Ότι ουδέ ήδεως ζην έστιν κατ' Επίκουρον (Πλούταρχος)

Από Βικιθήκη
Ὅτι οὐδὲ ἡδέως ζῆν ἔστιν κατ' Ἐπίκουρον
Συγγραφέας:
Ηθικά


ΟΤΙ ΟΥΔ´ ΗΔΕΩΣ ΖΗΝ ΕΣΤΙΝ ΚΑΤ´ ΕΠΙΚΟΥΡΟΝ


[1] Κωλώτης ὁ Ἐπικούρου συνήθης βιβλίον ἐξέδωκεν ἐπιγράψας «Ὅτι κατὰ τὰ τῶν ἄλλων φιλοσόφων δόγματα οὐδὲ ζῆν ἔστιν». Ὅσα τοίνυν ἡμῖν ἐπῆλθεν εἰπεῖν πρὸς αὐτὸν ὑπὲρ τῶν φιλοσόφων, ἐγράφη πρότερον. Ἐπεὶ δὲ καὶ τῆς σχολῆς διαλυθείσης ἐγένοντο {λόγοι} πλείονες ἐν τῷ περιπάτῳ πρὸς τὴν αἵρεσιν, ἔδοξέ μοι καὶ τούτους ἀναλαβεῖν, εἰ καὶ δι´ ἄλλο μηθὲν ἀλλ´ ἐνδείξεως ἕνεκα τοῖς εὐθύνουσιν ἑτέρους, ὅτι δεῖ τοὺς λόγους ἕκαστον ὧν ἐλέγχει καὶ τὰ γράμματα μὴ παρέργως διελθεῖν, μηδὲ φωνὰς ἀλλαχόθεν ἄλλας ἀποσπῶντα καὶ ῥήμασιν ἄνευ πραγμάτων ἐπιτιθέμενον παρακρούεσθαι τοὺς ἀπείρους.

[2] Προελθόντων γὰρ ἡμῶν εἰς τὸ γυμνάσιον ὥσπερ εἰώθειμεν ἐκ τῆς διατριβῆς, Ζεύξιππος

«Ἐμοὶ μέν» ἔφη «δοκεῖ πολὺ τῆς προσηκούσης ὁ λόγος εἰρῆσθαι παρρησίας μαλακώτερον· ἀπίασι δ´ ἡμῖν ἐγκαλοῦντες οἱ περὶ Ἡρακλείδην τοῦ Ἐπικούρου καὶ τοῦ Μητροδώρου (ἡμῶν) μηδὲν αἰτίων ὄντων θρασύτερον καθαψαμένοις.»

Καὶ ὁ Θέων

«Εἶτ´ οὐκ ἔλεγες» εἶπεν «ὅτι τοῖς ἐκείνων ὁ Κωλώτης παραβαλλόμενος εὐφημότατος ἀνδρῶν φαίνεται; τὰ γὰρ ἐν ἀνθρώποις αἴσχιστα ῥήματα, βωμολοχίας ληκυθισμοὺς ἀλαζονείας ἑταιρήσεις ἀνδροφονίας, βαρυστόνους πολυφθόρους βαρυεγκεφάλους συναγαγόντες Ἀριστοτέλους καὶ Σωκράτους καὶ Πυθαγόρου καὶ Πρωταγόρου καὶ Θεοφράστου καὶ Ἡρακλείδου καὶ Ἱππαρχίας καὶ τίνος γὰρ οὐχὶ τῶν ἐπιφανῶν κατεσκέδασαν, ὥστ´, εἰ καὶ τἄλλα πάντα σοφῶς εἶχεν αὐτοῖς, διὰ τὰς βλασφημίας ταύτας καὶ κατηγορίας πορρωτάτω σοφίας ἂν εἴργεσθαι· «φθόνος γὰρ ἔξω θείου χοροῦ» καὶ ζηλοτυπία δι´ ἀσθένειαν ἀποκρύψαι μὴ δυναμένη τὸ ἀλγοῦν.»

Ὑπολαβὼν οὖν ὁ Ἀριστόδημος

«Ἡρακλείδης οὖν» ἔφη «γραμματικὸς ὢν ἀντὶ τῆς «ποιητικῆς τύρβης», ὡς ἐκεῖνοι λέγουσι, καὶ τῶν «Ὁμήρου μωρολογημάτων» ἀποτίνει ταύτας Ἐπικούρῳ χάριτας, ἢ ὅτι Μητρόδωρος ἐν γράμμασι τοσούτοις ποιητῇ λελοιδόρηκεν; ἀλλ´ ἐκείνους μὲν ἐῶμεν, ὦ Ζεύξιππε· τὸ δ´ ἐν ἀρχῇ τῶν λόγων ῥηθὲν πρὸς τοὺς ἄνδρας, ὡς οὐκ ἔστι ζῆν κατ´ αὐτούς, τί οὐ μᾶλλον, ἐπεὶ κέκμηκεν οὗτος, αὐτοὶ δι´ ἑαυτῶν περαίνομεν ἅμα καὶ Θέωνα παραλαβόντες;»

Καὶ ὁ Θέων πρὸς αὐτόν

«Ἀλλ´ οὗτος μέν» ἔφη «ὁ ἆθλος ἑτέροις ἐκτετέλεσται πρὸ ἡμῶν, «νῦν αὖτε σκοπὸν ἄλλον», εἰ δοκεῖ, θέμενοι τοιαύτῃ τινὶ δίκῃ μετίωμεν ὑπὲρ τῶν φιλοσόφων τοὺς ἄνδρας· ἀποδεῖξαι γάρ, ἄνπερ ᾖ δυνατόν, ἐπιχειρήσωμεν, ὅτι μηδὲ ζῆν ἡδέως ἔστιν κατ´ αὐτούς.»
«Παπαί» εἶπον ἔγωγε γελάσας, «εἰς τὴν γαστέρα τοῖς ἀνδράσιν ἔοικας ἐναλεῖσθαι καὶ τὴν περὶ τῶν κρεῶν ἐπάξειν, ἀφαιρούμενος ἡδονὴν ἀνθρώπων βοώντων· «Οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες» οὐδὲ ῥήτορες οὐδὲ προστάται δήμων οὐδ´ ἄρχοντες, «ἀεὶ δ´ ἡμῖν δαίς τε φίλη» καὶ πᾶσα διὰ σαρκὸς ἐπιτερπὴς κίνησις ἐφ´ ἡδονήν τινα καὶ χαρὰν ψυχῆς ἀναπεμπομένη. Δοκεῖς οὖν μοι μὴ τὸ ἔαρ ἐξαιρεῖν, ὥς φασιν, ἀλλὰ τὸ ζῆν ἀφαιρεῖσθαι τοὺς ἄνδρας, εἰ τὸ ζῆν ἡδέως μὴ ἀπολείψεις αὐτοῖς.»
«Τί οὖν» εἶπεν ὁ Θέων, «εἰ δοκιμάζεις τὸν λόγον, αὐτὸς οὐ χρῇ παρόν;»
«Χρήσομαι» εἶπον «ἀκροώμενος καὶ ἀποκρινόμενος, ἂν δέησθε· τὴν δ´ ἡγεμονίαν ὑμῖν παραδίδωμι.»

Μικρὰ δὴ προφασισαμένου τοῦ Θέωνος Ἀριστόδημος

«Ὡς σύντομον» ἔφη «καὶ λείαν ἔχων ὁδὸν ἀπετάφρευσας ἡμῖν πρὸς τὸν λόγον, οὐκ ἐάσας περὶ τοῦ καλοῦ πρότερον εὐθύνας ὑποσχεῖν τὴν αἵρεσιν. Ἀνθρώπους γὰρ ἡδονὴν ὑποτιθεμένους τέλος οὐκ ἔστιν ἐξελάσαι τοῦ ἡδέως ζῆν ῥᾴδιον· τοῦ δὲ καλῶς ἐκπεσόντες ἅμα καὶ τοῦ ἡδέως συνεξέπιπτον, ἐπεὶ τὸ ἡδέως ζῆν ἄνευ τοῦ καλῶς ἀνύπαρκτόν ἐστιν, ὡς αὐτοὶ λέγουσι.»

[3] Καὶ ὁ Θέων

«Ἀλλὰ τοῦτο μέν» εἶπεν, «ἂν δόξῃ, τοῦ λόγου προϊόντος ἀναθησόμεθα· νῦν δὲ χρησώμεθα τοῖς διδομένοις ὑπ´ αὐτῶν. Οἴονται δὲ περὶ γαστέρα τἀγαθὸν εἶναι καὶ τοὺς ἄλλους πόρους τῆς σαρκὸς ἅπαντας, δι´ ὧν ἡδονὴ καὶ μὴ ἀλγηδὼν ἐπεισέρχεται· καὶ πάντα καλὰ καὶ σοφὰ ἐξευρήματα τῆς περὶ γαστέρα ἡδονῆς ἕνεκα γεγονέναι καὶ τῆς ὑπὲρ ταύτης ἐλπίδος ἀγαθῆς, ὡς ὁ σοφὸς εἴρηκε Μητρόδωρος. Αὐτόθεν μὲν οὖν, ὦ ἑταῖρε, φαίνονται γλίσχρον τι καὶ σαθρὸν καὶ οὐ βέβαιον αἴτιον τοῦ ἀγαθοῦ λαμβάνοντες, ἀλλὰ τοῖς πόροις τούτοις, δι´ ὧν ἡδονὰς ἐπεισάγονται, καὶ πρὸς ἀλγηδόνας ὁμοίως κατατετρημένον, μᾶλλον δ´ ἡδονὴν μὲν ὀλίγοις ἀλγηδόνα δὲ πᾶσι τοῖς μορίοις δεχόμενον. Ποία γὰρ ἡδονὴ περὶ ἄρθρα καὶ νεῦρα καὶ πόδας καὶ χεῖρας, οἷς ἐνοικίζεται τὰ δεινὰ πάθη καὶ σχέτλια, ποδαγρικὰ καὶ ῥευματικὰ καὶ φαγεδαινικὰ καὶ διαβρώσεις καὶ ἀποσήψεις; ὀσμῶν τε καὶ χυμῶν τὰ ἥδιστα προσαγαγὼν τῷ σώματι μικρὸν εὑρήσεις χωρίον ἐν αὐτῷ παντάπασι τὸ κινούμενον λείως καὶ προσηνῶς, τὰ δ´ ἄλλα πολλάκις δυσχεραίνει καὶ ἀγανακτεῖ· πυρὶ δὲ καὶ σιδήρῳ καὶ δήγματι καὶ ὑστριχίσιν οὐδὲν ἀπαθὲς οὐδ´ ἀναίσθητον ἀλγηδόνος, ἀλλὰ καὶ καῦμα καὶ ῥῖγος εἰς ἅπαντα καταδύεται καὶ πυρετός,

αἱ δ´ ἡδοναὶ καθάπερ αὖραι πρὸς ἑτέραις ἕτεραι τοῦ σώματος ἄκραις ἐπιγελῶσαι διαχέονται. Καὶ χρόνος ὁ μὲν τούτων οὐ πολὺς ἀλλ´ ὥσπερ οἱ διᾴττοντες ἔξαψιν ἅμα καὶ σβέσιν ἐν τῇ σαρκὶ λαμβάνουσιν, ἐκ δὲ τοῦ πόνου μάρτυς ὁ Αἰσχύλου Φιλοκτήτης ἱκανός· οὐ γὰρ ὁ δράκων, φησίν, ἀνῆκεν, ἀλλ´ «ἐνῴκισε δεινὴν στομάτων ἔμφυσιν, ποδὸς λαβών». Ὀλισθείη ἀλγηδὼν οὐδ´ ἕτερα τοιαῦτα κινοῦσα καὶ γαργαλίζουσα τοῦ σώματος· ἀλλ´ ὥσπερ τὸ τῆς μηδικῆς σπέρμα πολυκαμπὲς καὶ σκαληνὸν ἐμφύεται τῇ γῇ καὶ διαμένει πολὺν χρόνον ὑπὸ τραχύτητος, οὕτως ὁ πόνος ἄγκιστρα καὶ ῥίζας διασπείρων καὶ συμπλεκόμενος τῇ σαρκὶ καὶ παραμένων οὐχ ἡμέρας οὐδὲ νύκτας μόνον ἀλλὰ καὶ ὥρας ἐτῶν ἐνίοις καὶ περιόδους ὀλυμπιακὰς μόλις ὑπ´ ἄλλων πόνων ὥσπερ ἥλων σφοδροτέρων ἐκκρουόμενος ἀπαλλάττεται. Τίς γὰρ ἔπιε χρόνον τοσοῦτον ἢ ἔφαγεν, ὅσον διψῶσιν οἱ πυρέττοντες καὶ πεινῶσιν οἱ πολιορκούμενοι; ποῦ δ´ ἔστιν ἄνεσις καὶ συνουσία μετὰ φίλων, ἐφ´ ὅσον κολάζουσι καὶ στρεβλοῦσι τύραννοι; καὶ γὰρ τοῦτο τῆς τοῦ σώματος φαυλότητος καὶ ἀφυΐας πρὸς τὸ ἡδέως ζῆν ἐστιν, ὅτι τοὺς πόνους ὑπομένει μᾶλλον ἢ τὰς ἡδονὰς καὶ πρὸς ἐκείνους ἔχει ῥώμην καὶ δύναμιν, ἐν δὲ ταύταις ἀσθενές ἐστι καὶ ἁψίκορον.

Τὸ δ´ ἡδέως ζῆν ἂν ἅπτωνται, πλείονα περὶ τούτου λέγειν οὐκ ἐῶσιν ἡμᾶς, ὁμολογοῦντες αὐτοὶ μικρὸν εἶναι τὸ τῆς σαρκὸς ἡδύ, μᾶλλον δ´ ἀκαρές, εἴ γε δὴ μὴ κενολογοῦσι μηδ´ ἀλαζονεύονται, Μητρόδωρος μὲν λέγων ὅτι

«Πολλάκις προσεπτύσαμεν ταῖς τοῦ σώματος ἡδοναῖς»,

Ἐπίκουρος δὲ καὶ γελᾶν φησι ταῖς ὑπερβολαῖς τοῦ περὶ τὸ σῶμα νοσήματος πολλάκις κάμνοντα τὸν σοφόν. Οἷς οὖν οἱ πόνοι τοῦ σώματος οὕτως εἰσὶν ἐλαφροὶ καὶ ῥᾴδιοι, πῶς ἔνεστί τι ταῖς ἡδοναῖς ἀξιόλογον; καὶ γὰρ εἰ μὴ χρόνῳ μηδὲ μεγέθει τῶν πόνων ἀποδέουσιν, ἀλλὰ περὶ πόνους ἔχουσι, καὶ πέρας αὐταῖς κοινὸν Ἐπίκουρος τὴν παντὸς τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν ἐπιτέθεικεν, ὡς τῆς φύσεως ἄχρι τοῦ λῦσαι τὸ ἀλγεινὸν αὐξούσης τὸ ἡδύ, περαιτέρω δὲ μὴ ἐώσης προελθεῖν κατὰ τὸ μέγεθος ἀλλὰ ποικιλμούς τινας οὐκ ἀναγκαίους, ὅταν οὐκ ἐν τῷ μὴ πονεῖν γένηται, δεχομένης· ἡ δ´ ἐπὶ τοῦτο μετ´ ὀρέξεως πορεία, μέτρον ἡδονῆς οὖσα, κομιδῇ βραχεῖα καὶ σύντομος. Ὅθεν αἰσθόμενοι τῆς ἐνταῦθα γλισχρότητος ὥσπερ ἐκ χωρίου λυπροῦ τοῦ σώματος μεταφέρουσι τὸ τέλος εἰς τὴν ψυχήν, ὡς ἐκεῖ νομὰς καὶ λειμῶνας ἀμφιλαφεῖς ἡδονῶν ἕξοντες,

«Ἐν δ´ Ἰθάκῃ οὔτ´ ἂρ δρόμοι εὐρέες, 〈οὔτε τι λειμών〉»

οὔτε λείη περὶ τὸ σαρκίδιον ἡ ἀπόλαυσις ἀλλὰ τραχεῖα, μεμιγμένη πρὸς πολὺ τὸ ἀλλότριον καὶ σφυγματῶδες.»

