Έπη ηθικά Γρηγορίου Θεολόγου

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση

<<<επιστροφή στα έργα του Γρηγορίου

Περὶ ἁγνείας.[Επεξεργασία]

Ἀρετὴ πᾶσα δικαίοις
  Ἕνα βαθμὸν προβιβάζει.
Ὁ μὲν ἀλλότριος εὐνῆς
  Ἴσος ἀγγέλοις ὑπάρχει.
Ὁ δέ τ' ἐγκράτειαν ἀσκῶν,
  Μετὰ παρθένων τετάχθω·
Ὁ δὲ τὸν γάμον φυλάσσων,
  Ἴσος ἐγκρατεῖ γενέσθω.
Μόνον ἀσκεῖτε τὸ σῶφρον
  Ἵνα μειζόνων τύχοιτε.
pg 37,648

Γνωμικὰ δίστιχα.[Επεξεργασία]

Ἀρχῆς καλῆς κάλλιστον εἶναι καὶ τέλος, Ὀρθῶς δοκοῦσιν οἱ ὅροι τῶν πραγμάτων.
Ἀρχὴ καλὸν τίκτουσα τοῖς βροτοῖς πέρας, Βίουκάθαρσις ἐνθέως ἀσκουμένη.
Λόγοις πτερωθεὶς, μὴ πτερῶν ἔξω πέτου Πτερῶν γὰρ οὐδὲ πτηνὸν ἵπταται δίχα.
Γνῶσις βροτοῖς μέγιστον ἐν βίῳ κλέος· Κακὸν δὲ αὕτῃ τοῖς κακῶς κεχρημένοις.
Κενή σε δόξα μηδόλως συναρπάσῃ·Καὶ γὰρ πανοῦργον τοῦτο τοῖς ἁπλουστέροις.
Εὖ δρῶν φύλαττε σαυτὸν ἐν τούτῳ μένειν· Ταχὺς γάρ ἐστι πρὸς τὸ χεῖρον ὁ δρόμος.
Γέλως κρατείσθω, καὶ θυμὸς λάβοι πέρας· Ἀργὸς δὲ παντάπασιν εἰργέσθω λόγος.
Θεὸν φόβου πρώτιστα, καὶ γονεῖς τίμα, Ἱερεῖς ἐπαίνει, πρεσβύτας σεπτῶς ἔχε.
Υἱὸν δίκαια πατρὶ μηδόλως λέγειν, Θεσμός θ' ὁρίζει, καὶ πρὸ θεσμῶν ἡ φύσις.
Οἷα πρὸς ἄλλου μὴ παθεῖν αὐτὸς θέλεις, Τοιαῦτα καὶ σὺ μηδὲ δρᾷν ἄλλῳ θέλε.
Οὐ δεινὸν ὀργὴ δεινὰ τοῖς εἰργασμένοις· Καὶ γὰρ δικάζει τοῖς ὁμοίοις ἡ δίκη.
Χείλη σοφὰ στάζουσιν ἡδίστους λόγους· Φάρυγξ δὲ πικρὸς ἐξερεύγεται μάχας.
Ῥεῖθρα γλυκασμοῦ γλῶσσα βλύζει στωμύλη· Ῥήσεις δὲ φαύλας ἄκριτον γεννᾷ στόμα.
Φίλοι φιλοῦσι καὶ ἃ τοῖς φίλοις φίλα· Ἐχθροὶ δὲ φαυλίζουσιν αἰσχρῶς τοὺς φίλους.
Πτωχοὺς φίλους λάθουσι πλουσίων θύραι· Αὐλαὶ δὲ λαμπραὶ, πλουσίοις ἀεὶ φίλαι.
Ὕδωρ, ποτὸν φέριστον, εὐκρατοῖ φρένας· Θολοῖ δὲ τὸν νοῦν συλλαβοῦσα κραιπάλη.
Οὐκ οἶδεν οἶνος σωφρονίζειν τὴν φύσιν, Κινεῖ δὲ μᾶλλον ἡδονὰς παροξύνων.
Νοῦν λεπτὸν ὄγκος ἐκδιώκει γαστέρος· Τἀναντία γὰρ τοῖς ἐναντίοις μάχῃ.
Κρείσσων τροφὴ σύμμετρος εὐπορουμένη, Ἢ δεῖπνος ἁβρὸς, ὃν ἔπλασέ τις τ' ὄναρ.
Πλουτοῦσι μωροὶ τοῖς ὀνείρασι πλέον, Ἢ χρημάτων ἄβυσσον οἱ κεκτημένοι.
