Μετάβαση στο περιεχόμενο

Αποσπάσματα σχολίων εν Πλάτωνος Τιμαίω

Από Βικιθήκη
Ἀποσπάσματα σχολίων ἐν Πλάτωνος Τιμαίῳ
Συγγραφέας:


   1    76d3e6. ‹Τὸ δ' ἐν τῇ περὶ τοὺς δακτύλους καταπλοκῇ τοῦ νεύρου καὶ τοῦ δέρματος ὀστοῦ τε, συμμειχθὲν ἐκ τριῶν, ἀποξηρανθὲν ἓν κοινὸν συμπάντων σκληρὸν γέγονεν δέρμα, τοῖς μὲν συναιτίοις τούτοις δημιουργηθέν, τῇ δὲ αἰτιωτάτῃ διανοίᾳ τῶν ἔπειτα ἐσομένων ἕνεκα εἰργασμένον. ὡς γάρ ποτε ἐξ ἀνδρῶν γυναῖκες καὶ τἆλλα θηρία γενήσοιντο, ἠπίσταντο οἱ συνιστάντες ἡμᾶς, καὶ δὴ καὶ τῆς τῶν ὀνύχων χρείας ὅτι πολλὰ τῶν θρεμμάτων καὶ ἐπὶ πολλὰ δεήσοιτο ᾔδεσαν, ὅθεν ἐν ἀνθρώποις εὐθὺς γιγνομένοις ὑπετυπώσαντο τὴν τῶν ὀνύχων γένεσιν. τούτῳ δὲ τῷ λόγῳ καὶ ταῖς προφάσεσιν ταύταις δέρμα τρίχας ὄνυχάς τε ἐπ' ἄκροις τοῖς κώλοις ἔφυσαν.›

..... προτεταγμένοις μορίοις, τὸ δέρμα δὲ οὕτως περιλαμβάνει τὰς ῥίζας, ὡς τοὺς ὀδόντας ‹τὰ› οὖλα. καὶ μέντοι καὶ ταῖς ὑποκειμέναις φλεψὶν ὑπερφύονται σαφῶς οἱ ὄνυχες, ὥστε ἔνεστι τῷ βουλομένῳ μὴ μόνον ‹ἐξ› ὀστοῦ καὶ νεύρου καὶ δέρματος, ἀλλὰ καὶ σαρκὸς καὶ φλεβὸς ὑμένων τε καὶ συνδέσμων οἴεσθαι γεγονέναι τοὺς ὄνυχας. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν ἄλλοις τέ τισι καὶ τῷ τρίτῳ Περὶ τῆς Ἱπποκράτους ἀνατομῆς.

   2    76e777c5. Ἐπεὶ δὲ πάντ' ἦν τὰ τοῦ θνητοῦ ζῴου συμπεφυκότα μέλη καὶ μέρη, τὴν δὲ ζωὴν ἐν πυρὶ καὶ πνεύματι συνέβαινεν ἐξ ἀνάγκης ἔχειν αὐτῷ, καὶ διὰ ταῦτα ὑπὸ τούτων τηκόμενον κενούμενόν τ' ἔφθινε, βοήθειαν αὐτῷ θεοὶ μηχανῶνται. τῆς γὰρ ἀνθρωπίνης ξυγγενῆ φύσεως φύσιν ἄλλαις ἰδέαις καὶ αἰσθήσεσι κεραννύντες, ὥστε ἕτερον εἶναι ζῷον, φυτεύουσιν· ἃ δὴ νῦν ἥμερα δένδρα καὶ φυτὰ καὶ σπέρματα παιδευθέντα ὑπὸ γεωργίας τιθασσῶς πρὸς ἡμᾶς ἔσχε, πρὶν δ' ἦν μόνα τὰ τῶν ἀγρίων γένη, πρεσβύτερα τῶν ἡμέρων ὄντα. πᾶν γὰρ οὖν ὅτιπερ ἂν μετάσχῃ τοῦ ζῆν, ζῷον μὲν ἂν ἐν δίκῃ λέγοιτ' ὀρθότατα· μετέχει γε μὴν τοῦτο ὃ νῦν λέγομεν τοῦ τρίτου ψυχῆς εἴδους, ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἱδρῦσθαι λόγος, ᾧ δόξης μὲν λογισμοῦ τε καὶ νοῦ μέτεστι τὸ μηδέν, αἰσθήσεως δὲ ἡδείας καὶ ἀλγεινῆς [τῆς] μετὰ ἐπιθυμιῶν. πάσχον γὰρ διατελεῖ πάντα, στραφέντι δ' αὐτῷ ‹ἐν ἑαυτῷ› περὶ αὑτό, τὴν μὲν ἔξωθεν ἀπωσαμένῳ κίνησιν, τῇ δὲ οἰκείᾳ χρησαμένῳ, τῶν αὑτοῦ ‹τι› λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσις· διὸ δὴ ζῇ μέν, ἐστὶ δὲ οὐχ ἕτερον ζῴου, μόνιμον δὲ καὶ κατερριζωμένον πέπηγε διὰ τὸ τῆς ὑφ' ἑαυτοῦ κινήσεως ἐστερῆσθαι.

   Μέρη μὲν ὀνομάζεται πάντα τὰ συμπληροῦντα τὸ ὅλον ἢ εἰς ἃ διαιρεῖται τὸ ὅλον, ἰδίως δὲ μέλη τὰ τῶν ζῴων καλεῖται μέρη. νῦν οὖν τοῦ Πλάτωνος ἀντιδιῃρηκότος τὰ μέλη τοῖς μέρεσιν ἔνεστί σοι καὶ ἄλλην ὑπόνοιαν τοῦ σημαινομένου λαβεῖν καθ' ἑκάτερον τῶν ὀνομάτων, ὡς τὰ μὲν ἰδίαν ἔχοντα περιγραφὴν θατέρῳ τῶν ὀνομάτων ὑπ' αὐτοῦ δεδήλωται, τὰ δὲ τούτων αὐτῶν μέρη θατέρῳ, ποτέρῳ δὲ πότερα, μηκέθ' οἷόν τε βεβαίως ἀποφήνασθαι. τοῦτο μὲν οὖν ἐν τοῖς ὀνόμασι καὶ σημαινομένοις τὴν ζήτησιν ἔχει μηδὲν συντελοῦν εἰς τὴν τῶν πραγμάτων ἐπιστήμην, ἴδωμεν δὲ μᾶλλον ἃ λέγει περὶ τῶν πραγμάτων αὐτῶν ἔνθα φησὶ τὴν ζωὴν ἡμῶν ἐν πυρὶ καὶ πνεύματι κατ' ἀνάγκην εἶναι. τεττάρων γὰρ ὄντων στοιχείων, ἐξ ὧν ἡ γένεσις τοῖς γενητοῖς ἐστι, γῆς ‹καὶ› πυρὸς ὕδατός τε καὶ ἀέρος, ὅτι τούτων τὰ μὲν ὑλικώτερα γῆ τε καὶ ὕδωρ ἐστί, τὰ δὲ δραστικώτερα καὶ μάλιστ' ἐν τοῖς ζῴοις πῦρ τε καὶ πνεῦμα, σχεδὸν ἅπασιν ὡμολόγηται· τὸ δ' ὑπὸ τούτων διοικούμενον σῶμα πολλὰς ἔχειν ἀναγκαῖόν ἐστιν οὐ μόνον κενώσεις, ἀλλὰ καὶ τὰς ἀδήλους αἰσθήσει διαπνοάς τε καὶ ἀπορροάς· χρῄζει τοίνυν διὰ ταῦτα τροφῆς ἀναπληρούσης τὸ διαφορούμενον τῆς οὐσίας αὑτοῦ, καὶ ταύτης ἕνεκα οἱ θεοὶ τὰ φυτὰ κατεσκεύασαν, ἃ δὴ ‹καὶ› πρόσθεν ἐδείκνυμεν εὐλόγως ὑπ' αὐτοῦ ζῷα κεκλῆσθαι. προϋποκειμένου γὰρ τοῦ τὴν ψυχὴν ἀρχὴν εἶναι κινήσεως, ὁμολογουμένου δὲ καὶ τοῦ τὰ φυτὰ τὴν ἀρχὴν κινήσεως ἔχειν ἐν ἑαυτοῖς, ἔμψυχα προσηκόντως ὀνομασθήσεται· τὸ δὲ ἔμψυχον σῶμα πάντες ἄνθρωποι καλοῦσι ζῷον. εἰ δὲ καὶ Ἀριστοτέλης βούλοιτο μὴ μόνον τῷ ἔμψυχον εἶναι τὸ σῶμα ζῷον ὀνομάζεσθαι προσηκόντως, ἀλλὰ χρῆναι προστίθεσθαι τούτῳ ‹τὸ› αἰσθητικόν, οὐδὲ τούτου στερεῖται τὰ φυτά. δέδεικται γὰρ ἡμῖν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι γνωριστικὴν δύναμιν ἔχειν αὐτὰ τῶν τ' οἰκείων οὐσιῶν, ὑφ' ὧν τρέφεται, τῶν τ' ἀλλοτρίων, ὑφ' ὧν βλάπτεται, καὶ διὰ τοῦτο τὰς μὲν οἰκείας ἕλκειν, τὰς δ' ἀλλοτρίας ἀποστρέφεσθαι καὶ ἀπωθεῖσθαι, καὶ διὰ τοῦτ' οὖν ὁ Πλάτων εἶπεν αἰσθήσεως γένους ἰδίου μετέχειν τὰ φυτά· τὸ γὰρ οἰκεῖόν τε καὶ ἀλλότριον γνωρίζει.

