόν τι;


ξανθιας
δεινόν· παντοδαπὸν γοῦν γίγνεται

τοτὲ μέν γε βοῦς, νυνὶ δ᾽ ὀρεύς, τοτὲ δ᾽ αὖ γυνὴ 290
ὡραιοτάτη τις.

διονυσος
ποῦ ᾽στι; φέρ᾽ ἐπ᾽ αὐτὴν ἴω.


ξανθιας
ἀλλ᾽ οὐκέτ᾽ αὖ γυνή ᾽στιν, ἀλλ᾽ ἤδη κύων.


διονυσος
Ἔμπουσα τοίνυν ἐστί.


ξανθιας
πυρὶ γοῦν λάμπεται

ἅπαν τὸ πρόσωπον.

διονυσος
καὶ σκέλος χαλκοῦν ἔχει;


ξανθιας
νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον,

σάφ᾽ ἴσθι.

διονυσος
ποῖ δῆτ᾽ ἂν τραποίμην;


ξανθιας
ποῖ δ᾽ ἐγώ;


διονυσος
ἱερεῦ διαφύλαξόν μ᾽, ἵν᾽ ὦ σοι ξυμπότης.


ξανθιας
ἀπολούμεθ᾽ ὦναξ Ἡράκλεις.


διονυσος
οὐ μὴ καλεῖς μ᾽

ὦνθρωφ᾽, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.

ξανθιας
Διόνυσε τοίνυν. 300


διονυσος
τοῦτό γ᾽ ἧττον θατέρου.

ἴθ᾽ ᾗπερ ἔρχει.

ξανθιας
δεῦρο δεῦρ᾽ ὦ δέσποτα.


διονυσος
τί δ᾽ ἔστι;


ξανθιας
θάρρει· πάντ᾽ ἀγαθὰ πεπράγαμεν,

ἔξεστί θ᾽ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν,
”ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ“.
ἥμπουσα φρούδη.

διονυσος
κατόμοσον.


ξανθιας
νὴ τὸν Δία.


διονυσος
καὖθις κατόμοσον.


ξανθιας
νὴ Δί᾽.


διονυσος
ὄμοσον.


ξανθιας
νὴ Δία.


διονυσος
οἴμοι τάλας, ὡς ὠχρίασ᾽ αὐτὴν ἰδών.


ξανθιας
ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.


διονυσος
οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;

τίν᾽ αἰτιάσομαι θεῶν μ᾽ ἀπολλύναι; 310

ξανθιας
αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;

αὐλεῖ τις ἔνδοθεν

διονυσος
οὗτος.


ξανθιας
τί ἔστιν;


διονυσος
οὐ κατήκουσας;


ξανθιας
τίνος;


διονυσος
αὐλῶν πνοῆς.


ξανθιας
ἔγωγε, καὶ δᾴδων γέ με

αὔρα τις εἰσέπνευσε μυστικωτάτη.

διονυσος
ἀλλ᾽ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.


χορος
Ἴακχ᾽ ὦ Ἴακχε.

Ἴακχ᾽ ὦ Ἴακχε.

ξανθιας
τοῦτ᾽ ἔστ᾽ ἐκεῖν᾽ ὦ δέσποθ᾽· οἱ μεμυημένοι

ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας. 320

διονυσος
κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν

βέλτιστόν ἐσθ᾽, ἕως ἂν εἰδῶμεν σαφῶς.

χορος
Ἴακχ᾽ ὦ πολυτίμητ᾽ ἐν ἕδραις ἐνθάδε ναίων,

Ἴακχ᾽ ὦ Ἴακχε,
ἐλθὲ τόνδ᾽ ἀνὰ λειμῶνα χορεύσων
ὁσίους ἐς θιασώτας,
πολύκαρπον μὲν τινάσσων
περὶ κρατὶ σῷ βρύοντα
στέφανον μύρτων, θρασεῖ δ᾽ ἐγκατακρούων 330
ποδὶ τὰν ἀκόλαστον
φιλοπαίγμονα τιμάν,
χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν
ὁσίοις μύσταις χορείαν.

ξανθιας
ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,

ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.

διονυσος
οὔκουν ἀτρέμ᾽ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;


χορος
”ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων“, 340

Ἴακχ᾽ ὦ Ἴακχε,
νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.
φλογὶ φέγγεται δὲ λειμών·
γόνυ πάλλεται γερόντων·
ἀποσείονται δὲ λύπας
χρονίους τ᾽ ἐτῶν παλαιῶν ἐνιαυτοὺς

ἱερᾶς ὑπὸ τιμᾶς. 350
σὺ δὲ λαμπάδι ”φλέγων“
προβάδην ἔξαγ᾽ ἐπ᾽ ἀνθηρὸν ἕλειον δάπεδον
χοροποιὸν μάκαρ ἥβαν.
εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,
ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει,
ἢ γενναίων ὄργια Μουσῶν μήτ᾽ εἶδεν μήτ᾽ ἐχόρευσεν,
μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖ᾽ ἐτελέσθη,
ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ ν᾽ καιρῷ τοῦτο ποιοῦσιν,
ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδ᾽ εὔκολός ἐστι πολίταις,
ἀλλ᾽ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν, 360
ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται,
ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητ᾽ ἀποπέμπει
ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,
ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,
ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει,
ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων,
ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτ᾽ ἀποτρώγει,
κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου·
τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλ᾽ ἀπαυδῶ
ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δ᾽ ἀνεγείρετε μολπὴν 370
καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.
χώρει νυν πᾶς ἀνδρείως
ἐς τοὺς εὐανθεῖς κόλπους
λειμώνων ἐγκρούων
κἀπισκώπτων
καὶ παίζων καὶ χλευάζων,
ἠρίστηται δ᾽ ἐξαρκούντως.
ἀλλ᾽ ἔμβα χὤπως ἀρεῖς
τὴν Σώτειραν γενναίως
τῇ φωνῇ μολπάζων, 380
ἣ τὴν χώραν
σῴζειν φήσ᾽ ἐς τὰς ὥρας,
κἂν Θωρυκίων μὴ βούληται.
ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν
Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
Δήμητερ ἁγνῶν ὀργίων
ἄνασσα συμπαραστάτει,
καὶ σῷζε τὸν σαυτῆς χορόν,
καί μ᾽ ἀσφαλῶς πανήμερον
παῖσαί τε καὶ χορεῦσαι· 390
καὶ πολλὰ μὲν γέλοιά μ᾽ εἰ-
πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ
τῆς σῆς ἑορτῆς ἀξίως
παίσαντα καὶ σκώψαντα νικήσαντα
ταινιοῦσθαι.
ἄγ᾽ εἶα
νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο
ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς

ἥδιστον εὑρών, δεῦρο συνακολούθει 400
πρὸς τὴν θεὸν
καὶ δεῖξον ὡς ἄνευ πόνου
πολλὴν ὁδὸν περαίνεις.
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι
κἀπ᾽ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον
καὶ τὸ ῥάκος,
κἀξηῦρες ὥστ᾽ ἀζημίους
παίζειν τε καὶ χορεύειν.
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με. 410
καὶ γὰρ παραβλέψας τι μειρακίσκης
νῦν δὴ κατεῖδον καὶ μάλ᾽ εὐπροσώπου
συμπαιστρίας
χιτωνίου παραρραγέντος τιτθίον προκύψαν.
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.

διονυσος
ἐγὼ δ᾽ ἀεί πως φιλακόλουθός εἰμι καὶ μετ᾽ αὐτῆς

παίζων χορεύειν βούλομαι.

ξανθιας
κἄγωγε πρός.


χορος
βούλεσθε δῆτα κοινῇ 420

σκώψωμεν Ἀρχέδημον;
ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.
νυνὶ δὲ δημαγωγεῖ
ἐν τοῖς ἄνω νεκροῖσι,
κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.
τὸν Κλεισθένους δ᾽ ἀκούω
ἐν ταῖς ταφαῖσι πρωκτὸν
τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·
κἀκόπτετ᾽ ἐγκεκυφώς,
κἄκλαε κἀκεκράγει 430
Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.
καὶ Καλλίαν γέ φασι
τοῦτον τὸν Ἱπποβίνου
κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.

διονυσος
ἔχοιτ᾽ ἂν οὖν φράσαι νῷν


Πλούτων᾽ ὅπου ᾽νθάδ᾽ οἰκεῖ;
ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.

χορος
μηδὲν μακρὰν ἀπέλθῃς,

μηδ᾽ αὖθις ἐπανέρῃ με,
ἀλλ᾽ ἴσθ᾽ ἐπ᾽ αὐτὴν θύραν ἀφιγμένος. 440

διονυσος
αἴροι᾽ ἂν αὖθις ὦ παῖ.


ξανθιας
τουτὶ τί ἦν τὸ πρᾶγμα;

ἀλλ᾽ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.

χορος
χωρεῖτε

νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀν᾽ ἄλσος
παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς·
ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.

χωρῶμεν ἐς πολυρρόδους 450
λειμῶνας ἀνθεμώδεις,
τὸν ἡμέτερον τρόπον
τὸν καλλιχορώτατον
παίζοντες, ὃν ὄλβιαι
Μοῖραι ξυνάγουσιν.
μόνοις γὰρ ἡμῖν ἥλιος
καὶ φέγγος ἱλαρόν ἐστιν,
ὅσοι μεμυήμεθ᾽ εὐσεβῆ τε διήγομεν
τρόπον περὶ τοὺς ξένους
καὶ τοὺς ἰδιώτας.

διονυσος
ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα; 460

πῶς ἐνθάδ᾽ ἄρα κόπτουσιν οὑπιχώριοι;

ξανθιας
οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,

καθ᾽ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμ᾽ ἔχων.

διονυσος
παῖ παῖ.


αιακος
τίς οὗτος;


διονυσος
Ἡρακλῆς ὁ καρτερός.