Κρείσσων ἄπαις, ἢ μωρὰ κύειν ἔκγονα· Ὁ μὲν γὰρ ἄπαις, οἱ δὲ πολλοὶ καὶ κακοί.
Παντὶ βροτῷ θνήσκοντι πᾶσα γῆ τάφος· Πᾶν γὰρ τὸ ἐκ γῆς, γῆ τε καὶ εἰς γῆν πάλιν.
Ποιμὴν ἀμέλγει, εἰ θέλει, καὶ τοὺς τράγους· Ἀλλ' ἀντὶ γάλακτος, αἱμάτων πηγὰς ὕσει.
Ἡ σῦς ἐποπτεύουσα δειπνοποιίαν, Οἶδε τραπέζης τοὺς ὅρους μὴ συγχέειν.
Βίαζε καὶ σὺ τοὺς ἀτάκτους, μὴ λύειν Τάξιν πρεπώδη καὶ νόμοις ἡρμοσμένην.
Νόμους φυλάττων, τοὺς φόβους ἔξω βάλοις· Φόβων γὰρ ἔξω πᾶς ὁ τῶν νόμων φύλαξ.
Κύβερνος ἴδμων φεύξεται τρικυμίας, Καὶ δεινὰ πάντα νοῦς σοφὰς φέρων φρένας.
Ζωῆς ἀρίστης μὴ φρόνει τἀναντία· Καὶ γὰρ πρόδηλος τοῖς κακίστοις ἡ δίκη.
Μέγιστος ἄκμων οὐ φοβεῖται τοὺς κτύπους Καὶ νοῦς ἐχέφρων πᾶσαν ἕλκουσαν βίαν.
Φύλλων λαγωοὺς ἐκφοβοῦσιν οἱ ψόφοι, Ἄνδρας δ' ἀνάνδρους αἱ σκιαὶ τῶν πραγμάτων.
Μισῶ πένητα πλουσίῳ δωρούμενον, Ὡς τῷ λέγοντι τοῦ τρέφειν λελησμένῳ.
Ῥήτωρ πονηρὸς τοὺς νόμους λυμαίνεται Ἁγνὸς δὲ ῥήτωρ, εὔκρατος ἁρμονία.
Γελῶσιν οἱ πλουτοῦντες ὀρφανῶν ψόγους, Αὐτὴν γελῶσι τὴν Θεοῦ τιμωρίαν.
Νόμοις περιδραμεῖται πρὸς ὀλεθρίαν, Ὁ μὴ νόμου φύλαξιν ἐννόμως φέρων.
Πέφυκε τοῖς πένησι μὴ φρονεῖν μέγα· Τοῖς πλουσίοις γὰρ οὐδὲ φροντὶς τοῦ βίου.
Παίδευε μωροὺς, ὡς ἐφικτὸν τῇ φύσει· Ἕξουσι γάρ που καὶ φρένας παρ' ἐλπίδα.
Πλήττων σίδηρος ἐκπυροῖ καὶ τοὺς λίθους· Σκληρὰ δὲ μάστιξ παιδαγωγεῖ καρδίαν.
Ἃ δυσμενεῖς φοβοῦσι τῶν ἄλλων πλέον, Ὁ σταυρὸς καὶ βαπτισμοῦ ἡ κοινωνία.
Ὅρκους κάκιστον διδόναι καὶ λαμβάνειν, Ἴσως γὰρ ἄμφω προσκέκρουκας τῇ δίκῃ.
Αἰῶνα θησαύριζε τὸν ἔξω τέλους· Οὗτος γὰρ ἐκλέλοιπε καὶ πρὸ τοῦ τέλους.
Μὴ δὴ φίλει τὸν ὄλβον, ὃν λύει χρόνος· Ἃ γὰρ χρόνος δόμησε, καὶ λύσει χρόνος.
Αἰσχρὸν γυναίοις ἄρσεν ἦθος ἐκφέρειν· Ταῖς κοσμίαις γὰρ τάξις ἡ αἰδὼς ξυνή.
Κάταντές ἐστιν ἡδονὴ τοῖς χρωμένοις, Καὶ ὡς πρόσεισιν, οἴχεται λίθου δίκην.
Οὐδεὶς ὑγείας πλοῦτος ἀλγοῦσι πλέον· Σοφῶς δὲ ταύτην ἡ φύσις βροτῶν θέλει.
Ἦχοι θαλάσσης, ἀνδρὸς ἄφρονος λόγοι· Βρίθοντες ἀκτὰς, οὐ πιαίνουσι χλόας
Πείθουσι δῶρα καὶ σοφοὺς παραβλέπειν Βροτοῖς δὲ θήρα χρυσὸς, ὡς πτηνοῖς πάγη.