   Ταῦτα μὲν εἰς τὴν τοῦ Πλάτωνος ῥῆσιν αὐτάρκως εἴρηται διὰ βραχέων, ἀπολείπεται δὲ ἀναμνῆσαι τοὺς μίαν οὐσίαν λέγοντας εἶναι τῆς ψυχῆς ἡμῶν δυνάμεις ἔχουσαν τρεῖς, λογιστικήν τε καὶ θυμοειδῆ καὶ τρίτην τὴν ἐπιθυμητικήν, ὅτι καὶ ἄλλοτε πολλάκις, ὡς ἐδείχθη, καὶ νῦν οὐχ ἥκιστα διὰ τῆς προκειμένης ῥήσεως ὁ Πλάτων εἶδος ἔφη ψυχῆς εἶναι τὸ ἐπιθυμητικόν, οὐχ ἑτέραν μὲν ἔχον ἐν φυτοῖς, ἑτέραν δὲ ἐν ἡμῖν φύσιν, ἀλλὰ τὴν αὐτήν, ᾠκίσθαι τε κατὰ τὸ ἧπαρ, οὐ κατὰ τὸν αὐτὸν δηλονότι τόπον, ἐν ᾧ τό τε θυμοειδὲς καὶ τὸ λογιστικόν, ὅπερ ἦν ‹ἂν› εὔλογον, εἰ μιᾶς οὐσίας αἱ τρεῖς ἦσαν δυνάμεις, καθάπερ φασὶν οἱ τὴν καρδίαν ὑποθέμενοι τοιαύτην εἶναι. κατὰ λόγον μὲν γὰρ ἐκεῖνοι μίαν οὐσίαν τιθέμενοι τῆς ψυχῆς δυνάμεις τρεῖς αὐτῆς εἶναί φασι τὰς γενικωτάτας, ὁ δὲ Πλάτων οὐ τὴν αὐτὴν οὐσίαν τὸ λογιστικὸν τῆς ψυχῆς τῷ ἀλόγῳ καὶ ἐπιθυμητικῷ φησιν ὑπάρχειν, ἀλλ' ἕτερον ἐκείνου, καὶ τοῦτο καὶ τῷ θυμοειδεῖ πολλάκις διαμάχεσθαι, καὶ μέντοι καὶ σύμμαχον ἔχειν ποτὲ τὸ θυμοειδὲς κατὰ τοῦ ἐπιθυμ‹ητ›ικοῦ, ‹ἐν ἄλλῳ μέρει τοῦ› σώματος ᾠκισμένον. αὐτὸς οὖν καὶ τὴν εἰκόνα τῆς ὅλης ἡμῶν ψυχῆς εἰς τὰ μυθευόμενα τῶν ζῴων ἀνήνεγκεν, οἵαν οἱ ποιηταὶ λέγουσι τῆς Χιμαίρας καὶ Σκύλλης καὶ Κερβέρου· οὐδενὶ γὰρ εἰκάσθαι τῶν νῦν ὄντων ἐν τῷ κόσμῳ τὴν ψυχὴν ἡμῶν εὗρεν ἑτέρῳ κυριωτέρῳ. ὁμοία μέν γε καὶ ἡ κατὰ τὸν ἡνίοχόν τε καὶ τοὺς ἵππους εἰκών, ἀλλὰ τῆς ἐν τῇ Πολιτείᾳ λελεγμένης εἰκόνος ἀπολείπεται, καθ' ἣν τοῖς συνθέτοις ζῴοις, ὡς ἡ Χίμαιρα μυθεύεται, τὴν ὅλην ψυχὴν ἡμῶν ἐοικέναι φησί. παρεθέμην δ' ἔμπροσθεν αὐτοῦ τὴν λέξιν, ἐν ᾗ ταῦτα λέγεται. σχετλιαζέτωσαν οὖν, ὡς ἔθος αὐτοῖς ἐστι, γελῶντές τε ἅμα καὶ βωμολοχευόμενοι καὶ διασύροντες ἡμῶν τὸν λόγον ὡς ληρούντων, εἰ ‹δυνάμεις ἔχειν ἡμᾶς› τρεῖς λέγομεν ἃς ἀπέδειξα, κατὰ μὲν τὸν ἐγκέφαλον τὴν ἀρχὴν εἶναι τῶν νεύρων τε καὶ προαιρετικῶν κινήσεων, ἔτι τε πρὸς τούτοις αἰσθήσεων πέντε κατὰ δὲ τὸ ἧπαρ αἵματός τε καὶ φλεβῶν καὶ τοῦ τρέφεσθαι τὸ σῶμα καὶ τοῦ γνωρίζειν τήν τ' οἰκείαν οὐσίαν εἰς τοῦτο ‹καὶ τὴν ἀλλοτρίαν›, κατὰ δὲ τὴν καρδίαν ἀρτηριῶν καὶ τῆς ἐμφύτου θερμασίας καὶ σφυγμῶν καὶ θυμοῦ. Πλάτων δὲ ὀνομάζει τὰς ἀρχὰς ταύτας εἴδη ψυχῶν, οὐ μιᾶς οὐσίας δυνάμεις μόνον. ὄντος οὖν τοῦ καὶ τὰς οὐσίας αὐτῶν διαφερούσας εἶναι καὶ τὴν ἐν τοῖς εἰρημένοις σπλάγχνοις οἴκησιν, ἐξέστω τῷ βουλομένῳ δυνάμεις [ἔχειν ἡμᾶς τρεῖς] ὀνομάζειν οὐ ψυχάς· οὐδὲ γὰρ οὔτ' εἰς ἰατρικὴν οὔτ' εἰς φιλοσοφίαν βλαβησόμεθα, διοικεῖσθαι τὸ ζῷον ὑπὸ τριῶν ἀρχῶν εἰπόντες, ὧν τὴν μὲν ἐν ἐγκεφάλῳ ἱδρῦσθαι, τὴν δὲ ἐν καρδίᾳ, τὴν δὲ ἐν ἥπατι.

   Καὶ περὶ μὲν τούτων ἅλις, ὃ δ' ἐπὶ τέλει τῆς ῥήσεως ἔγραψεν ἴδωμεν ὅπως εἴρηται περί τε τῶν φυτῶν καὶ τοῦ τρίτου τῆς ψυχῆς εἴδους. στραφέντι, γάρ φησιν, αὐτῷ ἐν ἑαυτῷ περὶ αὑτό, τὴν μὲν ἔξωθεν ἀπωσαμένῳ κίνησιν, τῇ δὲ οἰκείᾳ χρησαμένῳ, τῶν αὑτοῦ τι λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσις. δοκεῖ γὰρ ἐναντία τούτοις λέγειν ἐφεξῆς, ἔνθα φησὶ μόνιμόν τε καὶ κατερριζωμένον πεπηγέναι διὰ τὸ τῆς ὑφ' ἑαυτοῦ κινήσεως ἐστερῆσθαι. χρὴ δὲ ἀκοῦσαι κατὰ μὲν τὸν πρότερον λόγον οἰκείαν αὐτοῦ κίνησιν, ὥσπερ οὖν καὶ ἔστι, καθ' ἣν [καὶ] ἐκ βραχυτάτου σπέρματος ἀρχόμενον ἄνω μὲν τὸ αἰωρηθὲν αὐτοῦ, κάτω δὲ ἀποτείνει τὰς ῥίζας, ἕλκει δὲ τὴν ἐκ τῆς γῆς τροφήν, ἀναφέρει δὲ μέχρι τῶν ἐσχάτων βλαστημάτων, αὔξησίν τε ἔχει μέχρι πλείστου πάντων τῶν μορίων, ἀκίνητον δὲ εἶναι κατὰ τὴν ὀνομαζομένην ὑπό τινων μεταβατικὴν κίνησιν, ἥτις ἀμειβόντων τοὺς τόπους καὶ μεθισταμένων ἐξ ἄλλης χώρας εἰς ἄλλην γίνεται. κατὰ ταύτην γὰρ αὐτὸ μόνιμόν τε καὶ κατερριζωμένον ἔφη.

   Αὕτη μὲν ἡ ἐξήγησίς μοι γέγονε κατὰ τὴν τῶν Ἀττικιανῶν ἀντιγράφων ἔκδοσιν, ἐν ἑτέροις δὲ εὑρὼν γεγραμμένον διὰ τὸ τῆς ἐξ αὑτοῦ κινήσεως, ἐνενόησα λείπειν τὸ ω στοιχεῖον γράψαντος τοῦ Πλάτωνος διὰ τὸ τῆς ἔξω ἑαυτοῦ, ἵνα τὴν μεταβατικὴν κίνησιν ἀποφήσῃ τῶν φυτῶν μόνην.