αιακος
ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ

καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
ὃς τὸν κύν᾽ ἡμῶν ἐξελάσας τὸν Κέρβερον
ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών,
ὃν ἐγὼ ᾽φύλαττον. ἀλλὰ νῦν ἔχει μέσος·
τοία Στυγός σε μελανοκάρδιος πέτρα 470
Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς
φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες,
ἔχιδνά θ᾽ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου
διασπαράξει, πλευμόνων τ᾽ ἀνθάψεται
Ταρτησία μύραινα· τὼ νεφρὼ δέ σου
αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
διασπάσονται Γοργόνες Τειθράσιαι,
ἐφ᾽ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.

ξανθιας
οὗτος τί δέδρακας;


διονυσος
ἐγκέχοδα· κάλει θεόν.


ξανθιας
ὦ καταγέλαστ᾽ οὔκουν ἀναστήσει ταχὺ 480

πρίν τινά σ᾽ ἰδεῖν ἀλλότριον;

διονυσος
ἀλλ᾽ ὡρακιῶ.

ἀλλ᾽ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.

ξανθιας
ἰδοὺ λαβέ, προσθοῦ.


διονυσος
ποῦ ᾽στιν;


ξανθιας
ὦ χρυσοῖ θεοὶ

ἐνταῦθ᾽ ἔχεις τὴν καρδίαν;

διονυσος
δείσασα γὰρ

ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.

ξανθιας
ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.


διονυσος
ἐγώ;

πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε;
οὐκ ἂν ἕτερός γ᾽ αὔτ᾽ ἠργάσατ᾽ ἀνήρ.

ξανθιας
ἀλλὰ τί;


διονυσος
κατέκειτ᾽ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·

ἐγὼ δ᾽ ἀνέστην καὶ προσέτ᾽ ἀπεψησάμην. 490

ξανθιας
ἀνδρεῖά γ᾽ ὦ Πόσειδον.


διονυσος
οἶμαι νὴ Δία.

σὺ δ᾽ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων
καὶ τὰς ἀπειλάς;

ξανθιας
οὐ μὰ Δί᾽ οὐδ᾽ ἐφρόντισα.


διονυσος
ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,

σὺ μὲν γενοῦ ᾽γὼ τὸ ῥόπαλον τουτὶ λαβὼν
καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ·
ἐγὼ δ᾽ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.

ξανθιας
φέρε δὴ ταχέως αὔτ᾽· οὐ γὰρ ἀλλὰ πειστέον·

καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν,

εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμ᾽ ἔχων. 500

διονυσος
μὰ Δί᾽ ἀλλ᾽ ἀληθῶς οὑκ Μελίτης μαστιγίας.

φέρε νυν ἐγὼ τὰ στρώματ᾽ αἴρωμαι ταδί.

θεραπαινα
ὦ φίλταθ᾽ ἥκεις Ἡράκλεις; δεῦρ᾽ εἴσιθι.

ἡ γὰρ θεός <σ᾽> ὡς ἐπύθεθ᾽ ἥκοντ᾽, εὐθέως
ἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτρας 505
ἔτνους δύ᾽ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζ᾽ ὅλον,
πλακοῦντας ὤπτα κολλάβους. ἀλλ᾽ εἴσιθι.

ξανθιας
κάλλιστ᾽, ἐπαινῶ.


θεραπαινα
μὰ τὸν Ἀπόλλω οὐ μή σ᾽ ἐγὼ

περιόψομἀπελθόντ᾽, ἐπεί τοι καὶ κρέα
ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα 510
ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.
ἀλλ᾽ εἴσιθ᾽ ἅμ᾽ ἐμοί.

ξανθιας
πάνυ καλῶς.


θεραπαινα
ληρεῖς ἔχων

οὐ γάρ σ᾽ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι
ἥδ᾽ ἔνδον ἔσθ᾽ ὡραιοτάτη κὠρχηστρίδες
ἕτεραι δύ᾽ ἢ τρεῖς. 515

ξανθιας
πῶς λέγεις; ὀρχηστρίδες;


θεραπαινα
ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.

ἀλλ᾽ εἴσιθ᾽, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη
ἔμελλ᾽ ἀφαιρεῖν χἠ τράπεζ᾽ εἰσῄρετο.

ξανθιας
ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν

ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι. 520
ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.

διονυσος
ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ,

ὁτιή σε παίζων Ἡρακλέα ᾽νεσκεύασα;
οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία,
ἀλλ᾽ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα. 525

ξανθιας
τί δ᾽ ἔστιν; οὔ τι πού μ᾽ ἀφελέσθαι διανοεῖ

ἅδωκας αὐτός;

διονυσος
οὐ τάχ᾽, ἀλλ᾽ ἤδη ποιῶ.

κατάθου τὸ δέρμα.

ξανθιας
ταῦτ᾽ ἐγὼ μαρτύρομαι

καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.

διονυσος
ποίοις θεοῖς;

τὸ δὲ προσδοκῆσαί σ᾽ οὐκ ἀνόητον καὶ κενὸν 530
ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;

ξανθιας
ἀμέλει καλῶς· ἔχ᾽ αὔτ᾽. ἴσως γάρ τοί ποτε

ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.

χορος
ταῦτα μὲν πρὸς ἀνδρός ἐστι

νοῦν ἔχοντος καὶ φρένας καὶ
πολλὰ περιπεπλευκότος, 535
μετακυλίνδειν αὑτὸν ἀεὶ
πρὸς τὸν εὖ πράττοντα τοῖχον
μᾶλλον ἢ γεγραμμένην
εἰκόν᾽ ἑστάναι, λαβόνθ᾽ ἓν
σχῆμα· τὸ δὲ μεταστρέφεσθαι
πρὸς τὸ μαλθακώτερον
δεξιοῦ πρὸς ἀνδρός ἐστι 540
καὶ φύσει Θηραμένους.

διονυσος
οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ


ξανθιας
μὲν δοῦλος ὢν ἐν

στρώμασιν Μιλησίοις
ἀνατετραμμένος κυνῶν ὀρχηστρίδ᾽
εἶτ᾽ ᾔτησεν ἀμίδ᾽, ἐγὼ
δὲ πρὸς τοῦτον βλέπων
τοὐρεβίνθου ᾽δραττόμην, οὗτος 545
δ᾽ ἅτ᾽ ὢν αὐτὸς πανοῦργος
εἶδε, κᾆτ᾽ ἐκ τῆς γνάθου
πὺξ πατάξας μοὐξέκοψε
τοῦ χοροῦ τοὺς προσθίους;

πανδοκευτρια
Πλαθάνη, Πλαθάνη δεῦρ᾽ ἔλθ᾽, ὁ πανοῦργος οὑτοσί,


ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε 550
ἑκκαίδεκ᾽ ἄρτους κατέφαγ᾽ ἡμῶν.

πλαθανη
νὴ Δία

ἐκεῖνος αὐτὸς δῆτα.

ξανθιας
κακὸν ἥκει τινί.


πανδοκευτρια
καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστ᾽ εἴκοσιν

ἀν᾽ ἡμιωβολιαῖα.

ξανθιας
δώσει τις δίκην.


πανδοκευτρια
καὶ τὰ σκόροδα τὰ πολλά. 555


διονυσος
ληρεῖς ὦ γύναι

κοὐκ οἶσθ᾽ ὅ τι λέγεις.

πανδοκευτρια
οὐ μὲν οὖν με προσεδόκας,

ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σ᾽ ἔτι;
τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.

πλαθανη
μὰ Δί᾽ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν,

ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν 560

πανδοκευτρια
κἄπειτ᾽ ἐπειδὴ τἀργύριον ἐπραττόμην,

ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε.

ξανθιας
τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.


πανδοκευτρια
καὶ τὸ ξίφος γ᾽ ἐσπᾶτο μαίνεσθαι δοκῶν.


πλαθανη
νὴ Δία τάλαινα. 565


πανδοκευτρια
νὼ δὲ δεισάσα γέ που

ἐπὶ τὴν κατήλιφ᾽ εὐθὺς ἀνεπηδήσαμεν·
ὁ δ᾽ ᾤχετ᾽ ἐξᾴξας γε τὰς ψιάθους λαβών.

ξανθιας
καὶ τοῦτο τούτου τοὔργον.


πλαθανη
ἀλλ᾽ ἐχρῆν τι δρᾶν.


πανδοκευτρια
ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.


πλαθανη
σὺ δ᾽ ἔμοιγ᾽ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον, 570

ἵν᾽ αὐτὸν ἐπιτρίψωμεν.

πανδοκευτρια
ὦ μιαρὰ φάρυξ,

ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους
κόπτοιμ᾽ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.

πλαθανη
ἐγὼ δέ γ᾽ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.


πανδοκευτρια
ἐγὼ δὲ τὸν λάρυγγ᾽ ἂν ἐκτέμοιμί σου 575

δρέπανον λαβοῦσ᾽, ᾧ τὰς χόλικας κατέσπασας.

πλαθανη
ἀλλ᾽ εἶμ᾽ ἐπὶ τὸν Κλέων᾽, ὃς αὐτοῦ τήμερον

ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.

διονυσος
κάκιστ᾽ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.


ξανθιας
οἶδ᾽ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου. 580

οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν.

διονυσος
μηδαμῶς

ὦ Ξανθίδιον.

ξανθιας
καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ

υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;

διονυσος
οἶδ᾽ οἶδ᾽ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·

κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι. 585
ἀλλ᾽ ἤν σε τοῦ λοιποῦ ποτ᾽ ἀφέλωμαι χρόνου,
πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία,
κάκιστ᾽ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.

ξανθιας
δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.


χορος
νῦν σὸν ἔργον ἔστ᾽, ἐπειδὴ 590

τὴν στολὴν εἴληφας ἥνπερ
εἶχες ἐξ ἀρχῆς πάλιν,
ἀνανεάζειν - - -
καὶ βλέπειν αὖθις τὸ δεινόν,
τοῦ θεοῦ μεμνημένον
ᾧπερ εἰκάζεις σεαυτόν.
εἰ δὲ παραληρῶν ἁλώσει
κἀκβαλεῖς τι μαλθακόν, 595
αὖθις αἴρεσθαί σ᾽ ἀνάγκη
᾽σται πάλιν τὰ στρώματα.