Γῆρας λύπαι τίκτουσι καὶ πρὸ τῶν χρόνων· Ἃ γὰρ τρόπος καθεῖλεν, οὐ στήσει χρόνος.
Πλοῦτος τάχιστος τῶν κακῶν ὑπηρέτης· Καὶ γὰρ πρόχειρον εἰς κακουργίαν κράτος.
Οὐκ ἔστιν οὐδὲν κτῆμα βέλτιον φίλου· Πονηρὸν ἄνδρα μηδέπου κτήσῃ φίλον.
Τάξις τιμάσθω, καὶ προηγείσθω κράτους· Κράτος γὰρ αὕτη καὶ κράτους ἀεὶ φύλαξ
Νοῦς ἐμμέριμνος σὴς βιβρώσκων ὀστέα· Θάλλει δὲ σῶμα φροντίδας παρατρέχον.
Οὐδεὶς κόρος πέφυκε σωφρόνως ἔχειν· Καὶ γὰρ τὸ πῦρ εἴωθε ταῖς ὕλαις θέειν.
Οἶνος πάθους ἔγερσις ἐκλελοιπότος· Ὕλη γὰρ εἰσρέουσα ῥώννυσι φλόγα.
Φεύγουσιν ὀργὰς οἱ δίκας δεδοικότες· Θυμὸν γὰρ ἐξάπτουσι πολλάκις δίκαι.
∆εινὸν πόνοις κάμνοντι προσθεῖναι πόνους· Ἀλλ' οὖν πόνους ἔπαυσε πολλάκις πόνος.
Ἄλλοι μὲν ἄλλων τοὺς πόνους δεδοικότες, Ἄλλοις ὁρῶνται κινδυνεύοντες πόνοις.
∆όξης ἀεὶ φρόντιζε τῆς αἰωνίου· Ἡ γὰρ παροῦσα ψεύδεται καθημέραν.
Οὐδεὶς μετ' ὀργῆς ἀσφαλῶς βουλεύεται· Τὰ γὰρ μετ' ὀργῆς οὐδέπω βουλὴν ἔχει.
∆εινὸν δράκοντες, καὶ κακοῦργον ἀσπίδες· ∆ιπλῆ γυναικὸς δεινότης ἐν θηρίοις.
Πείθουσι γυμνὰ τοὺς ὁρῶντας ὀστέα, Ὡς οὐδὲν ἡμῖν προσφυὲς τῶν ἐνθάδε.
Εἰ λοξὰ μὴ βαίνουσι καρκίνων γόνοι, Πεῖραν λάβωσι μητρικῶν βαδισμάτων.
∆ώσεις προδήλως ἐκβιάζων τὴν φύσιν, Καλοὺς μαθητὰς ἐκ κακῶν διδασκάλων.
Κόσμει σεαυτὸν τοῖς καλοῖς τεκμηρίοις, Καὶ μὴ πένητος ὀρφανοῦ καταφρόνει.
Θεοῦ διδόντος, οὐδὲν ἰσχύει φθόνος, Καὶ μὴ διδόντος, οὐδὲν ἰσχύει κόπος.
Τίκτεις, ἔχιδνα· μὴ φοβοῦ τὰς ὠδῖνας· Ἔχεις λαβοῦσα μητρικοῦ πεῖραν τόκου.
Οὐδεὶς ἀριστεὺς ἐκ προδήλου δειλίας· Νίκαι γὰρ εἰσπράττουσι τὰς εὐφημίας.
Ἀνὴρ ὑπνώδης, εὑρέτης ὀνειράτων· Μύστης γὰρ ὕπνος φασμάτων, οὐ πραγμάτων.
Εἴωθε πείθειν μὴ θέλοντας ἡ βία, Ἄγχει γὰρ αὕτη καὶ γίγαντας πολλάκις.
∆ήμου σφαλέντος, πᾶς ἀγύρτης ἄρχεται· ∆ῆμος δὲ πάντη τῶν καλῶν ἀταξία.
Ἔργον πάρεργον οὐδαμῶς ἔργον λέγω· Τὸ γὰρ πάρεργον καὶ καταφρονητέον.
Ἡ πρὸς τὰ νεκρὰ τῶν χαμαιριφῶν μέλη Τάξις τιμᾶται τῶν κυνῶν ἠθροισμένων.
Χρυσοῦ λαλοῦντος, πᾶς ἀπρακτείτω λόγος, Πείθειν γὰρ οἶδε, κἂν πέφυκεν μὴ λέγειν.
Ἕξουσι καὶ νῦν τὰ πρὸς εἰρήνην φέρειν, Οἱ πρὸς τὰ ῥευστὰ τοῦ βίου μεμηνότες.

pg 37.916