Γλώσσαι/Β
- <Βαβάζειν>· τὸ <μὴ> διηρθρωμένα λέγειν. ἔνιοι δὲ βοᾶν
- *<βαβαί>· θαυμαστικὴ φωνή ASPnΣ
- <βάβακα>· τὸν γάλλον (ps)
- <βαβάκινον> <καὶ <βάκινον>> χύτρας εἶδος pl
- <βάβακοι>· ὑπὸ Ἠλείων τέττιγες· ὑπὸ Ποντικῶν δὲ βάτραχοι
- <βαβάκτης>· ὀρχηστής, ὑμνῳδός, μανιώδης (Cratin. fr. 321) p
κραύγασος q ὅθεν καὶ Βάκχος
- <βάβαλον>· κραύγασον. Λάκωνες
- [<βάβαλον>· αἰδοῖον]
- <βάβαξ>· μάταιος, bh λάλος, φλύαρος. bhp (Archil. fr. 33) ἐνθου-
σιῶν. ἀναιδής pq
- <βαβάξαι>· ὀρχήσασθαι bhf. <Λυδοί> h
- †<βαβήρ>· ὁ ἄρης
- [<βαλβῖδες>· αἱ θύραι τοῦ ἱππικοῦ. καὶ βαλβίδες]
- <βαβράζων>· κεκραγὼς συντόνως
- <βάβρηκες>· τὰ οὖλα τῶν ὀδόντων. οἱ δὲ σιαγόνας. οἱ δὲ τὰ ἐν
τοῖς ὀδοῦσιν ἀπὸ τῆς τροφῆς κατεχόμενα q
- <βαβρήν>· ὑπόστασις ἐλαίου, κατὰ Μακεδόνας
- <βαβύας>· βόρβορος, S πηλός vgAS
- <βαβύη>· χείμαῤῥος. οἱ δὲ πόλις
- <Βαβύκα>· γέφυρα ps
- <Βαβυλώνιοι>· οἱ βάρβαροι, παρὰ τοῖς Ἀττικοῖς
- <βαβύρτας>· ὁ παράμωρος
- <βαγαία>· ματαία. Λυσικράτης· βαγαία γὰρ ὥς τις ἐπικουρεῖ
- <βαγαῖος>· ὁ μάταιος. ἢ Ζεὺς Φρύγιος. [μέγας. πολύς, ταχύς]
- <βάγαρον>· χλιαρόν. Λάκωνες
- *<βᾶσαι>· εἰσελθοῦσαι An
- *<βάγιον>· μέγα gASn
- <βάγος>· κλάσμα AS ἄρτου <ἢ> μάζης S καὶ βασιλεὺς καὶ [στρατη-
γός. Λάκωνες AS
- [<βάδος>· ὁ καὶ βάτος, λξ# εσται. ἤγουν δ# μη]
- <βαδάς>· κίναιδος. ὡς Ἀμερίας
- *†<βαδελεγεῖ>· ἀμέλγει gASn
- *<βάδην>· ἠρέμα vSn σχολῇ. κατὰ βῆμα. Sn (Ν 516)
- *<βάδην>, περιπάτῳ ἐρχόμενον gAS
- *<βαδδίν>· βύσσινον g(n) ἔνδυμα ἐξαίρετον (Dan. 10,5)
- <βάδος>· ὃ καὶ βάτος. ν# ξέσται, ἤγουν λίτραι μη#
- <βαδίζει>· περιπατεῖ (Eur. Phoen. 544)
- *†<βάδιος>· ... υἱός vgASn
- *[<βαδιστοι>· βαδύτατοι gAn]
- <βάδομαι>· ἀγαπῶ p
- [<βάδηδοι>· ἠχεῖοι]
- <βαδακίζων>· κακῶς ἕρπων
- *<βάζει>· λέγει (ξ 127) vgA (Sn)
- *<βάζομεν>· λέγομεν (γ 127?) AS
- *<βαθεῖαν>· κεκρυμμένην (Aesch. Sept. 533 Pl. rep. 362 a) AS
- <βαθείης>· *ὑψηλῆς. g μελαίνης. δαψιλοῦς. ἢ <βαθέης> "ἐξάλλεται"
(Ε 142). κεκρυμμένης
- <βάθιστον>· βαθύτατον (Θ 14)
- *<βάθρων>· θεμελίων, ἢ ἀγαλμάτων AS
- [βαθάκων β κακῶς]
- <Βαθάλη>· κρήνη. Ἀμερίας
- <βαθμίδες>· ἀρχαὶ λόγων
- <βαθμοί>· ἴχνη. πόδες. καὶ δίφροι, παρὰ στρατηγικοῖς <ἡ ἐφ' ἕνα
τῆς φάλαγγος στάσις> q
- *<βάθρα>· ἀγάλματα. gAn βάσεις
- <βάθος>· στίχος. ἐπιστάσις καὶ τὸ <βαθύ> [καὶ μέγα.] καὶ ὑψη-
λόν. καὶ μέλαν q
- <βάθρον>· *βῆμα, gASn βάσις. ὑποπόδιον q <καὶ ἀνδριάς>
- *<βαθύγλωσσοι>· ἐλλόγιμοι gAS [καὶ ἀνδριάς]
- *<βαθυδίνης>· ἐν βάθει ἔχων τὰ ῥεύματα, vgAS ἢ βαθείας δίνας
ἔχων, ἢ μεγάλα ῥεύματα (γ 73 etc.)
- <βαθύζωνοι>· εἰς βάθος ζωννύμεναι τοὺς [χιτοὺς] χιτῶνας
- <βαθυζώνους>· ἐν βάθει ζωννυμένας (Ι 594 γ 154)
- *<βαθὺ κομῶσαν ληΐοις>· ἐν βάθει ἔχουσαν στάχυας ASn
- <βαθύκολπος>· ἀρχαία παλαιά. κοίλη
- <βαθυκόλπων Τρωιάδων>· ἀπὸ τοῦ μεγέθους. καὶ βαθυζώνων
(Σ 122)
- *<βαθὺ λήϊον>· πολύκαρπον πεδίον (Β 147) gA (vS)
- *<βαθύλειμον>· βαθὺν λειμῶνα ἔχουσαν (Ι 151) A
- <βαθύμαλλον>· κνεωροῦ τοῦ μέλανος τάπης. ἀπὸ ἱστορίας, ἀπὸ
κνεωροῦ φυτοῦ, ᾧ ἐχρῶντο πρὸς κάθαρσιν. ἀπὸ δὲ τοῦ αὐτοῦ αὐχμηροῦ
- <Βαθυμῆδαι>· γένος παρὰ Λυδοῖς
- <βαθυπέπλων>· καλὰ ἱμάτια ἐχουσῶν
- <βαθυῤῥηγάλη>· ἰκτῖνος, ὑπὸ Λυδῶν
- <βαθύῤῥιζοι>· βαθεῖαι
- *<βαθυῤῥόου>· βαθέως καὶ ταχέως ῥέοντος (Η 422) (gS)
- <βαθυῤῥίζου πέτρας>· τῆς ὑψηλῆς (trag. ad. fr. 203)
- <βαθυσπόρος>· βαθεῖαν σπείρων γῆν
- <Βαιάγις>· ἑορτὴ παρὰ Ἀσσυρίοις, ὡς Λέων ὁ Ἀλαβανδεὺς ἐν
τρίτῳ
- <βαίβυκος>· πελεκᾶνος Φιλίτας (fr. 47 K.), Ἀμερίας δὲ βαυβυκᾶ-
νας
- <βαίδειον>· ἕτοιμον. Ἠλεῖοι
- †<βαιδύμην>· ἀροτριᾶν. Βοιωτοί
- *<βλίσσα>· βότρυς AS
- <βαιῇσι>· μικραῖς
- *<βαιήν>· ὀλίγην, μικράν gn [ἢ ἔβησαν, ἢ ἐπορεύθησαν (Α 327)]
- <βαῖκαν>· ...... Κρῆτες
- <βαίκυλος>· προβατώδης
- †<βαιμάζειν>· †βασιλεύειν. ἢ †βαστάζειν
- †<βαίμεναι>· βαίνειν (θ 518 etc.)
- [<βαίνη>· ὕβρις]
- *<βαίνειν>· [φιλεῖν. [κολακεύειν. AS] βιβάζειν. πορεύεσθαι. περιπα-
τεῖν vgA
- <βαίνετον>· βαδίσατε. δυϊκῶς
- <βαῖνον>· ἐξέβαινον (Α 437)
- <βαίνοντα>· ἐπιβαίνοντα (δ 653)
- †<βαίομαι>· βιώσομαι (Χ 431)
- <βαιόν>· ὀλίγον. μικρόν vgAS Σοφοκλῆς δὲ Οἰδίποδι Τυράννῳ (750)
ἀντὶ τοῦ †ἄφθονος καὶ πολλός γράμμα. [*<Βαιθήλ>· οἶκος θεοῦ p] [<βαιών>· ἐκβαλών.] καὶ ἐν Αἰχμαλωτίσι (fr. 39) βαιόν [ἐν]
- [<Βαρκάθοις ὄχλος>· Λιβυκός] (Soph. El. 727)]
- <βαΐς>· ῥάβδος φοίνικος. καὶ <βαΐων>
- <βαΐς>· ῥάβδος φοίνικος. καὶ <βαΐων>
- <βαισήνης>· παρ' Ἰνδοῖς στρατόπεδον
- <βαίσηνος>· ὁ στρατός
- †<βαισσόν>· βάθος
- <βαίταν>· Ἕλληνες
- <βαιτάς>· εὐτελὴς γυνή. ἀρχαία δὲ ἡ λέξις
- <βαιτάδα>· εὐτελὴς γυνή
- <βαιτρεύειν>· ἀροτριᾶν
- <βαίτιον>· βοτάνη ἐμφερὴς δικτάμνῳ, ἤγουν γλήχωνι
- <βαίτη>· δερμάτινον ἔνδυμα, ὅπερ ἔνιοι σισύραν· ἔνιοι δὲ σκηνὴν
δερματίνην (Soph. fr. 928)· οἱ δὲ διφθέραν (Sophr. fr. 38)
- <Βαίτυλος>· οὕτως ἐκαλεῖτο ὁ δοθεὶς λίθος τῷ Κρόνῳ ἀντὶ Διός q
- <βλίτυξ>· βδέλλα
- [<βαιτῶνα>· τὸν εὐτελῆ ἄνδρα]
- <βαιῶμφαι>· αἱ αἶγες, ἐν ἱερατικῆι
- <βαιών>· ἰχθύς p (Epich. fr. 64), <ὁ καὶ βλέννος, παραπλήσιος
κωβίῳ> p. οὕτως καὶ μέτρον παρὰ Ἀλεξανδρεῦσι
- <Βαιῶτις>· Ἀφροδίτη, παρὰ Συρακουσίοις
- <βακάϊον>· μέτρον τι
- <βάκηλος>· *ὁ μέγας. ἢ ἀνόητος. vgA ἢ ὁ ἀπόκοπος, ὁ ὑπ' ἐνίων
γάλλος. οἱ δὲ ἀνδρόγυνος. ἄλλοι παρειμένος, *γυναικώδης vgA. παρὰ Μενάνδρῳ Ὑμνίδι (fr. 477). καὶ τὸ σύνηθες ἡμῖν
- <βάκκαρις>· μύρον ποιὸν ἀπὸ βοτάνης ὁμωνύμως· ἔνιοι δὲ ἀπὸ
μυρσίνης· ἄλλοι δὲ μύρον Λυδόν. ἔστι δὲ καὶ ξηρὸν διάπασμα τὸ ἀπὸ τῆς ῥίζης
- [<βακνίδες>· εἶδος ὑποδημάτων]
- [<βάκοα>· βάθρον]
- <βακόν>· πεσόν. Κρῆτες
- <βάκται>· ἰσχυροί
- <βακτηρία>· ῥάβδος ASn
- [*<βακοίας>· πηλός ASvg]
- †<βάκτρον>· κάμηλος
- *<βακτρεύμασιν>· τοῖς ἐρείσμασιν στηριζόμενος gA (Eur. Phoen.
1539)
- <βακχᾶν>· ἐστεφανῶσθαι κισσῷ
- <Βακχέβακχος>· ὁ Διόνυσος οὕτως ἐκαλεῖτο ἐν ταῖς θυσίαις (Ar.
Eq. 408)
- <Βακχεία>· ἑορτὴ Διονύσου [βακχεύτρια]
- *<βακχεύει>· μαίνεται P τραγῳδεῖ
- *<βακχευθεῖσα>· ἐξηχευομένη, ἐξεστηκυῖα vgAS
- *<βακχεύοντες>· μαινόμενοι, vgAS σειόμενοι
- <βακχεῖον>· τελεστήριον. νάρθηξ
- <Βάκχη>· γένος ἀπίου. ἢ μία τῶν Βακχῶν, ἢ τοῦ Διονύσου
<βακχεύτρια>
- <Βακχιάδαι>· οὐ μόνον οἱ Μιλήσιοι, ἀλλὰ καὶ Κορίνθιοι, ἀπὸ
Βάκχιδος
- <βακχία>· μανία (S)
- <βακχόαν>· βόθρον. Αἰολεῖς
- <βάκχος>· ὁ ἱερεὺς τοῦ Διονύσου. καὶ κλάδος ὁ ἐν ταῖς τελεταῖς,
οἱ δὲ φανὸν λέγουσιν· οἱ δὲ ἰχθύν q
- <Βάκχου Διώνης>· οἱ μὲν βακχευτρίας Σεμέλης· οἱ δὲ Βάκχου τοῦ
Διονύσου καὶ Ἀφροδίτης q τῆς Διώνης. παρόσον διωνυμία περὶ τὴν θεάν (trag. ad. fr. 204). Πράξιλλα δὲ ἡ Σικυωνία (fr. 8) Ἀφροδίτης παῖδα τὸν θεὸν ἱστορεῖ
- <βάκχυλον>· σποδίτην ἄρτον. Ἠλεῖοι
- <βάκχον>· κλαυθμόν. Φοίνικες
- [<βάλαικες>· δεσμωτήριον καὶ <βαλαικάκες>]
- <βαλαιόν>· μέγα, πολύ. οἱ δὲ ταχύ
- *a) <βάλανοι>· δρύες. ASb) *<<βάξιν>·> φήμην (Eur. Or. 1458)
gASn
- *<βαλάντιον>· μαρσίππιον (Prov. 1,14. Luc. 10,4) ASP
- *<βαλβῖδες>· ὕσπληγες AS
- <βαλβίς>· *ἀφετηρία. καὶ ἡ ἀρχὴ τῆς εἰσόδου καὶ ἐξόδου. καὶ ἡ
ἄφεσις τῶν ἵππων. καὶ ἡ θύρα τοῦ ἱππικοῦ. AS ἔνιοι δὲ καμπ- τῆρα. καὶ παρὰ Ἱπποκράτει (Mochl. 1) <βαλβιδῶδες> τὸ ἔχον ἑκατέρωθεν ἐπαναστάσεις. ἔστιν δὲ καὶ βαθμός, καὶ ἔρεισμα
- <βάλε>· ἔῤῥιψε. (Α 245) ἢ ὄφελον (Call. fr. 254?)
- *<βαλεῖν>· τρῶσαι, S πλῆξαι (Ν 387)
- *<βάλεκες>· δεσμωτήριον ASn (vg)
- *<βάλλε>· ἐτίτρωσκεν (Α 52) n
- *<βάλλετο>· περιεβάλλετο (Β 43) g
- <βάλλετον>· βάλλουσιν. δυϊκῶς
- <βαλίαν>· κατάστικτον gAS ποικίλον (Eur. Hec. 90). [Κρῆτες.]
ταχύ. ἐλαφρόν [πηρόν, βάλιον]
- *<βαλανάγρα>· κλείς (Hdt. 3,155,6) Σp
- <βαλανεύειν>· λαμπροφωνεύεσθαι. παρόσον οἱ βαλανεῖς, ὅταν
παραχέωσιν τὸ ὕδωρ, κραυγάζουσιν
- <βαλανεύς>· πολυπράγμων, περίεργος. p καὶ παραχύτης
- <βαλανομφάλους>· οὕτω Κρατῖνος (fr. 50) ὠνόμασε <τὰς φιάλας>
τὰς ἐχούσας ὀμφαλοὺς ἄνευ προσώπων, ὁποῖοι οἱ θόλοι <ἐν τοῖς βαλανείοις q οἱ δὲ> ἀπὸ τῶν ὀμφαλῶν τῶν ἐν ταῖς πυέλοις [ἐν τοῖς βαλανείοις]
- <βάλανοι>· τὰ ἐξηρτημένα τῶν ὅρμων περὶ τὸν τράχηλον. καὶ
τῶν δρυῶν <ὁ> καρπός, καὶ ὁ τῶν φοινίκων (Xen. An. 1,5,10). καὶ κλεῖδες, καὶ ἰατροὶ τὰ ἐντιθέμενα τῇ ἕδρᾳ βαλάνους λέγουσιν q
- <βάλαρες>· οἱ μαλακοί, <βανά> γὰρ γυνὴ παρὰ Βοιωτοῖς
- <βαλάσαι>· ἀγοράσαι
- <βαλαύστιον>· εἶδος ῥοιᾶς, φέρον ἄνθος ἁρμόζον πρὸς θεραπείαν
- <βαλβιδοῦχον>· τερματοῦχον
- †<βαλῆρα>· ἀχρεῖα
- <βαλήν>· βασιλεύς. Φρυγιστί (Soph. fr. 472)
- <βάλλεκα>· ψῆφον
- <βαλία>· ὀφθαλμία. καὶ <τὸν βάλιον> πηρόν· Κρῆτες
- [<βακχιάδος>· μαινομένης]
- <Βαλιαρίδες>· νῆσοι αἱ περὶ Κύρνον. αἱ δὲ αὐταὶ καὶ Γυμνησίαι
- <βαλικιώτης>· συνέφηβος. Κρῆτες
- <βαλιῶται>· πρόγονοι
- *<βαλλαντιοτόμος>· κλέπτης (Pl. rep. 552d) vgAS
- <βάλλαρις>· βοτάνη τρίφυλλος
- <βᾶλλαι>· βαθμοί, ὑπὸ Κυπρίων
- <βάλλ' ἐς Ἄκραν>· οἱ μὲν ἄκρα πλησίον Λέσβου· οἱ δὲ Ἀκτήν
- <βάλλ' ἐς Μακαρίαν>· Ἡρακλέους θυγάτηρ Μακαρία, ἣν λόγος
κατὰ τὴν Εὐρυσθέως <ἐπὶ τὰς Ἀθήνας στρατείαν αὐτοκέλευστον ἑαυτὴν ὑπὲρ τῆς πόλεως εἰς. σφαγὴν ἐπιδοῦναι>
- <βαλλήσομεν>· βαλοῦμεν (Ar. Vesp. 222)
- <Βαλλητύς>· ἑορτὴ Ἀθήνησιν, ἐπὶ Δημοφῶντι τῷ Κελεοῦ ἀγο-
μένη
- †<βαλλήιαι>· οἱ ἀκροβολισμοί
- †<βαλμός>· στῆθος vgAS
- <βαλλομένων>· καταστρεφομένων (i 574)
- <βαλοιτήσειρον>· παρὰ τὸ διεστραμμένον <εἶναι> τοὺς πόδας
- *<βαλόν>· οὐδόν. καὶ οὐρανόν. (gAS) καὶ <βαλός>
- <βάλσαμον>· ἀρωματικὸν ἄνθος
- <βᾶμα>· βάσις, [βῆμα ps
- <βάμβαλα>· χειμερινὰ [ἱμάτια ps
- <βάμβαλον>· ἱμάτιον. καὶ τὸ αἰδοῖον. Φρύγες
- <βαμβαλεῖν>· τρέμειν. ψοφεῖν τοῖς χείλεσι
- *<βαμβαίνων>· τρέμων τοῖς ποσίν, SPn (vgA) ἢ τοὺς ὀδόντας
<συγκρούων> (Κ 375)
- <βαμβακεύτριαι>· μαγγανεύτριαι. οἱ δὲ φαρμάκισσαι. οἱ δὲ λα-
λοῦσαι· τὸ δὲ <βαμβακείας χάριν>· φαρμακείας χάριν hf.