ξανθιας
οὐ κακῶς ὦνδρες παραινεῖτ᾽,

ἀλλὰ καὐτὸς τυγχάνω ταῦτ᾽
ἄρτι συννοούμενος.
ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,

ταῦτ᾽ ἀφαιρεῖσθαι πάλιν πειράσεταί 600
μ᾽ εὖ οἶδ᾽ ὅτι.
ἀλλ᾽ ὅμως ἐγὼ παρέξω
᾽μαυτὸν ἀνδρεῖον τὸ λῆμα
καὶ βλέποντ᾽ ὀρίγανον.
δεῖν δ᾽ ἔοικεν, ὡς ἀκούω
τῆς θύρας καὶ δὴ ψόφον.

αιακος
ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον, 605

ἵνα δῷ δίκην· ἀνύετον.

διονυσος
ἥκει τῳ κακόν.


ξανθιας
οὐκ ἐς κόρακας; μὴ πρόσιτον.


αιακος
εἶεν, καὶ μάχει;

ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας
χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.

διονυσος
εἶτ᾽ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ 610

κλέπτοντα πρὸς τἀλλότρια;

αιακος
μἀλλ᾽ ὑπερφυᾶ.


διονυσος
σχέτλια μὲν οὖν καὶ δεινά.


ξανθιας
καὶ μὴν νὴ Δία

εἰ πώποτ᾽ ἦλθον δεῦρ᾽, ἐθέλω τεθνηκέναι,
ἢ ᾽κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.
καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ· 615
βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,
κἄν ποτέ μ᾽ ἕλῃς ἀδικοῦντ᾽, ἀπόκτεινόν μ᾽ ἄγων.

αιακος
καὶ πῶς βασανίσω;


ξανθιας
πάντα τρόπον, ἐν κλίμακι

δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων,
στρεβλῶν, ἔτι δ᾽ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, 620
πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ
μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.

αιακος
δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σου

τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.

ξανθιας
μὴ δῆτ᾽ ἔμοιγ᾽. οὕτω δὲ βασάνιζ᾽ ἀπαγαγών. 625


αιακος
αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατ᾽ ὀφθαλμοὺς λέγῃ.

κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς
ἐνταῦθα μηδὲν ψεῦδος.

διονυσος
ἀγορεύω τινὶ

ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντ᾽· εἰ δὲ μή,
αὐτὸς σεαυτὸν αἰτιῶ. 630

αιακος
λέγεις δὲ τί;


διονυσος
ἀθάνατος εἶναί φημι Διόνυσος Διός,

τοῦτον δὲ δοῦλον.

αιακος
ταῦτ᾽ ἀκούεις;


ξανθιας
φήμ᾽ ἐγώ.

καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος·
εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.

διονυσος
τί δῆτ᾽, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός, 635

οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;

ξανθιας
δίκαιος ὁ λόγος· χὠπότερόν γ᾽ ἂν νῷν ἴδῃς

κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι
τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.

αιακος
οὐκ ἔσθ᾽ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ· 640

χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή.

ξανθιας
πῶς οὖν βασανιεῖς νὼ δικαίως;


αιακος
ῥᾳδίως·

πληγὴν παρὰ πληγὴν ἑκάτερον.

ξανθιας
καλῶς λέγεις.


αιακος
ἰδού.


ξανθιας
σκόπει νυν ἤν μ᾽ ὑποκινήσαντ᾽ ἴδῃς.


αιακος
ἤδη ᾽πάταξά σ᾽. 645


ξανθιας
οὐ μὰ Δί᾽.


αιακος
οὐδ᾽ ἐμοὶ δοκεῖς.

ἀλλ᾽ εἶμ᾽ ἐπὶ τονδὶ καὶ πατάξω.

διονυσος
πηνίκα;


αιακος
καὶ δὴ ᾽πάταξα.


διονυσος
κᾆτα πῶς οὐκ ἔπταρον;


αιακος
οὐκ οἶδα· τουδὶ δ᾽ αὖθις ἀποπειράσομαι.


ξανθιας
οὔκουν ἀνύσεις τι; ἀτταταῖ.


αιακος
τί τἀτταταῖ;


μῶν ὠδυνήθης; 650

ξανθιας
οὐ μὰ Δί᾽ ἀλλ᾽ ἐφρόντισα

ὁπόθ᾽ Ἡράκλεια τἀν Διομείοις γίγνεται.

αιακος
ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.


διονυσος
ἰοὺ ἰού.


αιακος
τί ἔστιν;


διονυσος
ἱππέας ὁρῶ.


αιακος
τί δῆτα κλάεις;


διονυσος
κρομμύων ὀσφραίνομαι.


αιακος
ἐπεὶ προτιμᾷς γ᾽ οὐδέν. 655


διονυσος
οὐδέν μοι μέλει.


αιακος
βαδιστέον τἄρ᾽ ἐστὶν ἐπὶ τονδὶ πάλιν.


ξανθιας
οἴμοι.


αιακος
τί ἔστι;


ξανθιας
τὴν ἄκανθαν ἐξελε.


αιακος
τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον.


διονυσος
Ἄπολλον - ὅς που Δῆλον ἢ Πυθῶν᾽ ἔχεις.


ξανθιας
ἤλγησεν· οὐκ ἤκουσας; 660


διονυσος
οὐκ ἔγωγ᾽, ἐπεὶ

ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.

ξανθιας
οὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.


αιακος
μὰ τὸν Δί᾽ ἀλλ᾽ ἤδη πάρεχε τὴν γαστέρα.


διονυσος
Πόσειδον


ξανθιας
ἤλγησέν τις.


διονυσος
ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν. 665


αιακος
οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν

ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλ᾽ εἴσιτον·
ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται 670
χἠ Φερρέφατθ᾽, ἅτ᾽ ὄντε κἀκείνω θεώ.

διονυσος
ὀρθῶς λέγεις· ἐβουλόμην δ᾽ ἂν τοῦτό σε

πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.

χορος
Μοῦσα χορῶν ἱερῶν· ἐπίβηθι καὶ ἔλθ᾽ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς, 675

τὸν πολὺν ὀψομένη λαῶν· ὄχλον, οὗ σοφίαι
μυρίαι κάθηνται
φιλοτιμότεραι Κλεοφῶντος, ἐφ᾽ οὗ δὴ χείλεσιν ἀμφιλάλοις
δεινὸν ἐπιβρέμεται 680
Θρῃκία χελιδὼν
”ἐπὶ βάρβαρον ἑζομένη πέταλον“·
κελαδεῖ δ᾽ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,
κἂν ἴσαι γένωνται. 685
τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει
ξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ
ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα,
κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,
ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε 690
αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας.
εἶτ᾽ ἄτιμόν φημι χρῆναι μηδέν᾽ εἶν᾽ ἐν τῇ πόλει·
καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν
καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.
κοὐδὲ ταῦτ᾽ ἔγωγ᾽ ἔχοιμ᾽ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν,
ἀλλ᾽ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντ᾽ ἐδράσατε.
πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθ᾽ ὑμῶν πολλὰ δὴ
χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει,
τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.

ἀλλὰ τῆς ὀργῆς ἀνέντες ὦ σοφώτατοι φύσει 700
πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα
κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ.
εἰ δὲ ταῦτ᾽ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα,
τὴν πόλιν καὶ ταῦτ᾽ ἔχοντες κυμάτων ἐν ἀγκάλαις,
ὑστέρῳ χρόνῳ ποτ᾽ αὖθις εὖ φρονεῖν οὐ δόξομεν. 705
εἰ δ᾽ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτ᾽
οἰμώξεται,
οὐ πολὺν οὐδ᾽ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν,
Κλειγένης ὁ μικρός,
ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου 710
ψευδολίτρου κονίας
καὶ Κιμωλίας γῆς,
χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδ᾽ οὐκ
εἰρηνικὸς ἔσθ᾽, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευ 715
ξύλου βαδίζων.
πολλάκις γ᾽ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι
ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς
ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον. 720
οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις,
ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων
καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις
ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ
χρώμεθ᾽ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις
χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.
τῶν πολιτῶν θ᾽ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας
ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς
καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,
προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις 730
καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα
ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ
οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατ᾽ ἄν.
ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους
χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ 735
εὔλογον, κἄν τι σφαλῆτ᾽, ἐξ ἀξίου γοῦν τοῦ ξύλου,
ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.

αιακος
νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ

ὁ δεσπότης σου.

ξανθιας
πῶς γὰρ οὐχὶ γεννάδας,

ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον; 740

αιακος
τὸ δὲ μὴ πατάξαι σ᾽ ἐξελεγχθέντ᾽ ἄντικρυς,

ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.

ξανθιας
ᾤμωξε μέντἄν.


αιακος
τοῦτο μέντοι δουλικὸν

εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.

ξανθιας
χαίρεις, ἱκετεύω; 745


αιακος
μἀλλ᾽ ἐποπτεύειν δοκῶ,

ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.

ξανθιας
τί δὲ τονθορύζων, ἡνίκ᾽ ἂν πληγὰς λαβὼν

πολλὰς ἀπίῃς θύραζε;

αιακος
καὶ τοῦθ᾽ ἥδομαι.


ξανθιας
τί δὲ πολλὰ πράττων;


αιακος
ὡς μὰ Δί᾽ οὐδὲν οἶδ᾽ ἐγώ.


ξανθιας
ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν 750

ἅττ᾽ ἂν λαλῶσι;

αιακος
μἀλλὰ πλεῖν ἢ μαίνομαι.


ξανθιας
τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;


αιακος
ἐγώ;

μὰ Δί᾽ ἀλλ᾽ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.

