Έπη δογματικά Γρηγορίου Θεολόγου

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση

<<<επιστροφή στα έργα του Γρηγορίου

Χειμὼν ἀπὸ Χριστοῦ κατασταλθείς.[Επεξεργασία]

Ἦν ὅτε Χριστὸς ἴαυεν ἐφ' ὁλκάδος ἔμφυτον ὕπνον,
Τετρήχει δὲ θάλασσα κυδοιμοτόκοισιν ἀήταις.
∆είματί τε πλωτῆρες ἀνίαχον· Ἔγρεο, Σῶτερ,
Ὀλλυμένοις ἐπάμυνον. Ἄναξ δ' ἐκέλευεν ἀναστὰς
Ἀτρεμέειν ἀνέμους καὶ κύματα, καὶ πέλεν οὕτως.
Θαύματι δ' ἐφράζοντο Θεοῦ φύσιν οἱ παρεόντες.

pg 37.506