Άλλα επιγράμματα Λουκιανού

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση
Λουκιανού Επιγράμματα από το Μαρκιανό κώδικα 481
Συγγραφέας: Λουκιανός
Eἰς τήν ἑαυτοῦ βίβλον «Λουκιανός τάδ΄ ἔγραψα παλαιά τε μωρά τε εἰδώς»


Η βραδυκίνητη απόφαση[Επεξεργασία]

Η βραδύπους βουλή μέγ΄ ἀμείνων· ἡ δέ ταχεῖα
αἰέν ἐφελκομένη τήν μετάνοιαν ἔχειν.

Ἄρρητα ἔπεα[Επεξεργασία]

Ἀρρήτων ἐπέων γλώσσῃ σφραγίς ἐπικείσθω·
κρείσσων γάρ μύθων ἤ κτεάνων φυλακή.

εἴδομεν ἐν δείπνω τήν μεγάλην σοφίαν[Επεξεργασία]

Τοῦ πωγωνοφόρου Κυνικοῦ, τοῦ βακτροπροσαίτου
εἴδομεν ἐν δείπνῳ τήν μεγάλην σοφίαν.
θέρμων μέν γάρ πρῶτον ἀπέσχετο καί ῥαφανίδων,
μή δεῖν δουλεύειν γαστρί λέγων ἀρετήν
εὖτε δ΄ ἔν ὀφθαλμοίσιν ἴδεν χιονώδεα βάλβαν (γαρδούμπα)
στρυφνήν, ἣ πινυτόν ἤδη ἔκλεπτε νόον,
ἤτησεν παρά προσδοκίαν καί ἔτρωγεν ἀληθῶς
καί οὐδέν ἔφη βόλβαν τήν αρετήν ἀδικείν.

Τάς μορφάς κλέπτεις μόνον[Επεξεργασία]

Ζωγράφε, τάς μορφάς κλέπτεις μόνον· οὐ δύνασαι δέ
φωνήν συλῆσαι χρώματι πειθόμενος.

Διακριδόν νόημα[Επεξεργασία]

μωρά γάρ ἔν ἀνθρώποις καί τά δοκοῦντα σοφά
οὐδέν ἐν ἀνθρώποισι διακριδόν ἐστι νόημα
ἀλλ΄ ὅ σύ θαυμάζεις, τοῦθ΄ ἑτέροισι γέλως.

Θεούς οὐ λήσεις[Επεξεργασία]

Ἀνθρώποις μέν ἴσως λήσεις (μέλ.του λανθάνομαι) ἄτοπόν τι ποιήσας
οὐ λήσεις δέ θεούς οὐδέ λογιζόμενος (ούτε καν να το σκεφτείς).

Παῖδα με πενταέτηρον[Επεξεργασία]

Παῖδα με πενταέτηρον, ἀκηδέα θυμόν ἔχοντα

νηλειής  Ἀίδης  ἤρπασε Καλλίμαχον

ἀλλά με μή κλαίοις· καί γάρ βιότοι μετέσχον
παύρου καί παύρων (ελάχιστα) τῶν βιότοιο κακῶν.

Ῥήτωρ Καππαδόκης[Επεξεργασία]

Θᾶττον ἔην λευκούς κόρακας πτηνάς τε χελώνας
εὐρείν ἢ δόκιμον ῥήτορα Καππαδόκην. Φιλόστρατος β΄ ΙΓ΄1

Φαῦλος ἀνήρ[Επεξεργασία]

Φαῦλος ἀνήρ πίθος ἐστί τετρημένος, εἰς ὅν ἁπάσας
ἀντλῶν τάς χάριτας εἰς κενόν ἐξέχεας.

Ψύλλοι και λύχνος[Επεξεργασία]

Ἔσβεσε τόν λύχνον μῶρος ὑπό πολλῶν
δακνόμενος, λέξας· «Οὐκέτι με βλέπετε».