ξανθιας
ὦ Φοῖβ᾽ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν,

καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον 755
πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,
τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ
χὠ λοιδορησμός;

αιακος
Αἰσχύλου κεὐριπίδου.


ξανθιας
ἆ.


αιακος
πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα

ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ. 760

ξανθιας
ἐκ τοῦ;


αιακος
νόμος τις ἐνθάδ᾽ ἐστὶ κείμενος

ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί,
τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων
σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν
θρόνον τε τοῦ Πλούτωνος ἑξῆς -- 765

ξανθιας
μανθάνω.


αιακος
ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος

ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.

ξανθιας
τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;


αιακος
ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,

ὡς ὢν κράτιστος τὴν τέχνην. 770

ξανθιας
νυνὶ δὲ τίς;


αιακος
ὅτε δὴ κατῆλθ᾽ Εὐριπίδης, ἐπεδείκνυτο

τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις
καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,
ὅπερ ἔστ᾽ ἐν Ἅιδου πλῆθος, οἱ δ᾽ ἀκροώμενοι
τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν 775
ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον·
κἄπειτ᾽ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
ἵν᾽ Αἰσχύλος καθῆστο.

ξανθιας
κοὐκ ἐβάλλετο;


αιακος
μὰ Δί᾽ ἀλλ᾽ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν

ὁπότερος εἴη τὴν τέχνην σοφώτερος. 780

ξανθιας
ὁ τῶν πανούργων;


αιακος
νὴ Δί᾽ οὐράνιόν γ᾽ ὅσον.


ξανθιας
μετ᾽ Αἰσχύλου δ᾽ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;


αιακος
ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.


ξανθιας
τί δῆθ᾽ ὁ Πλούτων δρᾶν παρασκευάζεται;


αιακος
ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν 785

κἄλεγχον αὐτῶν τῆς τέχνης.

ξανθιας
κἄπειτα πῶς

οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;

αιακος
μὰ Δί᾽ οὐκ ἐκεῖνος, ἀλλ᾽ ἔκυσε μὲν Αἰσχύλον,

ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,
κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου· 790
νυνὶ δ᾽ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,
ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,
ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης
διαγωνιεῖσθ᾽ ἔφασκε πρός γ᾽ Εὐριπίδην.

ξανθιας
τὸ χρῆμ᾽ ἄρ᾽ ἔσται; 795


αιακος
νὴ Δί᾽ ὀλίγον ὕστερον.

κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται--

ξανθιας
τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;


αιακος
καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν


καὶ πλαίσια ξύμπτυκτα -- 800

ξανθιας
πλινθεύσουσι γάρ;


αιακος

καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης
κατ᾽ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.

ξανθιας

ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.

αιακος

ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.

ξανθιας

κρινεῖ δὲ δὴ τίς ταῦτα; 805

αιακος
τοῦτ᾽ ἦν δύσκολον·

σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.
οὔτε γὰρ Ἀθηναίοισι συνέβαιν᾽ Αἰσχύλος
--

ξανθιας

πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.

αιακος
λῆρόν τε τἄλλ᾽ ἡγεῖτο τοῦ γνῶναι πέρι

φύσεις ποιητῶν· εἶτα τῷ σῷ δεσπότῃ 810
ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.
ἀλλ᾽ εἰσίωμεν· ὡς ὅταν γ᾽ οἱ δεσπόται
ἐσπουδάκωσι, κλαύμαθ᾽ ἡμῖν γίγνεται.

χορος
ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,

ἡνίκ᾽ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόντα 815
ἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆς
ὄμματα στροβήσεται.
ἔσται δ᾽ ἱππολόφων τε λόγων κορυθαίολα νείκη
σχινδαλάμων τε παραξόνια σμιλεύματά τ᾽ ἔργων,
φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς 820
ῥήμαθ᾽ ἱπποβάμονα.
φρίξας δ᾽ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,
δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει
ῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶν
γηγενεῖ φυσήματι· 825
ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφη
γλῶσσ᾽ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺς
ῥήματα δαιομένη καταλεπτολογήσει
πλευμόνων πολὺν πόνον.

ευριπιδης
οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει. 830

κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.

διονυσος
Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.


ευριπιδης
ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε

ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.

διονυσος
ὦ δαιμόνι᾽ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε. 835


ευριπιδης
ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,

ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον,
ἔχοντ᾽ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα,
ἀπεριλάλητον κομποφακελορρήμονα.

αισχυλος
ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ; 840

σὺ δή με ταῦτ᾽ ὦ στωμυλιοσυλλεκτάδη
καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;
ἀλλ᾽ οὔ τι χαίρων αὔτ᾽ ἐρεῖς.

διονυσος
παῦ᾽ Αἰσχύλε,

καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.

αισχυλος
οὐ δῆτα πρίν γ᾽ ἂν τοῦτον ἀποφήνω σαφῶς 845

τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.

διονυσος
ἄρν᾽ ἄρνα μέλανα παῖδες ἐξενέγκατε·

τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.

αισχυλος
ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,


γάμους δ᾽ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην. 850

διονυσος
ἐπίσχες οὗτος ὦ πολυτίμητ᾽ Αἰσχύλε.

ἀπὸ τῶν χαλαζῶν δ᾽ ὦ πόνηρ᾽ Εὐριπίδη
ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,
ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι
θενὼν ὑπ᾽ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον· 855
σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλ᾽ ἀλλὰ πρᾳόνως
ἔλεγχ᾽ ἐλέγχου· λοιδορεῖσθαι δ᾽ οὐ πρέπει
ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.
σὺ δ᾽ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.

ευριπιδης
ἕτοιμός εἰμ᾽ ἔγωγε, κοὐκ ἀναδύομαι, 860

δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,
τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,
καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον
καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.

διονυσος
τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγ᾽ Αἰσχύλε. 865


αισχυλος
ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε·

οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.

διονυσος
τί δαί;


αισχυλος
ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι,

τούτῳ δὲ συντέθνηκεν, ὥσθ᾽ ἕξει λέγειν.
ὅμως δ᾽ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή. 870

διονυσος
ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω.

ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων
ἀγῶνα κρῖναι τόνδε μουσικώτατα·
ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.

χορος
ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ 875

Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε
ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις
ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,
ἔλθετ᾽ ἐποψόμεναι δύναμιν
δεινοτάτοιν στομάτοιν πορίσασθαι 880
ῥήματα καὶ παραπρίσματ᾽ ἐπῶν.
νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.

διονυσος
εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν. 885


αισχυλος
Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,

εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.

διονυσος
ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.


ευριπιδης
καλῶς·

ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.

διονυσος
ἴδιοί τινές σοι, κόμμα καινόν; 890


ευριπιδης
καὶ μάλα.


διονυσος
ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.


ευριπιδης
αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ

καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,
ὀρθῶς μ᾽ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.

χορος
καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν 895

παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι
τίνα λόγων ἐμμέλειαν
ἔπιτε δαΐαν ὁδόν.
γλῶσσα μὲν γὰρ ἠγρίωται,
λῆμα δ᾽ οὐκ ἄτολμον ἀμφοῖν,
οὐδ᾽ ἀκίνητοι φρένες.

προσδοκᾶν οὖν εἰκός ἐστι 900
τὸν μὲν ἀστεῖόν τι λέξειν
καὶ κατερρινημένον,
τὸν δ᾽ ἀνασπῶντ᾽ αὐτοπρέμνοις
τοῖς λόγοισιν
ἐμπεσόντα συσκεδᾶν πολλὰς
ἀλινδήθρας ἐπῶν.

διονυσος
ἀλλ᾽ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δ᾽ ὅπως ἐρεῖτον 905

ἀστεῖα καὶ μήτ᾽ εἰκόνας μήθ᾽ οἷ᾽ ἂν ἄλλος εἴποι.

ευριπιδης
καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι,

ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτ᾽ ἐλέγξω,
ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας. 910
πρώτιστα μὲν γὰρ ἕνα τιν᾽ ἂν καθῖσεν ἐγκαλύψας,
Ἀχιλλέα τιν᾽ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.

διονυσος
μὰ τὸν Δί᾽ οὐ δῆθ᾽.


ευριπιδης
ὁ δὲ χορός γ᾽ ἤρειδεν ὁρμαθοὺς ἂν

μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δ᾽ ἐσίγων. 915

διονυσος
ἐγὼ δ᾽ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτ᾽ ἔτερπεν

οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.

ευριπιδης
ἠλίθιος γὰρ ἦσθα,

σάφ᾽ ἴσθι.

διονυσος
κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτ᾽ ἔδρασ᾽ ὁ δεῖνα;


ευριπιδης
ὑπ᾽ ἀλαζονείας, ἵν᾽ ὁ θεατὴς προσδοκῶν καθοῖτο,

ὁπόθ᾽ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δ᾽ ἂν διῄει. 920

διονυσος
ὢ παμπόνηρος, οἷ᾽ ἄρ᾽ ἐφενακιζόμην ὑπ᾽ αὐτοῦ.

τί σκορδινᾷ καὶ δυσφορεῖς;

ευριπιδης
ὅτι αὐτὸν ἐξελέγχω.

κἄπειτ᾽ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
ἤδη μεσοίη, ῥήματ᾽ ἂν βόεια δώδεκ᾽ εἶπεν,
ὀφρῦς ἔχοντα καὶ λόφους, δείν᾽ ἄττα μορμορωπά, 925
ἄγνωτα τοῖς θεωμένοις.

αισχυλος
οἴμοι τάλας.


διονυσος
σιώπα.


ευριπιδης
σαφὲς δ᾽ ἂν εἶπεν οὐδὲ ἕν --


διονυσος
μὴ πρῖε τοὺς ὀδόντας.


ευριπιδης
ἀλλ᾽ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ᾽π᾽ ἀσπίδων ἐπόντας

γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθ᾽ ἱππόκρημνα,
ἃ ξυμβαλεῖν οὐ ῥᾴδι᾽ ἦν. 930

διονυσος
νὴ τοὺς θεοὺς ἐγὼ γοῦν

ἤδη ποτ᾽ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα
τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.