   3    77c69. Ταῦτα δὴ τὰ γένη πάντα φυτεύσαντες οἱ κρείττους τοῖς ἥττοσιν ἡμῖν τροφήν, τὸ σῶμα αὐτὸ ἡμῶν διωχέτευσαν τεμόντες οἷον ἐν κήποις ὀχετούς, ἵν' ὥσπερ ἐκ νάματος ἐπιόντος ἄρδοιτο.

   Ἕνεκα τοῦ τρέφεσθαι τὰ σώματα ἡμῶν παρεσκευάσθαι φησὶν ὑπὸ τῶν θεῶν τὰ φυτά, καταπινόντων ἡμῶν εἰς τὴν γαστέρα δηλονότι καρποὺς αὐτῶν καὶ μόρια καὶ τῶν καταποθέντων εἰς λεπτὰ καταθραυομένων, ὅπως ἀναδοθῇ ‹διὰ τῶν› φλεβῶν ὁμοίῳ ‹τρόπῳ› τῷ κατὰ τοὺς ἐν κήποις ὀχετούς, διὰ μὲν αὐτῶν τῶν ὀχετῶν φερομένου τοῦ ὕδατος, ἐξ αὐτῶν δὲ διαδόσεως εἰς τὰ πλησίον μέρη τῶν κήπων γενομένης· καὶ τοσοῦτόν γε ‹τὸ› διάστημα μεταξὺ τῶν ὀχετῶν οἱ κηπουροὶ ποιοῦσιν, ὡς ἱκανὸν εἶναι διὰ παντὸς αὐτοῦ χωρῆσαι ‹τὸ ὕδωρ› τὸ κατὰ διάδοσιν μέλλον ἐκ τῶν ὀχετῶν ἄρδειν τὰ μεταξύ.

   4    77c9d3. Καὶ πρῶτον μὲν ὀχετοὺς κρυφαίους ὑπὸ τὴν ξύμφυσιν τοῦ δέρματος καὶ τῆς σαρκὸς δύο φλέβας ἔτεμον νωτιαίας, ‹δίδυμον› ὡς τὸ σῶμα ἐτύγχανε δεξιοῖς τε καὶ ἀριστεροῖς ὄν.

   Ἐκ τοῦ κατὰ τοὺς κήπους παραδείγματος μετήνεγκε τὴν τῶν ὀχετῶν προσηγορίαν ἐπὶ τὰς φλέβας, ἐμνημόνευσε δὲ τῶν μεγίστων φλεβῶν, ἀφ' ὧν αἱ καθ' ὅλον τὸ σῶμα πεφύκασι, νωτιαίας ὀνομάσας, ἐπειδὴ καθ' ὅλον ἐκτέτανται τὸν νῶτον ἐκ τῶν ἔνδον δηλονότι μερῶν αὐτοῦ. καθ' ὅσον μὲν οὖν φλέβας ὀνομάζει τὰ κατὰ τὸν νῶτον ἀγγεῖα τῶν ἀρχαίων, ὡς εἴρηται, ‹καὶ› τὰς ἀρτηρίας οὕτω καλούντων, ἀληθεύει, καθ' ὅσον δέ, διότι δίδυμόν ἐστι τὸ σῶμα, διὰ τοῦτο δύο εἶναί φησι τὰς φλέβας, οὐκ ἀληθεύει. οὔτε γὰρ ὁμοειδῆ τὰ κατὰ τὸν νῶτόν ἐστιν ἀγγεῖα, θατέρου μὲν αὐτῶν λεπτὸν καὶ ἄσφυκτον ἔχοντος χιτῶνα, θατέρου δὲ σφύζοντά τε καὶ τῷ πάχει πενταπλάσιον ἢ ἑξαπλάσιον, ὃ καλοῦμεν ἰδίως ἀρτηρίαν, ἀλλ' οὐδὲ τὸ μὲν ἐν τοῖς δεξιοῖς ἐστι, τὸ δ' ἐν τοῖς ἀριστεροῖς μέρεσιν, ἀλλ' ἄμφω κατὰ τὸ μέσον τῆς ῥάχεως, ἑκατέρωθεν δὲ αὐτῶν ἓν νεῦρόν ἐστι, τὸ μὲν ἐν τοῖς δεξιοῖς ὄν, τὸ δὲ ἐν τοῖς ἀριστεροῖς.

   5    77d36. Ταύτας δὲ καθῆκαν παρὰ τὴν ῥάχιν, καὶ τὸν γόνιμον μεταξὺ λαβόντες μυελόν, ἵνα οὗτός τε ὅτι μάλιστα θάλλοι, καὶ ἐπὶ τὰ ἄλλα εὔρους ἐντεῦθεν ἅτε ἐπὶ κάταντες ἡ ἐπίχυσις γιγνομένη παρέχοι τὴν ὑδρείαν ὁμαλήν.

   Γόνιμον μυελὸν εἶπε τὸν νωτιαῖον οὔσης καὶ ταύτης παλαιᾶς δόξης, ὡς καὶ τὸν Ἱπποκράτην δοκεῖν αὐτῆς μετεσχηκέναι καὶ νομίζειν ἐκ τοῦ νωτιαίου μυελοῦ τὸ σπέρμα κατέρχεσθαι πρὸς τὸ τοῦ ἄρρενος αἰδοῖον· θάλλειν δὲ τῇ κοινωνίᾳ τῶν αἱματικῶν ἀγγείων τὸν μυελὸν ἔφη τρεφόμενον ἐξ αὐτῶν δηλονότι, καὶ ἐπὶ τὰ ἄλλα δὲ μόρια τοῦ σώματος ἐντεῦθεν ὁμαλὴν γίνεσθαί φησι τὴν ἐπίχυσιν ὡς ἂν ἐκ τῶν μεγάλων ὀχετῶν εἰς μικροὺς τῆς νομῆς γινομένης. τὸ δὲ ἅτε ἐπὶ τὸ κάταντες οὐ πάντη καλῶς εἴρηται· καὶ γὰρ τὰ ὑψηλότερα μέρη τὰ περὶ τὸν τράχηλόν τε καὶ τὴν κεφαλὴν τρέφεται διὰ τῶν φλεβῶν· ἐν μὲν οὖν τοῖς κάτω τοῦ διαφράγματος μέρεσι τῆς ῥάχεως ‹ἥ τε κοίλη φλὲψ› ἥ τε ἀρτηρία ‹ἡ› μεγίστη ἐπίκειται κατὰ τῶν σπονδύλων, ἄχρι περ ἂν εἰς τὰ σκέλη σχισθῇ κατὰ τὸ πέρας αὐτῆς· ἐν δὲ τοῖς ἀνωτέρω τοῦ διαφράγματος ἡ μὲν ἀρτηρία μέχρι πλείστου τοῖς σπονδύλοις ἐπιτέταται, παράκειται δὲ αὐτῇ τις φλὲψ μικρὰ μόνα τὰ κατὰ τὰς ὀκτὼ [νώθους] πλευρὰς τοῦ θώρακος τρέφουσα τὰ κάτω· τὸ δὲ ἀπὸ τοῦδε μέρος τῆς ῥάχεως ἅπαν τὸ ἄνω, καθ' ὃ τέτταρες μὲν οἱ πρῶτοι τοῦ θώρακος σπόνδυλοι κεῖνται, μετ' αὐτοὺς δὲ ἄχρι τῆς κεφαλῆς οἱ τοῦ τραχήλου πάντες, οὔτε ἀρτηρίαν οὔτε φλέβα καθ' ἑαυτοῦ κειμένην ἔχει· ἀλλ', ὡς ἔφην, οὐδὲν θαυμαστόν ἐστι τὰ κατὰ τὰς ἀνατομὰς ἀγνοῆσαι Πλάτωνα καθάπερ καὶ Ὅμηρον, ὅστις φησίν

   ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,

   ἥτ' ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν' ἱκάνει.

   6    77d6e6. Μετὰ δὲ ταῦτα σχίσαντες περὶ τὴν κεφαλὴν τὰς φλέβας καὶ δι' ἀλλήλων ἐναντίας πλέξαντες διεῖσαν, τὰς μὲν ἐκ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ τοῦ σώματος, τὰς δὲ ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ κλίναντες, ὅπως δεσμὸς ἅμα τῇ κεφαλῇ πρὸς τὸ σῶμα ᾖ μετὰ τοῦ δέρματος, ἐπειδὴ νεύροις οὐκ ἦν κύκλῳ κατὰ κορυφὴν περιειλημμένη, καὶ δὴ καὶ τὸ τῶν αἰσθήσεων πάθος ἵν' ἐφ' ἑκατέρων τῶν μερῶν εἰς ἅπαν τὸ σῶμα εἴη διάδηλον.

