Ορφικοί ύμνοι/Αθηνάς

Από Βικιθήκη
< Ορφικοί ύμνοι(Ανακατεύθυνση από Αθηνάς)
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ὀρφικοὶ ὕμνοι
Ἀθηνᾶς, θυμίαμα ἀρώματα


Παλλὰς μουνογενές, μεγάλου Διὸς ἔκγονε σεμνή,
δῖα, μάκαιρα θεά, πολεμοκλόνος, ὀβριμόθυμε,
ἄρρητη, ῥητή, μεγαλώνυμος, ἀντροδίαιτε·
ἣ κατέχεις ὄχθων ὑψηχεας ἀκρωρείας
ἠδ’ ὄρεα σκιόεντα, νάπῃσί τε σὴν φρένα τέρπεις, 5
ὁπλοχαρής, οἰστροῦσα βροτῶν ψυχὰς μανίῃσι,
γυμνάζουσα κόρη, φρικώδη θυμὸν ἔχουσα,
Γοργοφόνος, φυγόλεκτρε, τεχνῶν μῆτερ πολύολβε.
ὁρμήτειρα, φίλοιστρε κακοῖς, ἀγαθοῖς δὲ φρόνησις·
ἄρσην μὲν καὶ θῆλυς ἔφυς, πολεμήτοκε μῆτι. 10
αἰολόμορφε, δράκαινα, φιλένθεος, ἀγλαότιμε·
Φλεγραίων ὀλέτειρα Γιγάντων, ἱππελάτειρα.
Τριτογένεια, λύτειρα κακῶν, νικηφόρε δαῖμον,
γλαυκώφ’, εὑρεσίτεχνε, πολυλλίστη βασίλεια
ἤματα καὶ νύκτας αἰεὶ νεάτῃσιν ἐν ὥραις, 15

κλῦθί μευ εὐχομένου, δὸς δ’ εἰρήνην πολύολβον
καὶ κόρην ἠδ’ ὑγίειαν ἐπ’ εὐόλβοισιν ἐν ὥραις.