αισχυλος
σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατ᾽ ἐνεγέγραπτο.


διονυσος
ἐγὼ δὲ τὸν Φιλοξένου γ᾽ ᾤμην Ἔρυξιν εἶναι.


ευριπιδης
εἶτ᾽ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι; 935


αισχυλος
σὺ δ᾽ ὦ θεοῖσιν ἐχθρὲ ποῖ᾽ ἄττ᾽ ἐστὶν ἅττ᾽ ἐποίεις;


ευριπιδης
οὐχ ἱππαλεκτρυόνας μὰ Δί᾽ οὐδὲ τραγελάφους, ἅπερ σύ,

ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν·
ἀλλ᾽ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς
οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν, 940
ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον
ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς,
χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν·
εἶτ᾽ ἀνέτρεφον μονῳδίαις --

διονυσος
Κηφισοφῶντα μιγνύς.


ευριπιδης
εἶτ᾽ οὐκ ἐλήρουν ὅ τι τύχοιμ᾽ οὐδ᾽ ἐμπεσὼν ἔφυρον, 945

ἀλλ᾽ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπ᾽ ἂν εὐθὺς
τοῦ δράματος.

διονυσος
κρεῖττον γὰρ ἦν σοι νὴ Δί᾽ ἢ τὸ σαυτοῦ.


ευριπιδης
ἔπειτ᾽ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκ᾽ ἂν ἀργόν,

ἀλλ᾽ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,

χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν. 950

αισχυλος
εἶτα δῆτα

οὐκ ἀποθανεῖν σε ταῦτ᾽ ἐχρῆν τολμῶντα;

ευριπιδης
μὰ τὸν Ἀπόλλω·

δημοκρατικὸν γὰρ αὔτ᾽ ἔδρων.

διονυσος
τοῦτο μὲν ἔασον ὦ τᾶν.

οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.

ευριπιδης
ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα --


αισχυλος
φημὶ κἀγώ.

ὡς πρὶν διδάξαι γ᾽ ὤφελες μέσος διαρραγῆναι. 955

ευριπιδης
λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς,

νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν,
κάχ᾽ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα--

αισχυλος
φημὶ κἀγώ.


ευριπιδης
οἰκεῖα πράγματ᾽ εἰσάγων, οἷς χρώμεθ᾽, οἷς ξύνεσμεν,

ἐξ ὧν γ᾽ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι 960
ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλ᾽ οὐκ ἐκομπολάκουν
ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδ᾽ ἐξέπληττον αὐτούς,
Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.
γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.
τουτουμενὶ Φορμίσιος Μεγαίνετός θ᾽ ὁ Μανῆς, 965
σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,
οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.

διονυσος
Θηραμένης; σοφός γ᾽ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,

ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος. 970

ευριπιδης
τοιαῦτα μέντοὐγὼ φρονεῖν

τούτοισιν εἰσηγησάμην,
λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
καὶ σκέψιν, ὥστ᾽ ἤδη νοεὶν
ἅπαντα καὶ διειδέναι 975
τά τ᾽ ἄλλα καὶ τὰς οἰκίας
οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ
κἀνασκοπεῖν, ”πῶς τοῦτ᾽ ἔχει;
ποῦ μοι τοδί; τίς τοῦτ᾽ ἔλαβε;“

διονυσος
νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων 980

ἅπας τις εἰσιὼν
κέκραγε πρὸς τοὺς οἰκέτας
ζητεῖ τε, ”ποῦ ᾽στιν ἡ χύτρα;
τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
τῆς μαινίδος; τὸ τρύβλιον 985
τὸ περυσινὸν τέθνηκέ μοι·
ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
τίς τῆς ἐλάας παρέτραγεν;“
τέως δ᾽ ἀβελτερώτατοι
κεχηνότες Μαμμάκυθοι 990
Μελιτίδαι καθῆντο.

χορος
τάδε μὲν λεύσσεις φαίδιμ᾽ Ἀχιλλεῦ·

σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις;
μόνον ὅπως . . .
μή σ᾽ ὁ θυμὸς ἁρπάσας
ἐκτὸς οἴσει τῶν ἐλαῶν· 995
δεινὰ γὰρ κατηγόρηκεν.
ἀλλ᾽ ὅπως ὦ γεννάδα
μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
ἀλλὰ συστείλας ἄκροισι

χρώμενος τοῖς ἱστίοις, 1000
εἶτα μᾶλλον μᾶλλον ἄξεις
καὶ φυλάξεις,
ἡνίκ᾽ ἂν τὸ πνεῦμα λεῖον
καὶ καθεστηκὸς λάβῃς.

διονυσος
ἀλλ᾽ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ

καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει. 1005

αισχυλος
θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχν᾽ ἀγανακτεῖ,

εἰ πρὸς τοῦτον δεῖ μ᾽ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δ᾽ ἀπορεῖν με,
ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν;

ευριπιδης
δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν

τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν. 1010

αισχυλος
τοῦτ᾽ οὖν εἰ μὴ πεποίηκας,

ἀλλ᾽ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,
τί παθεῖν φήσεις ἄξιος εἶναι;

διονυσος
τεθνάναι· μὴ τοῦτον ἐρώτα.


αισχυλος
σκέψαι τοίνυν οἵους αὐτοὺς παρ᾽ ἐμοῦ παρεδέξατο πρῶτον,

εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,
μηδ᾽ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους, 1015
ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας
καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους.

διονυσος
καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μ᾽ ἐπιτρίψει.


ευριπιδης
καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;


διονυσος
Αἰσχύλε λέξον, μηδ᾽ αὐθάδως σεμνυνόμενος χαλέπαινε. 1020


αισχυλος
δρᾶμα ποιήσας Ἄρεως μεστόν.


διονυσος
ποῖον;


αισχυλος
τοὺς ἕπτ᾽ ἐπὶ Θήβας·

ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.

διονυσος
τουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεποίηκας

ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γ᾽ οὕνεκα τύπτου.

αισχυλος
ἀλλ᾽ ὑμῖν αὔτ᾽ ἐξῆν ἀσκεῖν, ἀλλ᾽ οὐκ ἐπὶ τοῦτ᾽ ἐτράπεσθε. 1025

εἶτα διδάξας Πέρσας μετὰ τοῦτ᾽ ἐπιθυμεῖν ἐξεδίδαξα
νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.

διονυσος
ἐχάρην γοῦν, ”ἡνίκ᾽ ἤκουσα περὶ Δαρείου τεθνεῶτος“,

ὁ χορὸς δ᾽ εὐθὺς τὼ χεῖρ᾽ ὡδὶ συγκρούσας εἶπεν ”ἰαυοῖ“.

αισχυλος
ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπ᾽ ἀρχῆς 1030

ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.
Ὀρφεὺς μὲν γὰρ τελετάς θ᾽ ἡμῖν κατέδειξε φόνων τ᾽ ἀπέχεσθαι,
Μουσαῖος δ᾽ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ
γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θεῖος Ὅμηρος
ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδ᾽ ὅτι χρήστ᾽ ἐδίδαξεν, 1035
τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν;

διονυσος
καὶ μὴν οὐ Παντακλέα γε

ἐδίδαξεν ὅμως τὸν σκαιότατον· πρώην γοῦν, ἡνίκ᾽ ἔπεμπεν,
τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλ᾽ ἐπιδήσειν.

αισχυλος
ἀλλ᾽ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως·

ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν, 1040
Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵν᾽ ἐπαίροιμ᾽ ἄνδρα πολίτην
ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.
ἀλλ᾽ οὐ μὰ Δί᾽ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας,
οὐδ᾽ οἶδ᾽ οὐδεὶς ἥντιν᾽ ἐρῶσαν πώποτ᾽ ἐποίησα γυναῖκα.

ευριπιδης
μὰ Δί᾽ οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι. 1045


αισχυλος
μηδέ γ᾽ ἐπείη.

ἀλλ᾽ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ᾽πικαθῆτο,
ὥστε γε καὐτόν σε κατ᾽ οὖν ἔβαλεν.

διονυσος
νὴ τὸν Δία τοῦτό γέ τοι δή.

ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης.

ευριπιδης
καὶ τί βλάπτουσ᾽ ὦ σχέτλι᾽ ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;


αισχυλος
ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας 1050

κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.

ευριπιδης
πότερον δ᾽ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;


αισχυλος
μὰ Δί᾽ ἀλλ᾽ ὄντ᾽· ἀλλ᾽ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν,

καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν
ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δ᾽ ἡβῶσι ποιηταί. 1055
πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.

ευριπιδης
ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς

καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτ᾽ ἐστὶ τὸ χρηστὰ διδάσκειν,
ὃν χρῆν φράζειν ἀνθρωπείως;

αισχυλος
ἀλλ᾽ ὦ κακόδαιμον ἀνάγκη

μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.
κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι· 1060
καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.
ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.

ευριπιδης
τί δράσας;


αισχυλος
πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκι᾽ ἀμπισχών, ἵν᾽ ἐλεινοὶ

τοῖς ἀνθρώποις φαίνοιντ᾽ εἶναι.

ευριπιδης
τοῦτ᾽ οὖν ἔβλαψά τι δράσας;


αισχυλος
οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα, 1065

ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.

διονυσος
νὴ τὴν Δήμητρα χιτῶνά γ᾽ ἔχων οὔλων ἐρίων ὑπένερθεν.

κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν.

αισχυλος
εἶτ᾽ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,

ἣ ᾽ξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν 1070
τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν
ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γ᾽ ἡνίκ᾽ ἐγὼ ᾽ζων,
οὐκ ἠπίσταντ᾽ ἀλλ᾽ ἢ μᾶζαν καλέσαι καὶ ”ῥυππαπαῖ“ εἰπεῖν.