- <βαμβαλύζει>· τρέμει. τοὺς ὀδόντας S συγκρούει. *ῥιγοῖ σφόδρα
(Hippon. fr. 56 Kn.) (A) S
- <βάμμα>· τὸ χρῶμα. καὶ μύρου τι γένος. καὶ τὸ ἔμβαμμα. Συρακού-
σιοι h
- <βάμμα Κυζικηνόν>· Κυζικηνοὶ διὰ τὸ Ἴωνες εἶναι ἐκωμῳδοῦντο
ἐπὶ μαλακίᾳ (Ar. Pac. 1176) [καὶ τὸ ἔμβαμμα. Συρακούσιοι. καὶ μύρου τι [μέρος, ἢ] γένος]
- <βάμμα Σαρδανιακόν>· τὸ φοινικοῦν. διάφορα γὰρ ἦν τὰ ἐν
Σάρδεσι βάμματα (Ar. Ach. 112. Pac. 1174).
- <βανά>· γυνή, ὑπὸ Βοιωτῶν
- *<βαναυσίας>· ἰδιωτείας. ἢ ἀλογίας AS
- *<βαναυσία>· πᾶσα τέχνη διὰ πυρός. κυρίως δὲ ἡ περὶ τὰς καμίνους.
καὶ πᾶς τεχνίτης χαλκεὺς ἢ χρυσοχόος <βάναυσος>
- <βανῆκας>· γυναῖκας. Βοιωτοί
- *<βάναυσοι τέχναι>· v <....>
- <βανόν>· λεπτόν
- <βάνισος>· εἶδος θυμιάματος
- *<βαυκόν>· μωρόν AS
- †<βαθίοι>· τόποι
- <βάννας>· βασιλεὺς παρὰ Ἰταλιώταις. οἱ δὲ μέγιστος ἄρχων
- <βαννάται>· αἱ λοξοὶ καὶ μὴ ἰθυτενεῖς ὁδοὶ παρὰ Ταραντίνοις. τὸ
δὲ αὐτὸ καὶ <βάννατροι>
- <βάννεια>· τὰ ἄρνεια. καὶ <βάννιμα> τὸ αὐτό
- [<βάνος>· κλάσμα. μωρός, καὶ τυφλός]
- <βανθῶσαι>· σκοτοδινιᾶσαι
- <βανούς>· ὄρη στρογγύλα
- <βανύσει>· μωραίνει, ἐπιμαίνεται
- <βάξις>· *λόγος, φωνή (Sg) κληδών
- <βάξον>· κάταξον. Λάκωνες
- <βαπαίνει>· παρακαλεῖ
- *<βάρ>· μικρόν (i. Reg. 2,18)
- *<βαπτάν>· ἀντλουμένην, βαπτομένην (Eur. Hipp. 123) AS
- <βάρα>· νόσημά τι καρηβαρικόν. ἢ θρέμματα. Λάκωνες
- *<βάραθρον>· ὄρυγμα, vgASn βάθος γῆς, ASn βόθρος
- *<βαρακινῇσιν>· ἀκάνθαις. σκόλοψι (Iud. 8,7. 16) vgAS
- <βαράχνια>· τὰ βραγχία τῶν ἰχθύων
- <βάρβαροι>· οἱ ἀπαίδευτοι
- *<βαρβαρισμός>· παράτονος διάλεκτος vgASn
- <βάρβιτος>· εἶδος κιθάρας, ἢ ὀργάνου μουσικοῦ. ἢ λύρα. *οὕτως
καὶ <βαρβίτῳ>· <τῇ λύρᾳ, τῇ κιθάρᾳ> AS
- <βαρβός>· μύστρον ἐν Θεσμοφοριαζούσαις (Ar. fr. 341)
- <βάρακες>· τὰ προφυράματα τῆς μάζης. Ἀττικοὶ δὲ βήρηκας.
δηλοῖ δὲ καὶ τὴν τολύπην (Epilyc. fr. 3)
- <βάρακος>· ἰχθὺς ποιός
- <βάρακον>· τὸν ἄνουν, καὶ βάρβαρον (s)
- <βάρβαξ>· ἱέραξ, παρὰ Λίβυσι. [καὶ φύραμα στρογγύλον, ἀφ'
οὗ αἱ μάζαι γίνονται. καὶ ἐρίων τολύπαι]
- <βάρβαρα>· ἀσύνετα. ἄτακτα
- <βαρβαρόφωνοι>· οἱ Ἠλεῖοι καὶ οἱ Κᾶρες, ὡς τραχύφωνοι καὶ
ἀσαφῆ τὴν φωνὴν ἔχοντες (Β 867)
- <βαρυόπην>· βαρύφωνον (Pind. Pyth. 6,24)
- <βάρακος>· βάτραχος
- <βαρακίς>· γλαύκινον ἱμάτιον
- †<βαρακάκαι>· †ἅγιοι διαφέραι†, παρὰ Κελτοῖς
- *<βάρδιστοι>· βραδύτατοι gAn κατὰ ἀντίθεσιν τοῦ ρ, ὡς <κραδία>
ἡ καρδία (Ψ 310. 530)
- <βαρδῆν>· τὸ βιάζεσθαι γυναῖκας. Ἀμπρακιῶται
- <βαρδοί>· ἀοιδοὶ παρὰ Γαλάταις
- <βαρεῖα χείρ>· ἡ μιαιφόνος
- [<βαρπύργος>· πορμεῖο περὶ ἀμφωδῶν]
- *<βαρείης>· ἰσχυρᾶς. S βλαβερᾶς
- <βᾶριν ἀπέλαγον>· τὸν δούριον ἵππον
- †<Βαρθει ...>· γένος ἰθαγενῶν
- *<βάριον>· πρόβατον. gAnp [καὶ τὸ βαρύ. καὶ τὸ βράδιον]
- *<βᾶρις>· πλοῖον. ἢ τεῖχος. ἢ στοά. ἢ πύργος S (AvgΣ)
- †<βαρισίκται>· οἱ μὴ γεννῶντες
- <βάριχοι>· ἄρνες
- <Βάρκη>· πόλις Λιβύης (s)
- <βαρκίων>· βοτάνη τις ἐν Αἰγύπτῳ
- <Βαρκαίοις ὄχοις>· Λιβυκοῖς (Soph. El. 729). οὗτοι γὰρ ἐσπού-
δαζον περὶ ἱπποτροφίαν. φασὶν αὐτοὺς καὶ πρώτους ἅρμα ζεῦξαι διδαχθέντας ὑπὸ Ποσειδῶνος, τὸ δὲ ἡνιοχεῖν ὑπὸ Ἀθη- νᾶς, ὡς Μνασέας ἐν τοῖς περὶ Λιβύης (frg. 40 M)
- †<βαρμίγκαλλος>· ὑπέρκαλλος
- *<Βᾶρος>· ὄνομα κύριον AS
- <βάῤῥει>· ἀπόλωλε
- <βαῤῥαχεῖν>· [ἠχεῖν] σκιρτᾶν
- †<βαρύαρον>· ἰσχυρόν. στερέμνιον
- <βαρύ>· τινὲς μέν φασι θυμίαμα εὐῶδες [τὴν βαρεῖαν]. δηλοῖ δὲ καὶ
μέγα, καὶ χαλεπόν, καὶ ἰσχυρόν, καὶ ἀναιδές q
- <Βαρυγέτας>· βάρος μὲν ἔχοντας, Γέτας δὲ ὄντας [ομα]
- *<βαρυβρόμου>· μεγαλοφώνου ASg
- <βαρύες>· δένδρα [βαρυκάνσου]
- *<βαρυθυμήσαντος>· ὀλιγωρήσαντος AS
- <βαρύθων>· βεβαρημένος
- *<Βαρούχ>· εὐλογημένος
- *<Βαρθολομαῖος>· υἱὸς κρεμάσας ὕδατα (Matth. 10,3)
- <βαρύκαν>· σφῦραν
- <βάρκα>· αἰδοῖον, παρὰ Ταραντίνοις. καὶ περόνη
- *<βαρυκάρδιοι>· ἀσύνετοι, μωροί (Ps. 4,3) AS
- <βαρὺν ἀστράγαλον>· δυσκίνητον
- <βαρύνει>· ὀδυνᾷ. b) <...>ων· κωλύων
- <βάρυνθεν>· ἐβαρύνθη<σαν> Αἰολικῶς
- <βαρύκτυπος>· μεγαλόηχος, μεγαλόψοφος (Hes. Theog. 818)
- <βαρύς>· κακός. ἀηδής. σκληρός (Eur. Hipp. 980?)
- <βαρύστονος>· κακοδαίμων
- <βαρυσυμφορώτατος>· βαρέως φέρων τὰς συμφοράς (Hdt
1,45,3) q
- <βαρὺ τὸ σκάφιον>· τοῦτο λέγεται ἐπὶ τῶν δυσαρεστουμένων
- [<βαρυδάνειν,] βαρίβαν>· τὸν ναυσιβάτην, ἐν ναυσὶν ἐλθόντα
(Soph. fr. 474)
- <βάς>· ἐπιβάς (Σ 65)
- [<βασά>· αἰσχύνη. ὅ ἐστι δρῦς]
- <βασαγεῖ>· †ἀλεσχοῖ
- *<βασάν>· αἰσχύνη (Ps. 67,23) np
- <βασαγικόρος>· ὁ θᾶσσον συνουσιάζων, παρὰ Ἱππώνακτι (fr.
107 Bgk.)
- <βασανεύεται>· διελέγχεται. ἢ διακρίνεται. βασανίζεται
- <βασανιστής>· ὁ δημόκοινος [τί πολλὰ δὲ ὁ διαιτητής] καὶ παρὰ
τῶν ἀνδραπόδων τὴν ἀλήθειαν πυνθανόμενος
- <βασανίτης λίθος>· οὕτω λέγεται Λυδικοῦ λίθου γένος. καὶ λίθος
βάσανος, ᾧ παρατρίβοντες τὸ χρυσίον ἐδοκίμαζον q
- *<βάσανος>· δοκιμασία P
- †<βαθανίαν>· νεοσσείαν. Κρῆτες
- *<βασιλεύει>· κρατεῖ, ἄρχει (Matth. 2,22) AS
- <βασίλειοι δικασταί>· παρὰ Ἡροδότῳ (3,31,3) οἱ βασιλεῖ
παράνομον ἐργαζομένῳ ἐναντιούμενοι
- <βασίλεια>· γένος ἰσχάδων
- <βασίλειον>· εἶδος [τυροῦ καὶ] μύρου (Cratet. fr. 2)
- <βασίλειος στοά>· δύο εἰσὶν Ἀθήνησιν βασίλειοι στοαί, ἥ τε τοῦ
λεγομένου Βασιλέως [Διός], καὶ ἡ <Διὸς> τοῦ Ἐλευθερίου q
- <βασιλειῶντα>· βασιλείᾳ ἐπιβαλλόμενον
- <βασιλεύς>· ἄρχων τις Ἀθήνησιν, μυστηρίων προνοῶν
- <βασίλη>· βασίλεια. Σοφοκλῆς Ἰφιγενείᾳ (fr. 289)
- <βασιλέως ὀφθαλμός>· ἐπέμπετό τις ὑπὸ βασιλέως ἐπίσκοπος, q
ὃς ἐφεώρα τὰ πράγματα, <ὃν> τοῦ <βασιλέως ὀφθαλμὸν> ἐκάλουν (Ar. Ach. 192)
- <βασιλίδες>· ὑπόδημα γυναικεῖον, καὶ αὐλητικόν, ὡς Ἐρατοσθέ-
νης (frg. 28 Str.) ἀπὸ τοῦ βασιλέως κληθέν
- *<βασιλῆα>· βασιλέα vASn <Ἀττικῶς> vn
- <βασιλίνδα>· παιδιᾶς εἶδος, ᾗ βασιλέας καὶ στρατιώτας ἀπομι-
μούμενοι ἐχρῶντο ... παρὰ Ταραντίνοις δὲ καὶ ἡ Ἀφροδίτη <Βασιλίς>
- *<βάσιμα>· ἐπίβατα vgASn
- <βάσιμον>· ἑδραῖον, βέβαιον, στάσιμον. *ἢ πορευτικόν (vgASP)
- <βάσις>· ὁ ῥυθμός. δηλοῖ καὶ τὴν πορείαν. καὶ βῆμα. καὶ ὁδόν
- *<βάσις>· στήριγμα. vgAS ἕδρα. *στάσις. Σ ῥυθμός. πορεία. βῆμα.
ὁδός
- <βάσκα>· μακέλη [βασκανία]
- <βασκαίνει>· λυπεῖ. φθονεῖ. μέμφεται (Dem. 18,189) q vgAS
- <βάσκανος>· *φθονερός (Dem. 18,119) AS [ἀχάριστος. συκοφάν-
της]. Σοφοκλῆς (fr. 931) δὲ ἰδίως τὸ <βάσκανον> ἐπὶ τοῦ ἀχάριστος. καὶ ὁ συκοφάντης παρὰ τοῖς ῥήτορσιν
- <βασκαρίζειν>· σκαρίζειν. Κρῆτες
- <βασκάς>· ὄρνεόν τι (Ar. Av. 883?)
- <βασκεπικρολεα>· πλησίον †ἐξεθόαζε. Λυδιστί (Hippon. fr.
14 A1 D.)
- <βάσκε>· πορεύου S [λέγε] ἀνάστηθι
- <βάσκειν>· [λέγειν] κακολογεῖν h καὶ ἀναστῆναι
- <βασκευταί>· φασκίδες. ἀγκάλαι
- *<βάσκ' ἴθι>· ἐκ παραλλήλου· πορεύου (Β 8) g
- <βάσκιοι>· δεσμαὶ φρυγάνων
- <βάσκιλλος>· κίσσα
- <βάσκον>· ἐχώρουν
- [<βάσκου>· πορεύου]
- *<βασμός>· βαθμός ASP (g)
- <βασσαίας>· τὰς ἐν βήσσῃ γεγονυίας. ἔλεγον δὲ <βήσσας> τοὺς
κοίλους καὶ δενδρώδεις τόπους. ἔνιοι τοὺς βασίμους τῶν ὀρῶν
- <βασσάραι>· χιτῶνες, οὓς ἐφόρουν αἱ Θρᾴκιαι Βάκχαι q
- *<βάσσαρος>· ἀλώπηξ vgAS [καὶ βασσάτη] παρὰ Κυρηναίοις
(Hdt. 4,192,2)
- <βασσάρια>· τὰ ἀλωπέκια οἱ Λίβυες λέγουσιν (Hdt. 4,192,2)
- <βᾶσσος>· οὐδετέρως· ἡ βῆσσα
- <βασταγή>· βάρος
- <βαστά>· ὑποδήματα. Ἰταλιῶται
- <Βάστας ὁ Χῖος>· Δημοκρίτου ἐπώνυμον, καθὰ καὶ Εὔπολις
(fr. 81) ἐν Βάπταις. ἔστι δὲ ἱστοριογράφος
- <Βάτα Κάρας>· δύο ταῦτα ὀνόματα. ἐπιγέγραπται δὲ ἐπὶ ἀναθή-
ματος ἐν Σάμῳ ἐν τῷ τῆς Ἥρας ἱερῷ οὕτω· <Βάτα Κάρας Σάμιος Ἥρῃ τήνδε θήρην ἀνέθηκε>
- <βάστακας>· τοὺς πλουσίους καὶ εὐγενεῖς
- <βαστιζα κρόλεα>· θᾶσσον ἔρχου. Λυδιστί
- <βαστραχηλίζει>· τραχηλίζει
- <βάστραχας>· τοὺς τραχήλους. Βοιωτοί
- *<Βάταλος>· καταπύγων καὶ ἀνδρόγυνος S κίναιδος. ἔκλυτος (Dem.