[4] Ὑπολαβὼν οὖν ὁ Ζεύξιππος

«εἶτ´ οὐ καλῶς» ἔφη «δοκοῦσί σοι ποιεῖν οἱ ἄνδρες, ἀρχόμενοι μὲν ἀπὸ τοῦ σώματος, ἐν ᾧ πρῶτον ἐφάνη γένεσις ἐπὶ δὲ τὴν ψυχὴν ὡς βεβαιοτέραν καὶ τὸ πᾶν ἐν ταύτῃ τελειοῦντες;»

«Καλῶς νὴ Δί´» ἔφη Θέων «καὶ κατὰ φύσιν, εἴ τι κρεῖττον ἐνταῦθα μετιόντες καὶ τελειότερον ἀληθῶς ἀνευρίσκουσιν, ὥσπερ οἱ θεωρητικοὶ καὶ πολιτικοὶ τῶν ἀνδρῶν. Εἰ δ´ ἀκούεις αὐτῶν μαρτυρομένων καὶ βοώντων, ὡς ἐπ´ οὐδενὶ ψυχὴ τῶν ὄντων πέφυκε χαίρειν καὶ γαληνίζειν πλὴν ἐπὶ σώματος ἡδοναῖς παρούσαις ἢ προσδοκωμέναις, καὶ τοῦτ´ αὐτῆς τὸ ἀγαθόν ἐστιν, ἆρ´ οὐ δοκοῦσί σοι διεράματι τοῦ σώματος χρῆσθαι τῇ ψυχῇ, {καὶ} καθάπερ οἶνον ἐκ πονηροῦ καὶ μὴ στέγοντος ἀγγείου τὴν ἡδονὴν διαχέοντες ἐνταῦθα καὶ παλαιοῦντες οἴεσθαι σεμνότερόν τι ποιεῖν καὶ τιμιώτερον; Καίτοι γ´ οἶνον μὲν χρόνος διαχυθέντα τηρεῖ καὶ συνηδύνει, τῆς δ´ ἡδονῆς ἡ ψυχὴ παραλαβοῦσα τὴν μνήμην ὥσπερ ὀσμὴν ἄλλο δ´ οὐδὲν φυλάσσει· ζέσασα γὰρ ἐπὶ σαρκὶ κατασβέννυται, καὶ τὸ μνημονευόμενον αὐτῆς ἀμαυρόν ἐστι καὶ κνισῶδες, ὥσπερ ἑώλων ὧν τις ἔπιεν ἢ ἔφαγεν ἀποτιθεμένου καὶ ταμιεύοντος ἐπινοίας ἐν ἑαυτῷ καὶ χρωμένου δηλονότι ταύταις προσφάτων μὴ παρόντων. Ὅρα δ´ ὅσῳ μετριώτερον οἱ Κυρηναϊκοί, καίπερ ἐκ μιᾶς οἰνοχόης Ἐπικούρῳ πεπωκότες, οὐδ´ ὁμιλεῖν ἀφροδισίοις οἴονται δεῖν μετὰ φωτὸς ἀλλὰ σκότος προθεμένους, ὅπως μὴ τὰ εἴδωλα τῆς πράξεως ἀναλαμβάνουσα διὰ τῆς ὄψεως ἐναργῶς ἡ διάνοια πολλάκις ἀνακαίῃ τὴν ὄρεξιν. Οἱ δὲ τούτῳ μάλιστα τὸν σοφὸν ἡγούμενοι διαφέρειν, τῷ μνημονεύειν ἐναργῶς καὶ συνέχειν ἐν ἑαυτῷ τὰ περὶ τὰς ἡδονὰς φάσματα καὶ πάθη καὶ κινήσεις,

εἰ μὲν οὐθὲν ἄξιον σοφίας παρεγγυῶσιν, ὥσπερ ἐν ἀσώτων οἰκίᾳ τῇ ψυχῇ τοῦ σοφοῦ τὰ τῆς ἡδονῆς ἐκκλύσματα μένειν ἐῶντες, μὴ λέγωμεν· ὅτι δ´ οὐκ ἔστιν ἀπὸ τούτων ἡδέως ζῆν, αὐτόθεν πρόδηλον. Οὐ γὰρ εἰκὸς εἶναι μέγα τῆς ἡδονῆς τὸ μνημονευόμενον, εἰ μικρὸν ἐδόκει τὸ παρόν· οὐδ´ οἷς συνεξεφέρετο μετρίως γινομένοις, ὑπερχαίρειν γενομένων· ὅπου οὐδὲ τοῖς ἐκπεπληγμένοις τὰ σωματικὰ καὶ θαυμάζουσιν ἐμμένει τὸ χαίρειν παυσαμένοις, ἀλλὰ σκιά τις ὑπολείπεται καὶ ὄναρ ἐν τῇ ψυχῇ τῆς ἡδονῆς ἀποπταμένης, οἷον ὑπέκκαυμα τῶν ἐπιθυμιῶν, ὥσπερ ἐν ὕπνοις διψῶντος ἢ ἐρῶντος ἀτελεῖς ἡδοναὶ καὶ ἀπολαύσεις δριμύτερον ἐγείρουσι τὸ ἀκόλαστον. Οὔτε δὴ τούτοις ἐπιτερπὴς ἡ μνήμη τῶν ἀπολελαυσμένων, ἀλλ´ ἐξ ὑπολείμματος ἡδονῆς ἀμυδροῦ καὶ διακένου πολὺ τὸ οἰστρῶδες καὶ νύττον ἐναργοῦς ἀναφέρουσα τῆς ὀρέξεως, οὔτε τοὺς μετρίους καὶ σώφρονας εἰκὸς ἐνδιατρίβειν τῇ ἐπινοίᾳ τῶν τοιούτων οὐδ´, ἅπερ ἔσκωπτε τὸν Κορνιάδην, πράττοντα οἷον ἐξ ἐφημερίδων ἀναλέγεσθαι, ποσάκις Ἡδείᾳ καὶ Λεοντίῳ συνῆλθον ἢ ποῦ Θάσιον ἔπιον ποίας εἰκάδος ἐδείπνησαν πολυτελέστατα. Δεινὴν γὰρ ἐμφαίνει καὶ θηριώδη περὶ τὰ γινόμενα καὶ προσδοκώμενα τῆς ἡδονῆς ἔργα ταραχὴν καὶ λύσσαν ἡ τοσαύτη πρὸς ἀναμνήσεις αὐτῆς βάκχευσις τῆς ψυχῆς καὶ πρόστηξις.

Ὅθεν αὐτοί μοι δοκοῦσι τούτων αἰσθόμενοι τῶν ἀτοπημάτων εἰς τὴν ἀπονίαν καὶ τὴν εὐστάθειαν ὑποφεύγειν τῆς σαρκός, ὡς ἐν τῷ ταύτην ἐπινοεῖν περί τινας ἐσομένην καὶ γεγενημένην τοῦ ἡδέως ζῆν ὄντος· τὸ γὰρ εὐσταθὲς σαρκὸς κατάστημα καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα τὴν ἀκροτάτην χαρὰν καὶ βεβαιοτάτην ἔχειν τοῖς ἐπιλογίζεσθαι δυναμένοις.

[5] Ὅρα δὴ πρῶτον μὲν οἷα ποιοῦσι, τὴν εἴθ´ ἡδονὴν ταύτην εἴτ´ ἀπονίαν ἢ εὐστάθειαν ἄνω καὶ κάτω μετερῶντες ἐκ τοῦ σώματος εἰς τὴν ψυχήν, εἶτα πάλιν ἐκ ταύτης εἰς ἐκεῖνο τῷ μὴ στέγειν ἀπορρέουσαν καὶ διολισθάνουσαν ἀναγκαζόμενοι τῇ ἀρχῇ συνάπτειν, καί «τὸ μὲν ἡδόμενον», ὥς φησι, «τῆς σαρκὸς τῷ χαίροντι τῆς ψυχῆς ὑπερείδοντες, αὖθις δ´ ἐκ τοῦ χαίροντος εἰς τὸ ἡδόμενον τῇ ἐλπίδι τελευτῶντες.» Καὶ πῶς οἷόν τε τῆς βάσεως τινασσομένης μὴ συντινάσσεσθαι τὸ ἐπὸν ἢ βέβαιον ἐλπίδα καὶ χαρὰν ἀσάλευτον εἶναι περὶ πράγματος σάλον ἔχοντος τοσοῦτον καὶ μεταβολάς, ὅσαι σφάλλουσι τὸ σῶμα, πολλαῖς μὲν ἔξωθεν ὑποκείμενον ἀνάγκαις καὶ πληγαῖς ἐν αὑτῷ δ´ ἔχον ἀρχὰς κακῶν, ἃς οὐκ ἀποτρέπει λογισμός; οὐδὲ γὰρ ἂν προσέπιπτεν ἀνδράσι νοῦν ἔχουσι στραγγουρικὰ πάθη καὶ δυσεντερικὰ καὶ φθίσεις καὶ ὕδρωπες, ὧν τοῖς μὲν αὐτὸς Ἐπίκουρος συνηνέχθη τοῖς δὲ Πολύαινος τὰ δὲ Νεοκλέα καὶ Ἀγαθόβουλον ἐξήγαγε. Καὶ ταῦτ´ οὐκ ὀνειδίζομεν, εἰδότες καὶ Φερεκύδην καὶ Ἡράκλειτον ἐν νόσοις χαλεπαῖς γενομένους, ἀλλ´ ἀξιοῦμεν αὐτούς, εἰ τοῖς πάθεσι βούλονται τοῖς ἑαυτῶν ὁμολογεῖν καὶ μὴ κεναῖς φωναῖς θρασυνόμενοι καὶ δημαγωγοῦντες ἀλαζονείαν προσοφλισκάνειν, ἢ μὴ λαμβάνειν χαρᾶς ἀρχὴν ἁπάσης 〈τὴν〉 τῆς σαρκὸς εὐστάθειαν ἢ μὴ φάναι χαίρειν καὶ ὑβρίζειν τοὺς ἐν πόνοις ὑπερβάλλουσι καὶ νόσοις γινομένους. Κατάστημα μὲν γὰρ εὐσταθὲς σαρκὸς γίνεται πολλάκις, ἔλπισμα δὲ πιστὸν ὑπὲρ σαρκὸς καὶ βέβαιον οὐκ ἔστιν ἐν ψυχῇ νοῦν ἐχούσῃ γενέσθαι· ἀλλ´ ὥσπερ ἐν θαλάσσῃ κατ´ Αἰσχύλον

«Ὠδῖνα τίκτει νὺξ κυβερνήτῃ σοφῷ»

καὶ γαληνή (τὸ γὰρ μέλλον ἄδηλον), οὕτως ἐν σώματι ψυχὴν εὐσταθοῦντι καὶ ταῖς περὶ σώματος ἐλπίσι τἀγαθὸν θεμένην οὐκ ἔστιν ἄφοβον καὶ ἀκύμονα διεξαγαγεῖν. Οὐ γὰρ ἔξωθεν μόνον, ὥσπερ ἡ θάλασσα, χειμῶνας ἴσχει καὶ καταιγισμοὺς τὸ σῶμα, πλείονας δὲ ταραχὰς ἐξ ἑαυτοῦ καὶ μείζονας ἀναδίδωσιν· εὐδίαν δὲ χειμερινὴν μᾶλλον ἄν τις ἢ σαρκὸς ἀβλάβειαν ἐλπίσειεν αὑτῷ παραμενεῖν βεβαίως. Τὸ γὰρ ἐφήμερα 〈τὰ ἡμέτερα〉 καλεῖν καὶ ἀβέβαια καὶ ἀστάθμητα φύλλοις τε γινομένοις ἔτους ὥρᾳ καὶ φθίνουσιν εἰκάζειν τὸν βίον τί παρέσχηκεν ἄλλο τοῖς ποηταῖς ἢ τὸ τῆς σαρκὸς ἐπίκηρον καὶ πολυβλαβὲς καὶ νοσῶδες, ἧς δὴ καὶ τὸ ἄκρον ἀγαθὸν δεδιέναι καὶ κολούειν παρεγγυῶσι·

«σφαλερὸν γὰρ αἱ εἰς ἄκρον εὐεξίαι» φησὶν Ἱπποκράτης,
«Ὁ δ´ ἄρτι θάλλων σαρκὶ διοπετὴς ὅπως ἀστὴρ ἀπέσβη»

κατὰ τὸν Εὐριπίδην· ὑπὸ δὲ βασκανίας καὶ φθόνου βλάπτεσθαι προσορωμένους οἴονται τοὺς καλούς, ὅτι τάχιστα τὸ ἀκμάζον ἴσχει μεταβολὴν τοῦ σώματος δι´ ἀσθένειαν.

[6] Ὅτι δ´ ὅλως μοχθηρὰ τὰ πράγματα πρὸς βίον ἄλυπόν ἐστιν αὐτοῖς, σκόπει καὶ ἀφ´ ὧν πρὸς ἑτέρους λέγουσι. Τοὺς γὰρ ἀδικοῦντας καὶ παρανομοῦντας ἀθλίως φασὶ καὶ περιφόβως ζῆν τὸν πάντα χρόνον, ὅτι, κἂν λαθεῖν δύνωνται, πίστιν περὶ τοῦ λαθεῖν λαβεῖν ἀδύνατόν ἐστιν· ὅθεν ὁ τοῦ μέλλοντος ἀεὶ φόβος ἐγκείμενος οὐκ ἐᾷ χαίρειν οὐδὲ θαρρεῖν ἐπὶ τοῖς παροῦσι. Ταῦτα δὲ καὶ πρὸς ἑαυτοὺς εἰρηκότες λελήθασιν. Εὐσταθεῖν μὲν γὰρ ἔστι καὶ ὑγιαίνειν τῷ σώματι πολλάκις, πίστιν δὲ λαβεῖν περὶ τοῦ διαμενεῖν ἀμήχανον· ἀνάγκη δὴ ταράττεσθαι καὶ ὠδίνειν ἀεὶ πρὸς τὸ μέλλον ὑπὲρ τοῦ σώματος, ἣν περιμένουσιν ἐλπίδα πιστὴν ἀπ´ αὐτοῦ καὶ βέβαιον οὐδέποτε κτήσασθαι δυναμένους. Τὸ δὲ μηδὲν ἀδικεῖν οὐδέν ἐστι πρὸς τὸ θαρρεῖν· οὐ γὰρ τὸ δικαίως παθεῖν ἀλλὰ τὸ παθεῖν φοβερόν, οὐδὲ συνεῖναι μὲν αὐτὸν ἀδικίαις ἀνιαρὸν περιπεσεῖν δὲ ταῖς ἄλλων οὐ χαλεπόν· ἀλλ´ εἰ μὴ μεῖζον, οὐκ ἔλαττόν γε τὸ κακὸν ἦν Ἀθηναίοις ἡ Λαχάρους καὶ Συρακοσίοις ἡ Διονυσίου χαλεπότης ἤπερ αὐτοῖς ἐκείνοις· ταράττοντες γὰρ ἐταράττοντο καὶ πείσεσθαι κακῶς προσεδόκων ἐκ τοῦ προαδικεῖν καὶ προλυμαίνεσθαι τοὺς ἐντυγχάνοντας. Ὄχλων δὲ θυμοὺς καὶ λῃστῶν ὠμότητας καὶ κληρονόμων ἀδικίας, ἔτι δὲ λοιμοὺς ἀέρων καὶ θάλασσαν εὐβραγκήν, ὑφ´ ἧς Ἐπίκουρος ὀλίγον ἐδέησε καταποθῆναι πλέων εἰς Λάμψακον, ὡς γράφει, τί ἂν λέγοι τις; ἀρκεῖ γὰρ ἡ φύσις τῆς σαρκός, ὕλην ἔχουσα νόσων ἐν ἑαυτῇ καὶ τοῦτο δὴ τὸ παιζόμενον «ἐκ τοῦ βοὸς τοὺς ἱμάντας» λαμβάνουσα τὰς ἀλγηδόνας ἐκ τοῦ σώματος, ὁμοίως τοῖς τε φαύλοις καὶ τοῖς ἐπιεικέσι τὸν βίον ἐπισφαλῆ ποιεῖν καὶ φοβερόν, ἄνπερ ἐπὶ σαρκὶ καὶ τῇ περὶ σάρκα ἐλπίδι μάθωσιν ἄλλῳ δὲ μηθενὶ χαίρειν καὶ θαρρεῖν, ὡς Ἐπίκουρος ἔν τ´ ἄλλοις πολλοῖς γέγραφε καὶ τούτοις ἃ ἔστι περὶ Τέλους.

[7] Οὐ μόνον τοίνυν ἄπιστον καὶ ἀβέβαιον ἀρχὴν λαμβάνουσι τοῦ ἡδέως ζῆν ἀλλὰ καὶ παντάπασιν εὐκαταφρόνητον καὶ μικράν, εἴπερ αὐτοῖς κακῶν ἀποφυγὴ τὸ χαρτόν ἐστι καὶ τὸ ἀγαθόν, ἄλλο δ´ οὐδὲν διανοεῖσθαί φασιν, οὐδ´ ὅλως τὴν φύσιν ἔχειν ὅποι τεθήσεται τὸ ἀγαθόν, εἰ μὴ μόνον, ὅθεν ἐξελαύνεται τὸ κακὸν αὐτῆς, ὥς φησι Μητρόδωρος ἐν τοῖς πρὸς τοὺς Σοφιστάς· «ὥστε τοῦτ´ αὐτὸ ἀγαθόν ἐστι, τὸ φυγεῖν τὸ κακόν· ἔνθα γὰρ τεθήσεται τἀγαθόν, οὐκ ἔστιν, ὅταν μηθὲν ἔτι ὑπεξίῃ μήτ´ ἀλγεινὸν μήτε λυπηρόν.» Ὅμοια δὲ καὶ τὰ Ἐπικούρου λέγοντος τὴν τοῦ ἀγαθοῦ φύσιν ἐξ αὐτῆς τῆς φυγῆς τοῦ κακοῦ καὶ τῆς μνήμης καὶ ἐπιλογίσεως καὶ χάριτος, ὅτι τοῦτο συμβέβηκεν αὐτῷ, γεννᾶσθαι· «τὸ γὰρ ποιοῦν» φησίν «ἀνυπέρβλητον γῆθος τὸ παρ´ αὐτὸν πεφυγμένον μέγα κακόν· καὶ αὕτη φύσις ἀγαθοῦ, ἄν τις ὀρθῶς ἐπιβάλῃ, ἔπειτα σταθῇ καὶ μὴ κενῶς περιπατῇ περὶ ἀγαθοῦ θρυλῶν.» Φεῦ τῆς μεγάλης ἡδονῆς τῶν ἀνδρῶν καὶ μακαριότητος, ἣν καρποῦνται χαίροντες ἐπὶ τῷ μὴ κακοπαθεῖν μηδὲ λυπεῖσθαι μηδ´ ἀλγεῖν. Ἆρ´ οὐκ ἄξιόν ἐστιν ἐπὶ τούτοις καὶ φρονεῖν καὶ λέγειν ἃ λέγουσιν, ἀφθάρτους καὶ ἰσοθέους ἀποκαλοῦντες αὑτοὺς καὶ δι´ ὑπερβολὰς καὶ ἀκρότητας ἀγαθῶν εἰς βρόμους καὶ ὀλολυγμοὺς ἐκβακχεύοντες ὑπὸ τῆς ἡδονῆς, ὅτι τῶν ἄλλων περιφρονοῦντες ἐξευρήκασι μόνοι θεῖον ἀγαθὸν καὶ μέγα τὸ μηδὲν ἔχειν κακόν; ὥστε μήτε συῶν ἀπολείπεσθαι μήτε προβάτων εὐδαιμονίᾳ, τὸ τῇ σαρκὶ καὶ τῇ ψυχῇ περὶ τῆς σαρκὸς ἱκανῶς ἔχειν μακάριον τιθεμένους. Ἐπεὶ τοῖς γε κομψοτέροις καὶ γλαφυρωτέροις τῶν ζῴων οὐκ ἔστι φυγὴ κακοῦ τέλος, ἀλλὰ καὶ πρὸς ᾠδὰς ἀπὸ κόρου τρέπεται καὶ νήξεσι χαίρει καὶ πτήσεσι καὶ ἀπομιμεῖσθαι παίζοντα φωνάς τε παντοδαπὰς καὶ ψόφους ὑφ´ ἡδονῆς καὶ γαυρότητος ἐπιχειρεῖ· καὶ πρὸς ἄλληλα χρῆται φιλοφροσύναις καὶ σκιρτήσεσιν, ὅταν ἐκφύγῃ τὸ κακόν, τἀγαθὸν πεφυκότα ζητεῖν, μᾶλλον δ´ ὅλως πᾶν τὸ ἀλγεινὸν καὶ τὸ ἀλλότριον ὡς ἐμποδὼν ὄντα τῇ διώξει τοῦ οἰκείου καὶ κρείττονος ἐξωθοῦντα τῆς φύσεως.