διονυσος
νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γ᾽ ἐς τὸ στόμα τῷ θαλάμακι,

καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·
νῦν δ᾽ ἀντιλέγει κοὐκέτ᾽ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε. 1075

αισχυλος
ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστ᾽;

οὐ προαγωγοὺς κατέδειξ᾽ οὗτος,
καὶ τικτούσας ἐν τοῖς ἱεροῖς, 1080
καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς,
καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
κᾆτ᾽ ἐκ τούτων ἡ πόλις ἡμῶν
ὑπογραμματέων ἀνεμεστώθη
καὶ βωμολόχων δημοπιθήκων 1085
ἐξαπατώντων τὸν δῆμον ἀεί,
λαμπάδα δ᾽ οὐδεὶς οἷός τε φέρειν
ὑπ᾽ ἀγυμνασίας ἔτι νυνί.

διονυσος
μὰ Δί᾽ οὐ δῆθ᾽, ὥστ᾽ ἐπαφαυάνθην

Παναθηναίοισι γελῶν, ὅτε δὴ 1090
βραδὺς ἄνθρωπός τις ἔθει κύψας
λευκὸς πίων ὑπολειπόμενος
καὶ δεινὰ ποιῶν· κᾆθ᾽ οἱ Κεραμῆς
ἐν ταῖσι πύλαις παίουσ᾽ αὐτοῦ
γαστέρα πλευρὰς λαγόνας πυγήν, 1095
ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις
ὑποπερδόμενος
φυσῶν τὴν λαμπάδ᾽ ἔφευγεν.

χορος
μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.


χαλεπὸν οὖν ἔργον διαιρεῖν, 1100
ὅταν ὁ μὲν τείνῃ βιαίως,
ὁ δ᾽ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
ἀλλὰ μὴ ν᾽ ταὐτῷ κάθησθον·
ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
ὅ τι περ οὖν ἔχετον ἐρίζειν, 1105
λέγετον ἔπιτον ἀνά <τε> δέρετον
τά τε παλαιὰ καὶ τὰ καινά,
κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.
εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ
τοῖς θεωμένοισιν, ὡς τὰ 1110
λεπτὰ μὴ γνῶναι λεγόντοιν,
μηδὲν ὀρρωδεῖτε τοῦθ᾽· ὡς οὐκέθ᾽ οὕτω ταῦτ᾽ ἔχει.
ἐστρατευμένοι γάρ εἰσι,
βιβλίον τ᾽ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά·
αἱ φύσεις τ᾽ ἄλλως κράτισται, 1115
νῦν δὲ καὶ παρηκόνηνται.
μηδὲν οὖν δείσητον, ἀλλὰ
πάντ᾽ ἐπέξιτον θεατῶν γ᾽ οὕνεχ᾽ ὡς ὄντων σοφῶν.

ευριπιδης
καὶ μὴν ἐπ᾽ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι,

ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος 1120
πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.
ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.

διονυσος
καὶ ποῖον αὐτοῦ βασανιεῖς;


ευριπιδης
πολλοὺς πάνυ.

πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.

διονυσος
ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγ᾽ Αἰσχύλε. 1125


αισχυλος
”Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη,

σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ.
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι“.

διονυσος
τούτων ἔχεις ψέγειν τι;


ευριπιδης
πλεῖν ἢ δώδεκα.


διονυσος
ἀλλ᾽ οὐδὲ πάντα ταῦτά γ᾽ ἔστ᾽ ἀλλ᾽ ἢ τρία. 1130


ευριπιδης
ἔχει δ᾽ ἕκαστον εἴκοσίν γ᾽ ἁμαρτίας.


διονυσος
Αἰσχύλε παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή,

πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.

αισχυλος
ἐγὼ σιωπῶ τῷδ᾽;


διονυσος
ἐὰν πείθῃ γ᾽ ἐμοί.


ευριπιδης
εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γ᾽ ὅσον. 1135


αισχυλος
ὁρᾷς ὅτι ληρεῖς;


διονυσος
ἀλλ᾽ ὀλίγον γέ μοι μέλει.


αισχυλος
πῶς φῄς μ᾽ ἁμαρτεῖν;


ευριπιδης
αὖθις ἐξ ἀρχῆς λέγε.


αισχυλος
”Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη“.


ευριπιδης
οὔκουν Ὀρέστης τοῦτ᾽ ἐπὶ τῷ τύμβῳ λέγει

τῷ τοῦ πατρὸς τεθνεῶτος; 1140

αισχυλος
οὐκ ἄλλως λέγω.


ευριπιδης
πότερ᾽ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο

αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς
δόλοις λαθραίοις, ταῦτ᾽ ”ἐποπτεύειν“ ἔφη;

αισχυλος
οὐ δῆτ᾽ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον

Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων 1145
ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας--

ευριπιδης
ἔτι μεῖζον ἐξήμαρτες ἢ ᾽γὼ ᾽βουλόμην·

εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας--

διονυσος
οὕτω γ᾽ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.


αισχυλος
Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν. 1150


διονυσος
λέγ᾽ ἕτερον αὐτῷ· σὺ δ᾽ ἐπιτήρει τὸ βλάβος.


αισχυλος
”σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ.

ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι --“

ευριπιδης
δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.


διονυσος
πῶς δίς; 1155


ευριπιδης
σκόπει τὸ ῥῆμ᾽· ἐγὼ δέ σοι φράσω.

”ἥκω γὰρ ἐς γῆν“, φησί, “καὶ κατέρχομαι“·
”ἥκω“ δὲ ταὐτόν ἐστι τῷ ”κατέρχομαι“.

διονυσος
νὴ τὸν Δί᾽ ὥσπερ γ᾽ εἴ τις εἴποι γείτονι,

”χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον“.

αισχυλος
οὐ δῆτα τοῦτό γ᾽ ὦ κατεστωμυλμένε 1160

ἄνθρωπε ταὔτ᾽ ἔστ᾽, ἀλλ᾽ ἄριστ᾽ ἐπῶν ἔχον.

ευριπιδης
πῶς δή; δίδαξον γάρ με καθ᾽ ὅ τι δὴ λέγεις;


αισχυλος
”ἐλθεῖν“ μὲν ἐς γῆν ἔσθ᾽ ὅτῳ μετῇ πάτρας·

χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν·
φεύγων δ᾽ ἀνὴρ ”ἥκει“ τε καὶ ”κατέρχεται“. 1165

διονυσος
εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη;


ευριπιδης
οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε·

λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.

διονυσος
εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δ᾽ οὐ μανθάνω.


ευριπιδης
πέραινε τοίνυν ἕτερον. 1170


διονυσος
ἴθι πέραινε σὺ

Αἰσχύλ᾽ ἀνύσας· σὺ δ᾽ ἐς τὸ κακὸν ἀπόβλεπε.

αισχυλος
”τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ

κλύειν ἀκοῦσαι“.

ευριπιδης
τοῦθ᾽ ἕτερον αὖθις λέγει,

”κλύειν ἀκοῦσαι“, ταὐτὸν ὂν σαφέστατα.

διονυσος
τεθνηκόσιν γὰρ ἔλεγεν ὦ μόχθηρε σύ, 1175

οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.

αισχυλος
σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;


ευριπιδης
ἐγὼ φράσω.

κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς
ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.

διονυσος
ἴθι δὴ λέγ᾽· οὐ γάρ μοὔστιν ἀλλ᾽ ἀκουστέα 1180

τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.

ευριπιδης
”ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ“--


αισχυλος
μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ κακοδαίμων φύσει,

ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη
ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι· 1185
πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ;

ευριπιδης
”εἶτ᾽ ἐγένετ᾽ αὖθις ἀθλιώτατος βροτῶν“.


αισχυλος
μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, οὐ μὲν οὖν ἐπαύσατο.

πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ, 1190
ἵνα μὴ ᾽κτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς·
εἶθ᾽ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε·
ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·
εἶτ᾽ ἐξετύφλωσεν αὑτόν. 1195

διονυσος
εὐδαίμων ἄρ᾽ ἦν,

εἰ κἀστρατήγησέν γε μετ᾽ Ἐρασινίδου.

ευριπιδης
ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.


αισχυλος
καὶ μὴν μὰ τὸν Δί᾽ οὐ κατ᾽ ἔπος γέ σου κνίσω

τὸ ῥῆμ᾽ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς

ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ. 1200

ευριπιδης
ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;


αισχυλος
ἑνὸς μόνου.

ποιεῖς γὰρ οὕτως ὥστ᾽ ἐναρμόττειν ἅπαν,
καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον,
ἐν τοῖς ἰαμβείοισι. δείξω δ᾽ αὐτίκα.

ευριπιδης
ἰδού, σὺ δείξεις; 1205


αισχυλος
φημί.


διονυσος
καὶ δὴ χρὴ λέγειν.


ευριπιδης
”Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,

ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
Ἄργος κατασχών --

αισχυλος
ληκύθιον ἀπώλεσεν.


διονυσος
τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;

λέγ᾽ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν. 1210

ευριπιδης
”Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς

καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα
πηδᾷ χορεύων“--

αισχυλος
ληκύθιον ἀπώλεσεν.


διονυσος
οἴμοι πεπλήγμεθ᾽ αὖθις ὑπὸ τῆς ληκύθου.


ευριπιδης
ἀλλ᾽ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ 1215

τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
”οὐκ ἔστιν ὅστις πάντ᾽ ἀνὴρ εὐδαιμονεῖ·
ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
ἢ δυσγενὴς ὤν“--

αισχυλος
ληκύθιον ἀπώλεσεν.


διονυσος
Εὐριπίδη -- 1220


ευριπιδης
τί ἔσθ᾽;


διονυσος
ὑφέσθαι μοι δοκεῖ·

τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.

ευριπιδης

οὐδ᾽ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε·
νυνὶ γὰρ αὐτοῦ τοῦτό γ᾽ ἐκκεκόψεται.

διονυσος
ἴθι δὴ λέγ᾽ ἕτερον κἀπέχου τῆς ληκύθου.