18,180) AS
- <βατάνια>· τὰ λοπάδια. ἡ δὲ λέξις Σικελική
- <βαταίνει>· καλεῖ
- †<βαθάρα>· πυκλιή, Μακεδόνες. πυρλός, Ἀθαμᾶνες
- <βατᾶς>· ὁ καταφερής. Ταραντῖνοι
- <βατήν>· †αἰχμήν. [ἐπορεύετο, ἐβάδιζεν]
- <βατήρ>· βαίνων. βαδιστικός
- <βατῆρα>· τὸ ἄκρον τοῦ σκάμματος τῶν πεντάθλων, ἀφ' οὗ
ἅλλονται τὸ πρῶτον q
- <βατηρίαν>· ῥάβδον. *καὶ <βακτηρίαν> (ASn)
- <βάτης>· πίθηκος. ἀναβάτης
- <βάτια>· ὁ τῆς συκαμίνου καρπὸς <ὑπὸ Σαλαμινίων>, καλεῖται δὲ
καὶ <ἅβρυνα ἢ μόρα> q
- <βατίδες>· εἶδος ἰχθύος πλατύ, [ἢ βατία]· διαφέρει δὲ τοῦ βάτου
ἰχθύος, ὡς Ἀριστοτέλης ποιεῖ φανερόν q
- <Βατίεια>· πόλις Τρωϊκή (Β 813)
- <βατιάκη>· φιάλη. οἱ δὲ εἶδος ποτηρίου
- <Βατιῆθεν>· ἐκ δήμου Βατῆς, τῆς Αἰγηΐδος φυλῆς
- †<βάτηρος>· ἐξ ἐχίνου σφάκελος
- *<βατόν>· βάσιμον, ἐν ᾧ δύναταί τις ἐπιβαίνειν AS
- <βάτινος>· δαυλός. Μεσήνιοι
- <βάτος> καὶ <βατίς>· ἰχθύες διαφέρουσιν ἀλλήλων. καὶ ἀκάνθης
εἶδος
- *<βατός>· διαπεράσιμος AS τόπος Σ ἡ δὲ ἄκανθα <βάτος>
- *<βαπταῖς>· πορφυρίσιν n [ἢ ὁδοί]
- <βατταρισταῖς>· τοῖς βατταρίζουσιν
- <βατεῖν>· πορεύειν. πορεῖν
- *<βαττολογία>· ἀργολογία. ἀκαιρολογία (vg)
- *a) <βάτρα> AS <καὶ b) <βάττος>>· S βάσις <καὶ> βασιλεύς (Hdt.
4,155,2) ASn
- <βάτραχος>· ἐσχάρας εἶδος
- <βατραχίς>· ἱματίου εἶδος (Ar. Eq. 1406)
- <βατραχίς>· ἱματίου χρῶμα, ὃ βάπτεται ὑπὸ <βατραχίου>
πόας q
- <βατραχίσκοι>· μέρος τι τῆς κιθάρας
- <βατταρίζειν>· ἐμοὶ μὲν δοκεῖ κατὰ μίμησιν τῆς φωνῆς πεποιῆ-
σθαι, ὡς τὸ <ποππύζειν>. λέγουσι δέ τινες ἀπὸ Βάττου τοῦ ἰσχνοφώνου πεποιῆσθαι, ᾧ καὶ ἡ Πυθία εἶπεν· "Βάττ' ἐπὶ φωνὴν ἦλθες" ἔστι δὲ <ἀσήμως> φθέγγεσθαι, ποππύζειν, τραυ- λίζειν. q
- *<βατταρισμοῖς>· φλυαρίαις (vg) AS
- [<βάττικες>· γυναῖκες. Βοιωτοί]
- <Βάττος>· βασιλεύς, τύραννος· Λίβυες. - τραυλόφωνος, ἰσχνό-
φωνος (Hdt 4, 155)
- <Βάττου σίλφιον>· παροιμία ἐπὶ τῶν τὰς ὑπερβαλλούσας τιμὰς
εὑρισκομένων. Μετενήνεκται δὲ ἀπὸ τοῦ Κυρηναίους ἑνὶ τῶν Βαττιαδῶν μεταδοῦναι ἐξαίρετον σίλφιον, ὃ ἐκτετίμηται παρ' αὐτοῖς, ὥστε καὶ ἐν τῷ νομίσματι ὅπου μὲν Ἄμμωνα, ὅπου δὲ σίλφιον ἐγκεχαράχθαι
- <Βάττου σκοπιά>· χωρίον Λιβύης, ἀπὸ Βάττου
- <βᾶϋ>· εἶδος ἄνθους
- <βαυβᾷ>· κοιμίζει
- <βαυβᾶν>· καθεύδειν (Eur. fr. 694? trag. ad. 165?)
- <βαυβυκᾶνες>· πελεκᾶνες
- <Βαυβώ>· τιθήνη Δήμητρος. ps σημαίνει δὲ καὶ κοιλίαν, ὡς παρ'
Ἐμπεδοκλεῖ (fr. 153)
- <βαΰζειν>· *ὑλακτεῖν (ps) ἀσαφῶς λέγειν (Aesch. Ag. 449?)
- *[<βρύκει>· μασᾶται] gA
- <βαυκά>· ἡδέα (Arar. fr. 9)
- <βαυκαλᾶν>· κατακοιμίζειν. [τιθηνεῖν <τὰ> παιδία μετ' ᾠδῆς p
κοιμίζειν
- [<βαυκανήσεται>· [βοήσεται.] βοήσει]
- <βαυκαλιζόντων>· τιθηνούντων
- <βαυκίδες>· εἶδος ὑποδήματος γυναικείου q
- <βαυκίζεσθαι>· θρύπτεσθαι gp
- <βαυκιζόμενον>· τρυφερὸν καὶ ὡραϊστήν (Alex. 222,9) g
- <βαυκίσματα>· τρυφερώματα g
- <βαυκισμός>· Ἰωνικὴ ὄρχησις. καὶ εἶδος ᾠδῆς πρὸς ὄρχησιν
πεποιημένον
- <βαύνη>· κάμινος ἢ χωνευτήριον
- <βαῦνοι>· χυτρόποδες καὶ κάμινοι. ἔνιοι δὲ καὶ ἐφ' ὧν ἐπικαθίζουσι
- *<βαῦνος>· χυτρόπους A
- <βαφά>· ζωμός. Λάκωνες
- <βάφιον>· ὀξύβαφον. Ταραντῖνοι
- *<βακχεία>· τελετὴ ἐν ὀρχήσει gn χορεία
- †<βάχθει>· τέλμα ὕδατος. ἢ βάθος
- <βάψας>· δεύσας. πλεύσας, ἢ τὴν κώπην βάψας (Ar. fr. 225?)
- *<βδάλλει>· ἀμέλγει
- <βδαλοί>· ῥαφίδες θαλάσσιαι. καὶ φλέβες κρισσώδεις
- <βδάλληται>· θηλάζηται, ἢ ἀμέλγηται (Hippocr.)
- <βδαροί>· δρύες, δένδρα
- *<βδέλλα>· εἶδος σκώληκος (Prov. 30,15) ἢ <βδέλλιον> AS
- [<βδέλεσθαι>· κοιλιολυτεῖν]
- *<βδελυγμίαις>· δυσωδίαις (vgAS)
- <βδελυγμίαι>· ναυσίαι S
- <βδελυκτός>· μισητός P ἐξουδενημένος (Prov. 17,15. 2. Macc.
1,27) καὶ <βδελυρός>
- <βδελύξεται>· <μισήσει> (Hippocr. aff. mul. 1,39) S
- *<βδελυρά>· μίσους ἀξία vgAS
- *<βδελυροί>· μισητοί, (vgAS) κακοί, ἐξουδενημένοι (Dem. 21,123)
- <βδελυρῶν>· ὑφορωμένων, μισητῶν
- [<βδελύσσεσθαι>· κενοῦσθαι τὴν κοιλίαν]
- *<βδελυσσόμενοι>· μισοῦντες AS
- *<βδελύττεται>· μισεῖ gn ὑφορᾶται (Ps. 5,7?)
- <βδύλλων>· τρέμων. ἢ βδέων
- *<βδύλλειν>· δεδιέναι, τρέμειν AS ἢ βδεῖν S
- *<βδέννυσθαι>· κενοῦσθαι κοιλίαν gASph
- *<βεβάασι>· βεβήκασιν. AS ἐνεστήκασι. παρεληλύθασι (Β 134)
- <βεβαδικώς>· παρών
- *<βεβαίαν>· ἀσάλευτον, μένουσαν (Hebr. 6,19; 2. Petr. 1,19) vgAS
- *<βέβαιον>· ἀσάλευτον, ἀσφαλές, ἀμετάβλητον (vg)
- <βεβαιῶ>· κυρῶ
- <βεβαιώσεως δίκην>· τὸ ἐπὶ τῶν ὠνησαμένων τὸ μετὰ ταῦτα
ἀμφισβητούμενον q
- *<βέβακεν>· οἴχεται. [ἀπέθανεν (Eur. Or. 971) AS
- <βέβακται>· εἴρηται (θ 408) S
- <βεβάμεν>· βεβηκέναι (Ρ 359)
- †<βέβασις>· τὸ εὐζόμενον
- *<βεβαώς>· βεβηκώς vgAS ἱστάμενος (Ξ 477)
- <βεβῶσα>· βεβηκυῖα. ἢ περιβεβηκυῖα (υ 17)
- <βέβηκεν>· οἴχεται. τέθνηκε, πεπόρευται (Eur. Alc. 393. Or.
971 ..)
- <βέβηκα>· ἵσταμαι
- *<βεβήκει>· ἐπορεύετο (Α 221) AS ἥδραστο, πεπαγίωτο (Ρ 137)
vgAS
- *<βεβηκός>· ἀσφαλές gAS
- <βεβηκότας>· βεβαίως ἐνεστηκότας
- <βέβηλον>· τὸ μὴ ἱερὸν καὶ ἄθεον. καὶ ἀβέβηλον· <τὸ θεῖον> q
- *<βέβηλος>· ἀνίερος. g ἀμύητος (hebr. 12,16?) g Pp
- *<βεβηλοῦνται>· μιαίνονται. ASn ἁμαρτάνουσιν (Ps. 9,26) AS
- <βεβίηκε>· βεβίασται (Κ 145) S
- *<βεβίωκα>· ἔζησα (Dem. 18,10) vgAS
- <βεβιωμένα>· ἃ ἐπράξαμεν (Dem. 18,265) (p)
- <βεβλημένος>· τετρωμένος (Λ 591 etc.)
- *<βεβλήκει>· ἔβαλε (Δ 108) n
- <βέβλεσθαι>· μέλειν. φροντίζειν
- <βέβλην>· μέλειν
- <βεβλιχασμένον>· μεμολυσμένον
- <Βεθηλ>· οἶκος θεοῦ p
- <βέβλωκεν>· ἠρεμεῖ. φύεται, <φαίνεται> q
- <βεβολημένος>· βεβλημένος. ASn [βεβουλευμένος.] ἠπορημένος.
τεταραγμένος (Ι 9) ἢ [τετρωμένος (κ 247) S
- <βεβολήατο>· τέτρωντο (Ι 3)
- <βεβοημένα>· διαβόητα (Hdt. 3,39?)
- *<βεβουκόλημαι>· πέπαιγμαι πεπλάνημαι vgAS
- <βεβράδα>· ἀθερίνην
- <βεβράξαντα>· συντόνως κεκραγότα. Λέγουσι γὰρ τὸ ἔνδον τῶν
σιαγόνων μέρος <βέβρηκας>
- <βεβρασμένων>· [εἱμαρμένων.] τετιναγμένων
- <βέβρηκες>· τὸ ἔνδον τῶν σιαγόνων μέρος
- <βεβρενθυμένον>· παρὰ Ἱππώνακτι (fr. 109 B.) ὀργιζόμενον
- <βεβρίθασι>· βεβαρημέναι εἰσίν, οἱ δὲ πεπληρωμέναι. <Βρῖθος>
γὰρ τὸ βάρος καὶ ἡ ἰσχύς (o 334)
- *<βέβριθε>· βεβάρηται (Π 384) gSn
- *<βεβριθυῖαι>· βαρεῖαι, ἰσχυραί (v. l. Δ 282) (g)AS
- *<βεβριθώς>· βαρούμενος (vg) ASn
- <βεβρεγμένος>· ὑπομεθύων (Eubul. fr. 126)
- <βέβροξ>· ἀγαθός, χρηστός, καλός
- <βεβρός>· ψυχρός, τετυφωμένος (Hippon. fr. 71 Kn.)
- <βεβροτωμένα>· ᾑματωμένα, μεμολυσμένα (λ 41)
- *<βέβρυχεν>· ἤχησε (ε 412) gASn
- <βεβρυχότες>· †θυμοφονοῦντες
- <βεβρώθοις>· καταφάγοις (Δ 35) ASn
- <βεβυκῶσθαι>· πεπρῆσθαι, <παρὰ> Θετταλοῖς
- <βεβυλλῶσθαι>· βεβύσθαι
- *<βεβυσμένη>· πεπληρωμένη AS πεφραγμένη (vg)
- <βεβυσμένον>· πλῆρες (δ 134)
- *<βεβῶτα>· βεβηκότα gAS
- †<Βεβέηκος>· ὁ Ἠριδανὸς ὑπὸ τῶν Ἐνετῶν
- <βειέλοπες>· ἱμάντες, p οἷς ἀναδοῦσι Λακεδαιμόνιοι τοὺς νικη-
φόρους
- [<βυίκας>· μακράν]
- <βεικάδες>· δέρματα θρεμμάτων νόσῳ θανόντων. Λάκωνες
- <βείκατι>· εἴκοσι. Λάκωνες
- *<Βεζέκ>· ἀστραπή (g) τις. Ἰεζεκιήλ (Ezech. 1,14)
- <βιβάσθων>· κατ' ὀλίγον προβάς (Π 534)
- <βειλαρμοστάς>· ἰλάρχας. Ταραντῖνοι
- <βείῃ>· ζήσεις S, βιώσεις, [βιώσῃ S, πορεύσῃ (Π 852 Ω 131)
- <βείομαι>· πορεύσομαι. ζήσομαι (Ο 194 Χ 431)
- <βείομεν>· πορευθῶμεν. ζήσωμεν
- <βείρακες>· ἱέρακες
- <βειρακή>· ἡ ἁρπακτική
- <βείριξ>· ἔλαφος
- <βειρόν>· δασύ
- <βεικηλᾶ>· νωχελῆ. ἀχρεῖα. Λάκωνες
- <βινεῖν>· παρὰ Σόλωνι τὸ βίᾳ μίγνυσθαι. τὸ δὲ κατὰ νόμον
ὀπύειν
- <βινητιᾶν>· τὸ πασχητιᾶν. καὶ τὸ ὄρεξιν ἐπὶ συνουσίαν ἔχειν
- <βείω>· πορευθῶ (Ζ 113)
- [<βείωνται>· καταπονῶνται]
- <βεικούς>· τοὺς πίθους (Hdt. 1,194,2)
- <βεκάς>· μακράν
- <βεκός>· ἄρτος. [ἢ ἄβητος]. Φρύγες (Hdt. 2,2,3)
- †<βεκῶς>· μακρόθεν
- <βεκκεσέληνος>· σεληνόπληκτος (Ar. Nu b. 398)
- <βεκός>· ἀνόητος
- <βέλα>· ἥλιος, gASn καὶ αὐγή, S ὑπὸ Λακώνων
- <βελάς>· εἴρων, καὶ καταγελαστής
- *<Βελβίνα>· κώμη Λακωνική (Hdt. 8,125) np
- <Βελέβατος>· ὁ τοῦ πυρὸς ἀστήρ. Βαβυλώνιοι
- <βελεβέκη>· βελόνη.
- [<Βελγαῖος>· ἀπὸ πόλεως Βέλγης]
- *<βέλεμνα>· βέλη, vgAS τόξα (Ο 484)
- <βελέων>· βελῶν (Δ 465)
- <βέλεα>· βέλη (Θ 67)
- <βέλεκκος>· ὄσπριόν τι ἐμφερὲς λαθύρῳ μέγεθος ἐρεβίνθου ἔχον
(Ar. fr. 755)
- <βελάσεται>· ἡλιωθήσεται
- [<βέλλαι>· ῥαφίδες θαλάσσιαι]
- <βέλλειν>· μέλλειν
- <Βέλλερος>· ὑπὸ Βελλεροφόντου κτανθείς. ἢ ὁ Βελλεροφόντης
- <βέλλιον>· ἀτυχές. Κρῆτες
- *<βέλιαι>· <διάβολοι> S εὐκίνητοι AS
- <Βελίαρ>· δράκων (2 Cor. 6,15)
- <βέλλιρ>· τρυφαλίς. Λάκωνες
- *<βεελφεγώρ>· εἴδωλον <τοῦ Βήλ> (Ps. 105,28) n
- <βελλούνης>· τριόρχης. Λάκωνες
- <βελονοποικίλτης>· ὁ τῇ ῥαφίδι ὕφη ποιῶν καὶ ζωγραφῶν
- <βέλος>· μάχαιρα. [τραῦμα. (Θ 513) gn ἀκίς. καὶ πᾶν τὸ βαλλόμενον.
(Μ 458) καὶ τὴν ἀλγηδόνα (n) <βέλος> λέγει (Λ 269 Ξ 439)
- <Βέλτη>· χωρίον Φρυγιακόν
- *<βέλτερον>, βέλτιον, κρεῖσσον, AS ἄμεινον, κάλλιον
- <βελτιωτέρας>· τὰς βελτίους. Τελέσιλλα (fr. 6)
- †<βελτός>· ὁ βλητός
- <βέμβιξ>· ῥόμβος. στρέβλα. δίνη. ἢ συστροφὴ ἀνέμου
- <βέμβικος δίκην>· ῥόμβου τρόπον. ἐπὶ τοῦ φεύγοντα μὴ <ἐπ'>
εὐθείας τὴν φυγὴν ποιεῖσθαι, ἀλλ' εἱλεῖσθαι
- [<βεμεῖ>· δονεῖ]
- <βεμβικίζει>· ῥομβεῖ. στρέφει. διώκει
- [<βεμβεύει>· δινεύει]
- <βεμβίδιον>· ἰχθύδιον λεπτόν
- <βέμβλωκεν>· ἐντυγχάνει. ἕστηκε. πάρεστι
- [<βεμόλετο>· ἐφρόντισε]
- <βεβροντῆσθαι>· παραπεφρονηκέναι
- [<βεμβρός>· τετυφωμένος. πάρετος]
- <βέμβιξ>· κῶνος. [συστροφὴ ἀνέμου. ῥόμβος. στρέβλα] *τροχός
vgAS
- <βεμβρεῖ, βεμβρεύει>· δινεύει
- <Βενδῖς>· ἡ Ἄρτεμις, Θρᾳκιστί· παρὰ δὲ Ἀθηναίοις ἑορτὴ Βεν-
δίδεια
- *<βένθεσι>· βάθεσι (Α 358) vgAS
- <βένθος>· βάθος. πυθμήν
- <βερβίνια>· ξύλα καθηλωμένα, ἐξ ὧν τὰς ληκύθους ἐκρέμων
(Hermipp.). οἱ δὲ γένος τι Ἀρκαδικὸν τοὺς Βερβενίους
- <Βεργαῖος>· ὁ ἀπὸ πόλεως βέργης (Alex.)