[8] Τὸ γὰρ ἀναγκαῖον οὐκ ἀγαθόν ἐστιν, ἀλλ´ ἐπέκεινα τῆς φυγῆς τῶν κακῶν κεῖται τὸ ἐφετὸν καὶ τὸ αἱρετὸν καὶ νὴ Δία τὸ ἡδὺ καὶ οἰκεῖον, ὡς Πλάτων ἔλεγε, καὶ ἀπηγόρευε τὰς λυπῶν καὶ πόνων ἀπαλλαγὰς ἡδονὰς μὴ νομίζειν, ἀλλ´ οἷόν τινα σκιαγραφίαν ἢ μῖξιν οἰκείου καὶ ἀλλοτρίου, καθάπερ λευκοῦ καὶ μέλανος, ἀπὸ τοῦ κάτω πρὸς τὸ μέσον ἀναφερομένων, ἀπειρίᾳ δὲ τοῦ ἄνω καὶ ἀγνοίᾳ τὸ μέσον ἄκρον ἡγουμένων εἶναι καὶ πέρας· ὥσπερ Ἐπίκουρος ἡγεῖται καὶ Μητρόδωρος, οὐσίαν τἀγαθοῦ καὶ ἀκρότητα τὴν τοῦ κακοῦ φυγὴν τιθέμενοι καὶ χαίροντες ἀνδραπόδων τινὰ χαρὰν ἢ δεσμίων ἐξ εἱργμοῦ λυθέντων ἀσμένως ἀλειψαμένων καὶ ἀπολουσαμένων μετ´ αἰκίας καὶ μάστιγας, ἐλευθέρας δὲ καὶ καθαρᾶς καὶ ἀμιγοῦς καὶ ἀμωλωπίστου χαρᾶς ἀγεύστων καὶ ἀθεάτων. Οὐ γάρ, εἰ τὸ ψωριᾶν τὴν σάρκα καὶ λημᾶν τὸν ὀφθαλμὸν ἀλλότριον, ἤδη καὶ τὸ κνᾶσθαι καὶ τὸ ἀπομάττεσθαι θαυμάσιον· οὐδ´ εἰ τὸ ἀλγεῖν καὶ φοβεῖσθαι τὰ θεῖα καὶ ταράττεσθαι τοῖς ἐν Ἅιδου κακόν, ἡ τούτων ἀποφυγὴ μακάριον καὶ ζηλωτόν. Ἀλλὰ μικρόν τινα τόπον καὶ γλίσχρον ἀποφαίνουσι τῆς χαρᾶς, ἐν ᾧ στρέφεται καὶ κυλινδεῖται, μέχρι τοῦ μὴ ταράττεσθαι τοῖς ἐν Ἅιδου κακοῖς ἡ τούτων παρὰ τὰς κενὰς δόξας προϊοῦσα καὶ τοῦτο ποιουμένη τῆς σοφίας τέλος, ὃ δόξειεν αὐτόθεν ὑπάρχειν τοῖς ἀλόγοις. Εἰ γὰρ πρὸς τὴν ἀπονίαν τοῦ σώματος οὐ διαφέρει πότερον δι´ αὑτὸ ἢ φύσει τοῦ πονεῖν ἐκτός ἐστιν, οὐδὲ πρὸς τὴν ἀταραξίαν τῆς ψυχῆς μεῖζόν ἐστι τὸ δι´ αὑτὴν ἢ κατὰ φύσιν οὕτως ἔχειν ὥστε μὴ ταράττεσθαι. Καίτοι φήσειεν ἄν τις οὐκ ἀλόγως ἐρρωμενεστέραν εἶναι διάθεσιν τὴν φύσει μὴ δεχομένην τὸ ταράττον ἢ τὴν ἐπιμελείᾳ καὶ λόγῳ διαφεύγουσαν. Ἔστω δ´ ἔχειν ἐπίσης· καὶ γὰρ οὕτως φανοῦνται τῶν θηρίων πλέον οὐδὲν ἔχοντες ἐν τῷ μὴ ταράττεσθαι τοῖς ἐν Ἅιδου καὶ περὶ θεῶν λεγομένοις μηδὲ προσδοκᾶν λύπας μηδ´ ἀλγηδόνας ὅρον 〈οὐκ〉 ἐχούσας.

Αὐτὸς γοῦν Ἐπίκουρος εἰπὼν ὡς

«εἰ μηδὲν ἡμᾶς αἱ ὑπὲρ τῶν μετεώρων ὑποψίαι ἠνώχλουν ἔτι τε τὰ περὶ θανάτου καὶ ἀλγηδόνων, οὐκ ἄν ποτε προσεδεόμεθα φυσιολογίας»

εἰς τοῦτ´ ἄγειν ἡμᾶς οἴεται τὸν λόγον, ἐν ᾧ τὰ θηρία φύσει καθέστηκεν. Οὔτε γὰρ ὑποψίας ἔχει φαύλας περὶ θεῶν οὔτε δόξαις κεναῖς ἐνοχλεῖται τῶν μετὰ τόν θάνατον οὐδ´ ὅλως ἐπινοεῖ τι δεινὸν ἐν τούτοις οὐδ´ οἶδε. Καίτοι εἰ μὲν ἐν τῇ προλήψει τοῦ θεοῦ τὴν πρόνοιαν ἀπέλιπον, ἐφαίνοντ´ ἂν ἐλπίσι χρησταῖς πλέον ἔχοντες οἱ φρόνιμοι τῶν θηρίων πρὸς τὸ ἡδέως ζῆν· ἐπεὶ δὲ τέλος ἦν τοῦ περὶ θεῶν λόγου τὸ μὴ φοβεῖσθαι θεὸν ἀλλὰ παύσασθαι ταραττομένους, βεβαιότερον οἶμαι τοῦθ´ ὑπάρχειν τοῖς ὅλως μὴ νοοῦσι θεὸν ἢ τοῖς νοεῖν μὴ βλάπτοντα μεμαθηκόσιν. Οὐ γὰρ ἀπήλλακται δεισιδαιμονίας ἀλλ´ οὐδὲ περιπέπτωκεν, οὐδ´ ἀποτέθειται τὴν ταράττουσαν ἔννοιαν περὶ τῶν θεῶν ἀλλ´ οὐδ´ εἴληφε. Τὰ δ´ αὐτὰ περὶ τῶν ἐν Ἅιδου λεκτέον· τὸ μὲν γὰρ ἐλπίζειν χρηστὸν ἀπ´ ἐκείνων οὐδετέροις ὑπάρχει, τοῦ δ´ ὑποπτεύειν καὶ φοβεῖσθαι {τὰ} μετὰ τόν θάνατον ἧττον μέτεστιν οἷς οὐ γίνεται θανάτου πρόληψις ἢ τοῖς προλαμβάνουσιν ὡς οὐδὲν πρὸς ἡμᾶς ὁ θάνατος. Πρὸς μέν γε τούτους ἐστίν, ἐφ´ ὅσον διαλογίζονταί τι καὶ σκοποῦσι, τὰ δ´ ὅλως ἀπήλλακται τοῦ φροντίζειν τῶν οὐ πρὸς ἑαυτά, πληγὰς δὲ φεύγοντα καὶ τραύματα καὶ φόνους τοῦτο τοῦ θανάτου δέδοικεν, ὃ καὶ τούτοις φοβερόν ἐστιν.

[9] Ἃ μὲν οὖν λέγουσιν αὑτοῖς ὑπὸ σοφίας παρεσκευασμένα, τοιαῦτά ἐστιν· ὧν δ´ ἑαυτοὺς ἀφαιροῦνται καὶ ἀπελαύνουσιν, ἤδη σκοπῶμεν. Τὰς μὲν γὰρ ἐπὶ σαρκὸς εὐπαθείᾳ τῆς ψυχῆς διαχύσεις, ἐὰν ὦσι μέτριαι, μηθὲν ἐχούσας μέγα μηδ´ ἀξιόλογον, ἂν δ´ ὑπερβάλλωσι, πρὸς τῷ κενῷ καὶ ἀβεβαίῳ φορτικὰς φαινομένας καὶ θρασείας οὐδὲ ψυχικὰς ἄν τις οὐδὲ χαράς, ἀλλὰ σωματικὰς ἡδονὰς καὶ οἷον ἐπιμειδιάσεις καὶ συνεπιθρύψεις προσείποι τῆς ψυχῆς. Ἃς δ´ ἄξιον καὶ δίκαιον εὐφροσύνας καὶ χαρὰς νομίζεσθαι, καθαραὶ μέν εἰσι τοῦ ἐναντίου καὶ σφυγμὸν οὐδένα κεκραμένον οὐδὲ δηγμὸν οὐδὲ μετάνοιαν ἔχουσιν, οἰκεῖον δὲ τῇ ψυχῇ καὶ ψυχικὸν ἀληθῶς καὶ γνήσιον καὶ οὐκ ἐπείσακτον αὐτῶν τἀγαθόν ἐστιν οὐδ´ ἄλογον, ἀλλ´ εὐλογώτατον ἐκ τοῦ θεωρητικοῦ καὶ φιλομαθοῦς ἢ πρακτικοῦ καὶ φιλοκάλου τῆς διανοίας φυόμενον. Ὧν ὅσας ἑκάτερον καὶ ἡλίκας ἡδονὰς ἀναδίδωσιν, οὐκ ἄν τις ἀνύσειε διελθεῖν προθυμούμενος· ὑπομνῆσαι δὲ βραχέως αἵ τε ἱστορίαι πάρεισι πολλὰς μὲν ἐπιτερπεῖς διατριβὰς ἔχουσαι τὸ δ´ ἐπιθυμοῦν ἀεὶ τῆς ἀληθοῦς ἀκόρεστον καταλείπουσαι καὶ ἄπληστον ἡδονῆς· δι´ ἣν οὐδὲ τὸ ψεῦδος ἀμοιρεῖ χάριτος, ἀλλὰ καὶ πλάσμασι καὶ ποιήμασι τοῦ πιστεύεσθαι μὴ προσόντος ἔνεστιν ὅμως τὸ πεῖθον.

[10] Ἐννόει γάρ, ὡς δακνόμενοι τὸν Πλάτωνος ἀναγινώσκομεν Ἀτλαντικὸν καὶ τὰ τελευταῖα τῆς Ἰλιάδος, οἷον ἱερῶν κλειομένων ἢ θεάτρων ἐπιποθοῦντες τοῦ μύθου τὸ λειπόμενον. Αὐτῆς δὲ τῆς ἀληθείας ἡ μάθησις οὕτως ἐράσμιόν ἐστι καὶ ποθεινὸν ὡς τὸ ζῆν καὶ τὸ εἶναι, διὰ τὸ γινώσκειν· τοῦ δὲ θανάτου τὰ σκυθρωπότατα λήθη καὶ ἄγνοια καὶ σκότος. ᾟ καὶ νὴ Δία μάχονται τοῖς φθείρουσι τῶν ἀποθανόντων τὴν αἴσθησιν ὀλίγου δεῖν ἅπαντες, ὡς ἐν μόνῳ τῷ αἰσθανομένῳ καὶ γινώσκοντι τῆς ψυχῆς τιθέμενοι τὸ ζῆν καὶ τὸ εἶναι καὶ τὸ χαίρειν. Ἔστι γὰρ καὶ τοῖς ἀνιῶσι τὸ μεθ´ ἡδονῆς τινος ἀκούεσθαι· καὶ ταραττόμενοι πολλάκις ὑπὸ τῶν λεγομένων καὶ κλαίοντες ὅμως λέγειν κελεύομεν, ὥσπερ οὗτος·

«Οἴμοι πρὸς αὐτῷ γ´ εἰμὶ τῷ δεινῷ λέγειν.»
«Κἄγωγ´ ἀκούειν· ἀλλ´ ὅμως ἀκουστέον.»

Ἀλλὰ τοῦτο μὲν ἔοικε τῆς περὶ τὸ πάντα γινώσκειν ἡδονῆς ἀκρασία τις εἶναι καὶ ῥύσις ἐκβιαζομένη τὸν λογισμόν, ὅταν δὲ μηδὲν ἔχουσα βλαβερὸν ἢ λυπηρὸν ἱστορία καὶ διήγησις ἐπὶ πράξεσι καλαῖς καὶ μεγάλαις προσλάβῃ λόγον ἔχοντα δύναμιν καὶ χάριν, ὡς τὸν Ἡροδότου τὰ Ἑλληνικὰ καὶ τὰ Περσικὰ τὸν Ξενοφῶντος,

«ὅσσα θ´ Ὅμηρος ἐθέσπισε θέσκελα εἰδώς» ,

ἢ ἃς Περιόδους Εὔδοξος ἢ Κτίσεις καὶ Πολιτείας Ἀριστοτέλης ἢ Βίους ἀνδρῶν Ἀριστόξενος ἔγραψεν, οὐ μόνον μέγα καὶ πολὺ τὸ εὐφραῖνον ἀλλὰ καὶ καθαρὸν καὶ ἀμεταμέλητόν ἐστι. Τίς δ´ ἂν φάγοι πεινῶν καὶ πίοι διψῶν τὰ Φαιάκων ἥδιον ἢ διέλθοι τὸν Ὀδυσσέως ἀπόλογον τῆς πλάνης; τίς δ´ ἂν ἡσθείη συναναπαυσάμενος τῇ καλλίστῃ γυναικὶ μᾶλλον ἢ προσαγρυπνήσας οἷς γέγραφε περὶ Πανθείας Ξενοφῶν ἢ περὶ Τιμοκλείας Ἀριστόβουλος ἢ Θήβης Θεόπομπος;

[11] Ἀλλὰ ταῦτα - - - τῆς ψυχῆς, ἐξωθοῦσι δὲ καὶ τὰς ἀπὸ τῶν μαθημάτων. Καίτοι ταῖς μὲν ἱστορίαις ἁπλοῦν τι καὶ λεῖον ἔστιν, αἱ δ´ ἀπὸ γεωμετρίας καὶ ἀστρολογίας καὶ ἁρμονικῆς δριμὺ καὶ ποικίλον ἔχουσαι τὸ δέλεαρ οὐθὲν τῶν ἀγωγίμων ἀποδέουσιν, ἕλκουσαι καθάπερ ἴυγξι τοῖς διαγράμμασιν· ὧν ὁ γευσάμενος, ἄνπερ ἔμπειρος ᾖ, τὰ Σοφοκλέους περίεισιν ᾄδων

«Μουσομανεῖ δὲ ἐλάμφθην δακέτῳ ποτὶ δειρὰν,
ἔρχομαι δ´ ἔκ τε λύρας ἔκ τε νόμων,
οὓς Θαμύρας περίαλλα μουσοποιεῖ»

καὶ νὴ Δί´ Εὔδοξος καὶ Ἀρίσταρχος καὶ Ἀρχιμήδης. Ὅπου γὰρ οἱ φιλογραφοῦντες οὕτως ἄγονται τῇ πιθανότητι τῶν ἔργων, ὥστε Νικίαν γράφοντα τὴν Νεκυίαν ἐρωτᾶν πολλάκις τοὺς οἰκέτας εἰ ἠρίστηκε, Πτολεμαίου δὲ τοῦ βασιλέως ἑξήκοντα τάλαντα τῆς γραφῆς συντελεσθείσης πέμψαντος αὐτῷ, μὴ λαβεῖν μηδ´ ἀποδόσθαι τὸ ἔργον, τίνας οἰόμεθα καὶ πηλίκας ἡδονὰς ἀπὸ γεωμετρίας δρέπεσθαι καὶ ἀστρολογίας Εὐκλείδην γράφοντα τὰ διοπτικὰ καὶ Φίλιππον ἀποδεικνύντα περὶ τοῦ σχήματος τῆς σελήνης καὶ Ἀρχιμήδην ἀνευρόντα τῇ γωνίᾳ τὴν διάμετρον τοῦ ἡλίου τηλικοῦτον τοῦ μεγίστου κύκλου μέρος οὖσαν, ἡλίκον ἡ γωνία τῶν τεσσάρων ὀρθῶν, καὶ Ἀπολλώνιον καὶ Ἀρίσταρχον ἑτέρων τοιούτων εὑρετὰς γενομένους, ὧν νῦν ἡ θέα καὶ κατανόησις ἡδονάς τε μεγάλας καὶ φρόνημα θαυμάσιον ἐμποιεῖ τοῖς μανθάνουσιν; καὶ οὐκ ἄξιον οὐδαμῇ τὰς ἐκ «τῶν ὀπτανίων καὶ ματρυλείων ἡδονὰς» ἐκείνας παραβάλλοντα ταύταις καταισχύνειν τὸν Ἑλικῶνα καὶ τὰς Μούσας,

«ἔνθ´ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
οὔτ´ ἦλθέ πω σίδαρος·»

ἀλλ´ αὗται μέν εἰσιν ὡς ἀληθῶς «ἀκήρατοι» νομαὶ «μελισσῶν», ἐκεῖνα δὲ συῶν καὶ τράγων κνησμοῖς ἔοικε, προσαναπιμπλάντα τῆς ψυχῆς τὸ παθητικώτατον. Ἔστι μὲν οὖν ποικίλον καὶ ἰταμὸν τὸ φιλήδονον, οὔπω δέ τις ἐρωμένῃ πλησιάσας ὑπὸ χαρᾶς ἐβουθύτησεν οὐδ´ ηὔξατό τις ἐμπλησθεὶς ὄψων ἢ πεμμάτων βασιλικῶν εὐθὺς ἀποθανεῖν· Εὔδοξος δ´ ηὔχετο παραστὰς τῷ ἡλίῳ καὶ καταμαθὼν τὸ σχῆμα τοῦ ἄστρου καὶ τὸ μέγεθος καὶ τὸ εἶδος ὡς ὁ Φαέθων καταφλεγῆναι, καὶ Πυθαγόρας ἐπὶ τῷ διαγράμματι βοῦν ἔθυσεν, ὥς φησιν Ἀπολλόδωρος·

«ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα,
κεῖνος ἐφ´ ᾧ λαμπρὴν ἤγαγε βουθυσίην,»

εἴτε περὶ τῆς ὑποτεινούσης ὡς ἴσον δύναται ταῖς περιεχούσαις τὴν ὀρθήν, εἴτε πρόβλημα περὶ τοῦ χωρίου τῆς παραβολῆς. Ἀρχιμήδην δὲ βίᾳ τῶν διαγραμμάτων ἀποσπῶντες ὑπήλειφον οἱ θεράποντες· ὁ δ´ ἐπὶ τῆς κοιλίας ἔγραφε τὰ σχήματα τῇ στλεγγίδι, καὶ λουόμενος ὥς φασιν ἐκ τῆς ὑπερχύσεως ἐννοήσας τὴν τοῦ στεφάνου μέτρησιν οἷον ἔκ τινος κατοχῆς ἢ ἐπιπνοίας ἐξήλατο βοῶν «εὕρηκα», καὶ τοῦτο πολλάκις φθεγγόμενος ἐβάδιζεν. Οὐδενὸς δ´ ἀκηκόαμεν οὔτε γαστριμάργου περιπαθῶς οὕτως

«βέβρωκα»

βοῶντος οὔτ´ ἐρωτικοῦ

«πεφίληκα»,

μυρίων μυριάκις ἀκολάστων γεγονότων καὶ ὄντων· ἀλλὰ καὶ βδελυττόμεθα τοὺς μεμνημένους δείπνων ἐμπαθέστερον, ὡς ἐφ´ ἡδοναῖς μικραῖς καὶ μηδενὸς ἀξίαις ὑπερασμενίζοντας. Εὐδόξῳ δὲ καὶ Ἀρχιμήδει καὶ Ἱππάρχῳ συνενθουσιῶμεν, καὶ Πλάτωνι πειθόμεθα περὶ τῶν μαθημάτων, ὡς ἀμελούμενα δι´ ἄγνοιαν καὶ ἀπειρίαν «ὅμως βίᾳ ὑπὸ χάριτος αὐξάνεται».