ευριπιδης
”Σιδώνιόν ποτ᾽ ἄστυ Κάδμος ἐκλιπὼν 1225

Ἀγήνορος παῖς“--

αισχυλος
ληκύθιον ἀπώλεσεν.


διονυσος
ὦ δαιμόνι᾽ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον,

ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.

ευριπιδης
τὸ τί;

ἐγὼ πρίωμαι τῷδ᾽;

διονυσος
ἐὰν πείθῃ γ᾽ ἐμοί.


ευριπιδης
οὐ δῆτ᾽, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν 1230

ἵν᾽ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.
”Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
θοαῖσιν ἵπποις“--

αισχυλος
ληκύθιον ἀπώλεσεν.


διονυσος
ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.

ἀλλ᾽ ὦγάθ᾽ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ· 1235
λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.

ευριπιδης
μὰ τὸν Δί᾽ οὔπω γ᾽· ἔτι γὰρ εἰσί μοι συχνοί.

”Οἰνεύς ποτ᾽ ἐκ γῆς“--

αισχυλος
ληκύθιον ἀπώλεσεν.


ευριπιδης
ἔασον εἰπεῖν πρῶθ᾽ ὅλον με τὸν στίχον.

”Οἰνεύς ποτ᾽ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν 1240
θύων ἀπαρχάς“--

αισχυλος
ληκύθιον ἀπώλεσεν.


διονυσος
μεταξὺ θύων; καὶ τίς αὔθ᾽ ὑφείλετο;


ευριπιδης
ἔα αὐτὸν ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω.

”Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο“--

διονυσος
ἀπολεῖ σ᾽· ἐρεῖ γάρ, ”ληκύθιον ἀπώλεσεν“. 1245

τὸ ληκύθιον γὰρ τοῦτ᾽ ἐπὶ τοῖς προλόγοισί σου
ὥσπερ τὰ σῦκ᾽ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.
ἀλλ᾽ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.

ευριπιδης
καὶ μὴν ἔχω γ᾽ οἷς αὐτὸν ἀποδείξω κακὸν 1250

μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτ᾽ ἀεί.

χορος
τί ποτε πρᾶγμα γενήσεται;

φροντίζειν γὰρ ἔγωγ᾽ ἔχω,
τίν᾽ ἄρα μέμψιν ἐποίσει
ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
καὶ κάλλιστα μέλη ποιήσαντι 1255
τῶν μέχρι νυνί.
θαυμάζω γὰρ ἔγωγ᾽ ὅπῃ
μέμψεταί ποτε τοῦτον
τὸν Βακχεῖον ἄνακτα,
καὶ δέδοιχ᾽ ὑπὲρ αὐτοῦ. 1260

ευριπιδης
πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα.

εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.

διονυσος
:καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών· διαύλιον προσαυλεῖ τις


ευριπιδης
Φθιῶτ᾽ Ἀχιλλεῦ, τί ποτ᾽ ἀνδροδάικτον ἀκούων

ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν; 1265
Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.
ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;

διονυσος
δύο σοὶ κόπω Αἰσχύλε τούτω.


ευριπιδης
κύδιστ᾽ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ. 1270

ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;

διονυσος
τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος.


ευριπιδης
εὐφαμεῖτε· μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.

ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν; 1275
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν;

διονυσος
ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.

ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι·
ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ. 1280

ευριπιδης
μὴ πρίν γ᾽ <ἂν> ἀκούσῃς χἀτέραν στάσιν μελῶν

ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.

διονυσος
ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.


ευριπιδης
ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας, 1285

τοφλαττοθρατ τοφλαττοθρατ,
Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει,
τοφλαττοθρατ τοφλαττοθρατ,
σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
τοφλαττοθρατ τοφλαττοθρατ, 1290
κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,
τοφλαττοθρατ τοφλαττοθρατ,
τὸ συγκλινές τ᾽ ἐπ᾽ Αἴαντι,
τοφλαττοθρατ τοφλαττοθρατ. 1295

διονυσος
τί τὸ ”φλαττοθρατ“ τοῦτ᾽ ἐστίν; ἐκ Μαραθῶνος ἢ

πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;

αισχυλος
ἀλλ᾽ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ

ἤνεγκον αὔθ᾽, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ

λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων· 1300
οὗτος δ᾽ ἀπὸ πάντων ”μὲν φέρει, πορνιδίων“,
σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,
θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται.
ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ
λύρας ἐπὶ τούτων; ποῦ ᾽στιν ἡ τοῖς ὀστράκοις 1305
αὕτη κροτοῦσα; δεῦρο Μοῦσ᾽ Εὐριπίδου,
πρὸς ἥνπερ ἐπιτήδεια ταῦτ᾽ ᾄδειν μέλη.

διονυσος
αὕτη ποθ᾽ ἡ Μοῦσ᾽ οὐκ ἐλεσβίαζεν, οὔ.


αισχυλος
ἀλκυόνες, αἳ παρ᾽ ἀενάοις θαλάσσης

κύμασι στωμύλλετε, 1310
τέγγουσαι νοτίοις πτερῶν
ῥανίσι χρόα δροσιζόμεναι·
αἵ θ᾽ ὑπωρόφιοι κατὰ γωνίας
εἱειειειλίσσετε δακτύλοις φάλαγγες
ἱστόπονα πηνίσματα, 1315
κερκίδος ἀοιδοῦ μελέτας,
ἵν᾽ ὁ φίλαυλος ἔπαλλε δελφὶς
πρῴραις κυανεμβόλοις
μαντεῖα καὶ σταδίους,
οἰνάνθας γάνος ἀμπέλου, 1320
βότρυος ἕλικα παυσίπονον.
περίβαλλ᾽ ὦ τέκνον ὠλένας.
ὁρᾷς τὸν πόδα τοῦτον;

διονυσος
ὁρῶ.


αισχυλος
τί δαί; τοῦτον ὁρᾷς;


διονυσος
ὁρῶ.


αισχυλος
τοιαυτὶ μέντοι σὺ ποιῶν 1325

τολμᾷς τἀμὰ μέλη ψέγειν,
ἀνὰ τὸ δωδεκαμήχανον
Κυρήνης μελοποιῶν;
τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δ᾽ ἔτι
τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον. 1330
ὦ νυκτὸς κελαινοφαὴς
ὄρφνα, τίνα μοι
δύστανον ὄνειρον
πέμπεις ἐξ ἀφανοῦς,
Ἀίδα πρόμολον,
ψυχὰν ἄψυχον ἔχοντα,
μελαίνας Νυκτὸς παῖδα, 1335
φρικώδη δεινὰν ὄψιν,
μελανονεκυείμονα,
φόνια φόνια δερκόμενον,
μεγάλους ὄνυχας ἔχοντα.
ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατε
κάλπισί τ᾽ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δ᾽ ὕδωρ,
ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω. 1340
ἰὼ πόντιε δαῖμον,
τοῦτ᾽ ἐκεῖν᾽· ἰὼ ξύνοικοι,
τάδε τέρα θεάσασθε.
τὸν ἀλεκτρυόνα μου συναρπάσασα
φρούδη Γλύκη.
Νύμφαι ὀρεσσίγονοι.
ὦ Μανία ξύλλαβε. 1345
ἐγὼ δ᾽ ἁ τάλαινα προσέχουσ᾽ ἔτυχον
ἐμαυτῆς ἔργοισι,
λίνου μεστὸν ἄτρακτον
εἱειειειλίσσουσα χεροῖν
κλωστῆρα ποιοῦσ᾽, ὅπως

κνεφαῖος εἰς ἀγορὰν 1350
φέρουσ᾽ ἀποδοίμαν·
ὁ δ᾽ ἀνέπτατ᾽ ἀνέπτατ᾽ ἐς αἰθέρα
κουφοτάταις πτερύγων ἀκμαῖς·
ἐμοὶ δ᾽ ἄχε᾽ ἄχεα κατέλιπε,
δάκρυα δάκρυά τ᾽ ἀπ᾽ ὀμμάτων
ἔβαλον ἔβαλον ἁ τλάμων. 1355
ἀλλ᾽ ὦ Κρῆτες, Ἴδας τέκνα,
τὰ τόξα λαβόντες ἐπαμύνατε,
τὰ κῶλά τ᾽ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ
τὰς κυνίσκας ἔχουσ᾽ ἐλθέτω διὰ δόμων πανταχῇ, 1360
σὺ δ᾽ ὦ Διὸς διπύρους ἀνέχουσα
λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον
ἐς Γλύκης, ὅπως ἂν
εἰσελθοῦσα φωράσω.

διονυσος
παύσασθον ἤδη τῶν μελῶν.


αισχυλος
κἄμοιγ᾽ ἅλις.

ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι, 1365
ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον.
τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.

διονυσος
ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με

ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.

χορος
ἐπίπονοί γ᾽ οἱ δεξιοί. 1370

τόδε γὰρ ἕτερον αὖ τέρας
νεοχμόν, ἀτοπίας πλέων,
ὃ τίς ἂν ἐπενόησεν ἄλλος;
- - -
μὰ τὸν ἐγὼ μὲν οὐδ᾽ ἂν εἴ τις
ἔλεγέ μοι τῶν ἐπιτυχόντων, 1375
ἐπιθόμην, ἀλλ᾽ ᾠόμην ἂν
αὐτὸν αὐτὰ ληρεῖν.

διονυσος
ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγ᾽,


αισχυλος
καί Εὐριπίδης ἰδού.


διονυσος
καὶ λαβομένω τὸ ῥῆμ᾽ ἑκάτερος εἴπατον,

καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω. 1380

αισχυλος
καὶ Εὐριπίδης ἐχόμεθα.


διονυσος
τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν.


ευριπιδης
”εἴθ᾽ ὤφελ᾽ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος“.


αισχυλος
”Σπερχειὲ ποταμὲ βουνόμοι τ᾽ ἐπιστροφαί“.