   ‹Αἱ κατὰ τὴν κεφαλὴν φλέβες› διέρχεσθαί τισιν ἔδοξαν αἵ τ' ἐκ τῶν ἀριστερῶν εἰς τὰ δεξιὰ αἵ τ' ἐκ τῶν δεξιῶν εἰς τὰ ἀριστερά, τοῖς δὲ ἀκριβέστερον ἀνατέμνουσιν ἑνοῦσθαι τὰ πέρατα αὐτῶν ἀλλήλοις, ὅπερ καὶ κατ' ἄλλα γίνεται μέρη τοῦ σώματος. δεσμὸν δὲ ἡγεῖται μὲν τῆς κεφαλῆς εἶναι τὴν ἕνωσιν αὐτῶν ἀγνοῶν τοὺς ὄντως δεσμοὺς αὐτῆς, μεγίστους μὲν τοὺς κατὰ τὰς ῥαφάς, μικροὺς δὲ τόν τε περικράνιον ὑμένα καὶ τὸ δέρμα, παχύτερον δὲ τοῦ κατὰ τὸ σῶμα παντὸς δέρματος, ὡς ἐπιτετάσθαι δοκεῖν ἔνδοθεν αὐτῷ σαρκοειδῆ τινα οὐσίαν λεπτὴν ἐσφιγμένην τε περὶ τὸ κρανίον. νεῦρον δὲ κατὰ τὴν κεφαλὴν οὐδὲν εἶναί φησι διὰ τὸ μὴ γινώσκειν μὲν τὰ προαιρετικὰ προσαγορευόμενα, μήτε δὲ συνδετικὰ κατ' αὐτὴν εἶναι μήτε τένοντας. ‹ἀλλ' οὐδὲ τοῦτο ὀρθῶς φησι τὰς› ἀντεμπλοκὰς γίνεσθαι τῶν φλεβῶν, ἵνα τὸ τῶν αἰσθήσεων πάθος εἰς ὅλον ‹τὸ σῶμα› διαδιδῶται, μὴ γινώσκων μηδὲ ἐνταῦθα διὰ νεύρων τὰς αἰσθήσεις γινομένας, ὅπερ, ὡς ἔφην, καὶ τῶν παλαιῶν ἰατρῶν ἠγνόησάν τινες.

   7    77e778b2. Τὸ δ' ἐντεῦθεν ἤδη τὴν ὑδραγωγίαν παρεσκεύασαν τρόπῳ τινὶ τοιῷδε, ὃν κατοψόμεθα ῥᾷον προδιομολογησάμενοι τὸ τοιόνδε, ὅτι πάντα ὅσα ἐξ ἐλαττόνων συνίσταται στέγει τὰ μείζω, τὰ δὲ ἐκ μειζόνων τὰ σμικρότερα οὐ δύναται. πῦρ δὲ πάντων γενῶν σμικρομερέστατον, ὅθεν δι' ὕδατος καὶ γῆς ἀέρος τε καὶ ὅσα ἐκ τούτων συνίσταται διαχωρεῖ καὶ στέγειν οὐδὲν αὐτὸ δύναται. ταὐτὸν δὴ καὶ περὶ τῆς παρ' ἡμῖν κοιλίας διανοητέον, ὅτι σιτία μὲν καὶ ποτά, ὅταν εἰς αὐτὴν ἐμπέσῃ, στέγει, πνεῦμα δὲ καὶ πῦρ σμικρομερέστερα ὄντα τῆς αὑτῆς ξυστάσεως οὐ δύναται.

   Ὑδραγωγίαν ὠνόμασε τὴν διὰ τῶν φλεβῶν φορὰν τοῦ αἵματος, ἀπὸ τῆς προειρημένης εἰκόνος ἐπὶ τῶν 'ὀχετῶν' τὴν μεταφορὰν τῆς προσηγορίας ποιησάμενος· γίνεσθαι δέ φησι, τοῦ πνεύματος ἅμα τῇ θερμασίᾳ 'διὰ τῆς κοιλίασ' ἐξιόντος, εἶθ' ἑαυτῷ συναναφέροντος τὰ καταθραυσθέντα τῆς τροφῆς μόρια. τὸ μὲν κεφάλαιον τοῦ λόγου συντόμως τε ἅμα καὶ σαφῶς εἴρηταί μοι, τὰ δ' ἐφεξῆς εἰρημένα δυσνόητά τε καὶ δύσρητά ἐστι, καὶ διὰ τοῦτο καθ' ἑκάστην λέξιν ἐξήγησιν αὐτῶν ποιησάμενος ὕστερον ἀθροίσω πρὸς μίαν ἅπαντα σύνοψιν.

   8    78b2s. Τούτοις οὖν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν.

   Τούτοις λέγει τοῖς προειρημένοις, τῷ τε πνεύματι καὶ τῷ πυρί· 'πῦρ' γὰρ ὀνομάζει τὴν ἐν τῷ σώματι θερμασίαν, ἀπὸ τοῦ γεννήσαντος αὐτὴν στοιχείου τὴν προσηγορίαν μεταφέρων, ἐπειδὴ τὸ θερμὸν ἅπαν ἐπικρατείᾳ πυρὸς γέγονε τοιοῦτον.

   9    78b3s. Πλέγμα ἐξ ἀέρος καὶ πυρὸς οἷον οἱ κύρτοι ξυνυφηνάμενος.

   Τοὺς τῶν ἁλιέων κύρτους λέγει, οὓς εἰ μή τις ἴδοι πρότερον, οὐκ ἂν ἀκολουθήσειε τοῖς λεχθησομένοις οὖσι δυσρήτοις, ὡς καὶ τοῖς ἑωρακόσι τοὺς κύρτους μόγις νοηθῆναι. εἰ μὲν οὖν τις ἐπιθαλάττιον οἴκησιν ἔχοι, πειραθήτω πρότερον ἰδεῖν τοὺς κύρτους τῶν ἁλιέων, εἰ δὲ χερσαῖός τις καὶ ὄρειος εἴη, ἀλλὰ ταλάρους γε πάντως ἐθεάσατο· νοήσας οὖν τούτους ἀτρήτους μὲν κατὰ τὴν βάσιν ἀνεῳγμένον δὲ τὸ ἄνω στόμιον ἔχοντας, οὕτω τοῖς λεχθησομένοις προσσχέτω τὸν νοῦν.

   10    78b4s. Διπλᾶ κατὰ τὴν εἴσοδον ἐγκύρτια ἔχοντος.

   Νενοημένου σοι τοῦ τῶν ἁλιέων κύρτου, ὅπερ ἐστὶ πλέγμα ἁπλοῦν, νόησον ἐν αὐτῷ περιεχόμενον ὅμοιον μὲν τῷ μεγάλῳ, μικρὸν δὲ [οἷον ἐκεῖνο] κύρτον ‹ἄλλον, τὸ καλούμενον ἐγκύρτιον›, ὅπερ ἐστὶ πλέγμα διὰ σχοίνων οἷον [περ] ‹ἐκεῖνο› τὸ ὅλον, ἐκ τῆς τοῦ μεγάλου κύρτου βάσεως ἀνατεινόμενον, κοινὴν μὲν ἔχον τὴν βάσιν αὐτῷ, τὸ δὲ στόμιον οὐκ εἰς ἴσον ὕψος ἀνῆκον τῷ περιέχοντι κύρτῳ, ἀλλὰ κατωτέρω πολὺ παυόμενον αὐτοῦ. εἰ δή σοι νενόηται τὸ ἁπλοῦν ἐγκύρτιον τοῦτο, ἤδη ῥᾴδιον νοῆσαι καὶ τὸ διπλοῦν· ὁποῖον γάρ ἐστι τοῦτο ὃ διηγησάμην, τοιοῦτο καὶ ἄλλο περιεχόμενον ἐν τῷ μεγάλῳ κύρτῳ προσυπόθου· κἀπειδὰν καὶ τοῦτο ‹νοήσῃς, ἐπ' αὐτῷ› νόησον ἀνατεινόμενον ἀφ' ἑκατέρου τῶν ἐγκυρτίων πλέγμα τι πρόμηκες ἄχρι τοῦ στομίου τοῦ μεγάλου κύρτου, ὡς ἐσχίσθαι δίχα τὴν εἰς τὸν μέγαν κύρτον εἴσοδον τοῖς ἰχθύσι, τῶν μὲν κατὰ θάτερον στόμιον, τῶν δὲ κατὰ θάτερον εἰσιόντων· συμβήσεται γὰρ οὕτως καίτοι διειργομένους ἀλλήλων ὅμως ἑνὶ λέγεσθαι περιέχεσθαι κύρτῳ τῷ μεγάλῳ, καθάπερ γε καὶ καθ' ἕτερον οὔκ, ἐν ἑνί γε τῶν σμικρῶν ὄντας κύρτων, οὓς ἐγκύρτια κέκληκεν.

   11    78b5s. Ὧν θάτερον αὖ πάλιν διέπλεξε δίκρουν.