[12] Ταύτας μέντοι τὰς τηλικαύτας καὶ τοσαύτας ἡδονὰς ὥσπερ ἀεννάους ἐκτρέποντες οὗτοι καὶ ἀποστρέφοντες οὐκ ἐῶσι γεύεσθαι τοὺς πλησιάσαντας αὐτοῖς, ἀλλὰ τοὺς μὲν «ἐπαραμένους τὰ ἀκάτια» φεύγειν ἀπ´ αὐτῶν κελεύουσι, Πυθοκλέους δὲ πάντες καὶ πᾶσαι δέονται δι´ Ἐπικούρου καὶ ἀντιβολοῦσιν, ὅπως οὐ ζηλώσει τὴν ἐλευθέριον καλουμένην παιδείαν· Ἀπελλῆν δέ τινα θαυμάζοντες καὶ ὑπερασπαζόμενοι γράφουσιν ὅτι τῶν μαθημάτων ἀποσχόμενος ἐξ ἀρχῆς καθαρὸν ἑαυτὸν ἐτήρησε. Περὶ δὲ τῆς ἱστορίας, ἵνα τὴν ἄλλην ἀνηκοΐαν ἐάσω, παραθήσομαι μόνα τὰ Μητροδώρου, γράφοντος ἐν τοῖς περὶ Ποιημάτων·

«Ὅθεν μηδ´ εἰδέναι φάσκων, μεθ´ ὁποτέρων ἦν ὁ Ἕκτωρ, ἢ τοὺς πρώτους στίχους τῆς Ὁμήρου ποιήσεως ἢ πάλιν τὰ ἐν μέσῳ, μὴ ταρβήσῃς.»

Ὅτι τοίνυν αἱ τοῦ σώματος ἡδοναὶ καθάπερ οἱ ἐτησίαι μαραίνονται μετὰ τὴν ἀκμὴν καὶ ἀπολήγουσιν, οὐ λέληθε τὸν Ἐπίκουρον. Διαπορεῖ γοῦν, εἰ γέρων ὁ σοφὸς ὢν καὶ μὴ δυνάμενος πλησιάζειν ἔτι ταῖς τῶν καλῶν ἁφαῖς χαίρει καὶ ψηλαφήσεσιν, οὐ τὰ αὐτὰ μέντοι Σοφοκλεῖ διανοούμενος ἀσμένως ἐκφυγόντι τὴν ἡδονὴν ταύτην ὥσπερ ἄγριον καὶ λυττῶντα δεσπότην. Ἀλλ´ ἔδει γε τοὺς ἀπολαυστικοὺς ὁρῶντας ὅτι πολλὰς ἀφαυαίνει τῶν ἡδονῶν τὸ γῆρας

«Ἢ τ´ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται»

κατ´ Εὐριπίδην, ταύτας μάλιστα συνάγειν τὰς ἡδονάς, ὥσπερ εἰς πολιορκίαν ἄσηπτα σιτία καὶ ἄφθαρτα παρατιθεμένους, εἶτ´ ἄγειν ἀφροδίσια τοῦ βίου καὶ μεθεόρτους καλὰς ἐν ἱστορίαις καὶ ποιήμασι διατρίβοντας ἢ προβλήμασι μουσικοῖς καὶ γεωμετρικοῖς. Οὐ γὰρ ἂν ἐπῆλθεν αὐτοῖς εἰς νοῦν βαλέσθαι τὰς τυφλὰς καὶ νωδὰς ἐκείνας ψηλαφήσεις καὶ ἐπιπηδήσεις τοῦ ἀκολάστου μεμαθηκόσιν, εἰ μηδὲν ἄλλο, γράφειν περὶ Ὁμήρου καὶ περὶ Εὐριπίδου, ὡς Ἀριστοτέλης καὶ Ἡρακλείδης καὶ Δικαίαρχος. Ἀλλ´ οἶμαι τοιούτων ἐφοδίων μὴ φροντίσαντες, τῆς δ´ ἄλλης αὐτῶν πραγματείας ἀτερποῦς καὶ ξηρᾶς, ὥσπερ αὐτοὶ τὴν ἀρετὴν λέγουσιν, οὔσης ἥδεσθαι πάντως ἐθέλοντες, τοῦ δὲ σώματος ἀπαγορεύοντος, αἰσχρὰ καὶ ἄωρα πράττειν ὁμολογοῦσι, τῶν τε προτέρων ἡδονῶν ἀναμιμνήσκοντες ἑαυτοὺς καὶ χρώμενοι ταῖς παλαιαῖς ἀπορίᾳ προσφάτων ὥσπερ τεταριχευμέναις, καὶ νεκρὰς ἄλλας πάλιν καὶ τεθνηκυίας οἷον ἐν τέφρᾳ ψυχρᾷ τῇ σαρκὶ κινοῦντες παρὰ φύσιν καὶ ἀναζωπυροῦντες, ἅτε δὴ μηδὲν οἰκεῖον ἡδὺ μηδὲ χαρᾶς ἄξιον ἔχοντες ἐν τῇ ψυχῇ παρεσκευασμένον.

[13] Καίτοι τὰ ἄλλα μὲν ὡς ἡμῖν ἐπῆλθεν {εἰπεῖν} εἴρηται, μουσικὴν δ´ ὅσας ἡδονὰς καὶ χάριτας οἵας φέρουσαν ἀποστρέφονται καὶ φεύγουσι, βουλόμενος οὐκ ἄν τις ἐκλάθοιτο, δι´ ἀτοπίαν ὧν Ἐπίκουρος λέγει, φιλοθέωρον μὲν ἀποφαίνων τὸν σοφὸν ἐν ταῖς Διαπορίαις καὶ χαίροντα παρ´ ὁντινοῦν ἕτερον ἀκροάμασι καὶ θεάμασι Διονυσιακοῖς, προβλήμασι δὲ μουσικοῖς καὶ κριτικῶν φιλολόγοις ζητήμασιν οὐδὲ παρὰ πότον διδοὺς χώραν, ἀλλὰ καὶ τοῖς φιλομούσοις τῶν βασιλέων παραινῶν στρατιωτικὰ διηγήματα καὶ φορτικὰς βωμολοχίας ὑπομένειν μᾶλλον ἐν τοῖς συμποσίοις ἢ λόγους περὶ μουσικῶν καὶ ποιητικῶν προβλημάτων περαινομένους. Ταυτὶ γὰρ ἐτόλμησε γράφειν ἐν τῷ περὶ Βασιλείας, ὥσπερ Σαρδαναπάλῳ γράφων ἢ Νανάρῳ τῷ σατραπεύσαντι Βαβυλῶνος. Οὐδὲ γὰρ Ἱέρων γ´ ἂν οὐδ´ Ἄτταλος οὐδ´ Ἀρχέλαος ἐπείσθησαν Εὐριπίδην καὶ Σιμωνίδην καὶ Μελανιππίδην καὶ Κράτητας καὶ Διοδότους ἀναστήσαντες ἐκ τῶν συμποσίων κατακλῖναι Κάρδακας καὶ Ἀγριάνας μεθ´ ἑαυτῶν καὶ Καλλίας γελωτοποιοὺς καὶ Θρασωνίδας τινὰς καὶ Θρασυλέοντας, ὀλολυγμοὺς καὶ κροτοθορύβους ποιοῦντας. Εἰ δὲ Πτολεμαῖος ὁ πρῶτος συναγαγὼν τὸ μουσεῖον τούτοις ἐνέτυχε τοῖς καλοῖς καὶ βασιλικοῖς παραγγέλμασιν, ἆρ´ οὐκ ἂν εἶπε «τοῖς Σαμίοις, ὦ Μοῦσα, τίς ὁ φθόνος;» Ἀθηναίων γὰρ οὐδενὶ πρέπει ταῖς Μούσαις οὕτως ἀπεχθάνεσθαι καὶ πολεμεῖν,

«ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν
Πιερίδων ἀίοντα».

Τί λέγεις, ὦ Ἐπίκουρε; κιθαρῳδῶν καὶ αὐλητῶν ἕωθεν ἀκροασόμενος εἰς τὸ θέατρον βαδίζεις, ἐν δὲ συμποσίῳ Θεοφράστου περὶ συμφωνιῶν διαλεγομένου καὶ Ἀριστοξένου περὶ μεταβολῶν καὶ Ἀριστοτέλους περὶ Ὁμήρου τὰ ὦτα καταλήψῃ ταῖς χερσὶ δυσχεραίνων καὶ βδελυττόμενος; εἶτ´ οὐκ ἐμμελέστερον ἀποφαίνουσι τὸν Σκύθην Ἀτέαν, ὃς Ἰσμηνίου τοῦ αὐλητοῦ ληφθέντος αἰχμαλώτου καὶ παρὰ πότον αὐλήσαντος ὤμοσεν ἥδιον ἀκούειν τοῦ ἵππου χρεμετίζοντος; οὐχ ὁμολογοῦσι δὲ τῷ καλῷ πολεμεῖν τὸν ἄσπονδον καὶ ἀκήρυκτον πόλεμον, εἰ μηδεμία ἡδονὴ πρόσεστι; τί σεμνὸν καὶ καθάριον ἀσπάζονται καὶ ἀγαπῶσιν; οὐκ ἦν δὲ πρὸς τὸ ἡδέως ζῆν ἐπιεικέστερον μύρα καὶ θυμιάματα δυσχεραίνειν ὡς κάνθαροι καὶ γῦπες ἢ κριτικῶν καὶ μουσικῶν λαλιὰν βδελύττεσθαι καὶ φεύγειν; ποῖος γὰρ ἂν αὐλὸς ἢ κιθάρα διηρμοσμένη πρὸς ᾠδὴν ἢ τίς χορός «εὐρύοπα κέλαδον ἀκροσόφων ἀγνύμενον διὰ στομάτων» φθεγγόμενος οὕτως εὔφρανεν Ἐπίκουρον καὶ Μητρόδωρον, ὡς Ἀριστοτέλη καὶ Θεόφραστον καὶ Δικαίαρχον καὶ Ἱερώνυμον οἱ περὶ χορῶν λόγοι καὶ διδασκαλίαι καὶ τὰ δι´ αὐλῶν προβλήματα καὶ ῥυθμῶν καὶ ἁρμονιῶν; οἷον διὰ τί τῶν ἴσων αὐλῶν ὁ στενότερος 〈ὀξύτερον, ὁ δ´ εὐρύτερος〉 βαρύτερον φθέγγεται· καὶ διὰ τί, τῆς σύριγγος ἀνασπωμένης, πᾶσιν ὀξύνεται τοῖς φθόγγοις, κλινομένης δὲ πάλιν βαρύνεται, καὶ συναχθεὶς πρὸς τὸν ἕτερον {βαρύτερον}, διαχθεὶς δ´ ὀξύτερον ἠχεῖ· καὶ τί δήποτε τῶν θεάτρων ἂν ἄχυρα τῆς ὀρχήστρας κατασκεδάσῃς, ὁ ἦχος τυφλοῦται, καὶ χαλκοῦν Ἀλέξανδρον ἐν Πέλλῃ βουλόμενον ποιῆσαι τὸ προσκήνιον οὐκ εἴασεν ὁ τεχνίτης ὡς διαφθεροῦντα τῶν ὑποκριτῶν τὴν φωνήν· καὶ τί δήποτε τῶν γενῶν διαχεῖ τὸ χρωματικόν, ἡ δ´ ἁρμονία συνίστησιν.

Ἤθη δὲ ποιητῶν καὶ πλάσματα καὶ διαφοραὶ χαρακτήρων καὶ λύσεις ἀποριῶν ἐν τῷ πρέποντι καὶ γλαφυρῷ τὸ οἰκεῖον ἅμα καὶ πιθανὸν ἔχουσαι τὸ τοῦ Ξενοφῶντος ἐκεῖνο μοι δοκοῦσι καὶ τὸν ἐρῶντα ποιεῖν ἐπιλανθάνεσθαι· τοσοῦτον ἡδονῇ κρατοῦσιν.

[14] Ἧς οὐ μέτεστι τούτοις, ὡς δέ φασιν οὐδὲ βούλονται μετεῖναι· κατατείναντες δὲ τὸ θεωρητικὸν εἰς τὸ σῶμα καὶ κατασπάσαντες ὥσπερ μολιβδίσι ταῖς τῆς σαρκὸς ἐπιθυμίαις οὐδὲν ἀπολείπουσιν ἱπποκόμων ἢ ποιμένων χόρτον ἢ καλάμην ἤ τινα πόαν προβαλλόντων, ὡς ταῦτα βόσκεσθαι καὶ τρώγειν προσῆκον αὐτῶν τοῖς θρέμμασιν. Ἢ γὰρ οὐχ οὕτως ἀξιοῦσι τὴν ψυχὴν ταῖς τοῦ σώματος ἡδοναῖς κατασυβωτεῖν, ὅσον ἐλπίσαι τι περὶ σαρκὸς ἢ παθεῖν ἢ μνημονεῦσαι χαίρουσαν, οἰκεῖον δὲ μηδὲν ἡδὺ μηδὲ τερπνὸν ἐξ αὑτῆς λαμβάνειν μηδὲ ζητεῖν ἐῶντες; καίτοι τί γένοιτ´ ἂν ἀλογώτερον ἢ δυοῖν ὄντοιν, ἐξ ὧν ὁ ἄνθρωπος πέφυκε, σώματος καὶ ψυχῆς, ψυχῆς δὲ τάξιν ἡγεμονικωτέραν ἐχούσης, σώματος μὲν ἴδιόν τι καὶ κατὰ φύσιν καὶ οἰκεῖον ἀγαθὸν εἶναι, ψυχῆς δὲ μηθέν, ἀλλὰ τῷ σώματι καθῆσθαι προσβλέπουσαν αὐτὴν καὶ τοῖς μὲν τοῦ σώματος πάθεσιν ἐπιμειδιῶσαν καὶ συνηδομένην καὶ συγχαίρουσαν, αὐτὴν δ´ ἀκίνητον ἐξ ἀρχῆς καὶ ἀπαθῆ καὶ μηδὲν αἱρετὸν ἔχουσαν μηδ´ ὀρεκτὸν ὅλως μηδὲ χαρτόν; ἢ γὰρ ἁπλῶς ἀποκαλυψαμένους ἔδει σαρκοποιεῖν τὸν ἄνθρωπον ὅλον, ὥσπερ ἔνιοι ποιοῦσι τὴν τῆς ψυχῆς οὐσίαν ἀναιροῦντες, ἢ δύο φύσεις ἐν ἡμῖν διαφόρους ἀπολιπόντας ἴδιον ἀπολιπεῖν ἑκατέρας καὶ ἀγαθὸν καὶ κακὸν καὶ οἰκεῖον καὶ ἀλλότριον· ὥσπερ ἀμέλει καὶ τῶν αἰσθήσεων ἑκάστη πρὸς ἴδιόν τι πέφυκεν αἰσθητόν, εἰ καὶ πάνυ συμπαθοῦσιν ἀλλήλαις. Ἔστι δὲ τῆς ψυχῆς ἴδιον αἰσθητήριον ὁ νοῦς, ᾧ μηθὲν οἰκεῖον ὑποκεῖσθαι, μὴ θέαμα μὴ κίνημα μὴ πάθος συγγενὲς οὗ τυγχάνουσα χαίρειν πέφυκε, πάντων ἀλογώτατόν ἐστιν· εἰ μή τι νὴ Δία λέληθα συνεπισυκοφαντῶν τοὺς ἄνδρας.»