- <Βέργιος>· ποταμὸς ἐν Λιβύῃ
- *<βέρεθρον>· βάθος. (Θ 14) ASP βάραθρον. κατώτατον. ἔσχατον
(Greg. Naz. c. 1,2,9,9. 2,1,1,502 ..) ἢ πηλώδης τόπος. [ἢ κοίλωμα καταχθόνιον (gn)
- <Βερεκύνδαι>· δαίμονές τινες [καὶ ῥόμβοι]
- <Βερεκύνται>· Φρυγῶν τι γένος. καὶ πρότερον <Βερεκυντία> ἡ
Φρυγία. καὶ <αὐλὸς Βερεκύντιος>
- <Βερέκυντα βρόμον>· Φρύγιον αὐλόν. Σοφοκλῆς Ποιμέσιν (fr.
470)
- <Βερεκυντίας>· ἄνεμος οὕτως καλούμενος
- <Βερενίκης> [*Βερονίκη· πόλις ASn] <πλόκαμος>· τοῦτον κατη-
στερίσθαι φησὶ Κόνων. καὶ βόλος δέ τις ἀστραγάλων οὕτω καλεῖται
- <Βερενικίδαι>· δῆμος Πτολεμαΐδος φυλῆς
- <Βερενικίδες>· <εἶδος> ὑποδήματος γυναικείου
- <Βερενίκιον>· εἶδος βοτάνης
- <βέρκιος>· ἔλαφος, ὑπὸ Λακώνων
- [<βρέκται>· φυσσῆται]
- <βερκνίς>· ἀκρίς
- <βερνώμεθα>· κληρωσώμεθα. Λάκωνες
- <βέῤῥης>· δραπέτης
- <βεῤῥόν>· δασύ
- <βεῤῥεύει>· δραπετεύει
- †<βεῤῥέαι>· κληρῶσαι
- †<βερωνετῶν>· ἀλλὰ ἀνετῶν
- <βέσκεροι>· ἄρτοι, ὑπὸ Λακώνων
- <βεστόν>· ἔσθος καὶ .. ὁ τῶν †ἐθῶν ἔμπειρος. Λάκωνες δὲ βεστη-
κότα ἕσσαντα
- [<βέτεθρον>· βάθος]
- <βέτης>· τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ
- <βεῦδος>· στέμμα τι, καὶ ἱμάτιον γυναικεῖον (Sapph. fr. 155) καὶ
πόλις. καὶ ἄγαλμα
- <βῆ>· ἔβη, ἐπορεύθη (Β 665?)
- [<βεβῆσαι>· τὸ βιῶσαι, βιῶναι]
- <βηβήν>· πρόβατον
- <βήζει>· φωνεῖ
- <βῆ δ' ἄρ'>· ἐπορεύθη (Β 16)
- *<βῆ δέ>· ἐπορεύθη δέ (Α 34) ASg
- <βῆκα>· ἀναδενδράς
- <βῆθι>· βάδιζε. μέτρει
- <>βῆμα>· πρόβατα (Ε 140)
- <βήκη>· χίμαιρα
- <βηκώνιον>· εἶδος βοτάνης
- <βὴ λέγει>· βληχᾶται. ἢ θύει (Aristoph. fr. 642)
- <βήλημα>· κώλυμα. φράγμα ἐν ποταμῷ. Λάκωνες
- <Βῆλθις>· ἡ Ἥρα. ἢ Ἀφροδίτη
- <βηλήσσει>· βληχᾶται
- <βῆλος>· οὐρανός Sn <βαρυτόνως> καὶ Ζεὺς An <καὶ> Ποσειδῶνος
υἱός nq
- <βηλός>· οὐδὸς οἴκου. ἀπὸ τοῦ βαίνεσθαι. *ὁδός v σταθμός q
- *<βηλοῦ>· σταθμοῦ (Α 591) vgAS
- †<βλοσέμεν>· σκοτωθῆναι
- *<βηλῷ>· βαθμῷ. [βατῆρι. οὐδῷ (Ψ 202) AS
- <βῆμα>· πλείονα μὲν σημαίνει κοινότερον· <ἐστὶ> δὲ οὕτως καὶ τὸ
λογεῖον, ὥσπερ <καὶ τὸ> ἐν ἐκκλησίᾳ καὶ δικαστηρίῳ. σημαίνει δὲ καὶ τὸ [κύκλημα γράφεται δὲ καὶ] ἐκκύκλημα. ἦν δὲ καὶ ἐν Ἀρείῳ πάγῳ <βῆμα> q
- [<βῆνος>· κιβωτός]
- <βηματίζει>· τὸ τοῖς ποσὶ μετρεῖν. ἔστι δέ πως ἡ λέξις Μακεδονική
- †<βηνῶσα>· ἡ φωνὴ τῶν προβάτων
- <βήξ>· βηχίον
- <βήρ>· τὸ φρέαρ. Σύροι
- <βήρβη>· κωδία μήκωνος
- <βήραξ>· μάζα μεγάλη
- <βηράνθεμον>· νάρκισσος. οἱ δὲ τηράνθεμον λέγουσι
- <βήρηκες>· μάζαι ὀρθαί. οἱ δὲ ἁπλῶς μάζας. ἄλλοι μάζας ἄνωθεν
κέρατα ἐχούσας q ........
- <βηρίδες>· ὑποδήματα, ἃ ἡμεῖς <ἐμβάδας> λέγομεν
- <βῆ ῥ' ἴμεναι>· ὥρμησεν ἰέναι (π 341. ρ 604)
- <βηρίχαλκον>· τὸ μάρανθον. Λάκωνες
- <βηρυσσεύειν>· σπείρειν
- <βηρύς>· ἰχθύς
- <βήρυλλος>· *λίθος (Tob. 13,17) AS ἢ βοτάνης εἶδος
- <βῆσσαι>· κλίμακες, κοιλίαι. καὶ ὑδρηλοὶ τόποι. κρημνοί. καὶ τὰ
βάσιμα ὄρη. καὶ πόλις (Β 532) καὶ βάσιμοι τόποι τῶν ὀρέων
- <βήσσας>· ὁμοίως
- <βήσατο>· ἐπέβη (Γ 262)
- *<βήσσῃς>· τόποις βασίμοις τῶν ὀρέων (Γ 34) AS
- *<βήσεται>· ἀποβήσεται (Β 339) vAS
- *<βησίον>· ποτήριον AS
- <βήχιον>· βοτάνης εἶδος (Hippocr. art. 63)
- *<βήσομεν>· ἐπιβιβάσομεν, ἐμβιβάσομεν (Α 144) AS
- <βητάρμονες>· ὀρχησταί, [οἱ διὰ τῶν ποδῶν ὀρχούμενοι.] ἀπὸ
τοῦ ἡρμοσμένως βαίνειν (θ 250) q(n)
- <βηχίον>· νόσος ἐν λάρυγγι
- *<βία>· δύναμις AS ἰσχύς. [ἀνάγκη P
- <βιάζεται>· βιαίως κρατεῖται (Λ 588)
- *<βίαιος>· παράνομος AS
- <βία πυρός>· δύναμις n πυρός, ἢ ἀνάγκη
- <βιάτωρ>· κυάθιον μικρόν, ἤγουν κοχλιάριον
- <βιᾶται>· γυναῖκας βιάζεται
- *<βιβάζει>· ὀχεύει. gAS ἐπὶ τῶν θρεμμάτων. ὑβρίζει
- <βιβάς>· βαίνων. ἕρπων. *διαβαίνων (Η 213) AS
- *<βίβασις>· κοίτη. στιβάς AS
- *<βιβάσθων>· διαβαίνων (Ν 809) S
- *<βιβλία>· βυβλία. AS ἐπιστολαί
- *<βιβῶντα>· διαβαίνοντα (Γ 22) AS
- <βίδην>· εἶδος. κροῦμα. Σοφοκλῆς Ἀκρισίῳ (fr. 57) [<Βηρσαβεέ>·
μήτηρ Σολομῶντος. καὶ τόπος περὶ τὴν ὀρεινὴν τῆς Παλαι- στίνης]· "<ὡς ἐπιψάλλειν βίδην τε καὶ ξυναυλίαν> ..." ἄλλοι <βίθυν>
- [<βιζῆαι>· κοῖται. στιβάδες S]
- <βίην Ἡρακληείην>· περιφραστικῶς τὸν Ἡρακλέα (Ε 638 etc.) S
- *<βίῃ>· δυνάμει. AS [ἢ δύναμις] (Α 430)
- *<βίηφι>· δυνάμει. βίᾳ (α 403) AS. [ὡς Πολέμων (p. 94 P.) ἐν
Ἐρατοσθένους Ἐπιδημίᾳ]
- <Βῖκας>· σφίγγας
- *<βῖκος>· στάμνος ὦτα ἔχων (Ier. 19,1) vgAS
- *<βιμβικίζεται>· περικρούεται vgAS
- <Βίβλινος>· εἶδος οἴνου (Hes. op. 589) καὶ γένος ἀμπέλου ἐν Θρᾴκῃ.
καὶ ὁ παλαιὸς οἶνος. Ἐπίχαρμος (fr. 174) δὲ ἀπ' ὀρῶν Βιβλί- νων. ἔστι δὲ Θρᾴκης q
- <βιοῖο>· τοῦ τόξου (Α 49)
- *<βιόν>· τόξον (Κ 260) n
- <βιός>· τόξον ἀπὸ τῆς κατὰ τὴν ἔντασιν βίας (Δ 125)
- *<βίος>· ζωή P, περιουσία
- *<βιότοιο>· τῆς ζωῆς (Δ 170) S
- <βιοτεύειν>· τὸ ζῆν. Θουκυδίδης (1,130,1)
- *<βιοτῆς>· ζωῆς vg
- <βιοτεύων>· συνζῶν. συναναστρέφων
- <βιοῦν> καὶ <βιοτεύειν· βιοῦν> μὲν τὸ διάγειν, τὸ ζῆν, <βιο-
τεύειν> δὲ τὸ πορίζειν τὰ πρὸς τὸν βίον
- *<βίοτος>· τὸ ζῆν, ἢ [ζωή. S καὶ τὰ πρὸς τὸ ζῆν· Σ βίοτον κατα-
κείρειν (Δ 686)
- [<βιοῤῥός>· δουλεία]
- <βίον μεμαγμένον>· ἐπὶ τοῦ εὐδαίμονος βίου
- <βιότου>· βίου (ξ 527)
- <βιόσσαο>· τὸ ζῆν ἔδωκας, βιῶσαι ἐποίησας (θ 468)
- <βιόωνται>· καταπονοῦσι. βιάζονται (λ 503)
- <βιπτάζειν>· ἐπιβάπτειν (Epich. fr. 175)
- <βίῤῥη>· πυράγρα. οἱ δὲ δρέπανον
- <βίῤῥοξ>· δασύ. Μακεδόνες
- <βιῤῥωθῆναι>· ταπεινωθῆναι
- <βίσβης>· δρέπανον ἀμπελοτόμον λέγουσι Μεσάπιοι. καὶ ἑορτὴν
<Βισβαῖα>, ἣν ἡμεῖς <κλαδευτήρια> λέγομεν
- <Βίσσαιον>· <τόπου> ὄνομα ἐν Ἰλίῳ· Πολέμων
- <βίσκαρις>· εἶδος βοτάνης
- <βίσταξ>· ὁ β# <μετὰ> βασιλέα παρὰ Πέρσαις
- <βιστήνη>· ἡ καρδία
- <Βιστονίς>· Θρᾳκίς
- [<Βίστρας>· Θρᾴκιον ὄνομα]
- <βιστιάριον>· τόπος, ἐν ᾧ τὰ χρήματα τίθενται καὶ τὰ ἱμάτια
†τοῦ κοινοῦ
- <Βισύρας>· ἥρως Θρᾷξ. Θεόπομπος (115, 302 J.) δὲ Χερσοννη-
σίτην λέγει [Βισσύρας]
- <βίσχυν>· ἰσχύν. σφόδρα †ὀλίγον. Λάκωνες
- <βιωμένων>· βιαζομένων
- <βείω>· βῶ, πορευθῶ (Ζ 113)
- *<βιώνης>· ὁ τὰ δημόσια ἀγοράζων gAS
- <βιῳ>· τῷ τόξῳ. ἢ τῇ ζωῇ
- *<βιῶναι>· ζῆσαι (Κ 174) gSn
- *<βιώτω>· ζήτω (Θ 429) gAn
- <βίὡρ>· ἴσως. σχεδόν. Λάκωνες
- <βλαί>· βληχή. Λάκωνες
- <βλάβεν>· ἐσφάλησαν. ἐστέροντο. ἐβλάβησαν (Ψ 545)
- <βλάβεται>· βλάπτεται (Τ 82) S
- *<βλάβη>· λύμη. φθορά (Eur. Hipp. 511) ASn
- <βλάβος>· βλάβη (Dem. 20,9? Hdt. 1,9,13)
- <βλαβυρίαν>· εἰκαιολογίαν
- <βλαβύσσειν>· βλάπτεσθαι
- <βλαγίς>· κηλίς. Λάκωνες
- *[<βλαδά>· ἄωρα. μωρά. AS ὠμά]
- <βλάδαν>· νωθρῶς
- *<βλαδαρά>· ἄωρα. μωρά. ὠμά AS
- <βλαδαρόν>· ἐκλελυμένον. χαῦνον
- <βλαδόν>· ἀδύνατον
- <βλαδεῖς>· ἀδύνατοι, ἐξ ἀδυνάτων
- <βλάζειν>· μωραίνειν
- <βλαβύρει>· πτερύσσεται
- <βλάθρον>· φυτὸν πτέρει ὂν ὅμοιον, ὅπερ ἔνιοι <βλάχνον>
- *[<βλαιμάζειν>· ψηλαφᾶν. δοκιμάζειν, πειράζειν] AS
- <βλᾶκα> καὶ <βλακεύειν>· τὸν ἀργὸν καὶ ἀργεῖν Ἀθηναῖοι. ἔνιοι
προβατώδη
- *<βλᾶκα>· μωρόν A
- <βλακείας>· ἰχθὺς ποιός
- <βλακεύει>· διατρίβει. ληρεῖ, μωραίνει. νωθρῶς τι ποιεῖ. *ῥᾳθυ-
μεῖ. μαλακίζεται AS
- *<βλακεία>· μαλακία ASPn
- <βλακεύειν>· μωραίνειν. εἴρηται δὲ ἀπὸ ἰχθύος τοῦ καλουμένου
<βλακός>
- <βλακικώτερα>· εὐηθικώτερα
- *<βλάξ>· μωρός. ἀπό τινος ἰχθύος δυσώδους. S ἢ ὁ διὰ νωθείαν
ἡμαρτηκὼς ἐν τοῖς προδήλοις AS
- *<βλάσκει>· [λέγει.] καπνίζει AS
- <βλασκείας>· ἰχθὺς ποιός
- <βλαστά>· βλαστήματα. S πλαταγώνια. Σικελοί
- [<βλαστάζειν>· βλιμάζειν.] [οἱ αὐτοί]
- <βλάξ>· ἀργός. τρυφερώδης. μαλθακός
- <βλάστην>· φυήν. βλάστημα. βλαστός
- <βλαταγίζουσα>· ἐπικροτοῦσα
- [<βλάνος>· τυφλώδης]
- *<βλάτταν>· χόρτος. AS ἢ λάχανον S
- <βλαττοῖ>· παιδαριεύεται
- *<βλαύτια>· σανδάλια vgAS
- [<βλαχάν>· ὁ βάτραχος]
- <βλᾶχρον>· πόα τις
- <βλάσταν>· βλάστησιν, Κύπριοι
- <βλαῦδες>· ἐμβάδες, κρηπῖδες, σανδάλια, ὑποδήματος ... [οἱ δὲ
<βλακεύς>]
- <Βλαύτη>· τόπος Ἀθήνησι
- <βλαυτοῦν>· ὑποδέειν. ἢ πλήσσειν σανδαλίῳ, οἱ δὲ ὑποδήματι
(Men.)
- †<βλεερεῖ>· οἰκτείρει. Βοιωτοί
- <βλείης>· (Epich. fr. 219) βληθείης. καὶ <βλεῖο> (Ν 288) ὅτι†
- <βλέθραν>· λεῖον ἰχθύν
- <βλεκέμυξος>· βλακώδης. μυξώδης. εὐαπάτητος
- *<βλεμεαίνειν>· γαυριᾶν, (AS) ἐπαίρεσθαι. πεποιθέναι. εὐθυμεῖν.