   Ὧν ἐγκυρτίων φησὶ τὸ ἕτερον διέπλεξε δίκρουν· ὀνομάζεται δὲ συνήθως μὲν ἄλλοις ξύλον δίκρουν τὸ δύο κεραίας ἔχον, ὁ Πλάτων δὲ νῦν μετήνεγκε τὴν προσηγορίαν ἐπὶ ‹τὸ› θατέρου τῶν ἐγκυρτίων στόμιον, ὅπως νοήσωμεν αὐτὸ διττόν. καὶ κατὰ τοῦτο τὴν [δὲ] ἀσάφειαν ἐνειργάσατο, παρενθεὶς οὐκ ἀναγκαίως ἐν τῷδε ‹τῷ› τοῦ λόγου μέρει· σαφέστερον γὰρ ‹ἂν› ἡρμηνεύετο λεγόντων ἡμῶν, ὥσπερ δύο τὰ ἐγκύρτια τῷ λόγῳ διέγραψεν, οὕτως καὶ τὸ στόμιον ‹διττὸν› εἶναι ‹τὸ› τελευτῶν εἰς τὸ ἄνω πέρας τοῦ μεγάλου κύρτου. βούλεται γὰρ ἡμᾶς νοῆσαι τῇ μὲν ἐκτὸς περιγραφῇ τοῦ μεγάλου κύρτου τὸ ἔξωθεν ἅπαν‹τι› τῷ σώματι περικείμενον ἐοικέναι δέρμα, περιεχομένας δ' ἐν αὐτῷ καθάπερ ἐγκύρτια κενὰ δηλονότι τὰς ἔνδον αὐτοῦ ἐχομένας χώρας, τήν τε κατὰ τὴν γαστέρα καὶ τὴν κατὰ τὸν θώρακα· δύο γὰρ ἐκ τούτων ἀνήκουσιν οἷον αὐλοὶ πρὸς τὴν τοῦ στόματος εὐρυχωρίαν. νόει δέ μοι καὶ κατὰ τὸ παρὸν ἕνεκα σαφηνείας τοῦ λεγομένου μηδόλως ἐν τῷ στόματι περιεχομένην τὴν γλῶτταν· ἔσονται γὰρ οὕτως οἱ εἰς τὴν ἐντὸς εὐρυχωρίαν τοῦ στόματος ἥκοντες αὐλοί, στόμαχος μὲν ἐκ τῆς κοιλίας, ἀρτηρία δὲ ἡ τραχεῖα καλουμένη διήκουσα πρὸς τὸν πνεύμονα κείμενον ἐν τῇ κοιλότητι κατ' ἴσον τῷ ἑτέρῳ τῶν ἐγκυρτίων. κατὰ μὲν οὖν τοῦτο τὸ στόμιον ἡ ἀναπνοὴ γίνεται εἰσιόντος τε καὶ ἐξιόντος τοῦ πνεύματος, κατὰ δὲ θάτερον ἡ τῶν ἐσθιομένων καὶ πινομένων εἰς τὴν γαστέρα φορά. τὸ μὲν οὖν πλεῖστον ἑκατέρας τῶν εἰρημένων ὑλῶν οὕτως εἰς τὸ σῶμα διὰ τοῦ στόματος ἔρχεται, ὀλίγον δέ τι βούλεται καθ' ἑκάτερον τῶν στομίων συνεισέρχεσθαι πρὸς μὲν τὴν γαστέρα τοῦ πνεύματος, εἰς δὲ τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα τοῦ πόματος. παρενθεὶς οὖν, ὡς ἔφην, τὸ ἕτερον τῶν ἐγκυρτίων εἶναι δίκρουν, ἀσάφειαν ‹ἐν›ειργάσατο τῷ λόγῳ μετὰ τοῦ καὶ ἀντιλογίαν ἐπιδέχεσθαι· τὴν γὰρ ‹διὰ› τῆς τραχείας ἀρτηρίας γινομένην ἀναπνοὴν δίκρουν ἔφη ὑπάρχειν, εἶπε δὲ τοῦτο διὰ τὸ τὴν μὲν ἀναπνοὴν ἡμῖν γίνεσθαι διά τε τῆς ῥινὸς καὶ τοῦ στόματος, τὴν δὲ ἐδωδὴν καὶ πόσιν διὰ μόνου τοῦ στόματος. ἔνθα φημὶ καὶ ἀντιλογίαν ποιήσεσθαι τοὺς φιλεγκλήμονας· οὐ γὰρ μόνου θατέρου τῶν ἐγκυρτίων εἶναι φήσουσι τὰ δύο κέρατα, τό τε διὰ τῆς ῥινὸς καὶ τὸ διὰ τοῦ στόματος, ἐπειδὴ τὸ στόμα καὶ θατέρου τοῦ κατὰ τὴν κοιλίαν κοινόν ἐστι πέρας. ἐπεὶ δ' οὖν ἤδη νενόηται, τί βούλεται τῷ παντὶ κύρτῳ προσεοικέναι τῶν ἐν ἡμῖν καὶ τίνα τοῖς ἐγκυρτίοις, ἐπὶ τὰς ἐφεξῆς αὐτοῦ λέξεις ἰέναι καιρός.

   12    78b6s. Καὶ ἀπὸ τῶν ἐγκυρτίων δὴ διετείνατο οἷον σχοίνους κύκλῳ διὰ παντὸς πρὸς τὰ ἔσχατα τοῦ πλέγματος.

   Τούτου τὸ ἀνάλογον οὐκέτι κατὰ τοὺς τῶν ἁλιέων ἔστι κύρτους· ἀπὸ τῶν ἐγκυρτίων γὰρ πρὸς τὸ τοῦ περιέχοντος κύρτου πλέγμα σχοῖνος οὐδεμία διήκει κενοῦ τοῦ μεταξὺ παντὸς ὄντος. ἐν ἡμῖν δὲ διήκουσιν ἔκ τε τῆς κοιλίας καὶ τοῦ πνεύμονος εἰς ἅπαν τὸ σῶμα μέχρι τῶν ἐσχάτων αὐτοῦ περάτων ἐκτὸς ἀρτηρίαι καὶ φλέβες, ἃς εἰκάζει σχοίνοις ἀπὸ τῶν ἐγκυρτίων ἐπὶ τὸν κύρτον ἐκτεινομέναις.

   13    78b7c2. Τὰ μὲν οὖν ἔνδον ἐκ πυρὸς συνεστήσατο τοῦ πλοκάνου πάντα, τὰ ‹δ'› ἐγκύρτια καὶ τὸ κύτος ἀεροειδῆ.

   Τοῦ πλοκάνου λέγει νῦν ὅλου τοῦ τῷ κύρτῳ παραπλησίου. ἐπεὶ δὲ ἔστιν ἔνδον αὐτοῦ καὶ τὰ ἐγκύρτια, βούλεται δὲ τὴν περιεχομένην ὑπὸ τούτων χώραν ἀεροειδῆ μᾶλλον ὑπάρχειν ἢ πυροειδῆ, διὰ τοῦτο προσέθηκε τῷ περὶ τοῦ παντὸς πλοκάνου λόγῳ τὰ ἐγκύρτια καὶ τὸ κύτος ἀεροειδῆ. τὰ μὲν οὖν ἐγκύρτια προδήλως ἐστὶ τοιαῦτα· κενὴ γὰρ χώρα μόνον ἀέρα περιέχουσα κατὰ τὸν θώρακα φαίνεται, τὸ δὲ κύτος οὐκέτι πρόδηλον ὅπως ἀεροειδὲς εἴρηται· δοκεῖ γὰρ ἐκ τοῦ κύτος ὀνόματος ὡς ἓν σημαίνεσθαι τὸ σῶμα, περὶ οὗπερ ἂν ὁ λόγος γένηται, φαίνεται δὲ μάχεσθαι τοῦτο τοῖς προειρημένοις, εἴ γε τὸ σύμπαν 'κύτος τοῦ κύρτου' συμπληροῦται διά τε τῶν ἐγκυρτίων ‹καὶ› τοῦ μεταξὺ παντός, ὅσον ἀπὸ τούτων εἰς τὴν ἐκτὸς περιγραφὴν τοῦ κύρτου διήκει, καθ' ὃ τὰς οἷον σχοίνους διατετάσθαι ἔφασκε [τέτταρας ἡμᾶς νοεῖν], ἃς ἐλέγομεν ἀρτηρίας εἶναι καὶ φλέβας. καταλείποιτο ἂν οὖν ἡμᾶς νοεῖν τὸ 'κύτος τοῦ κύρτου' λεγόμενον αὐτὸ τὸ ἔξωθεν αὐτοῦ πλέγμα· τοῦτο γάρ ἐστι τὸ τὴν οὐσίαν ὅλην τοῦ κύρτου συνιστάνον. ὥσπερ οὖν τὸ μεταξὺ τούτου τε καὶ τῶν ἐγκυρτίων ἐνοοῦμεν ὑπὸ πυρὸς ἐπικρατούμενον, οὕτως ὑπ' ἀέρος ἐπικρατεῖσθαι χρὴ νοῆσαι τὸ ἔξωθεν αὐτοῦ πέρας, ὅπερ ἐστὶν αὐτὸ τὸ κύτος τοῦ πλοκάνου, τοῦτο δ' ἂν ἐν ἡμῖν εἴη τὸ δέρμα ψυχρὸν ὑπάρχον ὡς τὰ περιεχόμενα ‹σπλάγχνα κἀπὶ› τούτῳ συνεχὲς τῷ πέριξ ἀέρι. καί μοι δοκεῖ βούλεσθαι ‹δηλοῦν› τὸν περικείμενον ἀέρα τὸν ψαύοντα τοῦ πλοκάνου μέρος τι καὶ αὐτὸν εἶναι τοῦ κύρτου, καὶ κατὰ τοῦτο μάλιστα τὴν ἀσάφειαν ὁ λόγος ἐσχηκέναι· τούτου γὰρ ὑποτεθέντος ἅπαντα ἀλλήλοις ὁμολογεῖται κατὰ τὸν ἑξῆς λόγον, ἐφ' ὃν μετιέναι καιρός.