[15] Κἀγὼ πρὸς αὐτόν

«Οὐχ ἡμῖν γε κριταῖς» ἔφην, «ἀλλὰ πάσης ἀφεῖσαι τῆς ἐπηρείας, ὥστε θαρρῶν τὰ λοιπὰ τοῦ λόγου πέραινε.»
«Πῶς;» εἶπεν· «οὐ γὰρ Ἀριστόδημος ἡμᾶς, εἰ σὺ παντάπασιν ἀπηγόρευκας, διαδέξεται;»
«Πάνυ μὲν οὖν» εἶπεν ὁ Ἀριστόδημος, «ὅταν ἀποκάμῃς ὥσπερ οὗτος· ἔτι δ´ ἀκμάζων, ὦ μακάριε, χρῆσαι σεαυτῷ, καὶ μὴ δοκῇς ἀπομαλθακίζεσθαι.»

«Καὶ μήν» ὁ Θέων εἶπε «πάνυ ῥᾴδιόν ἐστι τὸ λειπόμενον· λείπεται δὲ τὸ πρακτικὸν ὅσας ἡδονὰς ἔχει διελθεῖν. Αὐτοὶ δὲ δήπου λέγουσιν ὡς τὸ εὖ ποιεῖν ἥδιόν ἐστι τοῦ πάσχειν. Εὖ δὲ ποιεῖν ἔστι μὲν ἀμέλει καὶ διὰ λόγων, τὸ δὲ πλεῖστον ἐν πράξει καὶ μέγιστον, ὡς τοὔνομα τῆς εὐεργεσίας ὑφηγεῖται καὶ μαρτυροῦσιν αὐτοί. Μικρῷ γὰρ ἔμπροσθεν ἠκούομεν» ἔφη «τούτου λέγοντος, οἵας φωνὰς ἀφῆκεν Ἐπίκουρος, οἷα δὲ γράμματα τοῖς φίλοις ἔπεμψεν, ὑμνῶν καὶ μεγαλύνων Μητρόδωρον, ὡς εὖ τε καὶ νεανικῶς ἐξ ἄστεως ἅλαδε κατέβη Μιθρῇ τῷ Σύρῳ βοηθήσων, καὶ ταῦτα πράξαντος οὐθὲν τότε τοῦ Μητροδώρου. Τίνας οὖν οἰόμεθα καὶ πηλίκας ἡδονὰς εἶναι τὰς Πλάτωνος, ὁπηνίκα Δίων ὁρμήσας ἀπ´ αὐτοῦ κατέλυσε Διονύσιον καὶ Σικελίαν ἠλευθέρωσε; τίνας δ´ Ἀριστοτέλους, ὅτε τὴν πατρίδα κειμένην ἐν ἐδάφει πάλιν ἀνέστησε καὶ κατήγαγε τοὺς πολίτας; τίνας δὲ Θεοφράστου καὶ Φαινίου τοὺς τῆς πατρίδος ἐκκοψάντων τυράννους; ἰδίᾳ μὲν γὰρ ὅσοις ἐβοήθησαν ἀνδράσιν, οὐ πυροὺς διαπέμποντες οὐδ´ ἀλφίτων μέδιμνον, ὡς Ἐπίκουρος ἐνίοις ἔπεμψεν, ἀλλὰ φεύγοντας διαπραξάμενοι κατελθεῖν καὶ δεδεμένους λυθῆναι καὶ τέκνα καὶ γυναῖκας ἐστερημένους ἀπολαβεῖν, τί ἂν λέγοι τις ὑμῖν ἀκριβῶς εἰδόσιν; ἀλλὰ τὴν ἀτοπίαν οὐδὲ βουλόμενον ἔστι τοῦ ἀνθρώπου παρελθεῖν, τὰς μὲν Θεμιστοκλέους καὶ Μιλτιάδου πράξεις ὑπὸ πόδας τιθεμένου καὶ κατευτελίζοντος, ὑπὲρ ἑαυτοῦ δὲ ταυτὶ τοῖς φίλοις γράφοντος·

«δαιμονίως τε καὶ μεγαλοπρεπῶς ἐπεμελήθητε ἡμῶν τὰ περὶ τὴν τοῦ σίτου κομιδὴν καὶ οὐρανομήκη σημεῖα ἐνδέδειχθε τῆς πρὸς ἐμὲ εὐνοίας.»

Ὥστ´, εἴ τις ἐξεῖλε τὸ σιτάριον ἐκ τῆς ἐπιστολῆς τοῦ φιλοσόφου, δόξαν ἂν παραστῆσαι τὰ ῥήματα τῆς χάριτος ὡς ὑπὲρ τῆς Ἑλλάδος ὅλης ἢ τοῦ δήμου τῶν Ἀθηναίων ἐλευθερωθέντος ἢ σωθέντος γραφομένης.

[16] Ὅτι μὲν οὖν καὶ πρὸς τὰς τοῦ σώματος ἡδονὰς ἡ φύσις δεῖται χορηγίας πολυτελοῦς καὶ οὐκ ἔστιν ἐν μάζῃ καὶ φακῇ τὸ ἥδιστον, ἀλλ´ ὄψα καὶ Θάσια καὶ μύρα «καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα» ζητοῦσιν αἱ τῶν ἀπολαυστικῶν ὀρέξεις, καὶ πρός γε τούτοις εὐπρεπεῖς καὶ νέας γυναῖκας, οἷα Λεόντιον καὶ Βοίδιον καὶ Ἡδεῖα καὶ Νικίδιον ἐνέμοντο περὶ τὸν κῆπον, ἀφῶμεν. Ταῖς μέντοι τῆς ψυχῆς χαραῖς ὁμολογουμένως μέγεθος ὑποκεῖσθαι δεῖ πράξεων καὶ κάλλος ἔργων ἀξιολόγων, εἰ μέλλουσι μὴ διάκενοι μηδ´ ἀγεννεῖς καὶ κορασιώδεις ἀλλ´ ἐμβριθεῖς ἔσεσθαι καὶ βέβαιοι καὶ μεγαλοπρεπεῖς. Τὸ δὲ περὶ τοῦ πρὸς εὐπαθείας ἐπαίρεσθαι ναυτῶν δίκην ἀφροδίσια ἀγόντων καὶ μέγα φρονεῖν, «ὅτι νοσῶν νόσον ἀσκίτην τινὰς ἑστιάσεις φίλων συνῆγε καὶ οὐκ ἐφθόνει τῆς προσαγωγῆς τοῦ ὑγροῦ τῷ ὕδρωπι καὶ τῶν ἐσχάτων Νεοκλέους λόγων μεμνημένος ἐτήκετο τῇ μετὰ δακρύων ἰδιοτρόπῳ ἡδονῇ», ταῦτ´ οὐδεὶς ἂν ὑγιαινόντων εὐφροσύνας ἀληθεῖς ἢ χαρὰς ὀνομάσειεν, ἀλλ´ εἴ τις ἔστι καὶ ψυχῆς Σαρδάνιος γέλως, ἐν τούτοις ἔστι τοῖς παραβιασμοῖς καὶ κλαυσιγέλωσιν. εἰ δ´ οὖν ταῦτα φήσει τις εὐφροσύνας καὶ χαράς, σκόπει τὰς ὑπερβολὰς τῶν ἡδονῶν ἐκείνων·

«Ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν»

καί

«Οὗτός τοι Ῥώμης ὁ μέγας, ξένε, πατρίδος ἀστήρ»

καί

«Δίζω, ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον.»

Ὅταν δὲ λάβω τὰ Θρασυβούλου καὶ Πελοπίδου πρὸ ὀφθαλμῶν κατορθώματα καὶ τὸν ἐν Πλαταιαῖς Ἀριστείδην ἢ τὸν ἐν Μαραθῶνι Μιλτιάδην, ἐνταῦθα κατὰ τὸν Ἡρόδοτον «ἐξείργομαι» γνώμην εἰπεῖν, ὅτι τῷ πρακτικῷ βίῳ τὸ ἡδὺ πλέον ἢ τὸ καλὸν ἔστι. Μαρτυρεῖ δέ μοι καὶ Ἐπαμεινώνδας εἰπών, ὥς φασιν, ἥδιστον αὐτῷ γενέσθαι τὸ τοὺς τεκόντας ζῶντας ἐπιδεῖν τὸ ἐν Λεύκτροις τρόπαιον αὐτοῦ στρατηγοῦντος. Παραβάλωμεν οὖν τῇ Ἐπαμεινώνδου μητρὶ τὴν Ἐπικούρου, χαίρουσαν ὅτι τὸν υἱὸν ἐπεῖδεν εἰς τὸ κηπίδιον ἐνδεδυκότα καὶ κοινῇ μετὰ τοῦ Πολυαίνου παιδοποιούμενον ἐκ τῆς Κυζικηνῆς ἑταίρας. Τὴν μὲν γὰρ Μητροδώρου μητέρα καὶ τὴν ἀδελφὴν ὡς ὑπερέχαιρον ἐπὶ τοῖς γάμοις αὐτοῦ {καὶ} ταῖς πρὸς τὸν ἀδελφὸν ἀντιγραφαῖς, ἐκ τῶν βιβλίων δήπου δῆλόν ἐστιν.

«Ἀλλ´ ἡδέως τε βεβιωκέναι καὶ βρυάζειν καὶ καθυμνεῖν τὸν ἑαυτῶν βίον ἐκκραυγάζοντες λέγουσι.»

Καὶ γὰρ οἱ θεράποντες ὅταν Κρόνια δειπνῶσιν ἢ Διονύσια κατ´ ἀγρὸν ἄγωσι περιιόντες, οὐκ ἂν αὐτῶν τὸν ὀλολυγμὸν ὑπομείναις καὶ τὸν θόρυβον, ὑπὸ χαρμονῆς καὶ ἀπειροκαλίας τοιαῦτα ποιούντων καὶ φθεγγομένων

«Τί κάθῃ καὶ πίωμεν· οὐ καὶ σιτία
πάρεστιν; ὦ δύστηνε, μὴ σαυτῷ φθόνει.
Οἱ δ´ εὐθὺς ἠλάλαξαν, ἐν δ´ ἐκίρνατο
οἶνος· φέρων δὲ στέφανον ἀμφέθηκέ τις·
ὑμνεῖτο δ´ αἰσχρῶς κλῶνα πρὸς καλὸν δάφνης
ὁ Φοῖβος οὐ προσῳδά· τήν τ´ ἐναύλιον
ὠθῶν τις ἐξέκλαγξε σύγκοιτον φίλην.»

Ἦ γὰρ οὐ τούτοις ἔοικε τὰ Μητροδώρου πρὸς τὸν ἀδελφὸν γράφοντος·

«οὐδὲν δεῖ σῴζειν τοὺς Ἕλληνας οὐδ´ ἐπὶ σοφίᾳ στεφάνων παρ´ αὐτῶν τυγχάνειν, ἀλλ´ ἐσθίειν καὶ πίνειν οἶνον, ὦ Τιμόκρατες, ἀβλαβῶς τῇ γαστρὶ καὶ κεχαρισμένως.»

Καὶ πάλιν πού φησιν ἐν τοῖς αὐτοῖς γράμμασιν ὡς

«καὶ ἐχάρην καὶ ἐθαρσυνάμην, ὅτι ἔμαθον παρ´ Ἐπικούρου ὀρθῶς γαστρὶ χαρίζεσθαι·»

καί

«περὶ γαστέρα γάρ, ὦ φυσιολόγε Τιμόκρατες, τὸ ἀγαθόν.»

[17] Καὶ ἕωλον οἱ ἄνθρωποι τῆς ἡδονῆς τὸ μέγεθος καθάπερ κέντρῳ καὶ διαστήματι τῇ γαστρὶ περιγράφουσι, λαμπρᾶς δὲ καὶ βασιλικῆς καὶ φρόνημα ποιούσης μέγα καὶ φῶς καὶ γαλήνην ἀληθῶς εἰς ἅπαντας ἀναχεομένην χαρᾶς οὐκ ἔστι μετασχεῖν βίον ἀνέξοδον καὶ ἀπολίτευτον καὶ ἀφιλάνθρωπον καὶ ἀνενθουσίαστον εἰς τιμὴν καὶ χάριν ἀνελομένους. Οὐ γάρ τι φαῦλον ἡ ψυχὴ καὶ μικρὸν οὐδ´ ἀγεννές ἐστιν οὐδ´ ὥσπερ οἱ πολύποδες ἄχρι τῶν ἐδωδίμων ἐκτείνει τὰς ἐπιθυμίας,

ἀλλὰ ταύτην μὲν ὀξύτατος ἀποκόπτει κόρος ἀκαρὲς ὥρας μόριον ἀκμάσασαν, τῶν δὲ πρὸς τὸ καλὸν ὁρμῶν καὶ τὴν ἐπὶ τῷ καλῷ τιμὴν καὶ χάριν

«οὐκ ἔστιν αὐτῶν μέτρον ὁ τοῦ βίου χρόνος»,

ἀλλὰ τοῦ παντὸς αἰῶνος ἐπιδραττόμενον τὸ φιλότιμον καὶ φιλάνθρωπον ἐξαμιλλᾶται ταῖς πράξεσι καὶ ταῖς χάρισιν ἡδονὰς ἀμηχάνους ἐχούσαις, ἃς οὐδὲ φεύγοντες οἱ χρηστοὶ διαφεύγειν δύνανται, πανταχόθεν αὐτοῖς ἀπαντώσας καὶ περιεχομένας, ὅταν εὐφραίνωσι πολλοὺς εὐεργετοῦντες,

«Ἐρχόμενον δ´ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν».

Ὁ γὰρ οὕτω διαθεὶς ἑτέρους, ὥστε καὶ χαίρειν καὶ γάνυσθαι καὶ ποθεῖν ἅψασθαι καὶ προσαγορεῦσαι, δῆλός ἐστι καὶ τυφλῷ μεγάλας ἔχων ἐν ἑαυτῷ καὶ καρπούμενος ἡδονάς. ὅθεν οὐδὲ κάμνουσιν ὠφελοῦντες οὐδ´ ἀπαγορεύουσιν, ἀλλὰ τοιαύτας αὐτῶν ἀκούομεν φωνάς

«Πολλοῦ σε θνητοῖς ἄξιον τίκτει πατήρ»

καί

«Μή γε παυσώμεσθα δρῶντες εὖ βροτούς».

Καὶ τί δεῖ περὶ τῶν ἄκρως ἀγαθῶν λέγειν; εἰ γάρ τινι τῶν μέσως φαύλων μέλλοντι θνήσκειν ὁ κύριος, ἤτοι θεὸς ἢ βασιλεύς, ὥραν ἐπιδοίη μίαν, ὥστε χρησάμενον αὐτῇ πρός τινα καλὴν πρᾶξιν ἢ πρὸς ἀπόλαυσιν εὐθὺς τελευτᾶν, τίς ἂν ἐν τῷ χρόνῳ τούτῳ βούλοιτο μᾶλλον Λαΐδι συγγενέσθαι καὶ πιεῖν οἶνον Ἀριούσιον ἢ κτείνας Ἀρχίαν ἐλευθερῶσαι τὰς Θήβας; ἐγὼ μὲν οὐδένα νομίζω. Καὶ γὰρ τῶν μονομάχων ὁρῶ τοὺς μὴ παντάπασι θηριώδεις ἀλλ´ Ἕλληνας, ὅταν εἰσιέναι μέλλωσι, προκειμένων πολλῶν ἐδεσμάτων καὶ πολυτελῶν ἥδιον τὰ γύναια τοῖς φίλοις ἐν τῷ χρόνῳ τούτῳ παρακατατιθεμένους καὶ τοὺς οἰκέτας ἐλευθεροῦντας ἢ τῇ γαστρὶ χαριζομένους. Ἀλλὰ καί, εἴ τι μέγα περὶ τὰς τοῦ σώματος ἡδονάς, κοινόν ἐστι δήπου τοῦτο τοῖς πρακτικῶν πράγμασι· καὶ γὰρ «σῖτον ἔδουσιν»

καὶ

«Πίνουσιν αἴθοπα οἶνον»

καὶ μετὰ φίλων ἑστιῶνται πολύ γ´ οἶμαι προθυμότερον ἀπὸ τῶν ἀγώνων καὶ τῶν ἔργων, ὡς Ἀλέξανδρος καὶ Ἀγησίλαος καὶ νὴ Δία Φωκίων καὶ Ἐπαμεινώνδας, ἢ καθάπερ οὗτοι πρὸς πῦρ ἀλειψάμενοι καὶ τοῖς φορείοις ἀτρέμα διασεισθέντες, ἀλλὰ καταφρονοῦσι τούτων ἐν ἐκείναις ταῖς μείζοσιν ὄντες. Τί γὰρ ἂν λέγοι τις Ἐπαμεινώνδαν οὐκ ἐθελήσαντα δειπνεῖν, ὡς ἑώρα πολυτελέστερον τῆς οὐσίας τὸ δεῖπνον, ἀλλ´ εἰπόντα πρὸς τὸν φίλον

«Ἐγώ σ´ ᾤμην θύειν οὐχ ὑβρίζειν»;

Ὅπου καὶ Ἀλέξανδρος ἀπεώσατο τῆς Ἄδας τοὺς μαγείρους αὐτὸς εἰπὼν ἔχειν ἀμείνονας ὀψοποιούς, πρὸς μὲν ἄριστον τὴν νυκτοπορίαν πρὸς δὲ δεῖπνον τὴν ὀλιγαριστίαν· Φιλόξενον δὲ γράψαντα περὶ παίδων καλῶν, εἰ πρίηται, μικρὸν ἐδέησε τῆς ἐπιτροπῆς ἀποστῆσαι. Καίτοι τίνι μᾶλλον ἐξῆν; Ἀλλ´, ὥσπερ φησὶν Ἱπποκράτης δυοῖν πόνων τὸν ἥττονα ὑπὸ τοῦ μείζονος ἀμαυροῦσθαι, καὶ τῶν ἡδονῶν τὰς σωματικὰς αἱ πρακτικαὶ καὶ φιλότιμοι τῷ χαίροντι τῆς ψυχῆς δι´ ὑπερβολὴν καὶ μέγεθος ἐναφανίζουσι καὶ κατασβεννύουσιν.