χαίρειν. πιστεύειν. ἀφρίζειν. ὀργίζεσθαι (Greg. Naz. c. 1,2,9, 113 [37,676])
- <βλένα>· μύξα. οἱ δὲ διὰ τοῦ π <πλένα> καὶ <πλέννα> τὰ ἀσθενῆ
καὶ δυσκίνητα
- <βλεννόν>· νωθῆ. μωρόν (Sophr. fr. 51)
- *†<βλεόερον>· βάθος. δεσμωτήριον AS
- *<βλεσός>· παραλυτικός vgAS
- <βλεπάζοντες>· βλέποντες
- <βλεπεδαίμων>· ὁ ὑπὸ νόσου κατεσκληκὼς καὶ κακόχρους ὑπὸ
δαιμόνων (Com. ad. fr. 85; 3,415 K)
- <βλεπετύζει>· σκαρδαμύττει. βλέπει
- <βλέπησις>· βλέψις (Ar. fr. 757)
- <βλιτόνουν>· βλιτώδη
- <βλέτυγες>· φλυαρίαι. οἱ δὲ <βλέκυγες>
- <βλέτυες>· αἱ βδέλλαι
- <βλεφαρίδες>· αἱ ἐν τοῖς ὀφθαλμοῖς τρίχες
- †<βλεῖ>· βλίσσει. ἀμέλγει. βλίζει
- <βλήδην>· μετὰ τοῦ βάλλειν
- <βλῆμα>· ἄρτος ἐντεθρυμμένος
- †<βληθρήν>· τραχεῖαν. οἱ δὲ ἁπαλήν
- <βλιμάζειν>· ὑποθλίβειν τοὺς μαστούς
- <βλήμενος>· τετρωμένος (Δ 211)
- †<βλῆναι>· ἀληθεῖς
- <βλῆρ>· δέλεαρ. τὸ δὲ αὐτὸ καὶ αἶθμα. παρὰ Ἀλκαίῳ ἡ λέξις
- <βλῆραι>· αἱ κνίδαι. ἄλλοι χόρτον. οἱ δὲ τῶν ὀσπρίων τὴν καλάμην
- <βλήσσανον>· φυτὸν σχίνῳ ὅμοιον
- <βλίσσα>· βότρυν ἡμιπέπειρον
- *<βλῆσθαι>· βληθῆναι. [τρωθῆναι (Δ 115) A
- <βληστάς>· ὁ χερσαῖος σκορπίος
- <βληστρισμός>· ῥιπτασμός. καὶ ἄλυσις (Hippocr. Epid. 1,26 β)
- <βλητιεῖ>· καταβαλεῖ. νικήσει
- <βλητεύει>· καταβάλλει
- *<βλῆτο>· ἐβέβλητο (Δ 518) n
- <βλητός>· ὁ ἀπόπληκτος
- <βλήτροισι>· τῆς ἁμάξης τροχοί. σφῆνες. ἐμβλήματα. οἱ δὲ
γόμφους καὶ συμβολὰς ἀξόνων (Ο 678)
- <βλητρώσας>· ἐμβαλών
- *<βληχή>· φωνὴ προβάτων (μ 266) vgPp
- <βληχᾶται>· φωνεῖ
- <βλήχημα>· μωρός. προβατώδης
- *<βληχήματα>· βοαὶ προβατώδεις AS
- <βληχήσασθαι>· ὡς πρόβατα βοῆσαι
- *<βληχράν>· ἀσθενῆ (Ε 337?) AS
- <βλῆχρος>· πτέρις
- *<βληχρόν>· ἀσθενές. AS νωθρόν. ἁπαλόν. λελυμένον
- <βλήχων· γλήχων>· καὶ <γὰρ> οὕτως λέγεται. ἔστι δὲ εἶδος
βοτάνης. καὶ τὸ ἐφήβαιον (Ar. Lys. 89)
- <βλιαρόν>· ἀβλεμές
- <βλιβρόν>· λαγρόν
- <βλίδες>· ψεκάδες
- <βλίκανον>· βάτραχον. καὶ <βλίχαν>
- <βλικάς>· σύκου φύλλον
- [<βλιηχῶδες] βλιχῶδες>· παρὰ Ἱπποκράτει (cap. vuln. 19) τὸ
λελεπισμένον, καὶ καθαρόν
- <βλιμάζειν>· τὸ τιτθολαβεῖν. οἱονεὶ θλίβειν, [ἢ †βαστάζειν,] καὶ
τὸ τοὺς ὄρνιθας ἐκ τῶν στηθῶν πειράζειν. Ἀριστοφάνης Ὄρνισιν (530)
- <βλίμασις>· ἡ τῶν τιτθῶν θλῖψις
- <βλιμάξαι>· †βαστάσαι. ἀτιμάσαι
- <βλίμη>· προπηλακισμός. ὕβρις
- <βλινόν>· δαλόν
- <βλίξ>· συνεχῶς
- <βλίσαι>· καπνίσαι μελίσσας, S καὶ ἐξελάσαι τῶν σμηνῶν, ὑπὲρ
τοῦ <τὸ> μέλι τρυγῆσαι
- <Βλίσσιοι>· οἱ Βοιωτοὶ πρότερον οὕτως ἐκαλοῦντο
- <βλιτάς> (Men. fr. 955) ... καὶ <βλίτωνας>· τοὺς εὐήθεις
- <βλιτάχεα>· παρὰ Ἐπιχάρμῳ (fr. 193). οἱ μὲν τὰ κογχύλια· οἱ
δὲ τὰ ὑφ' ἡμῶν σελάχια
- <βλίταχος>· βάτραχος
- *<βλίττειν>· τὸ ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων (Plat. rep. 8,564e)
vgAS
- <βλίτον>· λαχάνου εἶδος
- <βλίτυρι <καὶ σκινδαψός>>· Ἰόβας τὸν <σκινδαψὸν> ὄργανον
[ὂν] μουσικὸν ἀποδίδωσι, τὸ δὲ <βλίτυρι> χορδῆς μίμημα
- *<βλοσυρόν>· φοβερόν. g καταπληκτικόν (Η 212 Ο 608) (v)gS(P)
- *<βλοσυρῶπις>· καταπληκτικοὺς <τοὺς> ὀφθαλμοὺς ἔχουσα (Λ 36)
gASn
- *<βλύδιον>· ὑγρόν. ζέον. gAS [ἢ ὑποδήματα] S
- *<βλύζει>· βρύει, πηγάζει, P ἀναβρύει ὕδατα
- *<βλωθρή>· εὐαυξής. (Ν 390) AS ... ἢ <παρὰ τὸ> προβαίνειν
καὶ ἄνω θρώσκειν
- *<βλωμοί>· στραβοί vgAS
- *<βλωμός>· [ἰσχνή,] AS ψωμός (Call. fr. 508) gAS
- *<βλωρός>· σύκου φύλλον AS
- *<βλῶσις>· παρουσία gAS
- *<βλώσκει>· ἀνατέλλει. ἕρπει AS
- *<βοᾷ>· κραυγάζει (Ξ 394?) AS
- *<βοάγρια>· ἀσπίδας (Μ 22) S
- *†<βοαδεῖ>· ὀκνεῖ S
- <βόας αὔας>· ξηρὰς βύρσας (Μ 137)
- *<βοείας>· βύρσας (Λ 842) S
- *<βόεσσι>· βουσί (Β 481) S
- <βοέοισιν ἱμᾶσι>· βοείοις (Ψ 324)
- <βοῆ>· βύρσα. ἀσπίς S
- *<βοηδρομεῖν>· μετὰ σπουδῆς παραγίνεσθαι (Eur. Or. 1510) vgS
- *<βοὴν ἀγαθός>· ὁ κατὰ τὴν μάχην ἀνδρεῖος (Β 408) S
- <βοηθήσων>· βοηθῶν S
- *<βοηθόον>· κατὰ τὴν μάχην ταχύν (Ρ 481) S
- <βόθρος>· ὄρυγμα γῆς (Sirac. 21,10)
- *<βολάων>· βολῶν. ἢ πληγῶν (ρ 283) gS
- *<βόλβιτα>· ἀφόδευμα βοός vg
- *<βόλβυθον>· τὸ αὐτό S
- <βολίδες>· ἀκόντια. λογχάρια (Sap. 5,21) S
- <βολίς>· βέλος. λόγχη· ἀκόντιον (Ierem. 9,7) vgS
- <βολῇσι>· τρώσεσι, πληγαῖς (ω 160)
- *<βολίτοις>· βολβίτοις (Ar. Eq. 658) S
- <βόλοι>· βολισμοί S
- <βόλος>· θήρα S παλμός. βόλου ὄνομα. καὶ δίκτυον
- <βόμβαξ>· τοῦτο παρεμβολοειδές ἐστι. σημαίνει δὲ διασυρμόν (Ar.
Thesm. 45?)
- <βομβαύλιος>· ὁ αὐλητής. ἀπὸ τοῦ <βομβεῖν> (Ar. Ach. 866)
- <βομβῆσαι>· ὡς περιστερὰ φωνῆσαι
- *<βόμβησεν>· ἐψόφησεν (θ 190 etc.) gS
- <Βομβυλεία>· ἡ Ἀθηνᾶ ἐν Βοιωτίᾳ
- *<βόμβος>· ἦχος, vg(P) ψόφος (P) (Pl. Prot. 316a?)
- <βόμβους>· ἤχους, S ψόφους
- <βομβοία>· ἡ κολυμβὰς ἐλαία, παρὰ Κυπρίοις
- <βομβοιλαδόνας>· †ἐνιαυτούς
- <βομβρύζων>· τονθρύζων. βοῶν
- <βομβρυνάζειν>· βρενθύεσθαι
- <Βομβυλία>· κρήνη ἐν Βοιωτίᾳ
- <βομβύλην>· λήκυθον
- [<βόμβυκες>· γένος αὐλῶν. ἢ εἶδος ζώου πτερωτοῦ, κατὰ σφῆκα]
- <βομβυλίδας>· πομφόλυγας
- <βομβυλιός>· ποτηρίου γένος, κατὰ μικρὸν ποτὸν στάζοντος·
ὅθεν διὰ τὸν ἦχον οὕτω κεκλῆσθαι (Antisth. p. 20,1 Winck.) ἢ ζῶον, ἦχόν τινα ποιοῦν τοῦ γένους τῶν σφηκῶν (Isocr. 10,12). *ἢ μέλισσα μεγάλη. Sn ἢ μυῖα S
- <βόμβυξ>· στάμνος. Λάκωνες. *καὶ αὐλοῦ εἶδος. S(g) καὶ ζῶον,
ἀφ' οὗ τὰ βομβύκινα ὑφάσματα συντελεῖται S(gn). ἔνιοι δὲ βομβύλιον οὕτω λέγουσιν· οἱ δὲ †ῥυμόν. *ἢ ἦχος βομβυλισμοῦ Sn
- <βομβῶνας>· βουβῶνας
- (*)<βοῶντες>· κραυγάζοντες (Act. Apost. 17,6)
- †<βομβυθυλεύματα>· τὰ μαγειρικὰ ἀρτύματα· κατεσκευασμένα·
ἔνιοι τὸ σὺν τῇ ὄνθῳ ἀρτύειν
- <βοώνητα>· τιμῆς βοῶν ἠγορασμένα. [ἢ ἀνόσιος]. παρὰ Κυπρίοις
δὲ ἀνόσιος
- <βοὸς κέρας>· τὸ περιτιθέμενον τῇ ὁρμιᾷ κέρας κατὰ τὸ ἄγκιστρον.
οἱ δὲ τρίχα (Ω 81)
- †<βόοσκον>· βουφορβόν. ὀρεινόμον
- <βοοσσόος>· μάστιξ (Call. fr. 301) καὶ βούτης
- <βορά>· θοίνη (Eur. Or. 189) *βρῶσις (vg.) σῖτος *τροφή (Iob
38,39) (vgSP)
- *<βοῤῥᾶς>· ἄνεμος PS ψυχρός. καὶ παγώδης vgS καὶ σκληρός,
τροπικῶς καλούμενος διάβολος, ὁ παρὰ τὸ ὁρᾶσθαι ἐπιδέξιος (Prov. 27,16)
- *<βόρβορος>· ὀχετὸς δυσώδης (Ierem. 45,6) S
- <βορβορυγή>· ποιός τις ἦχος, ὃν καὶ <κορκορυγὴν> καλοῦσιν
- <βορβορίζει>· γογγύζει. μολύνει. Κύπριοι
- <βορβορωπόν>· αἰσχρόν, βορβόρῳ ἐμφερές
- <βορβύλα>· πέμμα στρογγύλον διὰ μήκωνος καὶ σησάμης μεγέ-
θους ἄρτου
- <Βορέας>· σκόλιόν τι ᾀδόμενον οὕτως ἔλεγον. καὶ ὁ ἄνεμος
- <Βορεασταί>· Ἀθήνησιν οἱ ἄγοντες τῷ Βορέᾳ ἑορτὰς καὶ θοίνας,
ἵνα <οὔριοι> ἄνεμοι πνέωσιν. ἐκαλοῦντο δὲ Βορεασμοί
- <βορέην>· τὴν φῦσαν. γράφεται δὲ καὶ <βορῆ>
- <βορεῖον>· γαστὴρ ἐσκευασμένη πως
- <βορθαγορίσκια>· χοίρεια κρέα, καὶ μικροὶ χοῖροι <βορθαγορί-
σκοι>. Λάκωνες
- †<βορηά>· βοτάνη πᾶσα
- [<βοῤῥᾶς>· ἄνεμος ψυχρὸς παγώδης καὶ σκληρός, ὃς τροπολογού-
μενος σκαιὸς καὶ ἀποπομπαῖος λέγεται, ὃς σημαίνει τὸν διά- βολον. περὶ δὲ τῶν ἀσεβῶν ἐπιδέξιος]
- <βόρμαξ>· μύρμηξ
- <βόρμος>· ὃν καὶ <βρόμον> λέγουσιν. ἔστι δὲ τροφὴ τετραπόδων,
τὸ πολλαχοῦ μὲν σπειρόμενον, ἐνίοτε δὲ καὶ αὐτομάτως φυό- μενον
- [<βρότος>· αἷμα. μολυσμός. <Ἄμβροτοι θεοί>· ἄναιμοι καὶ ἀμό-
λυντοι. <Ἄμβροτοι θεοί>· ἀθάνατοι, τῷ ἄμοιροι εἶναι βρότου, τουτέστι αἵματος καὶ μολύσματος]
- *<βορόν>· βρωτικόν gS καταβρῶσκον Sn
- <βορός>· πολυφάγος, S ἄπληστος. καὶ ὁ ἐκ τῶν στεμφύλων ἐπὶ
τῆς ἀρυστίδος ὁλκός. Λάκωνες
- <βοῤῥάζων>· ψοφῶν
- <βοῤῥᾶς>· [*βρώσεως SΣ ἢ] βορέας. Πλάτων (Criti. 112 b v. l.)
- [<βοῤῥόν>· βροτικόν]
- <βοῤῥοῦ>· τοῦ βορέου. ἡ γενικὴ παρὰ Ἀριστωνύμῳ (fr. 8, I 669)
- <βορσόν>· σταυρόν. Ἠλεῖοι
- <βόρταχος>· βάτραχος
- <βόρμος>· ἔνιοι δὲ τὴν ἱππάκην· ἔνιοι δὲ τὴν σιτώδη πόσιν
- <Βορυσθένης>· ὁ Ἑλλήσποντος. ἔστι δὲ <καὶ> ποταμός
- *<βόσις>· βόσκησις vgS
- <βοσκημάτων>· θρεμμάτων q
- <βοσκόμενον>· δαπανώμενον n
- *<βόσκων>· τρέφων (Ierem. 38,10) g
- <βοσκάς>· φασκάς †Λίβιοι
- <βοσκέων>· ὁ τροφεύς
- <βοσκή>· τροφή
- <βόσκομεν>· τρέφομεν
- <Βόσπορος>· οὐ μόνον ὁ Σκυθικός, ἀλλὰ καὶ Θρᾴκιος οὕτως
ἐκαλεῖτο (Soph. Ai. 884)
- <βοστρυχοειδῆ>· πολυκαμπῆ
- <βοστρύχια>· στέμφυλα
- <βοστρυχίζεται>· κοσμεῖται
- *<βόστρυχοι>· πλόκαμοι vgS
- <βοστρυχῶδες>· τὸ [θάλπον, ἢ] θάλλον
- <βοτά>· βοσκήματα. g κατὰ πάντων δὲ καὶ χερσαίων καὶ πτηνῶν
καὶ ἐνύδρων καὶ ἀγρίων ζώων λέγεται, [δὲ] ἀπὸ τοῦ βόσκεσθαι
- <βοτεῖν>· βόσκειν
- <βοτῆρα>· ποιμένα (Eur. Andr. 281) (vgS)
- <βότις>· †βόλτιον (Sophr. fr. 64)
- *<βοτοῖσι>· βοσκήμασι (Σ 521) (S) n
- <βοτρύδια>· ἐνωταρίων εἶδος. οἱ δὲ βότρυς. ἢ Θεσμοφοριαζούσαις
(Ar. fr. 320,10)
- [<βοτρυδιόν>· κατὰ συντροφήν]
- *<βοτρυδόν>· ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς οἱ βότρυες τὰς ῥᾶγας
ἔχουσιν g πυκνάς. καὶ κατὰ συστροφήν. ἢ [συνηγμένοι ὁμοῦ (Β 89) n
- <βοτρυμός>· τρυγητός
- [<βοτιανείρη>· τροφὴν ἀνδράσι παρέχουσα]
- [<βοτύσι>· βοσκήμασι]
- *<βοτῶν>· θρεμμάτων n
- <βοῦ>· τὸ μέγα καὶ πολὺ δηλοῖ. [Λάκωνες]
- <βοῦα>· ἀγέλη παίδων. <Λάκωνες>
- <βουαγετόν>· ὑπὸ βοῶν εἱλκυσμένον ξύλον. Λάκωνες
- <βουαγόρ>· ἀγελάρχης, ὁ τῆς ἀγέλης ἄρχων παῖς. Λάκωνες
- <βουάκραι>· οἱ φοίνικες, ὑπὸ Λακώνων
- <βουβάλιες>· οἱ βούβαλοι (Hdt. 4,192,1). ἢ ἀστράγαλοι
- <βουβάλιον>· γυναικὸς κοσμάριον (Diph. fr. 59 Nicostr. fr. 33)
καὶ ἄγριος σικυὸς παρὰ Ἱπποκράτει
- <βούβαλος>· δορκάδιον. καὶ μέγα καὶ πολύ
- [<βουβάραι>· μεγάλαι
- <βούβαρα>· μεγάλα
- <βουβάρας>· μεγαλοναύτης, παρὰ τὴν <βᾶριν>. καὶ μέγα βάρος
ἔχων καὶ αὐχηματίας ἢ ὁ μέγας καὶ ἀναίσθητος ἄνθρωπος]
- <βούβαρις>· νεὼς ὄνομα, παρὰ Φιλίστῳ (fr. 56,69 J.)