   14    78c2s. Καὶ λαβὼν αὐτὸ περιέστησε τῷ πλασθέντι ζῴῳ τρόπον τοιόνδε.

   Τὸ προειρημένον ὑπ' αὐτοῦ 'πλόκανον' οὐκ ἔστι μὲν καθ' αὑτό, τὴν νόησιν δὲ αὐτοῦ καθ' ἑαυτὴν λαβόντας ἡμᾶς οὕτω χρὴ συνάπτειν τῷ ζῴῳ.

   15    78c3d2. Τὸ μὲν τῶν ἐγκυρτίων εἰς τὸ στόμα μεθῆκε· διπλοῦ δὲ ὄντος αὐτοῦ κατὰ μὲν τὰς ἀρτηρίας εἰς τὸν πνεύμονα καθῆκε θάτερον, τὸ δὲ εἰς τὴν κοιλίαν παρὰ τὰς ἀρτηρίας· τὸ δὲ ἕτερον σχίσας τὸ μέρος ἑκάτερον κατὰ τοὺς ὀχετοὺς τῆς ῥινὸς ἀφῆκε κοινόν, ὥσθ' ὅτε μὴ κατὰ τὸ στόμα ἴοι θάτερον, ἐκ τούτου πάντα καὶ τὰ ἐκείνου ῥεύματα ἀναπληροῦσθαι. τὸ δὲ ἄλλο κύτος τοῦ κύρτου περὶ τὸ σῶμα ὅσον κοῖλον ἡμῶν περιέφυσε.

   Οὐ τοῦτό φησιν ὅτι τὸ μὲν ἕτερον τῶν ἐγκυρτίων εἰς τὸ στόμα καθῆκεν, εἰρήκει γὰρ ἂν ἐφεξῆς 'τὸ δὲ ἕτερον εἰς τόδε τι τοῦ σώματοσ', ἀλλ' ἐπὶ τὸ πλόκανον ἀναφέρων εἶπεν, ὡς εἶναι τὸν ὅλον λόγον αὐτοῦ τοιοῦτον· 'ὧν εἶπον πλοκάνων τριῶν, ἑνὸς μὲν τοῦ μεγάλου κύρτου, δυοῖν δὲ τῶν οἷον ἐγκυρτίων, τὸ μὲν τῶν ἐγκυρτίων πλόκανον εἰς τὸ στόμα μεθῆκε· διπλοῦ δ' ὄντος αὐτοῦ κατὰ μὲν τὰς ἀρτηρίας ‹εἰς τὸν πνεύμονα› καθῆκε τὸ ἕτερον αὐτῶν, τὸ δὲ λοιπὸν ἓν εἰς τὴν κοιλίαν παρὰ τὰς ἀρτηρίας· δυοῖν δὲ ὄντων τῶν ἐγκυρτίων, ὡς εἴρηται, τὸ ἕτερον, ὅπερ ἔφην καὶ πρότερον εἶναι 'δίκρουν', σχίσας τὸ μέρος ἑκάτερον δίχα κατὰ τοὺς ὀχετοὺς τῆς ῥινὸς ἀφῆκε κοινόν'. διὰ τί τοίνυν κοινὸν αὐτὸ εἶπεν, αὐτὸς ἐφεξῆς δηλώσει λέγων ὥστε ‹ὅτε› μὴ κατὰ τὸ στόμα ἴοι θάτερον, ἐκ τούτου πάντα καὶ τὰ ἐκείνου ῥεύματα ἀναπληροῦσθαι· τὸ γὰρ τῆς ἀναπνοῆς ἐγκύρτιον 'δίκρουν' γενόμενον ὁδοὺς ἔσχε τοῦ πνεύματος δύο, μίαν μὲν κατὰ τὸ στόμα, τὴν δ' ἄλλην διὰ τῆς ῥινός, ἥτις, ὅτ‹αν ἡ τοῦ πνεύ›ματος εἴσοδος ἡ κατὰ τὸ στόμα πεπαυμένη πως ᾖ, καὶ ‹τὴν δι' ἐκείνης χορηγουμένην οὐ›σίαν ἐκπληροῖ. ταῦτα εἰπὼν ὁ Πλάτων περὶ τῶν ἐγκυρτίων ‹καὶ περὶ τῶν ἀρτηριῶν καὶ φλεβῶν› ἐφεξῆς ἔφη· καλεῖ δὲ αὐτὰς ἀπὸ τῆς ἐπικρατούσης οὐσίας 'πυρὸς ἀκτῖνασ'.

   16    78d2794. Καὶ πάλιν δὴ τοῦτο τοτὲ μὲν εἰς τὰ ἐγκύρτια ξυρρεῖν μαλακῶς, ἅτε ἀέρα ὄντα, ἐποίησεν, ‹τοτὲ δὲ ἀναρρεῖν μὲν τὰ ἐγκύρτια, τὸ δὲ πλέγμα, ὡς ὄντος τοῦ σώματος μανοῦ, δύεσθαι εἴσω δι' αὐτοῦ καὶ πάλιν ἔξω, τὰς δὲ ἐντὸς τοῦ πυρὸς ἀκτῖνας διαδεδεμένας ἀκολουθεῖν ἐφ' ἑκάτερα ἰόντος τοῦ ἀέρος, καὶ τοῦτο, ἕωσπερ ἂν τὸ θνητὸν συνεστήκῃ ζῷον, μὴ διαπαύεσθαι γιγνόμενον· τούτῳ δὲ δὴ τῷ γένει τὸν τὰς ἐπωνυμίας θέμενον ἀναπνοὴν καὶ ἐκπνοὴν λέγομεν θέσθαι τοὔνομα. πᾶν δὲ δὴ τό τ' ἔργον καὶ τὸ πάθος τοῦθ' ἡμῶν τῷ σώματι γέγονεν ἀρδομένῳ καὶ ἀναψυχομένῳ τρέφεσθαι καὶ ζῆν· ὅταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνημμένον ἕπηται, διαιωρούμενον δ' ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ λάβῃ, τήκει δή, καὶ κατὰ [τὰ] σμικρὰ διαιροῦν, διὰ τῶν ἐξόδων ᾗπερ πορεύεται διάγον, οἷον ἐκ κρήνης ἐπ' ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν ταῦτα, ῥεῖν [ἢ] ὥσπερ αὐλῶνος διὰ τοῦ σώματος› τὰ τῶν φλεβῶν ποιεῖ ῥεύματα.