[18] Εἰ τοίνυν, ὥσπερ λέγουσι, τὸ μεμνῆσθαι τῶν προτέρων ἀγαθῶν μέγιστόν ἐστι πρὸς τὸ ἡδέως ζῆν, Ἐπικούρῳ μὲν οὐδ´ ἂν εἷς ἡμῶν πιστεύσειεν ὅτι ταῖς μεγίσταις ἀλγηδόσι καὶ νόσοις ἐναποθνήσκων ἀντιπαρεπέμπετο τῇ μνήμῃ τῶν ἀπολελαυσμένων πρότερον ἡδονῶν. Εἰκόνα γὰρ ὄψεως ἐν βυθῷ συνταραχθέντι καὶ κλύδωνι μᾶλλον ἄν τις ἢ μνήμην ἡδονῆς διαμειδιῶσαν ἐν σφυγμῷ τοσούτῳ καὶ σπαραγμῷ σώματος ἐπινοήσειε. Τὰς δὲ τῶν πράξεων μνήμας οὐδεὶς ἂν οὐδὲ βουληθεὶς ἐκστήσειεν ἑαυτοῦ. Πότερον γὰρ ἢ πῶς οἷόν τ´ ἦν ἐπιλαθέσθαι τῶν Ἀρβήλων τὸν Ἀλέξανδρον ἢ τοῦ Λεοντιάδου τὸν Πελοπίδαν ἢ τῆς Σαλαμῖνος τὸν Θεμιστοκλέα; τὴν μὲν γὰρ ἐν Μαραθῶνι μάχην ἄχρι νῦν Ἀθηναῖοι καὶ τὴν ἐν Λεύκτροις Θηβαῖοι καὶ νὴ Δί´ ἡμεῖς τὴν Δαϊφάντου περὶ Ὑάμπολιν ἑορτάζομεν, ὡς ἴστε, καὶ θυσιῶν καὶ τιμῶν ἡ Φωκὶς ἐμπέπλησται, καὶ οὐδεὶς ἔστιν ἡμῶν, ἐφ´ οἷς αὐτὸς βέβρωκεν ἢ πέπωκεν οὕτως ἡδόμενος ὡς ἐφ´ οἷς ἐκεῖνοι κατώρθωσαν. Ἐννοεῖν οὖν πάρεστι, πόση τις εὐφροσύνη καὶ χαρὰ καὶ γηθοσύνη συνεβίωσεν αὐτοῖς τοῖς τούτων δημιουργοῖς, ὧν ἐν ἔτεσι πεντακοσίοις καὶ πλείοσιν οὐκ ἀποβέβληκεν ἡ μνήμη τὸ εὐφραῖνον.

«Καὶ μὴν ἀπὸ δόξης γίνεσθαί τινας ἡδονὰς Ἐπίκουρος ὡμολόγει.»

Τί δ´ οὐκ ἔμελλεν αὐτὸς οὕτως σπαργῶν περιμανῶς καὶ σφαδάζων πρὸς δόξαν, ὥστε μὴ μόνον ἀπολέγεσθαι τοὺς καθηγητὰς μηδὲ Δημοκρίτῳ τῷ τὰ δόγματα ῥήμασιν αὐτοῖς ἀφαιρουμένῳ ζυγομαχεῖν περὶ συλλαβῶν καὶ κεραιῶν, σοφὸν δὲ μηδένα φάναι πλὴν αὑτοῦ γεγονέναι καὶ τῶν μαθητῶν, ἀλλὰ γράφειν ὡς Κωλώτης μὲν αὐτὸν φυσιολογοῦντα προσκυνήσειε γονάτων ἁψάμενος, Νεοκλῆς δ´ ὁ ἀδελφὸς εὐθὺς ἐκ παίδων ἀποφαίνοιτο μηδένα σοφώτερον Ἐπικούρου γεγονέναι μηδ´ εἶναι, ἡ δὲ μήτηρ ἀτόμους ἔσχεν ἐν ἑαυτῇ τοιαύτας, οἷαι συνελθοῦσαι σοφὸν ἂν ἐγέννησαν; εἶτ´ οὐχ ὥσπερ Καλλικρατίδας ἔλεγε τὸν Κόνωνα μοιχεύειν τὴν θάλασσαν, οὕτως ἄν τις εἴποι τὸν Ἐπίκουρον αἰσχρῶς καὶ κρύφα πειρᾶν καὶ παραβιάζεσθαι τὴν δόξαν, οὐ τυγχάνοντα φανερῶς ἀλλ´ ἐρῶντα καὶ κατατεινόμενον; ὥσπερ γὰρ ὑπὸ λιμοῦ τὰ σώματα τροφῆς μὴ παρούσης ἀναγκάζεται παρὰ φύσιν ὑφ´ αὑτῶν τρέφεσθαι, τοιοῦτον ἡ φιλοδοξία ποιεῖ κακὸν ἐν ταῖς ψυχαῖς, ὅταν ἐπαίνων πεινῶντες παρ´ ἑτέρων μὴ τυγχάνωσιν, αὐτοὺς ἑαυτοὺς ἐπαινεῖν·

[19] Ἀλλ´ οἵ γε πρὸς ἔπαινον οὕτως καὶ δόξαν ἔχοντες ἆρ´ οὐχ ὁμολογοῦσι μεγάλας ἡδονὰς προΐεσθαι δι´ ἀσθένειαν ἢ μαλακίαν φεύγοντες ἀρχὰς καὶ πολιτείας καὶ φιλίας βασιλέων, ἀφ´ ὧν τὰ μεγάλα καὶ λαμπρὰ εἰς τὸν βίον γίνεσθαι ἔφη Δημόκριτος; οὐ γὰρ ἄν τινα πείσειεν ἀνθρώπων ὁ τὴν Νεοκλέους μαρτυρίαν καὶ τὴν Κωλώτου προσκύνησιν ἐν τοσούτῳ λόγῳ τιθέμενος καὶ ἀγαπῶν, ὡς οὐκ ἂν ὑπὸ τῶν Ἑλλήνων κροτηθεὶς Ὀλυμπίασιν ἐξεμάνη καὶ ἀνωλόλυξε, μᾶλλον δ´ ὄντως ὑπὸ χαρᾶς ἤρθη κατὰ τὸν Σοφοκλέα

«Γραίας ἀκάνθης πάππος ὣς φυσώμενος».

Εἴ γε μὴν τὸ εὐδοξεῖν ἡδύ, τὸ ἀδοξεῖν δήπου λυπηρόν· ἀδοξότερον δ´ ἀφιλίας ἀπραξίας ἀθεότητος ἡδυπαθείας ὀλιγωρίας οὐθέν ἐστι. Ταῦτα δὲ πάντες ἄνθρωποι πλὴν αὐτῶν ἐκείνων τῇ αἱρέσει προσεῖναι νομίζουσιν. «Ἀδίκως» φήσει τις. Ἀλλὰ τὴν δόξαν οὐ τὴν ἀλήθειαν σκοποῦμεν. Καὶ βιβλία μὲν μὴ λέγωμεν μηδὲ ψηφίσματα βλάσφημα πόλεων, ὅσα γέγραπται πρὸς αὐτούς φιλαπεχθῆμον γάρ. Εἰ δὲ χρησμοὶ καὶ μαντικὴ καὶ θεῶν πρόνοια καὶ γονέων πρὸς ἔκγονα στοργὴ καὶ ἀγάπησις καὶ πολιτεία καὶ ἡγεμονία καὶ τὸ ἄρχειν ἔνδοξόν ἐστι καὶ εὐκλεές, οὕτως ἀνάγκη τοὺς λέγοντας, ὡς οὐ δεῖ σῴζειν τοὺς Ἕλληνας ἀλλ´ ἐσθίειν καὶ πίνειν ἀβλαβῶς τῇ γαστρὶ καὶ κεχαρισμένως, ἀδοξεῖν καὶ κακοὺς νομίζεσθαι, νομιζομένους δὲ τοιούτους ἀνιᾶσθαι καὶ ζῆν ἀτερπῶς, εἴ γε δὴ τὸ καλὸν ἡδὺ καὶ τὴν εὐδοξίαν ἡγοῦνται.»

[20] Ταῦτ´ εἰπόντος τοῦ Θέωνος, ἐδόκει καταπαῦσαι τὸν περίπατον, καὶ καθάπερ εἰώθειμεν ἐπὶ τῶν βάθρων καθεζόμενοι πρὸς τοῖς εἰρημένοις ἦμεν σιωπῇ, χρόνον οὐ πολύν. Ὁ γὰρ Ζεύξιππος ἀπὸ τῶν εἰρημένων ἐννοήσας «τίς» ἔφη «τὰ λειπόμενα τῷ λόγῳ προσαποδίδωσι; καὶ γὰρ οὔπω {τὸ} προσῆκον ἔχει τέλος. {Ὃ} αὐτὸς ἄρτι μαντικῆς μνησθεὶς καὶ προνοίας ὑποβέβληκε ταῦτα γὰρ οὐχ ἥκιστά φασιν οἱ ἄνδρες ἡδονὴν καὶ γαλήνην καὶ θάρσος αὐτοῖς παρασκευάζειν εἰς τὸν βίον, ὥστε δεῖ τι λεχθῆναι καὶ περὶ τούτων.»

Ὑπολαβὼν δ´ ὁ Ἀριστόδημος

«Ἀλλὰ περὶ ἡδονῆς μὲν εἴρηται σχεδόν» εἶπεν, «ὡς εὐτυχῶν καὶ κατορθῶν ὁ λόγος αὐτῶν φόβον ἀφαιρεῖ τινα καὶ δεισιδαιμονίαν, εὐφροσύνην δὲ καὶ χαρὰν ἀπὸ τῶν θεῶν οὐκ ἐνδίδωσιν· ἀλλ´ οὕτως ἔχειν ποιεῖ πρὸς αὐτοὺς τῷ μὴ ταράττεσθαι μηδὲ χαίρειν, ὡς πρὸς τοὺς Ὑρκανοὺς ἢ Ἰχθυοφάγους ἔχομεν, οὔτε χρηστὸν οὐθὲν οὔτε φαῦλον ἀπ´ αὐτῶν προσδοκῶντες. Εἰ δὲ δεῖ προσθεῖναί τι τοῖς εἰρημένοις, ἐκεῖνό μοι δοκῶ λήψεσθαι παρ´ αὐτῶν πρῶτον, ὅτι τοῖς ἀναιροῦσι λύπας καὶ δάκρυα καὶ στεναγμοὺς ἐπὶ ταῖς τῶν φίλων τελευταῖς μάχονται καὶ λέγουσι τὴν εἰς τὸ ἀπαθὲς καθεστῶσαν ἀλυπίαν ἀφ´ ἑτέρου κακοῦ μείζονος ὑπάρχειν, ὠμότητος ἢ δοξοκοπίας ἀκράτου καὶ λύσσης· διὸ πάσχειν τι βέλτιον εἶναι καὶ λυπεῖσθαι καὶ νὴ Δία λιπαίνειν τοὺς ὀφθαλμοὺς καὶ τήκεσθαι, καὶ ὅσα δὴ παθαινομένοις γράφοντες ὑγροί τινες εἶναι καὶ φιλικοὶ δοκοῦσι. Ταῦτα γὰρ ἐν ἄλλοις τε πολλοῖς Ἐπίκουρος εἴρηκε καὶ περὶ τῆς Ἡγησιάνακτος τελευτῆς πρὸς Σωσίθεον τὸν πατέρα γράφων καὶ Πύρσωνα τὸν ἀδελφὸν τοῦ τεθνηκότος. Ἔναγχος γὰρ κατὰ τύχην τὰς ἐπιστολὰς διῆλθον αὐτοῦ· καὶ λέγω μιμούμενος, ὡς οὐχ ἧττόν ἐστι κακὸν ἀθεότης ὠμότητος καὶ δοξοκοπίας, εἰς ἣν ἄγουσιν ἡμᾶς οἱ τὴν χάριν ἐκ τοῦ θείου μετὰ τῆς ὀργῆς ἀναιροῦντες. Βέλτιον γὰρ ἐνυπάρχειν τι καὶ συγκεκρᾶσθαι τῇ περὶ θεῶν δόξῃ κοινὸν αἰδοῦς καὶ φόβου πάθος, ἢ {που} τοῦτο φεύγοντας μήτ´ ἐλπίδα μήτε χάριν ἑαυτοῖς μήτε θάρσος ἀγαθῶν παρόντων μήτε τινὰ δυστυχοῦσιν ἀποστροφὴν πρὸς τὸ θεῖον ἐναπολείπεσθαι.

[21] Δεῖ μὲν γὰρ ἀμέλει τῆς περὶ θεῶν δόξης ὥσπερ ὄψεως λήμην ἀφαιρεῖν τὴν δεισιδαιμονίαν· εἰ δὲ τοῦτ´ ἀδύνατον, μὴ συνεκκόπτειν μηδὲ τυφλοῦν τὴν πίστιν, ἣν οἱ πλεῖστοι περὶ θεῶν ἔχουσιν. αὕτη δ´ ἐστὶν οὐ φοβερά τις οὐδὲ σκυθρωπή, καθάπερ οὗτοι πλάττουσι, διαβάλλοντες τὴν πρόνοιαν ὥσπερ παισὶν Ἔμπουσαν ἢ Ποινὴν ἀλιτηριώδη καὶ τραγικὴν ἐπικρεμαμένην. ἀλλ´ ὀλίγοι μὲν τῶν ἀνθρώπων δεδίασι τὸν θεόν, οἷς οὐκ ἄμεινον μὴ δεδιέναι· δεδιότες γὰρ ὥσπερ ἄρχοντα χρηστοῖς ἤπιον ἐπαχθῆ δὲ φαύλοις ἑνὶ φόβῳ, δι´ ὃν οὐκ ἀδικοῦσι, πολλῶν ἐλευθεροῦνται τῶν ἐπὶ τῷ ἀδικεῖν, καὶ παρ´ αὑτοῖς ἀτρέμα τὴν κακίαν ἔχοντες οἷον ἀπομαραινομένην ἧττον ταράττονται τῶν χρωμένων αὐτῇ καὶ τολμώντων εἶτ´ εὐθὺς δεδιότων καὶ μεταμελομένων. Ἡ δὲ τῶν πολλῶν καὶ ἀμαθῶν καὶ οὐ πάνυ μοχθηρῶν διάθεσις πρὸς τὸν θεὸν ἔχει μὲν ἀμέλει τῷ σεβομένῳ καὶ τιμῶντι μεμιγμένον τινὰ σφυγμὸν καὶ φόβον, ᾗ καὶ δεισιδαιμονία κέκληται, μυριάκις δὲ πλεῖόν ἐστι καὶ μεῖζον αὐτῇ τὸ εὔελπι καὶ περιχαρὲς καὶ πᾶσαν εὐπραξίας ὄνησιν ὡς ἐκ θεῶν οὖσαν εὐχόμενον καὶ δεχόμενον. Δῆλον δὲ τεκμηρίοις τοῖς μεγίστοις· οὔτε γὰρ διατριβαὶ τῶν ἐν ἱεροῖς οὔτε καιροὶ τῶν ἑορτασμῶν οὔτε πράξεις οὔτ´ ὄψεις εὐφραίνουσιν ἕτεραι μᾶλλον ὧν ὁρῶμεν ἢ δρῶμεν αὐτοὶ περὶ τοὺς θεούς, ὀργιάζοντες ἢ χορεύοντες ἢ θυσίαις παρόντες καὶ τελεταῖς. οὐ γὰρ ὡς τυράννοις τισὶν ἢ δεινοῖς κολασταῖς ὁμιλοῦσα τηνικαῦτα ἡ ψυχὴ περίλυπός ἐστι καὶ ταπεινὴ καὶ δύσθυμος, ὅπερ εἰκὸς ἦν· ἀλλ´ ὅπου μάλιστα δοξάζει καὶ διανοεῖται παρεῖναι τὸν θεόν, ἐκεῖ μάλιστα λύπας καὶ φόβους καὶ τὸ φροντίζειν ἀπωσαμένη τῷ ἡδομένῳ μέχρι μέθης καὶ παιδιᾶς καὶ γέλωτος ἀφίησιν ἑαυτήν. ἐν τοῖς ἐρωτικοῖς, ὡς ὁ ποιητὴς εἴρηκε

«Καί τε γέρων καὶ γρῆυς, ἐπὴν χρυσῆς Ἀφροδίτης
μνήσωνται, καὶ τοῖσιν ἐπηέρθη φίλον ἦτορ,»

ἐν δὲ πομπαῖς καὶ θυσίαις οὐ μόνον γέρων καὶ γρῆυς οὐδὲ πένης καὶ ἰδιώτης ἀλλὰ

«Καὶ παχυσκελὴς ἀλετρὶς πρὸς μύλην κινουμένη»

καὶ οἰκότριβες καὶ θῆτες ὑπὸ γήθους καὶ χαρμοσύνης ἀναφέρονται· πλουσίοις τε καὶ βασιλεῦσιν ἑστιάσεις καὶ πανδαισίαι τινὲς πάρεισιν {ἀεί}, αἱ δ´ ἐφ´ ἱεροῖς καὶ θυηπολίαις, καὶ ὅταν ἔγγιστα τοῦ θείου τῇ ἐπινοίᾳ ψαύειν δοκῶσι μετὰ τιμῆς καὶ σεβασμοῦ, πολὺ διαφέρουσαν ἡδονὴν καὶ χάριν ἔχουσι. ταύτης οὐδὲν ἀνδρὶ μέτεστιν ἀπεγνωκότι τῆς προνοίας. οὐ γὰρ οἴνου πλῆθος οὐδ´ ὄπτησις κρεῶν τὸ εὐφραῖνόν ἐστιν ἐν ταῖς ἑορταῖς, ἀλλ´ ἐλπὶς ἀγαθὴ καὶ δόξα τοῦ παρεῖναι τὸν θεὸν εὐμενῆ καὶ δέχεσθαι τὰ γινόμενα κεχαρισμένως. αὐλὸν μὲν γὰρ ἐνίων ἑορτῶν καὶ στέφανον ἀφαιροῦμεν, θεοῦ δὲ θυσίᾳ μὴ παρόντος πρὸς ἱερῶν ἀποδοχὴν ἄθεόν ἐστι καὶ ἀνεόρταστον καὶ ἀνενθουσίαστον τὸ λειπόμενον· μᾶλλον δὲ 〈τὸ〉 ὅλον ἀτερπὲς αὐτῷ καὶ λυπηρόν· ὑποκρίνεται γὰρ εὐχὰς καὶ προσκυνήσεις οὐθὲν δεόμενος διὰ φόβον τῶν πολλῶν καὶ φθέγγεται φωνὰς ἐναντίας οἷς φιλοσοφεῖ· καὶ θύων μὲν ὡς μαγείρῳ παρέστηκε τῷ ἱερεῖ σφάττοντι, θύσας δ´ ἄπεισι λέγων τὸ Μενάνδρειον

«Ἔθυον οὐ προσέχουσιν οὐδέν μοι θεοῖς»·

οὕτως γὰρ Ἐπίκουρος οἴεται δεῖν σχηματίζεσθαι καὶ μὴ καταφρονεῖν μηδ´ ἀπεχθάνεσθαι τοῖς πολλοῖς, οἷς χαίρουσιν ἕτεροι πράττοντας, αὐτοὺς δυσχεραίνοντας·

«Πᾶν γὰρ ἀναγκαῖον πρᾶγμ´ ὀδυνηρὸν ἔφυ»

κατὰ τὸν Εὔηνον.

