Ορφικοί ύμνοι/Άρεος

Από Βικιθήκη
(Ανακατεύθυνση από Άρεος)
Ὀρφικοὶ ὕμνοι
Ἄρεος, θυμίαμα λίβανον


Ἄρρηκτ’, ὀμβριμόθυμε, μεγασθενές, ἄλκιμε δαῖμον,
ὁπλοχαρής, ἀδάμαστε, βροτοκτόνε, τειχεσιπλῆτα,

Ἆρες ἄναξ, ὁπλόδουπε, φόνοις πεπαλαγμένος αἰεί,
αἵματι τ’ ἀνδροφόνῳ χαίρων, πολεμόκλονε, φρικτέ,
ὃς ποθέεις ξίφεσίν τε καὶ ἔγχεσι δῆριν ἄμουσον· 5
στῆσον ἔριν λυσσῶσαν, ἄνες πόνον ἀλγεσίθυμον,
εἰς δὲ πόθον νεῦσον Κύπριδος κώμους τε Λυαίου
ἀλλάξας ἀλκὴν ὅπλων εἰς ἔργα τὰ Δηοῦς.