   Ὑπομνήσωμεν ἡμᾶς αὐτούς, ὅτι τὸ‹ν› μὲν ὅλον κύρτον, οὗ τὸ δέ‹ρμα› πέρας ὃ συνεχές ἐστι τῷ ἔξωθεν ἀέρι, βούλεται νοεῖν ἡμᾶς ἐν ἑαυτῷ ἔχειν οἷον ἐγκύρτια δύο χώρας ἀέρος τὴν μὲν ἐν τῇ γαστρί, τὴν δ' ἐν τῷ θώρακι, τὸ δὲ μεταξὺ τούτων, ὅπερ ἐστὶ τὸ σῶμα, διατεταμένας ἔχειν ἀκτῖνας πυρός, ἃς εὔλογόν ἐστι νοεῖν ἡμᾶς διὰ τῶν ἀρτηριῶν καὶ φλεβῶν τετάσθαι καὶ εἶναι ταύτας αὐταῖς ὁδοὺς τῆς ἐφ' ἑκάτερα φορᾶς ἔσωθέν τε ἔξω καὶ αὖθις ἔξωθεν [τε] ἔσω· δύο γὰρ εἶναι κινήσεις ἐναντίας ἀλλήλαις φησὶ τῷ παντὶ πλοκάνῳ ποτὲ μὲν ἀπὸ τῶν ἐγκυρτίων ἄχρι τοῦ περιέχοντος ἡμᾶς ἀέρος φερομένῳ, ποτὲ δὲ ἀπ' αὐτοῦ πρὸς τὰ ἐγκύρτια· τίνα δὲ τρόπον αἱ κινήσεις αὗται γίνονται καὶ τίνα τὴν αἰτίαν ἔχουσι τοῦ μὴ παύεσθαι ἄχρι περ ἂν ζῇ τὸ σῶμα, διὰ τῶν ἐφεξῆς ἐρεῖ, ἀλλὰ νῦν γε τὸν προκείμενον λόγον συγκεφαλ‹αι›ούμενος τὴν ἐφ' ἑκάτερα κίνησιν ἀναπνοήν τε καὶ ἀνάδοσιν τροφῆς ἐργάζεσθαί φησιν. ἐγὼ μὲν οὖν τὸ συγκείμενον ὅλον ἔκ τε τῆς εἰσπνοῆς καὶ τῆς ἐκπνοῆς ἀναπνοὴν ὠνόμασα τοῖς ἰατροῖς ἑπόμενος σχεδὸν ἅπασιν· ὄντων γὰρ τριῶν πραγμάτων, ἑνὸς μὲν τῆς εἴσω φορᾶς, δευτέρου δὲ τῆς ἔξω καὶ τρίτου ‹τοῦ› ἐξ ἀμφοῖν συγκειμένου, τὴν μὲν ἔσω φορὰν τοῦ πνεύματος εἰσπνοὴν ὀνομάζουσι, τὴν δὲ ἔξω φορὰν ἐκπνοήν, τὸ δὲ ἐξ ἀμφοῖν σύνθετον ἀναπνοήν, ὁ δὲ Πλάτων τὴν εἰσπνοὴν ἀναπνοὴν ὠνόμασεν, ἣν γίνεσθαί φησιν εἴς τε τὴν ἀρτηρίαν τὴν τραχεῖαν δηλονότι καὶ τὴν γαστέρα· διαδεχομένης δὲ τὴν εἴσω φορὰν τοῦ πνεύματος τῆς ἔξω κατὰ τὴν μεταξὺ χώραν τῶν τε ἐγκυρτίων καὶ τοῦ μεγάλου κύρτου τέμνεσθαι τὰ σιτία καὶ τὰ ποτὰ κατὰ τὴν ἔσω κίνησίν τε καὶ φορὰν τοῦ παντὸς πλοκάνου, συναναφέρεσθαι δὲ εἰς τὸ σῶμα τῇ τε θερμασίᾳ καὶ τῷ πνεύματι καταθραυσθέντα. τοῦτο μὲν ἡ καλουμένη πρὸς τῶν ἰατρῶν ἀνάδοσίς ἐστι φερομένης τῆς τροφῆς διὰ τῶν φλεβῶν τε καὶ τῶν ἀρτηριῶν ἐπὶ πάντα τὰ μόρια τοῦ σώματος· τίς δὲ ἡ τῆσδε τῆς ἐφ' ἑκάτερα φορᾶς ἐστιν αἰτία τῷ τε πνεύματι καὶ τῇ θερμασίᾳ, μετὰ ταῦτα διέρχεται.

   17    795c7. Πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωμεν πάθος, αἷς χρώμενον αἰτίαις τοιοῦτον γέγονεν οἷόνπερ ‹τὰ› νῦν ἐστιν. ὧδ' οὖν. ἐπειδὴ κενὸν οὐδέν ἐστιν εἰς ὃ τῶν φερομένων δύναιτ' ἂν εἰσελθεῖν τι, τὸ δὲ πνεῦμα φέρεται παρ' ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον ὡς οὐκ εἰς κενόν, ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ, τὸ δὲ ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀεί, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰς τὴν ἕδραν ὅθεν ἐξῆλθε τὸ πνεῦμα, εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτήν, ξυνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου γίγνεται διὰ τὸ κενὸν μηδὲν εἶναι. διὸ δὴ ‹τὸ› τῶν στηθῶν καὶ τοῦ πνεύμονος ἔξω μεθιὲν τὸ πνεῦμα πάλιν ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρος, εἴσω διὰ μα‹νῶν› τῶν σαρκῶν δυομένου καὶ περιελαυνομένου, γίνεται πλῆρες· αὖθις ‹δὲ› ἀποτρεπόμενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώματος ἔξω ἰὼν εἴσω τὴν ἀναπνοὴν περιωθεῖ ‹κατὰ τὴν τοῦ στόματος› καὶ τὴν τῶν μυκτήρων δίοδον.

   Οὐδὲ κατὰ ταύτην τὴν ῥῆσιν εἶπεν ἤδη τὴν πρώτην αἰτίαν τῆς ἀναπνοῆς. ἀμέλει συμπληρώσας αὐτὴν ἄρχεται τῆς μετ' αὐτὴν ὧδε· 'τὴν δὲ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε'. τί οὖν ἐστιν ὃ νῦν κατὰ τὴν προκειμένην εἶπε; τὸ κατὰ τὴν περίωσιν ὀνομαζομένην δόγμα, καθ' ἣν βούλεται γίνεσθαι τήν τε ἀναπνοὴν καὶ τὴν διαπνοήν· καλοῦμεν γὰρ οὕτως ἡμεῖς τὸ μὲν ἀναπνοήν, ὡς εἴρηται, τὸ συγκείμενον ἐκ τῆς εἰσπνοῆς τε καὶ τῆς ἐκπνοῆς, ὅταν διὰ τοῦ στόματος ἄμφω γίνηται ταῦτα, τὸ δὲ διαπνοήν, ὅταν καθ' ὅλον τὸ σῶμα. ἀμφότερα δὲ ταῦτα βούλεται κατὰ τὴν περίωσιν γίγνεσθαι τρόπῳ τῷδε· ὅταν μὲν διὰ τοῦ στόματος ἐκπνέωμεν, συμβαίνειν τὸν ἐκ τῶν ‹ἐγ›κυρτίων ἀέρα φερόμενον ἔξω περιωθεῖν τὸν ἔξωθεν ἀέρα διὰ τοῦ δέρματος μανοῦ, τὸν δὲ φέρεσθαι πρὸς τὸ βάθος τοῦ σώματος ἀναπληροῦντα τὴν χώραν τοῦ κατὰ τὴν ἐκπνοὴν ἀέρος ἐκτὸς φερομένου· ὅταν δ' αὖ πάλιν ἐπὶ τὴν διὰ τοῦ δέρματος ἐκτὸς φορὰν ὁρμήσῃ τό τε πνεῦμα καὶ ἡ θερμασία, περιωθούμενον αὖθις τὸν ἔξωθεν ἀέρα φέρεσθαι διὰ τοῦ στόματος ἔσω τοῦ σώματος, ὅπερ, ὡς ἔφην, εἰσπνοή γε κυριώτερον ὑπὸ τῶν ἰατρῶν οὐκ ἀναπνοὴ καλεῖται. γίνεσθαι δέ φησιν ὁ Πλάτων τὴν περίωσιν ταύτην διὰ τὴν ἀνάγκην τοῦ κενοῦ, τουτέστι τοῦ μηδεμίαν χώραν γενέσθαι κενήν· καὶ διὰ τοῦτο ‹τοῦ› κενουμένου τὸ συνεχὲς ἕπεται τὴν χώραν αὐτοῦ πληροῦν, ὅπερ Ἐρασίστρατος ὀνομάζειν εἴωθε τὴν πρὸς τὸ κενούμενον ἀκολουθίαν.

   18    79c7e9. Τὴν δὲ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε· πᾶν ζῷον ἑαυτοῦ πάντως περὶ τὸ αἷμα καὶ τὰς φλέβας θερμότητα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν τινα ἐνοῦσαν πυρός· ὃ δὴ καὶ προσεικάζομεν τῷ τοῦ κύρτου πλέγματι, κατὰ μέσον διατεταμένον ἐκ πυρὸς πεπλέχθαι πᾶν, τὰ δ' ἄλλα ὅσα ἔξωθεν, ἀέρος. τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν αὑτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁμολογητέον ἰέναι· δυοῖν δὲ ταῖν διεξόδοιν οὔσαιν, τῆς μὲν κατὰ τὸ σῶμα ἔξω, τῆς δ' αὖ κατὰ ‹τὸ› στόμα καὶ τὰς ῥῖνας, ὅταν μὲν ἐπὶ θάτερα ὁρμήσῃ, θάτερα περιωθεῖ, τὸ δὲ περιωσθὲν εἰς τὸ πῦρ ἐμπῖπτον θερμαίνεται, τὸ δὲ ἐξιὸν ψύχεται. μεταβαλλούσης δὲ τῆς θερμότητος καὶ τῶν κατὰ τὴν ἑτέραν ἔξοδον θερμοτέρων γινομένων πάλιν ἐκείνῃ ῥέπον αὖ τὸ θερμότερον μᾶλλον, πρὸς τὴν ἑαυτοῦ φύσιν φερόμενον, περιωθεῖ τὸ κατὰ θάτερα· τὸ δὲ ταὐτὰ ‹πάσχον καὶ ταὐτὰ› ἀνταποδιδὸν ἀεί, κύκλον οὕτως σαλευόμενον ἔνθα καὶ ἔνθα ἀπειργασμένον ὑπ' ἀμφοτέρων τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν γίγνεσθαι παρέχεται.