- <βούβελα>· κρέα βόεια
- <βουβίλιξ>· σιταποχία
- <βούβοσις>· πολυφαγία
- <βουβωνιασκόπος>· ὁ βουβῶνι ἐπᾴδων
- <βουγάϊος>· *μεγάλως ἐφ' ἑαυτῷ γαυριῶν. gS δηλοῖ δὲ καὶ
ἀναίσθητον καὶ ἀλαζόνα καὶ μεγάλαυχον ἢ ἀγλαϊζόμενον (N 824)
- <βούβρωστις>· μεγάλη πενία. λύπη (Ω 532). ζωύφιον. *μέγας
λιμός vg λύμη. φθορά. φθόνος
- <βουγενέων>· τῶν μελισσῶν. Καλλίμαχος· "ἁρμοῖ γὰρ Δανάου γῆς
ἐπὶ <βου>γενέος" (fr. 383,4), καὶ ἡ μέλισσα <βουγενής>, ὅτι ἐκ βοείων ὀστέων γεννᾶται
- <βούγλωσσον>· ἰχθὺς ποιός (Epich. fr. 65). καὶ βοτάνης εἶδος
- <βουδάκη>· ἡ βούπρηστις
- <βουδεψήιον>· τὸ βυρσεῖον
- <Βούδειον>· πόλις (Π 572) S
- <Βούδιος>· παρὰ Λυσίππῳ τὸ ὄνομα· κύων δέ τις ἐβόα δεδεμένος
ὥσπερ Βούδιος (fr. 8, I 702). Σέλευκος ἀποδίδωσιν ἄ<φρ>ων, ἀνόητος
- <βουδόρῳ>· νόμῳ, ᾧ βοῦς δέρουσιν· οἱ δὲ ἀσκῷ
- <Βουζύγης>· ἥρως Ἀττικός, ἢ πρῶτος βοῦς ὑπὸ ἄροτρον ζεύξας·
q ἐκαλεῖτο δὲ Ἐπιμενίδης. Καθίστατο δὲ παρ' αὐτοῖς καὶ ὁ τοὺς ἱεροὺς ἀρότους ἐπιτελῶν <βουζύγης>
- <βουθερεῖ>· ἐν ᾧ βόες θέρους ὥρᾳ νέμονται (Soph. Tr. 188). καὶ
†<βούθοροι> τὸ αὐτό
- <βουθοίνης>· †βούχειλος
- <βούθουτον>· ὅ τινες ἀνέκφορον· Ἀχαιοὶ δὲ ἰσόμοιρον. Ἀριστοφά-
νης (p. 189,34 Nauck). Λάκωνες
- <Βοῦθος περιφοιτᾶι>· παροιμία ἐπὶ τῶν εὐήθων καὶ παχυφρό-
νων, ἀπὸ Βούθου τινὸς μετενεχθεῖσα τοῦ Πύθια νικήσαντος, ὃν ἀναγράφει καὶ Ἀριστοτέλης νενικηκότα (Cratin. fr. 245)
- <βοῦν ἱέρευσεν>· βοῦν ἔθυεν (Η 314)
- <βουκαῖος>· βουκόλος. οἱ δὲ θεριστής (Theocr. 10,1)
- <βουκανῆ>· ἀνεμώνη τὸ ἄνθος. Κύπριοι
- <βουκάπαι>· τῶν βοῶν αἱ φάτναι
- <βουκέντας>· βοηλάτας
- <βούκερας>· τὸ σπερμάτιον, τῆλις
- <Βουκέφαλος>· ἵππος ἐγκεχαραγμένον ἔχων τοῖς ἰσχίοις βούκρα-
νον (Ar. fr. 41.42) καὶ ὁ Ἀλεξάνδρου ἵππος, ἀφ' οὗ πόλιν ἐν Ἰνδοῖς κτίσαι λέγεται
- *<βουκολέοντι>· <βοῦς νέμοντι> (Ε 313) Sn
- <βουκολητής>· ἀπατεών
- <βουκόλια>· ἀγέλη βοῶν (Hdt. 1,126,2? 1. Reg. 14,32?)
- <βουκολίη>· κακολογία
- <βουκολίνη>· κίγκλος τὸ ὄρνεον
- <βουκολιασμός>· μελοποιΐας τινὸς εἶδος καὶ ὀρχήσεως· ἀμφότερα
δὲ ἀγροικικά. καὶ Θεοκρίτῳ γέγραπται
- *<βουκολεῖσθαι>· <ἀπατᾶσθαι> χρησταῖς ἐλπίσι, <πλανᾶσθαι> n
- <βουκολήσομεν>· μεριμνήσομεν. ἀπατήσομεν
- <βουκόλοι>· οὐ μόνον οἱ τῶν βοῶν νομεῖς, ἀλλὰ καὶ ζῷά τινα
οὕτω καλοῦνται
- *<βουκόλος>· βοονόμος, Sn βοοβοσκός S
- <βουκολοῦμαι>· ἀπατῶμαι
- <βουκολουμένας>· ἀπατωμένας. ἀπολουμένας
- *<βουκολοῦντες>· ἀπατῶντες SP
- *<βουκολῶν>· ἀπατῶν Sn σοφιζόμενος
- <Βουκόλω Φαρσαλίας>· πόλις Θρᾴκης
- <βουκόρυζος>· ἀναίσθητος. ἀσύνετος
- †<βούκτησις>· φυσητική
- <βουλαῖα>· τὰ βεβουλευμένα
- <βουλαχά>· βόλου ὄνομα
- *<βούλει>· βούλῃ S
- <βουλεῖα>· [ἡ τοῦ] βουλευτήρια καὶ <ἡ [τοῦ> βουλεύειν ἀρχή S
[βουλείας βουλεύειν (Κ 147)]
- †<βούλεον>· βούλευμα
- <βουλεύσαντε>· βουλεύσαντες, δυϊκῶς (Α 531)
- <βούλευμα>· αἱ βουλαί (Eur.)
- <βουλεύσεως ἔγκλημα>· τὸ ἐπιβεβουλευκέναι θάνατον οὕτως
Ἀθήνησιν ἐλέγετο
- <βουλευτικόν>· τόπος τις Ἀθήνησιν ἐν τῷ θεάτρῳ, ὅπου οἱ
βουλευτικοὶ καθήμενοι ἐθεῶντο· καὶ οὗ οἱ ἔφηβοι, <ἐφηβικὸν> ἐκαλεῖτο
- *<βουλευτικός>· φρόνιμος (Plat. rep. 4,441a) vgS
- <βουλευτός>· ἀντὶ τοῦ βουλευτής
- <βουλεψίη>· ἡ λέξις παρὰ Ξάνθῳ (4 p. 629 M.). λέγει δὲ τὰς
Ἀμαζόνας, ἐπειδὰν τέκωσιν ἄῤῥεν, ἐξορύσσειν αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοχειρίᾳ
- <βουλή>· *γνώμη. (Α 5) vgS θέλημα S ἢ τόπος. ἄνδρες. πρᾶγμα
[βουλῆς λαχεῖν]
- <βουλῆς λαχεῖν>· τὸ λαχεῖν βουλευτήν, καὶ δραχμὴν τῆς ἡμέρας
λαβεῖν
- <βουληφόροι>· καὶ ἐπιθετικῶς μὲν αἱ ἐκκλησίαι (ι 112), κυρίως
δὲ βασιλεῖς (Κ 414)
- <βουληφόρον>· σύμβουλον· οἱ δὲ δεινὸν βουλεύσασθαι· οἱ δὲ
βουλευτήν (Β 24)
- *<βούλιμος>· μέγας λιμός S(n)
- <Βουλίς>· γυνὴ οὕτω καλουμένη
- <βουλυτόν>· τὴν δείλην ὥραν, ἐν ᾗ τὸ ἄροτρον λύεται τῶν βοῶν
(Π 779 ι 58)
- <βουμανὲς> καὶ †<βορύπαστον>· εἴδη βοτανῶν
- <βουμέτρης>· ὁ ἐπὶ θυσιῶν τεταγμένος, παρὰ Αἰτωλοῖς
- <βούμυκοι>· φωναὶ μυκηθμῷ <παραπλήσιαι>
- [<βοῶναι>· οἰκίαι]
- <βοῦνις>· γῆ. Αἰσχύλος (Suppl. 116)
- <βούνιον>· πόας εἶδος
- <βούνομα>· ἑλώδεις λειμῶνες S
- <βούνομον>· ὑπὸ βοῶν νεμόμενον (Soph. El. 181)
- <βουνός>· στιβάς. Κύπριοι
- *<βουνοί>· βωμοί (Sn?)
- <βούπαις>· *νέος S, μέγας g, ἀφῆλιξ vgS, μέγας παῖς. ἢ ἰχθύς
- <βουπαλίδες>· περισκελίδες
- <Βούπαλον>· μέγα. καὶ ὄνομα
- <βούπειναν>· μέγαν λιμόν (Callim. fr. 24,11)
- <βούπλευρον>· λαχάνων εἶδος
- [<βουόφθαλμος>· βοτάνη τις]
- *<βουπλήξ>· μάστιξ πέλεκυς. vgSn βουκόπος (Ζ 135) vgS
- <βουπόλον>· βουκόλον
- <βουπόρους ὀβελούς>· μεγάλους ὀβελίσκους (Hdt. 2,135,4)
- <Βουπράσιον>· τόπος τῆς Ἤλιδος, S ἢ κώμη ἐν Ἤλιδι (Β 615)
- <βουπρηόνες>· κρημνοὶ μεγάλοι, καὶ λόφοι
- <βούπρηστις>· λαχάνου εἶδος
- <βούπρῳρον>· θυσία τις ἐξ ἑκατὸν προβάτων καὶ βοὸς ἑνός· οἱ δὲ
τὴν ἡβῶσαν ἢ βουάρχην· σημαίνει δὲ καὶ τὴν βουπρόσωπον (trag. ad.)
- <βούπρως>· ἀσθένεια
- <βούπτινον>· βοτάνη, λεγομένη <τρίφυλλον
- <Βοῦρα>· πόλις τῆς Ἀχαΐας
- <βουρικυπάρισσος>· ἡ ἄμπελος. Περγαῖοι
- <βούρυγχος>· ἰχθὺς κητώδης
- <βούρυτος>· ποταμὸς μέγα ῥεῦμα ἔχων S
- <Βούσβατον>· τὴν Ἄρτεμιν. Θρᾷκες
- <βοῦς>· πόπανόν τι τῶν θυομένων οὕτως ἐν ταῖς ἁγιωτάταις
Ἀθήνησι θυσίαις. ἦν δὲ βοῒ παραπλήσιον. κυρίως δὲ βοῦς. ἢ ἀσπίς. [βάρος. ἀργός]
- <βοῦς ἐπὶ γλώσσῃ>· παροιμία ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιά-
ζεσθαι. ἤτοι διὰ τὴν ἰσχὺν τοῦ ζῴου· ἢ διὰ τὸ τῶν Ἀθηναίων <νόμισμα> ἔχειν βοῦν ἐγκεχαραγμένον, ὅνπερ ἐκτίνειν τοὺς πέρα τοῦ δέοντος παῤῥησιαζομένους ἦν ἔθος
- <βοῦς ἐν αὐλίῳ>· παροιμία ἐπὶ τῶν ἀχρήστων. Κρατῖνος Δηλιά-
σιν (fr. 32)
- <βοῦς ἐν πόλει>· χαλκοῦς ὑπὸ τῆς βουλῆς ἀνατεθείς (Henioch.
com. fr. 2)
- <βοῦς ἐπὶ δεσμά> καὶ <βοῦς ἐπὶ φάτνην> καὶ <ἐπὶ σφαγήν> καὶ
<κύων ἐπὶ σῖτον> καὶ <ὗς ἐπὶ δεσμά>
- <βουσή>· δούλη S
- [<βοῦς>· μάστιγξ]
- <βουσία>· γογγυλίδι ὅμοιον. Θετταλοί
- †<βουσκητήριον>· εἰς εὐρύην εἴρηται κακοσχόλως ἐπὶ τοῦ γυναι-
κείου αἰδοίου
- <βοῦς Κύπριος>· κοπροφάγος, εἰκαῖος, ἀκάθαρτος. σημαίνει δὲ
ἀτοπίαν τῶν Κυπρίων. καὶ Εὔδοξος ἀφηγεῖται, ὅτι κοπροφα- γοῦσιν (Men. fr. 300)
- <βοῦς πετηλός>· ὁ ἀναπεπταμένα τὰ κέρατα ἔχων
- <βοῦς ἐμβαίη μέγας>· Στράττις (fr. 67) εἶπε παρὰ τὴν παροι-
μίαν τὴν <βοῦς ἐπὶ γλώσσῃ
- βοῦς ἕβδομος>· μνημονεύει δὲ τοῦ <ἑβδόμου βοός> (Euthycl. I
805 fr. 2 Philem. fr. 86) ... ὅτι δὲ πέμμα ἐστὶ καὶ τῆς Σελήνης ἱερόν, Κλειτόδημος (fr. 323,12 J.) ἐν Ἀτθίδι φησί
- <βουστροφηδόν>· οὕτως ἔλεγον, ἐπὰν ὁμοίως ἀροτριῶσι βουσὶ
τὰς ἀντιστροφὰς ποιῇ τις. ἔλεγον δὲ ἐπὶ τοῦ γράφειν τρόπῳ τοιούτῳ
- <βούσυκα>· τὰ μεγάλα σῦκα
- <βουστάνη>· βοοστασία, ἡ τῶν βοῶν στάσις. ἢ μάστιξ, καὶ πληγή
- <Βουτάδαι>· γένος Ἀθήνησιν, ἀπὸ τῆς Βούτου γενεᾶς
- <βοῦται>· βουκόλοι, νομεῖς, βοτῆρες
- [<βοῦς ἐμβαίη μέγας> στραττής εἶπε παρὰ τὴν παροιμίαν τὴν
<Βοῦς ἐπὶ γλώσσῃ>]
- <βουτάνη>· μέρος τι τῆς μακρᾶς νεώς. ἢ μάστιξ. ἢ τάνυσις τῆς
βοείας. μέρος δὲ τῆς νεώς, πρὸς ὃ τὸ πηδάλιον δεσμεύεται. δηλοῖ δὲ καὶ μάχην, ἀηδίαν
- <βούταρος>· ὁ παχὺς [ἢ ὁ πάχης] <παρὰ Λάκωσι> hf
- *<βούτας>· βουκόλους (Eur. Hec. 646). βοσκήματα (Eur. Hipp.
537?) S
- <βουτελέστην>· θύτην
- <βούτης>· ὀρίγανος ὑπὸ Κυδωνιατῶν· καὶ βουκόλος· καὶ παροιμία
ἐπὶ τῶν ῥᾳδίως συντελουμένων· καὶ ὁ τοῖς Διπολίοις τὰ βουφό- νια δρῶν
- *[<βουτιανείρη>· τροφὴν ἀνδράσιν παρέχουσα (Α 155) S]
- <βούτιμοι>· βοώνητοι, ὥσπερ <ἀλφεσίβοιαι
- βουτοί>· τόποι παρ' Αἰγυπτίοις, εἰς οὓς οἱ τελευτῶντες τίθενται
- *<βούτομον>· φυτὸν βουσὶ διδόμενον τροφή, ὅμοιον χόρτῳ (Iob
8,11) (Sn)
- †<βούτορον>· ψάκαστρον, νιφάδ' ὑετοῦ. βουκέντη. καὶ <βούτουρος>
τὸ αὐτό†
- †<βουτόων>· ὁδὸν ἀτραπόν h
- <βούτρωκτον>· ὄροβον
- [*<βουτύπον>· βουθύτην (Σ)] ... Ἀθήνησιν ἐκαλεῖτο, ἐκ τοῦ
Θαυλωνιδῶν γένους καθιστάμενος
- *<βουτύπος>· ὁ βοῦν καταβάλλων <πελέκει> SΣ. ἢ εἶδος ζῴου
καλουμένου <ἐμπίς> S
- <βούτυρος>· βοτάνης εἶδος. Διονύσιος
- *<βουφάγος>· πολυφάγος vg
- <βουφαρῆ>· τὴν εὐάροτον γῆν· <φάρος> γὰρ ἡ ἄροσις. καὶ ἐπίθε-
τον βοός
- <βούφθαλμον>· βοτάνη τις, ὑφ' ἡμῶν ἐσθιομένη
- <βουφόνια>· ἑορτὴ Ἀθήνησιν. ἐν γὰρ τοῖς Διϊπολίοις φασὶ βοῦν
καταφαγεῖν τὸ παρεσκευασμένον πόπανον τῇ θυσίᾳ (Ar. Nub. 985) [οἷον πλακούντιον ἐξ ἄρτου]
- <βουφάρας>· γεφύρας
- *<βουφορβός>· βοῦς τρέφων (Eur.) S
- <βουχανδέα>· πολυχώρητα
- <βουχανδέα>· τὸν μέγαν λέβητα
- <βούρωστος>· ἰσχυρός. [ἢ ἰξηρός]
- <βούλευμα>· φρόνημα (Thuc. 8,76,6?)
- [<βοῶνα>· ὁδόν]
- <βοῶν>· τῶν τετραπόδων, τῶν βοῶν (μ 265). ἢ ἀσπίδων (Π 636).
καὶ φθεγγόμενος (Β 224)
- <βοῶνας>· ἀγροικίας
- <βοώνητα>· ἐπὶ ὠνῇ βοῶν δοθέντα
- <βοώνια>· αὔλειος θύρα. Κρῆτες
- <βοῶπις>· *μεγαλόφθαλμος, vg εὐόφθαλμος S μεγαλόφωνος. Εὔπο-
λις δὲ τὴν Ἥραν (fr. 403)
- <Βοώτης>· ὁ Ὠρίων. οἱ δὲ [φύλαξ S (ε 272)
- <βοωτεῖν>· ἀροτριᾶν (Hes. op. 391), ὅταν ὁ Ὠρίων δύνῃ. Λά-
κωνες
- <βραβέα>· ἄρχοντα
- *<βραβεία>· διάλλαξις (Eur. Phoen. 453) (n)
- *<βραβεῖον>· ἐπινίκιον, vgAS ἔπαθλον, n νικητήριον. ἀμοιβή (1.