ᾗ καὶ τοὺς δεισιδαίμονας οὐ χαίροντας ἀλλὰ φοβουμένους οἴονται θυσίαις καὶ τελεταῖς ὁμιλεῖν, μηθὲν ἐκείνων αὐτοὶ διαφέροντες, εἴ γε δὴ διὰ φόβον τὰ αὐτὰ δρῶσιν, οὐδ´ ἐλπίδος χρηστῆς ὅσον ἐκεῖνοι μεταλαγχάνοντες, ἀλλὰ μόνον δεδιότες καὶ ταραττόμενοι μὴ φανεροὶ γένωνται τοὺς πολλοὺς παραλογιζόμενοι καὶ φενακίζοντες· ἐφ´ οὓς καὶ τὰ περὶ θεῶν καὶ ὁσιότητος αὐτοῖς βιβλία συντέτακται,

«Ἑλικτὰ καὶ οὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ»

ἐπαμπεχομένοις καὶ ἀποκρυπτομένοις διὰ φόβον ἃς ἔχουσι δόξας.

[22] καὶ μὴν μετά γε τοὺς πονηροὺς καὶ τοὺς πολλοὺς τρίτον ἤδη σκεψώμεθα τὸ βέλτιστον ἀνθρώπων καὶ θεοφιλέστατον γένος ἐν ἡλίκαις ἡδοναῖς καθαραῖς περὶ θεοῦ δόξαις συνόντες, ὡς πάντων μὲν ἡγεμὼν ἀγαθῶν πάντων δὲ πατὴρ καλῶν ἐκεῖνός ἐστι, καὶ φαῦλον οὐθὲν ποιεῖν αὐτῷ θέμις ὥσπερ οὐδὲ πάσχειν. «ἀγαθὸς γάρ ἐστιν, ἀγαθῷ δὲ περὶ οὐδενὸς ἐγγίνεται φθόνος», οὔτε φόβος οὔτ´ ὀργὴ ἢ μῖσος· οὐδὲ γὰρ θερμοῦ τὸ ψύχειν ἀλλὰ {τὸ} θερμαίνειν, ὥσπερ οὐδ´ ἀγαθοῦ τὸ βλάπτειν. ὀργὴ δὲ χάριτος καὶ χόλος εὐμενείας καὶ τοῦ φιλανθρώπου καὶ φιλόφρονος τὸ δυσμενὲς καὶ ταρακτικὸν ἀπωτάτω τῇ φύσει τέτακται· τὰ μὲν γὰρ ἀρετῆς καὶ δυνάμεως τὰ δ´ ἀσθενείας ἐστὶ καὶ φαυλότητος. οὐ τοίνυν ὀργαῖς καὶ χάρισι, συνέχεται τὸ θεῖον, ἀλλ´ ὅτι χαρίζεσθαι καὶ βοηθεῖν πέφυκεν, ὀργίζεσθαι καὶ κακῶς ποιεῖν οὐ πέφυκεν. ἀλλ´

«ὁ μὲν μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων ἄνω πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος»,

τῶν δ´ ἄλλων θεῶν ὁ μέν ἐστιν Ἐπιδώτης ὁ δὲ Μειλίχιος ὁ δ´ Ἀλεξίκακος· ὁ δ´ Ἀπόλλων «κατεκρίθη θνατοῖς ἀγανώτατος ἔμμεν» ὡς Πίνδαρός φησι. πάντα δὲ τῶν θεῶν κατὰ τὸν Διογένη, καὶ κοινὰ τὰ τῶν φίλων, καὶ φίλοι τοῖς θεοῖς οἱ ἀγαθοί, καὶ τὸν θεοφιλῆ μή τι εὖ πράττειν ἢ θεοφιλῆ 〈μὴ〉 εἶναι τὸν σώφρονα καὶ δίκαιον ἀδύνατόν ἐστιν. ἆρά γε δίκης ἑτέρας οἴεσθε δεῖσθαι τοὺς ἀναιροῦντας τὴν πρόνοιαν, οὐχ ἱκανὴν ἔχειν ἐκκόπτοντας ἑαυτῶν ἡδονὴν καὶ χαρὰν τοσαύτην, ὅση πάρεστι τοῖς οὕτω διακειμένοις πρὸς τὸ δαιμόνιον; ἢ τῷ μὲν Ἐπικούρῳ καὶ Μητρόδωρος καὶ Πολύαινος καὶ Ἀριστόβουλος «ἐκθάρσημα» καὶ «γῆθος ἦσαν», ὧν τοὺς πλείστους θεραπεύων νοσοῦντας ἢ καταθρηνῶν ἀποθνήσκοντας διετέλεσε, Λυκοῦργος δ´ ὑπὸ τῆς Πυθίας προσαγορευθείς

«Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ´ ἔχουσι»

Καὶ Σωκράτης οἰόμενος αὑτῷ διαλέγεσθαι τὸ δαιμόνιον ὑπ´ εὐμενείας καὶ Πίνδαρος ἀκούων ὑπὸ τοῦ Πανὸς ᾄδεσθαί τι μέλος ὧν αὐτὸς ἐποίησε μετρίως ἔχαιρεν; ἢ Φορμίων τοὺς Διοσκόρους ἢ τὸν Ἀσκληπιὸν Σοφοκλῆς ξενίζειν αὐτός τε πειθόμενος καὶ τῶν ἄλλων οὕτως ἐχόντων διὰ τὴν γενομένην ἐπιφάνειαν; ἃ δ´ Ἑρμογένης ἐφρόνει περὶ τῶν θεῶν, ἄξιόν ἐστιν αὐτοῖς ὀνόμασι διαμνημονεῦσαι.

«Οὗτοι γάρ» φησίν «οἱ πάντα μὲν εἰδότες πάντα δὲ δυνάμενοι θεοὶ οὕτω μοι φίλοι εἰσίν, ὡς διὰ τὸ ἐπιμελεῖσθαί μου οὔποτε λήθω αὐτοὺς οὔτε νυκτὸς οὔθ´ ἡμέρας ὅποι ἂν ὁρμῶμαι οὔθ´ ὅ τι ἂν μέλλω πράττειν· διὰ δὲ τὸ προειδέναι καὶ ὅ τι ἐξ ἑκάστου ἀποβήσεται σημαίνουσι, πέμποντες ἀγγέλους φήμας καὶ ἐνύπνια καὶ οἰωνούς.»

[23] Καλὰ μὲν οὖν εἰκὸς εἶναι καὶ τὰ γινόμενα παρὰ τῶν θεῶν· τὸ δὲ γίνεσθαι διὰ τῶν θεῶν ταῦτ´ αὐτὸ μεγάλην ἡδονὴν ποιεῖ καὶ θάρσος ἀμήχανον καὶ φρόνημα καὶ χαρὰν οἷον αὐγὴν ἐπιγελῶσαν τοῖς ἀγαθοῖς. οἱ δ´ ἄλλως ἔχοντες τῆς μὲν εὐτυχίας τὸ ἥδιστον κολούουσι, ταῖς δὲ δυστυχίαις ἀποστροφὴν οὐκ ἀπολείπουσιν, ἀλλ´ εἰς μίαν καταφυγὴν καὶ λιμένα πράττοντες κακῶς τὴν διάλυσιν καὶ τὴν ἀναισθησίαν ἀποβλέπουσιν· ὥσπερ εἴ τις ἐν πελάγει καὶ χειμῶνι θαρρυνῶν ἐπιστὰς λέγοι μήτε τινὰ τὴν ναῦν ἔχειν κυβερνήτην μήτε τοὺς Διοσκόρους αὐτοῖς ἀφίξεσθαι «ἐπερχόμενόν τε μαλάξοντας βίαιον πόντον ὠκείας τ´ ἀνέμων ῥιπάς», οὐδὲν δ´ ὅμως εἶναι δεινόν, ἀλλ´ ὅσον οὐδέπω καταποθήσεσθαι τὴν ναῦν ὑπὸ τῆς θαλάττης ἢ συντριβήσεσθαι ταχὺ πρὸς πέτρας ἐκπεσοῦσαν. οὗτος γάρ ἐστιν ὁ Ἐπικούρειος λόγος ἐν νόσοις δειναῖς καὶ πόνοις ὑπερβάλλουσιν·

«Ἐλπίζεις τι χρηστὸν παρὰ θεῶν δι´ εὐσέβειαν; τετύφωσαι· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον οὔτ´ ὀργαῖς οὔτε χάρισι συνέχεται. βέλτιόν τι τῶν ἐν τῷ βίῳ μετὰ τὸν βίον ἐπινοεῖς; ἐξηπάτησαι· τὸ γὰρ διαλυθὲν ἀναισθητεῖ τὸ δ´ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς.»

Πῶς οὖν, ἄνθρωπε, φαγεῖν με καὶ χαίρειν κελεύεις; ὅτι νὴ Δία χειμαζομένῳ τὸ ναυάγιον ἐγγύς ἐστιν· «ὁ γὰρ πόνος ὁ ὑπερβάλλων συνάψει θανάτῳ.» καίτοι νεὼς μὲν ἐκπεσὼν ἐπιβάτης διαλυθείσης ἐπ´ ἐλπίδος ὀχεῖταί τινος ὡς γῇ προσέξων τὸ σῶμα καὶ διανηξόμενος, τῆς δὲ τούτων φιλοσοφίας

«Ἔκβασις οὔπη φαίνεθ´ ἁλὸς πολιοῖο θύραζε»

τῇ ψυχῇ, ἀλλ´ εὐθὺς ἠφάνισται καὶ διέσπαρται καὶ προαπόλωλε τοῦ σώματος· ὥσθ´ ὑπερχαίρειν τὸ πάνσοφον τοῦτο δόγμα καὶ θεῖον παραλαβοῦσαν, ὅτι τοῦ κακῶς πράττειν πέρας ἐστὶν αὐτῇ τὸ ἀπολέσθαι καὶ φθαρῆναι καὶ μηδὲν εἶναι.

[24] «Ἀλλὰ γάρ» ἔφη πρὸς ἐμὲ βλέψας «εὔηθές ἐστι καὶ περὶ τούτου λέγειν ἡμᾶς, σοῦ πρῴην ἀκηκοότας ἱκανῶς διαλεγομένου πρὸς τοὺς ἀξιοῦντας τὸν Ἐπικούρου λόγον τοῦ Πλάτωνος περὶ ψυχῆς ῥᾴονας καὶ ἡδίους ἡμᾶς ποιεῖν πρὸς θάνατον.»

Ὑπολαβὼν οὖν ὁ Ζεύξιππος «εἶθ´ οὗτος» ἔφη «δι´ ἐκεῖνον ἀτελὴς ὁ λόγος ἔσται, καὶ φοβηθησόμεθα ταυτολογεῖν πρὸς Ἐπίκουρον λέγοντες;»

«Ἥκιστα» ἔφην ἐγώ· «καὶ δὶς γὰρ ὃ δεῖ καλόν ἐστιν ἀκοῦσαι κατ´ Ἐμπεδοκλέα. πάλιν οὖν ὁ Θέων ἡμῖν παρακλητέος· οὐ γὰρ αὐτὸν οἶμαι 〈παρέργως〉 παρεῖναι τοῖς τότε λεχθεῖσιν, ἀλλὰ καὶ νέος ἐστὶ καὶ οὐ δέδιε μὴ λήθης εὐθύνας ὑπόσχῃ τοῖς νέοις.»

[25] Καὶ ὁ Θέων ὥσπερ ἐκβιασθείς

«ἀλλ´ εἰ δοκεῖ ταῦτα» ἔφη «ποιεῖν, οὐ μιμήσομαί σε, ὦ Ἀριστόδημε. σὺ μὲν γὰρ ἐφοβήθης τὰ τούτου λέγειν, ἐγὼ δὲ χρήσομαι τοῖς σοῖς. ὀρθῶς γάρ μοι διαιρεῖν ἔδοξας εἰς τρία γένη τοὺς ἀνθρώπους, τὸ τῶν ἀδίκων καὶ πονηρῶν, δεύτερον δὲ τὸ τῶν πολλῶν καὶ ἰδιωτῶν, τρίτον δὲ τὸ τῶν ἐπιεικῶν καὶ νοῦν ἐχόντων. οἱ μὲν οὖν ἄδικοι καὶ πονηροὶ τὰς καθ´ Ἅιδου δίκας καὶ τιμωρίας δεδιότες καὶ φοβούμενοι κακουργεῖν καὶ διὰ τοῦτο μᾶλλον ἡσυχίαν ἄγοντες ἥδιον βιώσονται καὶ ἀταρακτότερον. οὐ γὰρ Ἐπίκουρος ἄλλῳ τινὶ τῆς ἀδικίας οἴεται δεῖν ἀπείργειν ἢ φόβῳ κολάσεων. ὥστε καὶ προσεμφορητέον ἐκείνοις τῆς δεισιδαιμονίας καὶ κινητέον ἐπ´ αὐτοὺς ἅμα τὰ ἐξ οὐρανοῦ καὶ γῆς δείματα καὶ χάσματα καὶ φόβους καὶ ὑπονοίας, εἰ μέλλουσιν ἐκπλαγέντες ὑπὸ τούτων ἐπιεικέστερον ἔχειν καὶ πραότερον. λυσιτελεῖ γὰρ αὐτοῖς τὰ μετὰ τὸν θάνατον φοβουμένοις μὴ ἀδικεῖν ἢ ἀδικοῦσιν ἐπισφαλῶς ἐν τῷ βίῳ διάγειν καὶ περιφόβως.

[26] Τοῖς δὲ πολλοῖς καὶ ἄνευ φόβου περὶ τῶν ἐν Ἅιδου ἡ παρὰ τὸ μυθῶδες τῆς ἀιδιότητος ἐλπίς. καὶ ὁ πόθος τοῦ εἶναι, πάντων ἐρώτων πρεσβύτατος ὢν καὶ μέγιστος, ἡδοναῖς ὑπερβάλλει καὶ γλυκυθυμίαις τὸ παιδικὸν ἐκεῖνο δέος. ᾗ καὶ τέκνα καὶ γυναῖκας καὶ φίλους ἀποβάλλοντες εἶναί που μᾶλλον ἐθέλουσι καὶ διαμένειν κακοπαθοῦντας ἢ παντάπασιν ἐξῃρῆσθαι καὶ διεφθάρθαι καὶ γεγονέναι τὸ μηθέν· ἡδέως δὲ τῶν ὀνομάτων τοῦ μεθίστασθαι τὸν θνήσκοντα καὶ μεταλλάττειν καὶ ὅσα δηλοῖ μεταβολὴν ὄντα τῆς ψυχῆς οὐ φθορὰν τὸν θάνατον ἀκροῶνται καὶ λέγουσιν οὕτως

«αὐτὰρ ἐγὼ κἀκεῖθι φίλου μεμνήσομ´ ἑταίρου»

καί

«τί σοι πρὸς Ἕκτορ´ ἢ γέροντ´ εἴπω πόσιν;»

ἐκ δὲ τούτου παρατροπῆς γενομένης καὶ ὅπλα καὶ σκεύη καὶ ἱμάτια συνήθη τοῖς τεθνηκόσι καὶ ὡς ὁ Μίνως τῷ Γλαύκῳ, «Κρητικοὺς αὐλοὺς θανοῦσι κῶλα ποικίλης νεβροῦ» συνθάπτοντες ἥδιον ἔχουσι. κἄν τι δόξωσιν αἰτεῖν καὶ ποθεῖν ἐκείνους, χαίρουσιν ἐπιδιδόντες· ὥσπερ ὁ Περίανδρος τῇ γυναικὶ τὸν κόσμον ὡς δεομένῃ καὶ ῥιγοῦν λεγούσῃ συγκατέκαυσεν. οἱ δ´ Αἰακοὶ καὶ Ἀσκάλαφοι καὶ Ἀχέροντες οὐ πάνυ διαταράττουσιν, οἷς γε καὶ χοροὺς καὶ θέατρα καὶ μοῦσαν ἡδομένοις παντοδαπὴν γενομένου δεδώκασιν. ἀλλ´ ἐκεῖνο τοῦ θανάτου τὸ πρόσωπον ὡς φοβερὸν καὶ σκυθρωπὸν καὶ σκοτεινὸν ἅπαντες ὑποδειμαίνουσι, τὸ τῆς ἀναισθησίας καὶ λήθης καὶ ἀγνοίας· καὶ πρὸς τό «ἀπόλωλε» καὶ τό «ἀνῄρηται» καὶ τό «οὐκ ἔστι» ταράσσονται καὶ δυσανασχετοῦσι τούτων λεγομένων·

«τὸ ἔπειτα κείσεται βαθυδένδρῳ
ἐν χθονὶ συμποσίων τε καὶ λυρᾶν ἄμοιρος
ἰαχᾶς τε παντερπέος αὐλῶν·»

καί

«ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
οὔθ´ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.»