διονυσος
κόκκυ, μέθεσθε· καὶ πολύ γε κατωτέρω

χωρεῖ τὸ τοῦδε. 1385

ευριπιδης
καὶ τί ποτ᾽ ἐστὶ ταἴτιον;


διονυσος
ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς

ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια,
σὺ δ᾽ εἰσέθηκας τοὔπος ἐπτερωμένον.

ευριπιδης
ἀλλ᾽ ἕτερον εἰπάτω τι κἀντιστησάτω.


διονυσος
λάβεσθε τοίνυν αὖθις. 1390


αισχυλος
καί Εὐριπίδης ἢν ἰδού.


διονυσος
λέγε.


ευριπιδης
”οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος“.


αισχυλος
”μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ“.


διονυσος
μέθεσθε μέθεσθε· καὶ τὸ τοῦδέ γ᾽ αὖ ῥέπει·

θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν.

ευριπιδης
ἐγὼ δὲ πειθώ γ᾽ ἔπος ἄριστ᾽ εἰρημένον. 1395


διονυσος
πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.

ἀλλ᾽ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,
ὅ τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα.

ευριπιδης
φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;


διονυσος
φράσω·


”βέβληκ᾽ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα“. 1400
λέγοιτ᾽ ἄν, ὡς αὕτη ᾽στὶ λοιπὴ σφῷν στάσις.

ευριπιδης
”σιδηροβριθές τ᾽ ἔλαβε δεξιᾷ ξύλον“.


αισχυλος
”ἐφ᾽ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός“.


διονυσος
ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν.


ευριπιδης
τῷ τρόπῳ;


διονυσος
δύ᾽ ἅρματ᾽ εἰσέθηκε καὶ νεκρὼ δύο, 1405

οὓς οὐκ ἂν ἄραιντ᾽ οὐδ᾽ ἑκατὸν Αἰγύπτιοι.

αισχυλος
καὶ μηκέτ᾽ ἔμοιγε κατ᾽ ἔπος, ἀλλ᾽ ἐς τὸν σταθμὸν

αὐτὸς τὰ παιδί᾽ ἡ γυνὴ Κηφισοφῶν
ἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία·
ἐγὼ δὲ δύ᾽ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον. 1410

διονυσος
ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ.

οὐ γὰρ δι᾽ ἔχθρας οὐδετέρῳ γενήσομαι.
τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δ᾽ ἥδομαι.

πλουτων
οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;


διονυσος
ἐὰν δὲ κρίνω; 1415


πλουτων
τὸν ἕτερον λαβὼν ἄπει,

ὁπότερον ἂν κρίνῃς, ἵν᾽ ἔλθῃς μὴ μάτην.

διονυσος
εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί.

ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν;
ἵν᾽ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.
ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃ 1420
μᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.
πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίν᾽ ἔχετον
γνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ.

ευριπιδης
ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;


διονυσος
τίνα;

ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ᾽ ἔχειν. 1425
ἀλλ᾽ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.

ευριπιδης
μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν

βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς,
καὶ πόριμον αὑτῷ τῇ πόλει δ᾽ ἀμήχανον.

διονυσος
εὖ γ᾽ ὦ Πόσειδον· σὺ δὲ τίνα γνώμην ἔχεις; 1430


δις.
οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν,

{μάλιστα μὲν λέοντα μὴ ν᾽ πόλει τρέφειν,}
ἢν δ᾽ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.

διονυσος
νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γ᾽ ἔχω·

ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δ᾽ ἕτερος σαφῶς.
ἀλλ᾽ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον 1435
περὶ τῆς πόλεως ἥντιν᾽ ἔχετον σωτηρίαν.

ευριπιδης
εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,

αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα.

διονυσος
γέλοιον ἂν φαίνοιτο· νοῦν δ᾽ ἔχει τίνα;


ευριπιδης
εἰ ναυμαχοῖεν κᾆτ᾽ ἔχοντες ὀξίδας 1440

ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων.
ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.

διονυσος
λέγε.


ευριπιδης
ὅταν τὰ νῦν ἄπιστα πίσθ᾽ ἡγώμεθα,

τὰ δ᾽ ὄντα πίστ᾽ ἄπιστα.

διονυσος
πῶς; οὐ μανθάνω.

ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον. 1445

ευριπιδης
εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,

τούτοις ἀπιστήσαιμεν, οἷς δ᾽ οὐ χρώμεθα,
τούτοισι χρησαίμεσθ᾽, ἴσως σωθεῖμεν ἄν.
εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς

τἀναντί᾽ <ἂν> πράττοντες οὐ σῳζοίμεθ᾽ ἄν; 1450

διονυσος
εὖ γ᾽ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.

ταυτὶ πότερ᾽ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;

ευριπιδης
ἐγὼ μόνος· τὰς δ᾽ ὀξίδας Κηφισοφῶν.

τί δαὶ σύ; τί λέγεις;

αισχυλος
τὴν πόλιν νῦν μοι φράσον

πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;

διονυσος
πόθεν; 1455

μισεῖ κάκιστα.

αισχυλος
τοῖς πονηροῖς δ᾽ ἥδεται;


διονυσος
οὐ δῆτ᾽ ἐκείνη γ᾽, ἀλλὰ χρῆται πρὸς βίαν.


αισχυλος
πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,

ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;

διονυσος
εὕρισκε νὴ Δί᾽, εἴπερ ἀναδύσει πάλιν. 1460


αισχυλος
ἐκεῖ φράσαιμ᾽ ἄν· ἐνθαδὶ δ᾽ οὐ βούλομαι.


διονυσος
μὴ δῆτα σύ γ᾽, ἀλλ᾽ ἐνθένδ᾽ ἀνίει τἀγαθά.


αισχυλος
τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων

εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον. 1465

διονυσος
εὖ, πλήν γ᾽ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.


πλουτων
κρίνοις ἄν.


διονυσος
αὕτη σφῷν κρίσις γενήσεται·

αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.

ευριπιδης
μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας

ἦ μὴν ἀπάξειν μ᾽ οἴκαδ᾽, αἱροῦ τοὺς φίλους. 1470

διονυσος
”ἡ γλῶττ᾽ ὀμώμοκ᾽“, Αἰσχύλον δ᾽ αἱρήσομαι.


ευριπιδης
τί δέδρακας ὦ μιαρώτατ᾽ ἀνθρώπων;


διονυσος
ἐγώ;

ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;

ευριπιδης
αἴσχιστον ἔργον προσβλέπεις μ᾽ εἰργασμένος;


διονυσος
τί δ᾽ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ; 1475


ευριπιδης
ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα;


διονυσος
τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,

τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;

πλουτων
χωρεῖτε τοίνυν ὦ Διόνυσ᾽ εἴσω.


διονυσος
τί δαί;


πλουτων
ἵνα ξενίσω <᾽γὼ> σφὼ πρὶν ἀποπλεῖν. 1480


διονυσος
εὖ λέγεις

νὴ τὸν Δί᾽· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.

χορος
μακάριός γ᾽ ἀνὴρ ἔχων

ξύνεσιν ἠκριβωμένην.
πάρα δὲ πολλοῖσιν μαθεῖν.
ὅδε γὰρ εὖ φρονεῖν δοκήσας 1485
πάλιν ἄπεισιν οἴκαδ᾽ αὖ,
ἐπ᾽ ἀγαθῶ μὲν τοῖς πολίταις,
ἐπ᾽ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ
ξυγγενέσι τε καὶ φίλοισι,
διὰ τὸ συνετὸς εἶναι. 1490
χαρίεν οὖν μὴ Σωκράτει
παρακαθήμενον λαλεῖν,
ἀποβαλόντα μουσικὴν
τά τε μέγιστα παραλιπόντα
τῆς τραγῳδικῆς τέχνης. 1495
τὸ δ᾽ ἐπὶ σεμνοῖσιν λόγοισι
καὶ σκαριφησμοῖσι λήρων
διατριβὴν ἀργὸν ποιεῖσθαι,
παραφρονοῦντος ἀνδρός.

πλουτων
ἄγε δὴ χαίρων Αἰσχύλε χώρει, 1500

καὶ σῷζε πόλιν τὴν ἡμετέραν
γνώμαις ἀγαθαῖς καὶ παίδευσον
τοὺς ἀνοήτους· πολλοὶ δ᾽ εἰσίν·
καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων
καὶ τουτὶ τοῖσι πορισταῖς 1505
Μύρμηκί θ᾽ ὁμοῦ καὶ Νικομάχῳ,
τόδε δ᾽ Ἀρχενόμῳ·
καὶ φράζ᾽ αὐτοῖς ταχέως ἥκειν
ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν·
κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ 1510
νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς
καὶ συμποδίσας
μετ᾽ Ἀδειμάντου τοῦ Λευκολόφου
κατὰ γῆς ταχέως ἀποπέμψω.

αισχυλος
ταῦτα ποιήσω· σὺ δὲ τὸν θᾶκον 1515

τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν
καὶ διασῴζειν, ἢν ἄρ᾽ ἐγώ ποτε
δεῦρ᾽ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼ
σοφίᾳ κρίνω δεύτερον εἶναι.
μέμνησο δ᾽ ὅπως ὁ πανοῦργος ἀνὴρ 1520
καὶ ψευδολόγος καὶ βωμολόχος
μηδέποτ᾽ ἐς τὸν θᾶκον τὸν ἐμὸν
μηδ᾽ ἄκων ἐγκαθεδεῖται.

πλουτων
φαίνετε τοίνυν ὑμεῖς τούτῳ

λαμπάδας ἱεράς, χἄμα προπέμπετε 1525
τοῖσιν τούτου τοῦτον μέλεσιν
καὶ μολπαῖσιν κελαδοῦντες.

χορος
πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇ

ἐς φάος ὀρνυμένῳ δότε δαίμονες οἱ κατὰ γαίας,
τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας. 1530
πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθ᾽ ἂν οὕτως
ἀργαλέων τ᾽ ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθω
κἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις. 1533