Cor. 9,24) vgAS, ἢ στάδιον
- *<βραβεύει>· διακρίνει. ἐπιψηφίζεται vgS μεσιτεύει. διοικεῖ n
- *<βραβευέτω>· μεσιτευέτω. μηνυσάτω. ἰθυνέσθω (Col. 3,15) ASw
- *<βραβευτής>· διαλλακτής n
- *<βράβυλος>· εἶδος φυτοῦ κακοῦ (Theocr. 12,3) AS
- <βρα>· ἀδελφοί, ὑπὸ Ἰλλυρίων
- <βράγος>· ἕλος
- <βραγχία>· ἡ περιτράχηλος ἀλγηδών
- <βραγχιάζοισθε>· πνίγοισθε
- <βραγχίον>· τῆς καταφράκτου νεὼς τὸ κύτος
- <βράγχος>· νόσημά τι τῶν ἐν τῷ σώματι γιγνομένων <περὶ>
τὸν βρόγχον, ὃ τὰς ὗς μάλιστα διαφθείρει (Thuc. 2,49,3)
- <βραγχῶντος>· βρόγχοις ἁλόντος
- <βραγχῶν>· φλεγμαίνων, ἢ πνευμονῶν
- <βραδανίζει>· ῥιπίζει. τινάσσει
- *<βραδέως>· μελλητικῶς (2. Macc. 14,17) AS
- <βράιδιον>· ῥάιδιον. Αἰολεῖς
- <βράδων>· ἀδύνατος
- <βράζειν>· τὸ ἡσυχῇ ὀδύρεσθαι h
- <βράθυ>· πόα τις θεοῖς θυομένη
- <βράκαλον>· ῥόπαλον
- <βράκανα>· τὰ ἄγρια λάχανα (Pherecr. fr. 13,1)
- <βρακεῖν>· συνιέναι
- <βράκες>· ἀναξυρίδες
- <βράκετον>· δρέπανον. κλαδευτήριον. οἱ δὲ πλῆθος
- <βρακίας>· τραχεῖς τόπους
- <βρακίς>· συνείς
- <βράκος>· κάλαμος. ἱμάτιον πολυτελές (Sapph. fr. 70)
- <βράξαι>· συλλαβεῖν. δακεῖν. καταπιεῖν
- <βράπτειν>· ἐσθίειν. κρύπτειν, ἀφανίζειν. τῷ στόματι ἕλκειν. ἢ
στενάζειν
- *<βράσσει>· ζέει. ἀναβάλλει gAS
- <βρασμοῖσι>· τοῖς σεισμοῖς
- <βράσσιος>· τροχὸς κεραμικὸς ὁ †μὴ ἐῤῥωγώς
- <βράσκη>· κράμβη. Ἰταλιῶται
- <βράσσον>· βραδύτερον. ἀσθενέστερον. ἢ ἑτεροκλινές, ἐπὶ τροχοῦ.
ἔνιοι <βράσσονας>· ταπεινοτέρας
- <βράσσων>· ἐλάσσων· ἢ ἄτακτος, ἀπὸ τοῦ <βρασμοῦ>, ὁ οὐ
σταθερός· "βράσσων τε νόος" (Κ 226) *οἷον ἀκαταστατῶν, vgAS ἀσθενέστερος ὤν
- <βρατάναν>· τορύνην. Ἠλεῖοι
- <βρατάνει>· ῥαΐζει ἀπὸ νόσου. Ἠλεῖοι
- <βρατάχους>· βατράχους
- *<βράττειν>· πληθύνειν. βαρύνειν AS
- <βραυκανᾶσθαι>· ἐπὶ τῶν κλαιόντων παιδίων λέγεται, ὡς μί-
μημα φωνῆς
- <βραύκας>· ἀκρίδας hf
- <βραύλα>· φθείρ hf
- <βραῦλον>· κοῖλον
- *<βραῦνα>· κήλη. κύστις. ἐντεροκήλη v
- <βραυνία>· κοιλώματα τῆς γῆς
- <Βραυρών>· τόπος τῆς Ἀττικῆς
- <Βραυρωνίοις>· τὴν Ἰλιάδα ᾖδον ῥαψῳδοὶ ἐν Βραυρῶνι τῆς
Ἀττικῆς. καὶ <Βραυρώνια> ἑορτὴ Ἀρτέμιδι Βραυρωνίᾳ ἄγεται καὶ θύεται αἴξ
- <βραυῶσα>· κεκραγυῖα hf
- <βράχαλον>· χρεμετισμόν
- *<βράχε>· ἐψόφησε (Μ 396 etc.) n
- (*)<βραχεῖν>· ἠχῆσαι (Sn) ψοφῆσαι (n)
- †<βραχιόνα>· τὸν τράχηλον
- *<βραχεῖς>· ὀλίγοι (Psalm. 104,12) vgAS
- <βράχιστον>· ἐλάχιστον (Soph. fr. 172)
- <βραχίων>· βραχύτατος
- <Βραχμᾶνες>· οἱ παρ' Ἰνδοῖς Γυμνοσοφισταὶ καλούμενοι
- <βραχύ>· ἀντὶ τοῦ οὐδέν (Eur. Tro. 1248) ὀλίγον, *μικρόν (Eur.
Phoen. 738) g
- [<βραχυτελόν>· μικρόν]
- a) <βραχύλον>· ... b) *<βραχυτελῆ>· μικρόν (Sap. 15,9) vgAS
- <βραχμάζουσαι>· χρεμετίζουσαι
- *<βραχέα ἄττα>· ὀλίγα τινά Aps
- <βραχώδης>· τραχύς
- <βράψαι>· συλλαβεῖν. ἀναλῶσαι. κρύψαι. θηρεῦσαι
- <Βρέα>· Κρατῖνος (fr. 395) μέμνηται τῆς εἰς Βρέαν ἀποικίας. ἔστιν
δὲ πόλις Θρᾳκίας, εἰς ἣν Ἀθηναῖοι ἀποικίαν ἐξέπεμπον
- [<βρέγμα>· τὸ μέσον τῆς κεφαλῆς]
- <βρέγμα>· τὸν βρεγμόν
- <Βρέκυν>· τὸν Βερέκυντα, τὸν Βρίγα. <Βρίγες> γὰρ οἱ Φρύγες
<Βερεκύνδαι>· δαίμονες. οἱ Φρύγες
- *<βρέμει>· ἠχεῖ. ASg φωνεῖ. σίζει. [ταράσσει. ASg ἀπειλεῖ (Δ 425)
AS
- <βρεμεαίνων>· ἠχῶν (Δ 425)
- *<βρέμεται>· ἠχεῖ. ASPn ψοφεῖ. n προσρήσσεται (Β 210) ASP
- *<βρέμοντι>· ἠχοῦντι. ἀπειλοῦντι vgA
- [<βρέμβος>· ἔμβρυον] vgA
- <βρεμούσας>· ἠχούσας (Diog. trag. fr. 1,4 p. 776?)
- <βρενθύεται>· δυσχεραίνει. q προσποιεῖται
- <βρένδον>· ἔλαφον
- <βρενθινῷ>· ἀνθίνῳ
- <βρενθινά>· ῥιζάρια τινά, οἷς ἐρυθραίνονται αἱ γυναῖκες τὰς παρειάς·
οἱ δὲ ἄγχουσαν, οὐκ εὖ ...... οἱ δὲ φῦκος παρεμφερὲς <κύδει Ἀφροδίτης>
- <βρένθιξ>· θριδακίνη. Κύπριοι q
- <βρένθον>· μύρον τι <τῶν παχέων>, ὡς βάκκαρις. οἱ δὲ ἄνθινον
μύρον. καὶ ὄρνεον <βρένθος>, ὅπερ ἔνιοι <κόσσυφον> λέγουσι. <Βρένθος> καὶ ὁ τύμβος λέγεται q
- *<βρενθύεται>· μεγαλοφρονεῖ, ὑπερηφανεύεται, ἐπαίρεται vg
- <βρενθύεσθαι>· θυμοῦσθαι, [ὀργίζεσθαι q. ἀναξιοπαθεῖσθαι,
δυσχεραίνεσθαι [προσποιεῖσθαι q
- <βρενθύεται>· ἀναξιοπαθεῖ. βαρεῖται. [σεμνύνεται (Ar. Pac. 26) S
- <βρενθυόμενοι>· ἐναβρυνόμενοι, τρυφῶντες
- [<βρενός>· πυθμήν. τύμβος. καὶ ὄρνεον, ὃ καὶ <βρένθον>]
- <Βρέντιοι>· ἔθνος ἐν Ἰταλίᾳ q
- <βρέτας ἅγιον>· εἰκών, ὁμοίωμα (Ar. Lys. 262?)
- <βρενταί>· βρονταί
- *<βρέτας>· ξόανα (S) εἴδωλα (vgAS) ὁμοίωμά S τι, παρὰ τὸ
βροτῷ ἐοικέναι. vg(A) ὅπερ φασὶν οἱ νεώτεροι <δείκηλον
- βρέτη>· ἀπεικονίσματα q
- *<Βρεττανία>· νῆσος ἡ περὶ τὸν ὠκεανόν vgAS n <ἧς τὸ περί-
μετρόν φησιν Σκύμνος ὁ Χῖος (Apollon. hist. mirab. 15) σταδίων τρισμυρίων> AS
- <βρέττανα>· φοβερά. [ἀκρὶς μικρὰ ὑπὸ Κρητῶν]
- <Βρεττία>· μέλαινα <πίσσα> (Aristoph. fr. 629) ἢ βάρβαρος. ἀπὸ
τοῦ Βρεττίων ἔθνους q
- <βρεῦκος>· ἡ μικρὰ ἀκρίς, <ὑπὸ Κρητῶν> q
- <βρέφος>· *ἔμβρυον (Ψ 266) AS νήπιον, παῖς (e. g. Eur. Phoen.
25)
- <βρεχμόν>· τὸ κρανίον
- <βρεχμός>· q βρέγμα. τὸ μέσον τῆς κεφαλῆς (Ε 586)
- <βρῆγμα>· ἀπόπτυσμα ἀπὸ θώρακος, παρὰ Ἱπποκράτει (morb.
2,47) <καὶ> <βρήσσει>· βήσσει q
- <βρηνεύομαι>· ἔλεγον .... [<βρήσσει>· βήσσει]
- <βρῆσσαι>· βῆσσαι
- <Βρησσαῖος>· ὁ Διόνυσος
- <βρήσσουσιν>· βληχῶνται. φωνεῖ τὰ πρόβατα
- <βρητός>· ἀλεκτρυὼν ἐνιαύσιος
- †<βρηχανώμενοι>· φωνοῦντες. ἢ χασμώμενοι
- <βρί>· ἐπὶ τοῦ μεγάλου, καὶ ἰσχυροῦ, καὶ χαλεποῦ τίθεται
- <βριαγχόνην>· βάτραχον. Φωκεῖς
- <βρίακχος>· [βρίαρος] βριαρῶς [<βριάγχως>], βαρέως ἰακχά-
ζουσα (Soph. fr. 711)
- <βριάει>· θρασύνει (Hes. op. 5)
- <βρίαν>· τὴν ἐπ' ἀγροῖς κώμην
- <Βριάρεων>· ἄνθρωπον ἑκατοντάχειρα (Α 403)
- *<βριαρήν>· βαρεῖαν, vg ἰσχυράν (Λ 375 etc.)
- *<βριαροί>· βαρεῖς, q ἰσχυροί vgAS
- *<βριαρόν>· κραταιόν, ἰσχυρόν. μέγα. βαρύν. ἄγριον (AS)
- <Βριάρεω στῆλαι>· αἱ Ἡράκλειοι λεγόμεναι (Euphor. fr. 166)
- <Βρίγες>· οἱ μὲν Φρύγες (Hdt. 7,73) οἱ δὲ βάρβαροι· οἱ δὲ σολοικι-
σταί. Ἰόβας δὲ ὑπὸ Λυδῶν <ἀπο>φαίνεται <βρίγα> λέγεσθαι τὸν ἐλεύθερον
- <βρίγκα>· τὸ μικρόν. Κύπριοι
- <βρίγκος>· ἰχθὺς κητώδης
- <βριγκώμενον>· ὀργιζόμενον. †μιμούμενον
- <βρίζει>· ἐσθίει. πιέζει. κύει. καθεύδει· "ἔνθα οὐκ ἂν βρίζοντα ἴδοις"
(Δ 223)
- <Βριζώ>· μάντις, ἐνυπνιομάντις
- <βρίζω>· καθεύδω
- *<βρίζοντα>· νυστάζοντα. vgAS κοιμώμενον (Δ 223) gAS
- <βριήπυος>· μεγαλόφωνος. ST μέγας. δεινός (Ν 521)
- <βριηρόν>· μεγάλως κεχαρισμένον
- *<βρίθει>· βαρύνει. (Sap. 9,15) αὔξει. SP ἢ εὐθηνεῖ. gP διατρέφει
- <βρίθεται>· βαρύνεται καρπῷ (Aesch. fr. 116,2?)
- <βρίθειν>· γέμειν (Eur. Tro. 216)
- <βρίθοντα>· βαροῦντα
- *<βριθοσύνη>· βάρος (Ε 839) (AS)
- *<βρίθουσαν>· λάμπουσαν. n βαροῦσαν (Σ 561)
- <βριθύ>· ἰσχυρόν. μέγα. [βαρύ (Ε 746) S
- <βρίθων>· γέμων. κομῶν ὑπὸ καρπῶν
- <βρίκελοι>· οἱ μὲν τοὺς ἱστόποδας, ἀπὸ τοῦ βάρους καὶ τοῦ ξύλου·
οἱ δὲ βαρβάρους· Δίδυμος δὲ τὰ τραγικὰ προσωπεῖα, παρὰ Κρατίνῳ, οἷον βροτῷ εἴκελοι, ἐν Σεριφίοις (fr. 205)
- <βρικίννη>· εἶδος βοτάνης
- <βρικίσματα>· ὄρχησις Φρυγιακή
- <βρικοί>· πονηροί
- <βρικόν>· ὄνον, Κυρηναῖοι. βάρβαρον
- <βριμάζει>· ὀργᾷ εἰς συνουσίαν. Κύπριοι
- *<βριμάζων>· τῇ τοῦ λέοντος χρώμενος φωνῇ vgAS
- <βριμῶν>· ἀπειλῶν
- <βριμαίνεται>· θυμαίνεται, ὀργίζεται
- <βρίμη>· ἀπειλή. καὶ γυναικεία ἀῤῥητοποιΐα
- *<βρίμημα>· ἐπίπληξις AS <ἀπειλητική> AS
- <βριμήσασα>· δεινή, χαλεπή
- <βριμός>· μέγας. χαλεπός
- *<βριμοῦσθαι>· θυμοῦσθαι g ὀργίζεσθαι
- *<Βριμώ>· ἰσχυρά (Clem. Al. protr. 2,15,1) A (S)n
- †<βρινδεῖν>· θυμοῦσθαι. ἐρεθίζειν
- †<βρίννια>· τὰ ἄρνεια κρέα
- <βρίξαι>· ὑπνῶσαι, νυστάξαι
- <βρῖσαι>· βαρῦναι. ὁρμῆσαι. καὶ Νύμφαι
- <βρισθείς>· ὑπνώσας
- <βρίσαντα>· ἰσχύσαντα. βαρύναντα
- <βρίξ>· θριδακίνη. καὶ εἶδος ἄνθους. οἱ δὲ περιστερεῶνα
- <βρίτος>· ἔτος
- <Βριτόμαρτις>· ἐν Κρήτῃ ἡ Ἄρτεμις (Call. h. 3,190)
- <βριτύ>· γλυκύ. Κρῆτες
- †[<βρόγχος>· βάτραχος]
- <βρογχιάζει>· καταπίνει
- <βρόδα>· Αἰολεῖς ῥόδα (Sapph. fr. 98,13 D ..)
- *<βρόγχος>· [ῥούφισμα.] ὁ λάρυγξ. ὁ καταπότης gS
- <βρόκοι>· ἀττέλεβοι. ἀκρίδες
- <βροκός>· μωρός· Ἕλληνες
- †<βρομέον>· ὀζόμενον
- *<βρομέωσιν>· ἠχῶσιν (Π 642) (vg)AS
- <βρομήσει>· φυσήσει. ψοφήσει
- <Βρόμιος>· παρὰ Τηλεκλείδῃ (fr. 55) ὁ Σάτυρος, *ἢ ὁ Διόνυσος
(Eur. Bacch. 115) vgAS
- *<βρόμος>· βοτάνη ὁμοία σίτου ASn, μὴ ἔχουσα γόνατα AS
- <βρόμος>· ἰδίωμα ἤχου. ἦχος (Ξ 396). καὶ ὁ τόπος, εἰς ὃν ἔλαφοι
οὐροῦσι καὶ ἀφοδεύουσι. καὶ σπέρμα λεπτῆς κριθῆς. καὶ ὀσμή. καὶ χόρτος
- <βροντάζων>· βροντῶν
- <βρόντημα>· ὁ ἐμβρόντητος
- <βρόξαι>· ῥοφῆσαι
- <βρόκων>· ἀμαθής, ἀπαίδευτος, οἷον βόσκημα
- <βρόσσονος>· βραχυτέρου
- <βρόταχος>· βάτραχος (Xenoph. fr. 40)
- *<βροτέης>· ἀνθρωπίνης (Greg. Naz. c. 1,1,18,37 [37,485]) S
- *<βροτήσια>· ἀνθρώπεια n καὶ ἀνθρώπινα (Eur. Andr. 1255)
- *<βροτόεντα>· ᾑμαγμένα gS οἱ δὲ τὰ λαμπρά (Ζ 480)
- <βροτοδαίμων>· ἡμίθεος
- *<βροτολοιγέ>· ἀνθρωποφθόρε (Ε 31) S
- *<βροτολοιγός>· ἀνθρωποκτόνος. vg(AS) αἱμοφθόρος (Ε 518 ..)
- [<βροτήσεια>· ἀνθρώπεια]
- <βροτοί>· γυναῖκες
- *[<βρότος>· αἷμα] <βρότον>· τὸ αἷμα gAS ὀξυτόνως μὲν ἄνθρωπον
AS· παροξυτόνως δὲ σημαίνει τὸν ἐκ φόνου λύθρον
- *<βροτός>· φθαρτός, n ἢ γηγενὴς S ἄνθρωπος (Iob 4,17) gAS
- <βροτόφηλος>· ἀνθρώπους φηλῶν, τουτέστιν ἀπατῶν
- <βροῦκος>· ἀκρίδων εἶδος, Ἴωνες. Κύπριοι δὲ τὴν χλωρὰν ἀκρίδα
<βρούκαν>. Ταραντῖνοι δὲ ἀττέλεβον. ἕτεροι <ἀρουραίαν μάντιν>
- <βροῦνος>· ἐνεὸς ἢ μαινόμενος
- <βρούξ>· τράχηλος. βρόγχος
- <βροῦλος>· πόα ἔνυδρος
- <βροῦ>· πιεῖν
- <βροῦτος>· ἐκ κριθῶν πόμα
- <βρούχετος>· βάραθρον. βάτραχον δὲ Κύπριοι
- <βρούχαλον>· ἕρμα
- <βροχέως> [ἢ <βρουκέων>·] σαφῶς. συντόμως. Αἰολεῖς (Sapph.
fr. 2,7)
- <βροχμώδης>· ἡ νοτερὰ καὶ ἁπαλή. Δημόκριτος (fr. 133)
- *<βροχμόν>· τὸ βρέγμα vgS
- <βρόχοι>· ἅμματα (Eur. Or. 1315 ..)