   Σαφῶς ἐδήλωσε νῦν τὴν ἐν τῷ βάθει χώραν, ἐν ᾗ φησιν εἶναι τὸν οἷον κύρτον, ἣν ὠνόμασε πηγήν τινα πυρός. ταύτην οὖν τὴν θερμασίαν ἀναθεῖν βούλεται πρὸς τὸ ξυγγενές. ἐὰν μὲν οὖν φθάσῃ κατὰ τὴν διὰ τοῦ στόματος ἔξοδον ἡ ὁρμὴ τῆς ‹κατὰ τὰς› φλέβας θερμότητος ἐμπίπτειν ταῖς ἐντὸς ἀεροειδέσι κοιλότησιν, ἅμα μὲν τέμνειν τε καὶ καταθραύειν τὰ κατ' αὐτάς, ἅμα δὲ καὶ συνεπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα, καὶ οὕτως συμβαίνειν τὸ μὲν περιωσθὲν εἰς τὸ θερμὸν ἐμπῖπτον, ὃ δὴ πῦρ ὠνόμασε, θερμαίνεσθαι, τὸ δ' ἐξιὸν ψύχεσθαι, ἕπεσθαι δὲ πάλιν [ἐν] τῷδε τὸ μὲν θερμανθὲν ἀναθεῖν πρὸς τὸ συγγενὲς διὰ τῆς ἐκτὸς ἐπιφανείας, ἀκολουθεῖν δὲ αὐτῷ τὸν κατὰ τὰς ἔνδον κοιλότητας ἀέρα, τούτῳ δὲ πάλιν ἕπεσθαι τὸν ἄχρι τοῦ στόματος, ᾧ τὸν ἐκτὸς ἀκολουθεῖν περιωθούμενον ὑπὸ τοῦ ἐξιόντος διὰ τὸ κενὴν χώραν μηδεμίαν εἶναι τὴν ὑποδεξομένην τὸ φερόμενον ἐκ τοῦ σώματος ἔξω, καὶ κατὰ τοῦτο πάλιν ὠθούμενον τὸν πλησίον ἀέρα καὶ αὐτὸν αὖθις ὠθεῖν τὸν συνεχῆ, κἀκεῖνον ὁμοίως τὸν μεθ' ἑαυτόν, ἄχρις ἂν ἐν τῇ περιώσει ταύτῃ πάλιν εἰς τὸ κενούμενον τοῦ σώματος ὁ ἀναπληρώσων ἀὴρ αὐτὸ παραγένηται. γίνεται τοίνυν ἡ τοιαύτη κίνησις οὐκ ἀκριβὴς κύκλος ἐπὶ τὰ αὐτὰ διὰ παντὸς περιφερόμενος, ἀλλ', ὡς αὐτὸς εἶπεν, ἔνθα καὶ ἔνθα, καὶ κατὰ τοῦτο διήνεγκεν ἡ τοῦ Πλάτωνος δόξα τῆς ‹Ἑστιαίου τοῦ› ἐξ Ἀκαδημίας, οὐχ ὡς Ἐρασίστρατος ἔγραψεν· ἐκείνη μὲν γὰρ κατὰ κύκλον ἀκριβῆ διὰ παντὸς περιφέρεσθαι τὸν ἀέρα ἐπὶ τὰ αὐτὰ καὶ ὡσαύτως βούλεται, αὕτη δὲ οὐ κατὰ κύκλον ἀεὶ τὸν αὐτόν, ἀλλ', ὡς ἄν τις εἴποι, κατὰ δύο ἡμικύκλια ἐναντίως ἀλλήλοις κινούμενα.

   19    79e1080c8. Καὶ δὴ καὶ τὰ τῶν περὶ τὰς ἰατρικὰς σικύας παθημάτων αἴτια καὶ τὰ τῆς καταπόσεως τά τε τῶν ῥιπτουμένων, ὅσα ἀφεθέντα μετέωρα καὶ ὅσα ἐπὶ γῆς φέρεται, ταύτῃ διωκτέον, καὶ ὅσοι φθόγγοι ταχεῖς τε καὶ βραδεῖς ὀξεῖς τε καὶ βαρεῖς φαίνονται, τοτὲ μὲν ἀνάρμοστοι φερόμενοι δι' ἀνομοιότητα τῆς ἐν ἡμῖν ὑπ' αὐτῶν κινήσεως, τοτὲ δὲ ξύμφωνοι δι' ὁμοιότητα. τὰς γὰρ τῶν προτέρων καὶ θαττόνων οἱ βραδύτεροι κινήσεις ἀποπαυομένας ἤδη τε εἰς ὅμοιον ἐληλυθυίας, αἷς ὕστερον αὐτοὶ προσφερόμενοι κινοῦσιν ἐκείνας, ‹κατα›λαμβάνουσιν, καταλαμβάνοντες δὲ οὐκ ἄλλην ἐπεμβάλλοντες ἀνετάραξαν κίνησιν, ἀλλ' ἀρχὴν βραδυτέρας φορᾶς κατὰ τὴν τῆς θάττονος, ἀποληγούσης δέ, ὁμοιότητα προσάψαντες, μίαν ἐξ ὀξείας καὶ βαρείας συνεκεράσαντο πάθην· ὅθεν ἡδονὴν μὲν τοῖς ἄφροσιν, εὐφροσύνην δὲ τοῖς ἔμφροσι διὰ τὴν τῆς θείας ἁρμονίας μίμησιν ἐν θνηταῖς γενομένην φοραῖς παρέσχον. καὶ δὴ καὶ τὰ τῶν ὑδάτων ῥεύματα πάντα, ἔτι δὲ τὰ τῶν κεραυνῶν πτώματα καὶ τὰ θαυμαζόμενα ἠλέκτρων περὶ τῆς ἕλξεως καὶ τῶν Ἡρακλείων λίθων, πάντων τούτων ὁλκὴ μὲν οὐκ ἔστιν οὐδενί ποτε, τὸ δὲ κενὸν εἶναι μηδὲν περιωθεῖν τε αὑτὰ ταῦτα εἰς ἄλληλα τά τε διακρινόμενα καὶ συγκρινόμενα πρὸς τὴν αὑτῶν διαμειβόμενα ἕδραν ἕκαστα [ἂν] ἰέναι πάντα, τούτοις τοῖς παθήμασι πρὸς ἄλληλα συμπλεχθεῖσι τεθαυματουργημένα τῷ κατὰ τρόπον ζητοῦντι φανήσεται.

   Οὐκ οἶδα, τί δόξαν αὐτῷ τὴν τῆς περιώσεως δόξαν ἀντὶ τῆς ὁλκῆς εἵλετο κατὰ τοῦτο μόνον σχεδὸν ἀποστὰς Ἱπποκράτους· ὅτι μὲν γὰρ τὸ τῆς ἀναπνοῆς, εἴτ' ἔργον εἴτε πάθος χρὴ καλεῖν, οὐ γίνεται κατὰ περίωσιν, Ἐρασίστρατος ἔδειξεν ἐλέγξας ‹τὴν τοῦ› Ἑστιαίου δόξαν· ὅτι δὲ ἐπικαιροτάτη τῶν φυσικῶν δυνάμεων ἡ ὁλκή, δέδεικται μέντοι καὶ διὰ τῆς τῶν φυσικῶν δυνάμεων πραγματείας εὐθέως κατὰ ‹τὸ› πρῶτον ὑπόμνημα, φαίνεται δὲ ἐναργῶς καὶ πρὸ τῆς διὰ μακρῶν λόγων ἀποδείξεως. ἐὰν γάρ τις ‹εἰς› ὕδωρ καθεὶς αὐλίσκον ἤ τινα κάλαμον εὐθύτρητον ἐξέλκῃ τῷ στόματι τὸν ἀέρα, συνακολουθήσει τὸ ὕδωρ οὐδεμιᾶς αἰτίας ἑτέρας προηγουμένης τῆς κατὰ τὴν ὁλκὴν ἐνεργείας. ἡμέτερον γοῦν ἐστιν, ὁπότε βουληθείημεν, περιθεῖσι τὰ χείλη τῷ καλάμῳ τὸ περιεχόμενον ἐν αὐτῷ πρὸς ἡμᾶς αὐτοὺς ἕλκειν. εἰ δὲ οὐκ ἔστι τοῦτο ἡμέτερον ἔργον, οὐκ ἀρχὴν τῆς κινήσεως ἐξ ἡμῶν ἕξει. φαίνεται δὲ καὶ ἡ καρδία, κἂν ἐξαιρεθῇ τοῦ ζῴου, τὴν κίνησιν ἄχρι πολλοῦ διαφυλάττουσα κατά τε τὴν διαστολὴν καὶ τὴν συστολήν. ὥσπερ οὖν ἐν τῇ συστολῇ τὸ περιεχόμενον ἐκθλίβει σαφῶς, οὕτως ἐν τῇ διαστολῇ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὸ ἀναπληρῶσον τὸ κενούμενον αὑτῆς ἐπισπᾶται.