[27] ἣν καὶ προεπισφάττουσιν οἱ ταυτὶ λέγοντες

«ἅπαξ ἄνθρωποι γεγόναμεν, δὶς δ´ οὐκ ἔστι γενέσθαι· δεῖ δὲ τὸν αἰῶνα μηκέτ´ εἶναι.»

καὶ γὰρ τὸ παρὸν ὡς μικρὸν μᾶλλον δὲ μηδ´ ὁτιοῦν πρὸς τὸ σύμπαν ἀτιμάσαντες ἀναπόλαυστον προΐενται, καὶ ὀλιγωροῦσιν ἀρετῆς καὶ πράξεως οἷον ἐξαθυμοῦντες καὶ καταφρονοῦντες ἑαυτῶν ὡς ἐφημέρων καὶ ἀβεβαίων καὶ πρὸς οὐθὲν ἀξιόλογον γεγονότων. τὸ γάρ

«ἀναισθητεῖν τὸ διαλυθὲν καὶ μηθὲν εἶναι πρὸς ἡμᾶς τὸ ἀναισθητοῦν»

οὐκ ἀναιρεῖ τὸ τοῦ θανάτου δέος ἀλλ´ ὥσπερ ἀπόδειξιν αὐτοῦ προστίθησιν. αὐτὸ γὰρ τοῦτ´ ἐστὶν ὃ δέδοικεν ἡ φύσις·

«ἀλλ´ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε»,

τὴν εἰς τὸ μὴ φρονοῦν μηδ´ αἰσθανόμενον διάλυσιν τῆς ψυχῆς, ἣν Ἐπίκουρος εἰς κενὸν καὶ ἀτόμους διασπορὰν ποιῶν ἔτι μᾶλλον ἐκκόπτει τὴν ἐλπίδα τῆς ἀφθαρσίας, δι´ ἣν ὀλίγου δέω λέγειν πάντας εἶναι καὶ πάσας προθύμους τῷ Κερβέρῳ διαδάκνεσθαι καὶ φορεῖν εἰς τὸν τρητόν, ὅπως ἐν τῷ εἶναι μόνον διαμένωσι μηδ´ ἀναιρεθῶσι. καίτοι ταῦτα μέν, ὥσπερ ἔφην, οὐ πάνυ πολλοὶ δεδίασι, μητέρων ὄντα καὶ τιτθῶν δόγματα καὶ λόγους μυθώδεις, οἱ δὲ καὶ δεδιότες τελετάς τινας αὖ πάλιν καὶ καθαρμοὺς οἴονται βοηθεῖν, οἷς ἁγνισάμενοι διατελεῖν ἐν Ἅιδου παίζοντες καὶ χορεύοντες ἐν τόποις αὐγὴν καὶ πνεῦμα καθαρὸν καὶ φέγγος ἔχουσιν. ἡ δὲ τοῦ ζῆν στέρησις ἐνοχλεῖ καὶ νέους καὶ γέροντας·

«δυσέρωτες γὰρ φαινόμεθ´ ὄντες
τοῦδ´, ὅ τι τόδε στίλβει κατὰ γῆν»

ὡς Εὐριπίδης φησίν. οὐδὲ ῥᾳδίως οὐδ´ ἀλύπως ἀκούομεν

«ὣς ἄρ´ εἰπόντα μιν τηλαυγὲς ἀμβρόσιον
ἐλασίππου πρόσωπον ἀπέλιπεν ἁμέρας».

[28] Διὸ τῇ δόξῃ τῆς ἀθανασίας συναναιροῦσι τὰς ἡδίστας ἐλπίδας καὶ μεγίστας τῶν πολλῶν. τί δῆτα τῶν ἀγαθῶν οἰόμεθα καὶ βεβιωκότων ὁσίως καὶ δικαίως, - - - κακὸν μὲν οὐθὲν ἐκεῖ τὰ δὲ κάλλιστα καὶ θειότατα προσδοκῶσι; πρῶτον μὲν γάρ, ἀθληταὶ στέφανον οὐκ ἀγωνιζόμενοι λαμβάνουσιν ἀλλ´ ἀγωνισάμενοι καὶ νικήσαντες, οὕτως ἡγούμενοι τοῖς ἀγαθοῖς τὰ νικητήρια τοῦ βίου μετὰ τὸν βίον ὑπάρχειν θαυμάσιον οἷον φρονοῦσι τῇ ἀρετῇ πρὸς ἐκείνας τὰς ἐλπίδας· ἐν αἷς ἐστι καὶ τοὺς νῦν ὑβρίζοντας ὑπὸ πλούτου καὶ δυνάμεως καὶ καταγελῶντας ἀνοήτως τῶν κρειττόνων ἐπιδεῖν ἀξίαν δίκην τίνοντας. ἔπειτα τῆς ἀληθείας καὶ θέας τοῦ ὄντος οὐδεὶς ἐνταῦθα τῶν ἐρώντων ἐνέπλησεν ἑαυτὸν ἱκανῶς, οἷον δι´ ὁμίχλης ἢ νέφους τοῦ σώματος ὑγρῷ καὶ ταραττομένῳ τῷ λογισμῷ χρώμενος, ἀλλ´ ὄρνιθος δίκην ἄνω βλέποντες ὡς ἐκπτησόμενοι τοῦ σώματος εἰς μέγα τι καὶ λαμπρόν, εὐσταλῆ καὶ ἐλαφρὰν ποιοῦσι τὴν ψυχὴν ἀπὸ τῶν θνητῶν, τῷ φιλοσοφεῖν μελέτῃ χρώμενοι τοῦ ἀποθνήσκειν. οὕτως μέγα τι καὶ τέλεον ὄντως ἀγαθὸν ἡγοῦνται τὴν τελευτήν, ὡς βίον ἀληθῆ βιωσομένην ἐκεῖ τὴν ψυχήν, οὐχ ὕπαρ νῦν ζῶσαν ἀλλ´ ὀνείρασιν ὅμοια πάσχουσαν. εἰ τοίνυν «ἡδὺ πανταχόθεν ἡ φίλου μνήμη τεθνηκότος», ὥσπερ Ἐπίκουρος εἶπε, καὶ ἤδη νοεῖν πάρεστιν ἡλίκης ἑαυτοὺς χαρᾶς ἀποστεροῦσι φάσματα 〈μὲν〉 καὶ εἴδωλα τεθνηκότων ἑταίρων οἰόμενοι δέχεσθαι καὶ θηρεύειν, οἷς οὔτε νοῦς ἐστιν οὔτ´ αἴσθησις, αὐτοῖς δὲ συνέσεσθαι πάλιν ἀληθῶς καὶ τὸν φίλον πατέρα καὶ τὴν φίλην μητέρα καί που γυναῖκα χρηστὴν ὄψεσθαι μὴ προσδοκῶντες μηδ´ ἔχοντες ἐλπίδα τῆς ὁμιλίας ἐκείνης καὶ φιλοφροσύνης, ἣν ἔχουσιν οἱ τὰ αὐτὰ Πυθαγόρᾳ καὶ Πλάτωνι καὶ Ὁμήρῳ περὶ ψυχῆς δοξάζοντες. ᾧ δ´ ὅμοιόν ἐστιν αὐτῶν τὸ πάθος, Ὅμηρος ὑποδεδήλωκεν, εἴδωλον τοῦ Αἰνείου καταβαλὼν εἰς μέσον τοῖς μαχομένοις ὡς τεθνηκότος, εἶθ´ ὕστερον αὐτὸν ἐκεῖνον ἀναδείξας «ζωὸν καὶ ἀρτεμέα προσιόντα καὶ μένος ἐσθλὸν ἔχοντα» τοῖς φίλοις, «οἱ δ´ ἐχάρησαν» φησί, καὶ τὸ εἴδωλον μεθέμενοι περιέσχον αὐτόν. οὐκοῦν καὶ ἡμεῖς τοῦ λόγου δεικνύοντος, ὡς ἔστιν ἐντυχεῖν ἀληθῶς τοῖς τεθνεῶσι καὶ τῷ φιλοῦντι τοῦ φρονοῦντος αὐτοῦ καὶ φιλοῦντος ἅψασθαι καὶ συγγενέσθαι, - - - μὴ δυναμένους μηδ´ ἀπορρῖψαι τὰ εἴδωλα πάντα καὶ τοὺς φλοιούς, ἐφ´ οἷς ὀδυρόμενοι καὶ κενοπαθοῦντες διατελοῦσιν.

[29] Ἄνευ δὲ τούτου, οἱ μὲν ἑτέρου βίου τὸν θάνατον ἀρχὴν κρείττονος νομίζοντες, ἐάν τ´ ἐν ἀγαθοῖς ὦσι, μᾶλλον ἥδονται μείζονα προσδοκῶντες· ἄν τε μὴ κατὰ γνώμην τῶν ἐνταῦθα τυγχάνωσιν, οὐ πάνυ δυσχεραίνουσιν, ἀλλ´ αἱ τῶν μετὰ τὸν θάνατον ἀγαθῶν καὶ καλῶν ἐλπίδες ἀμηχάνους ἡδονὰς καὶ προσδοκίας ἔχουσαι πᾶν μὲν ἔλλειμμα πᾶν δὲ πρόσκρουσμα τῆς ψυχῆς ἐξαλείφουσι καὶ ἀφανίζουσιν ὥσπερ ἐν ὁδῷ μᾶλλον δ´ ὁδοῦ παρατροπῇ βραχείᾳ ῥᾳδίως τὰ συντυγχάνοντα καὶ μετρίως φερούσης. οἷς δ´ ὁ βίος εἰς ἀναισθησίαν περαίνει καὶ διάλυσιν, τούτοις ὁ θάνατος οὐ τῶν κακῶν μεταβολὴν 〈ἀλλὰ τῶν ἀγαθῶν ἀποβολὴν〉 ἐπιφέρων, ἀμφοτέροις μέν ἐστι λυπηρός, μᾶλλον 〈δὲ〉 τοῖς εὐτυχοῦσιν ἢ τοῖς ἐπιπόνως ζῶσι; τούτων μὲν γὰρ ἀποκόπτει τὴν ἄδηλον ἐλπίδα τοῦ πράξειν ἄμεινον, ἐκείνων δὲ βέβαιον ἀγαθόν, τὸ ἡδέως ζῆν, ἀφαιρεῖται. καὶ καθάπερ οἶμαι τὰ μὴ χρηστὰ τῶν φαρμάκων ἀλλ´ ἀναγκαῖα, κουφίζοντα τοὺς νοσοῦντας ἐπιτρίβει καὶ λυμαίνεται τοὺς ὑγιαίνοντας, οὕτως ὁ Ἐπικούρου λόγος τοῖς μὲν ἀθλίως ζῶσιν οὐκ εὐτυχῆ τοῦ κακῶς πράσσειν τελευτὴν ἐπαγγέλλεται τὴν διάλυσιν καὶ ἀναίρεσιν τῆς ψυχῆς, τῶν δὲ φρονίμων καὶ σοφῶν καὶ βρυόντων ἀγαθοῖς παντάπασι κολούει τὸ εὔθυμον, ἐκ τοῦ ζῆν μακαρίως εἰς τὸ μὴ ζῆν μηδ´ εἶναι καταστρέφων. αὐτόθεν μὲν οὖν ἐστι δῆλον, ὡς ἀγαθῶν ἀποβολῆς ἐπίνοια λυπεῖν πέφυκεν, ὅσον ἐλπίδες βέβαιοι καὶ ἀπολαύσεις εὐφραίνουσι παρόντων.

[30] οὐ μὴν ἀλλὰ καὶ λέγουσιν αὑτοῖς κακῶν ἀπαύστων {καὶ} ἀορίστων λυθεῖσαν ὑποψίαν ἀγαθὸν βεβαιότατον καὶ ἥδιστον ἀπολιπεῖν τὴν ἐπίνοιαν τοῦ λελύσθαι· καὶ τοῦτο ποιεῖν τὸν Ἐπικούρου λόγον, ἱστάντα τοῦ θανάτου τὸ δέος ἐν τῇ διαλύσει τῆς ψυχῆς. εἴπερ οὖν ἥδιστόν ἐστιν ἀπαλλαγὴ προσδοκίας κακῶν ἀπείρων, πῶς οὐκ ἀνιαρὸν αἰωνίων ἀγαθῶν ἐλπίδος στερεῖσθαι καὶ τὴν ἀκροτάτην εὐδαιμονίαν ἀποβαλεῖν; ἀγαθὸν μὲν γὰρ οὐδετέροις, ἀλλὰ πᾶσι τοῖς οὖσι τὸ μὴ εἶναι παρὰ φύσιν καὶ ἀλλότριον· ὧν δ´ ἀφαιρεῖ τὰ τοῦ βίου κακὰ τῷ τοῦ θανάτου κακῷ, τὸ ἀναίσθητον ἔχουσι παραμύθιον ὥσπερ ἀποδιδράσκοντες, καὶ τοὐναντίον, οἷς ἐξ ἀγαθῶν εἰς τὸ μηδὲν μεταβολή, φοβερώτατον ὁρῶσι τέλος, ἐν ᾧ παύσεται τὸ μακάριον. οὐ γὰρ ὡς ἀρχὴν ἑτέρου τὴν ἀναισθησίαν δέδιεν ἡ φύσις, ἀλλ´ ὅτι τῶν παρόντων ἀγαθῶν στέρησίς ἐστι. τὸ γάρ «οὐ πρὸς ἡμᾶς» παντὸς ἀναιρέσει τοῦ ἡμετέρου γινόμενον ἤδη πρὸς ἡμᾶς ἐστι τῇ ἐπινοίᾳ, καὶ τὸ ἀναίσθητον οὐ λυπεῖ τότε τοὺς μὴ ὄντας, ἀλλὰ τοὺς ὄντας εἰς τὸ μὴ εἶναι βαπτομένους ὑπ´ αὐτοῦ καὶ μηδαμῶς ἐκδυσομένους. ὅθεν οὐδ´ ὁ Κέρβερος οὐδ´ ὁ Κωκυτὸς ἀόριστον ἐποίησε τοῦ θανάτου τὸ δέος, ἀλλ´ ἡ τοῦ μὴ ὄντος ἀπειλή, μεταβολὴν εἰς τὸ εἶναι πάλιν οὐκ ἔχουσα τοῖς φθαρεῖσι· «δὶς γὰρ οὐκ ἔστι γενέσθαι, δεῖ δὲ τὸν αἰῶνα μὴ εἶναι» κατ´ Ἐπίκουρον. εἰ γάρ ἐστι πέρας τῷ {εἶναι τὸ} μὴ εἶναι, τοῦτο δ´ ἀπέραντον καὶ ἀμετάστατον, εὕρηται κακὸν αἰώνιον ἡ τῶν ἀγαθῶν στέρησις ἀναισθησίᾳ μηδέποτε παυσομένῃ. καὶ σοφώτερος Ἡρόδοτος εἰπὼν ὡς

«ὁ θεὸς γλυκὺν γεύσας τὸν αἰῶνα φθονερὸς ἐν αὐτῷ ὢν φαίνεται»,

καὶ μάλιστα τοῖς εὐδαιμονεῖν δοκοῦσιν, οἷς δέλεάρ ἐστι λύπης τὸ ἡδύ, γευομένοις ὧν στερήσονται. τίνα γὰρ εὐφροσύνην ἢ ἀπόλαυσιν καὶ βρυασμὸν οὐκ ἂν ἐκκρούσειε καὶ καταποντίσειεν ἐμπίπτουσα συνεχῶς ἡ ἐπίνοια τῆς ψυχῆς ὥσπερ εἰς πέλαγος ἀχανὲς τὸ ἄπειρον ἐκχεομένης, τῶν ἐν ἡδονῇ τιθεμένων τὸ καλὸν καὶ μακάριον; εἰ δὲ δὴ καὶ μετ´ ἀλγηδόνος, ὥσπερ Ἐπίκουρος οἴεται, τοῖς πλείστοις ἀπόλλυσθαι συμβαίνει, παντάπασιν ἀπαρηγόρητός ἐστιν ὁ τοῦ θανάτου φόβος, εἰς ἀγαθῶν στέρησιν διὰ κακῶν ἄγοντος.

[31] Καὶ πρὸς ταῦτα μὲν οὐκ ἀποκαμοῦνται μαχόμενοι καὶ βιαζόμενοι πάντας ἀνθρώπους, ἀγαθὸν μὲν ἡγεῖσθαι τὴν τῶν κακῶν ἀποφυγήν, κακὸν δὲ μηκέτι νομίζειν τὴν τῶν ἀγαθῶν στέρησιν· ἐκεῖνο δ´ ὁμολογοῦσι, τὸ μηδεμίαν ἐλπίδα μηδὲ χαρὰν ἔχειν τὸν θάνατον ἀλλ´ ἀποκεκόφθαι πᾶν τὸ ἡδὺ καὶ τὸ ἀγαθόν. ἐν ᾧ χρόνῳ πολλὰ καλὰ καὶ μεγάλα καὶ θεῖα προσδοκῶσιν οἱ τὰς ψυχὰς ἀνωλέθρους εἶναι διανοούμενοι καὶ ἀφθάρτους ἢ μακράς τινας χρόνων περιόδους νῦν μὲν ἐν γῇ νῦν δ´ ἐν οὐρανῷ περιπολούσας, ἄχρις οὗ συνδιαλυθῶσι τῷ κόσμῳ, μεθ´ ἡλίου καὶ σελήνης εἰς πῦρ νοερὸν ἀναφθεῖσαι. τοιαύτην χώραν ἡδονῶν τοσούτων Ἐπίκουρος ἐκτέμνεται, καὶ ἐπὶ ταῖς ἐκ θεῶν ἐλπίσιν, ὥσπερ εἴρηται, καὶ χάρισιν ἀναιρεθείσαις τοῦ θεωρητικοῦ τὸ φιλομαθὲς καὶ τοῦ πρακτικοῦ τὸ φιλότιμον ἀποτυφλώσας εἰς στενόν τι κομιδῇ καὶ οὐδὲ καθαρὸν τὸ ἐπὶ τῇ σαρκὶ τῆς ψυχῆς χαῖρον συνέστειλε καὶ κατέβαλε τὴν φύσιν, ὡς μεῖζον ἀγαθὸν τοῦ τὸ κακὸν φεύγειν οὐδὲν ἔχουσαν.»