Μετάβαση στο περιεχόμενο

Ύμνοι (Καλλίμαχος)/Ϛ΄ Ύμνος εις Δήμητρα

Από Βικιθήκη
Ὕμνοι
Συγγραφέας:
Ϛ΄ Ύμνος εις Δήμητρα


ΕΙΣ ΔΗΜΗΤΡΑ

Τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε, γυναῖκες·
«Δάματερ μέγα χαῖρε, πολυτρόφε, πουλυμέδιμνε.»
τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι,
μηδ᾽ ἀπὸ τῶ τέγεος μηδ᾽ ὑψόθεν αὐγάσσησθε,
μὴ παῖς μηδὲ γυνὰ μηδ᾽ ἃ κατεχεύατο χαίταν, 5
μηδ᾽ ὅκ᾽ ἀφ᾽ αὑαλέων στομάτων πτύωμες ἄπαστοι.
Ἕσπερος ἐκ νεφέων ἐσκέψατο —πανίκα νεῖται;—
Ἕσπερος, ὅς τε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν,
ἁρπαγίμας ὅκ᾽ ἄπυστα μετέστιχεν ἴχνια κώρας.
πότνια, πῶς σε δύναντο πόδες φέρεν ἔστ᾽ ἐπὶ δυθμάς, 10
ἔστ᾽ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα;
οὐ πίες οὔτ᾽ ἄρ᾽ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσω.
τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν,
τοσσάκι δ᾽ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον,
τρὶς δ᾽ ἐπὶ Καλλιχόρῳ χαμάδις ἐκαθίσσαο φρητί 15
αὐσταλέα ἄποτός τε, καὶ οὐ φάγες οὐδὲ λοέσσω.
μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ.
κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε·
κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα
20ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι, 20
ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν·
κάλλιον, ὡς —ἵνα καί τις ὑπερβασίας ἀλέηται—
π . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ἰδέσθαι.
οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον.
τεῖδ᾽ αὐτᾷ καλὸν ἄλσος ἐποιήσαντο Πελασγοί, 25
δένδρεσιν ἀμφιλαφές· διά κεν μόλις ἦνθεν ὀιστός·
ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι,
ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δ᾽ ὥστ᾽ ἀλέκτρινον ὕδωρ
ἐξ ἀμαρᾶν ἀνέθυε· θεὰ δ᾽ ἐπεμαίνετο χώρῳ
ὅσσον Ἐλευσῖνι, Τριοπᾷ θ᾽ ὅσον ὁκκόσον Ἔννᾳ. 30
ἀλλ᾽ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων,
τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά.
σεύατ᾽ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾷ,
πάντας δ᾽ ἀνδρογίγαντας, ὅλαν πόλιν ἀρκίος ἆραι,
ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας· 35
ἐς δὲ τὸ τᾶς Δάματρος ἀναιδέες ἔδραμον ἄλσος.
ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον,
τῷ ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο·
ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις.
ᾄσθετο Δαμάτηρ, ὅτι οἱ ξύλον ἱερὸν ἀλγεῖ, 40
εἶπε δὲ χωσαμένα· «τίς μοι καλὰ δένδρεα κόπτει;»
αὐτίκα Νικίππᾳ, τάν οἱ πόλις ἀράτειραν
δαμοσίαν ἔστασαν, ἐείσατο· γέντο δὲ χειρί
στέμματα καὶ μάκωνα, κατωμαδίαν δ᾽ ἔχε κλαῖδα.
φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα· 45
«τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις,
τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι,
παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῇ
πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις.»
τὰν δ᾽ ἄρ᾽ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγόν 50
ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα
ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα·
«χάζευ, ἔφα, μή τοι πέλεκυν μέγαν ἐν χροῒ πάξω.
ταῦτα δ᾽ ἐμὸν θησεῖ στεγανὸν δόμον, ᾧ ἔνι δαῖτας
αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.» 55
εἶπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν.
Δαμάτηρ δ᾽ ἄφατόν τι κοτέσσατο, γείνατο δ᾽ ἁ θεύς·
ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατ᾽ Ὀλύμπω.
οἳ μὲν ἄρ᾽ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον,
ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες. 60
ἃ δ᾽ ἄλλως μὲν ἔασεν, ἀναγκαίᾳ γὰρ ἕποντο
δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δ᾽ ἀπαμείψατ᾽ ἄνακτα·
«ναὶ ναί, τεύχεο δῶμα, κύον κύον, ᾧ ἔνι δαῖτας
ποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι.»
ἃ μὲν τόσσ᾽ εἰποῖσ᾽ Ἐρυσίχθονι τεῦχε πονηρά. 65
αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόν,
αἴθωνα κρατερόν, μεγάλᾳ δ᾽ ἐστρεύγετο νούσῳ.
σχέτλιος, ὅσσα πάσαιτο, τόσων ἔχεν ἵμερος αὖτις.
εἴκατι δαῖτα πένοντο, δυώδεκα δ᾽ οἶνον ἄφυσσον·
τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει. 70
καὶ γὰρ τᾷ Δάματρι συνωργίσθη Διόνυσος·
οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον
αἰδόμενοι γονέες, προχανὰ δ᾽ εὑρίσκετο πᾶσα.
ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπ᾽ ἄεθλα
Ὀρμενίδαι καλέοντες· ἀπ᾽ ὦν ἀρνήσατο μάτηρ· 75
«οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε,
τέλθος ἀπαιτησῶν ἑκατὸν βόας.» ἦνθε Πολυξώ,
μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί,
ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα.
τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα· 80
«νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δ᾽ ἤλασε κάπρος
Πίνδον ἀν᾽ εὐάγκειαν, ὃ δ᾽ ἐννέα φάεα κεῖται.»
δειλαία φιλότεκνε, τί δ᾽ οὐκ ἐψεύσαο, μᾶτερ;
δαίνυεν εἰλαπίναν τις· «ἐν ἀλλοτρίοις Ἐρυσίχθων.»
ἄγετό τις νύμφαν· «Ἐρυσίχθονα δίσκος ἔτυψεν» 85
ἢ «ἔπεσ᾽ ἐξ ἵππων», ἢ «ἐν Ὄθρυϊ ποίμνι᾽ ἀμιθρεῖ.»
ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστάς
ἤσθιε μυρία πάντα· κακὰ δ᾽ ἐξάλλετο γαστήρ
αἰεὶ μᾶλλον ἔδοντι, τὰ δ᾽ ἐς βυθὸν οἷα θαλάσσας
ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα. 90
ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίῳ ἔνι πλαγγών,
καὶ τούτων ἔτι μεῖζον ἐτάκετο, μέσφ᾽ ἐπὶ † νευράς
δειλαίῳ ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν.
κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δ᾽ ἔστενον αἱ δύ᾽ ἀδελφαί
χὠ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι. 95
καὶ δ᾽ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε,
τοῖα τὸν οὐκ ἀίοντα Ποτειδάωνα καλιστρέων·
«ψευδοπάτωρ, ἴδε τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν
σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο
τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτόν 100
βλητὸν ὑπ᾽ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν·
νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται.
ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον, ἠέ νιν αὐτός
βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι.
χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη 105
τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.»
ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν,
καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίᾳ ἔτρεφε μάτηρ,
καὶ τὸν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον,
καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά. 110
μέσφ᾽ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο,
μῶνοι ἄρ᾽ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο.
ἀλλ᾽ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραινον ὀδόντες,
καὶ τόχ᾽ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο,
αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός. 115
Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής,
εἴη μηδ᾽ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί.
Ἄισατε παρθενικαί, καὶ ἐπιφθέγξασθε, τεκοῖσαι·
«Δάματερ μέγα χαῖρε, πολυτρόφε, πουλυμέδιμνε.»
χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι 120
τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα
λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα
ἡξεῖ καὶ φθινόπωρον, ἔτος δ᾽ εἰς ἄλλο φυλαξεῖ.
ὡς δ᾽ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες,
ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί. 125
ὡς δ᾽ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι,
ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα.
μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως,
τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεῦν ἄχρις ὁμαρτεῖν,
αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαι 130
χἄτις Ἐλειθυίᾳ τείνει χέρα χἄτις ἐν ἄλγει,
ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηώ
δωσεῖ πάντ᾽ ἐπίμεστα καὶ ὡς ποτὶ νηὸν ἵκωνται.
χαῖρε θεά, καὶ τάνδε σάω πόλιν ἔν θ᾽ ὁμονοίᾳ
ἔν τ᾽ εὐηπελίᾳ, φέρε δ᾽ ἀγρόθι νόστιμα πάντα· 135
φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν·
φέρβε καὶ εἰράναν, ἵν᾽ ὃς ἄροσε τῆνος ἀμάσῃ.
ἵλαθί μοι, τρίλλιστε, μέγα κρείοισα θεάων.