- *<βρόχος>· [ἀγκοίλη. Δημόκριτος]. ἀγχόνη (Eur. Hipp. 770),
vgAS δεσμός (Eur. Andr. 556 ..)
- <βρύα>· ἃ γίνεται μὲν ἐπὶ πετρῶν, λέγεται δὲ καὶ <σφακὸς> ἢ
†<σκαφίς>· ἐπετίθετο δὲ ἁγνισμοῦ χάριν
- *<βρυάζει>· θάλλει. τρυφᾷ vgAS
- <βρυάζειν>· γαυριᾶν. ἥδεσθαι
- <βρυαζούσης λέαιν' ὥς>· ἐν Ἀθάμαντι (trag. ad. fr. 1). ἀκμα-
ζούσης ἢ ἐγκύμονος
- <βρυαθμόν>· βρυασμόν
- <βρυαλιγμόν>· ψόφον, ἦχον
- <βρυαλίζων>· διαῤῥήσσων
- <βρυαλίκται>· πολεμικοὶ ὀρχησταί· "<μενέδουποι>" Ἴβυκος καὶ
Στησίχορος (fr. 79)
- <βρυανιῶν>· μετεωριζόμενος καὶ κορωνιῶν
- <βρυάσομαι>· ἀναβακχεύσομαι μετά τινος κινήσεως
- <βρυγμός>· κατανάλωσις. καὶ νόσος, ἀπὸ τοῦ βρύχειν, ὅ ἐστι
τοῖς ὀδοῦσι πιέζοντα ψόφον ἀποτελεῖν, ὡς ἐν ῥίγει συμβαίνει (Hippocr. diaet. 3,84). *ἢ ἀκόνησις μύλων. vgAS ἢ τρισμὸς ὀδόντων (Matth. 8,12 ..) vg(AS)
- <βρυγκός>· ἄφωνος. νεκρός
- <βρύκουσα>· δάκνουσα. κατεσθίουσα (Ar. Lys. 367)
- <βρυγχός>· βρόχος
- *<βρύει>· ῥέει [πηγάζει P, ἀναβλύζει. πηδᾷ. AS (Jac. 3,11) ἀνθεῖ.
gn ἀνίησιν. αὔξεται (Ρ 56)
- <βρύθακες>· οἱ χιτῶνες βομβύκινοι. ἢ γένος ἰθαγενῶν
- <βρύκαιναι>· ἱέρειαι. ὑπὸ Δωριέων
- <βρυκανήσομαι>· βοήσομαι
- <βρυκεδανός>· πολυφάγος. οἱ δὲ †μακρός
- <βρύκειν>· λάβρως ἐσθίειν. ἀπὸ τοῦ τρίζειν τοὺς ὀδόντας. *οἱ
δὲ μασᾶσθαι (gA)
- <βρυκετός>· ταυτὸν τῷ <βρυγμῷ>. καὶ <βρυκηθμός> ὁμοίως
Δωριεῖς
- <βρυκός>· κῆρυξ. οἱ δὲ βάρβαρος. οἱ δὲ ἀττέλεβος
- <βρυκταία>· εἶδος βοτάνης
- <βρύκων>· συνερείδων τοὺς ὀδόντας μετὰ ψόφου
- <βρυδαλίχα>· πρόσωπον γυναικεῖον. παρὰ τὸ γελοῖον καὶ
αἰσχρὸν †ὄῤῥος τίθεται †ὀρίνθω τὴν ὀρχίστραν καὶ γυναικεῖα ἱμάτια ἐνδέδυται. ὅθεν καὶ τὰς †μαχρὰς <βρυδαλίχας> καλοῦσι Λάκωνες
- <βρυδακίζειν>· ἐκτείνειν
- <βρυλλιχισταί>· οἱ αἰσχρὰ προσωπεῖα περιτιθέμενοι γυναικεῖα
καὶ ὕμνους ᾄδοντες
- <βρύλλων>· ὑποπίνων (Ar. Eq. 1126)
- <βρῦν>· πιεῖν (Ar. Nub. 1382)
- <βρύματα>· μηρύματα
- <βρύον>· θάλλον (Aesch. fr. 350,6) [βρύσμα]
- <βρυνχόν>· κιθάραν. Θρᾷκες
- <βρύξαι>· δακεῖν. καταπιεῖν
- <βρύοχον>· κήρυκα
- <βρύγδην>· χύδην
- [<Βρύσια>· πόλις]
- <Βρυσιαί>· κρημνοί. καὶ πόλις κρημνώδης (Β 583)
- <βρύτανα>· κονδύλους
- <βρυτιγγοί>· χιτῶνες
- <βρυτταί>· τὰ λείψανα
- <βρύτεα>· στέμφυλα. ἔνιοι εἶδος σκορόδου
- <βρύττειν>· ἐσθίειν
- <βρύττιον>· πόμα ἐκ κριθῆς
- <βρύττος>· εἶδος ἐχίνου πελαγίου, ὥς φησιν Ἀριστοτέλης (h. an.
4,530b5) οἱ δὲ ἰχθύν. οἱ δὲ τρισυλλάβως. "<ἄμ>βρυττον, ἤν, Λάχης ποιεῖ"
- <>βρύχα>· ὑποβρύχιον. βυθιζόμενον (ε 319)
- *<βρύχανα>· σάλπιγγι g καμπύλῃ
- <βρυχετῶ>· πυρεταίνω
- <βρυχηθμός>· στεναγμός. οἰμωγή
- <βρυχίς>· κλῆμα
- <βρυχμοί>· ψόφοι
- <βρυχήσασθαι>· ὡς λέων
- *<βρύχιον>· βυθιζόμενον vgAS
- <Βρύχων>· ποταμὸς περὶ Παλλήνην
- <Βρυτίδας>· γένος παρὰ Ἀθηναίοις
- <βρυτίνη>· ἐν Μαλθακοῖς· "ἄμοργιν ἔνδον βρυτίνην ἠθεῖν τινα"
(Cratin. fr. 96). ἔπαιξε πρὸς τὸ πόμα τὸ βρύτινον. ἔστι δὲ καὶ ζῶον <βρύτον> ὅμοιον κανθάρῳ, καὶ τὸ ἀπ' αὐτοῦ <βρύτινον πήνισμα>, ὅπερ ὑπ' ἐνίων <βομβύκινον> λέγεται
- <βρυτίνην>· βυσσίνην
- <βρῦτον>· πᾶν τὸ ἐκ κριθῆς ποτόν
- <βρυτονία>· ῥίζα τις οὕτως καλουμένη
- <βρύτιχοι>· βάτραχοι μικροὶ ἔχοντες οὐράς
- *<βρύχεται>· μαίνεται n
- <βρυχός>· κήρυξ
- *<βρυῶδες>· δυσῶδες Σc
- *<βρωμᾶσθαι>· ὀγκᾶσθαι vgAS
- *<βρώμην>· βρῶσιν (κ 460 ..) (g)AS
- <βρωμωμένου>· ὀγκωμένου
- *<βρωτόν>· βρώσιμον (Iob 33,20) vgAS
- *<βρωτύν>· βρῶσιν. τροφήν (Τ 205) S
- [<βρυατά>· βεβυσμένα αὕτη]
- <βυβὰ ταῦτα>· ἐπὶ τοῦ μεγάλου τάσσεται (Sophr. fr. 115)
- *<βυβλία>· βιβλία vASn
- †<βυγή>· πηγή
- <βύβλιοι>· οἱ τῶν τάφων φύλακες, παρὰ Κυπρίοις. καὶ πόλις
Φοινίκης <Βύβλος>
- [<βυδοί>· οἱ μουσικοί. ἢ κροῦμά τι. σοφῶς Κρησίν]
- <βύει>· καμμύει. φράσσει τὰ ὦτα
- †<βύζαντες>· πλήθοντες
- <Βυζαντία>· εἶδος ὁρμιᾶς
- *<Βυζάντιος>· Κωνσταντινουπολίτης (g) A
- *<βύζην>· ἱκανῶς. *ἀθρόως. vgAS δαψιλῶς. *πυκνῶς. ἐπαλλήλως.
ἢ πληροῦν (Thuc. 4,8,7) vgAS
- <βύζειν>· τὸ πεπιασμένως κατέχειν
- <βυζόν>· πυκνόν. συνετόν. γαῦρον δὲ καὶ μέγα
- *<βύθιος>· φόσσα vgAS
- <βυθίζων>· ποντίζων ἐν βυθῷ. Σκύθαις (Soph. fr. 508)
- [<βυθμός>· ἄντρον. πυθμήν, καὶ βυθμήν]
- <βυκανισταί>· †εἰκασταί
- <βυκήης>· ὑπνηλός
- <βυκός>· δασμοφόρος
- <βυκτά>· σχέτλια, δείλαια
- <βυκτάων>· πνεόντων, φυσητῶν (κ 20)
- <βύκτης>· ὁ ἐκ βυθοῦ ταράσσων. φυσῶν
- <βυλλά>· βεβυσμένα
- [<βυλλίχαι>· χοροί τινες ὀρχηστῶν, παρὰ Λάκωσι
- <βυλλίχης>· χορευτής
- <βυλλιχίδες>· †ῥαχίδες]
- <βύνη>· θάλασσα. (Euphor. fr. 127 P.?) πεύκη. [b) <βύθαλον>·
βύσμα. c) <βύξ>· βυθός. d) <βυνεύς>·] σκεύασμά τι κρίθινον
- <βυννεῖν>· τὸ ἐν τῷ στόματι κατέχειν τι
- <βύπτειν>· βαπτίζειν
- <βύρθακος>· βάτραχος
- <βυρικόμενος>· πνιγόμενος. τραχηλιζόμενος
- <βυριόθεν>· οἴκοθεν (Cleon. eleg. II 263 B.)
- <βύριον>· οἴκημα
- <βύρμακας>· μύρμηκας
- <βυρμός>· σταθμός
- <βυρσάτονος>· τύμπανον (Eur. Bacch. 124)
- <Βυρσίνης>· Μυρσίνης· ἦν δὲ αὕτη γυνὴ Ἱππίου τοῦ τυράννου.
ἐν τοῖς Ἱππεῦσι (Ar. Eq. 449)
- <βυρσίς>· δέρμα
- <βυῤῥός>· κάνθαρος. Τυῤῥηνοί
- <βυρσαίετον>· Ἀριστοφάνης ἀπὸ τῆς βύρσης καὶ τοῦ ἁρπάζειν
τὸν Κλέωνα εἶπε (Ar. Eq. 197)
- <Βύρσαν>· πόλιν θεῶν Ἀριστοφάνης ἐν Δράμασι παίζων ἔφη
(fr. 292)
- <βυρσιμώλους>· βυρσοδεψίμους
- *<βυρσοδέψης>· σκυτοδέψης, [βυρσεύς (Plat. conv. 221 e?) P
- <βυρσόκαππον>· τὸν Κλέωνα (Com. ad. fr. 61)
- *<βύουσαν>· κρύπτουσαν (P)
- <βῦσαι>· ἐπιθεῖναι. φορτῶσαι. κρύψαι
- <βύσας>· πλήσας. φράξας
- <βύρτη>· λύρα
- <βυσαύχην>· ὁ συνέλκων τὸν τράχηλον καὶ τὸν αὐχένα μικρὸν
ποιῶν καὶ τοὺς ὤμους ἀνέλκων (Xenarch. com. fr. 1,4)
- <βύσσαλοι>· βόθροι
- [<βύσσινον>· πορφυρόν]
- <βυσσαλεύοντι>· τῷ βυθῷ ἐφικνουμένῳ
- <βυσσοβαρῆ>· μεγάλα. ἀπὸ τῶν καταφερομένων εἰς βυθὸν διὰ
τὰ βάρη
- <βυσσοδομεύει>· ἐνθυμεῖται. μηχανᾶται. ἀποκεκρυμμένως βουλεύ-
εται, καὶ ἐκ βάθους
- <βυσσοδομεύειν>· ἐνθυμεῖσθαι. κατὰ βυθοῦ δομεῖν, ἤγουν οἰκο-
δομεῖν (θ 273)
- *<βύσσινα>· πορφυρᾶ (Exod. 28,39) AS
- <βυσσός>· *βυθός (Hdt. 2,96,5). vg ἄντρον. πυθμήν. καὶ χρῶμα
ἀντὶ τῆς ὕσγης παραλαμβανόμενον
- †<βυσσοφαρεῖ>· μεγαλοφαρεῖ
- <βυσσόφρων>· κάτωθεν ἐκ σπλάγχνων βουλευόμενος. καὶ ἐκ
βυθοῦ φρονῶν (Aesch. Cho. 652)
- *<βύσωσι>· φράξωσι vgAS
- <βύσταγα>· πώγωνα
- <βυστίχοις>· τοῖς ἐν θαλάττῃ βρόχοις
- <βῦστραι>· αἱ τῶν λαχάνων ἐνθέσεις. ἔνιοι δὲ τοὺς ἐκ τῶν λαχάνων
ψωμούς (Anaxandr. fr. 23. Antiph. fr. 180)
- <βύτθαν>· τὸν ψᾶρα
- <βυτθόν>· πλῆθος
- <βύτανα>· κονδύλοι. οἱ δὲ <βρύτανα>
- <βυτίνη>· λάγυνος, ἢ ἀμίς. Ταραντῖνοι [ἤγουν σταμνίον]
- <βύττος>· γυναικὸς αἰδοῖον
- *<βύων τὰ ὦτα>· ἐπιφράττων (Ps. 57,5) AS
- *<βυούσης>· πληρούσης. καλυπτούσης. ASn κωφωθείσης (Ps.
57,5) AS
- †<βυωτήν>· τὴν ἄρσιν
- *<βῶ>· ἐπιβῶ P
- <βωβός>· πηρός.
- *<βωβούς>· χωλούς
- <βωβύζειν>· σαλπίζειν
- <Βωβώ>· οὕτως ἡ Μάκρις ὠνομάζετο
- <βώδιον>· βοίδιον
- <βωθεῖν>· ὁμιλεῖν. βοηθεῖν
- *<βωθέοντες>· βοηθοῦντες gAS
- <βωθύζειν>· βοᾶν. θωύσσειν
- <βῶκα>· θύννον (Epich. fr. 60)
- †<βωκός>· τρυφερὸς χιτών
- <Βώκαρος>· ποταμὸς ἐν Σαλαμῖνι ἐκ τοῦ Ἀκάμαντος ὄρους φερό-
μενος
- <βωλάκιον>· χωρίον βώλους ἔχον
- *<βῶλαξ, βῶλος>· S(n) γῆ
- <βωλία, βωλίς>· μάζης εἶδός τι ἐν ταῖς θυσίαις
- <βωλίνας>· καλιάς. ἢ πλινθίνας οἰκίας
- <βωλόναι>· οἱ μὲν κολώνας· οἱ δὲ τὸ Κίλλαιον ἀκούουσι, διὰ τὸ
ἀνακεχῶσθαι, παρὰ Σοφοκλεῖ (fr. 933)
- [<βῶλοι>· γῆ]
- <βωλώρυχα>· τὴν σῦν. Λάκωνες
- <βωμακεύμασι>· βωμολοχεύμασι. παραλογισμοῖς. πανουργήμασι
κολακευτικοῖς
- <βώμαξ>· βωμολόχος. καὶ ὁ μικρὸς βωμός, ὑποκοριστικῶς
- <βώμευσις>· βωμοῦ ἵδρυμα
- <βώμηνεν>· ὤμοσε
- *<Βώμιοι>· οἱ περὶ τοὺς λόφους τοὺς Βωμοὺς καλουμένους οἰκοῦντες
(Thuc. 3,96,3) AS
- [<βώμενος>· βωμός]
- <βωμίδας>· ἀναβάσεις (Hdt. 2,125,1)
- <βωμίσκοι>· ἀριθμοὶ ἄνισοι
- <βωμοῖς>· βαθμοῖς
- *<βωμοῖσι>· βάσεσι (Θ 441) n
- <βωμοί>· ἔμβολοί τινες οὕτω λεγόμενοι
- <βωμολοχία>· γένος κολακείας φορτικὸν καὶ γελωτοποιόν
- *<βωμός>· ἱερόν. τέμενος (Θ 48) vgAS
- *<βωμολόχος>· σκώπτης. vgASn ἱερόσυλος· παρὰ τὸ λοχεῖν εἰς
τοὺς βωμούς, ὅ ἐστιν ἐνεδρεύειν. vgAS πανοῦργος. ἀσεβής. ἀπατεών (Greg. Naz. or. 5,18) (vgA)S
- *<βῶν>· βοῦν. ὅπλον (Η 238) AS
- *<βωνίτας>· τοὺς ἐν ἀγρῷ. οἱ δὲ βουκόλους (n) ἢ ἀγροίκους (Call.
fr. 251)
- <βώνημα>· †εἴρημα. Λάκωνες
- <Βωρθία>· Ὀρθία
- <Βῶρμον>· θρῆνον ἐπὶ Βώρμου νυμφολήπτου Μαριανδυνοῦ
- *<βῶροι>· ὀφθαλμοί (AS)
- *<Βῶρος>· ὄνομα κύριον (Ε 44 ..) AS
- <βῶς>· ἀσπίς. πέλτη. βύρσα. καὶ ποιὸς ἰχθύς
- *<βώσομαι>· βοήσομαι, [ἐπικαλέσομαι S
- <βῶσον>· κάλεσον, βόησον (Cratin. fr. 396)
- <βώσαντι>· βοήσαντι (Μ 337)
- [<βωστῆρες>· νομεῖς]
- <βωστρεῖν>· βοᾶν. καλεῖν. ἐπικαλεῖσθαι (μ 124)
- <βωσόμεθα>· μαρτυρώμεθα. ἐπικαλεσώμεθα (Κ 463)
- *<βωσσοῦσι>· βομβοῦσιν S ἠχοῦσι (ν 106)
- <βωτάζειν>· βάλλειν
- <βωτιάνειρα>· τοὺς ἄνδρας τρέφουσα (Α 155)
- <βωτίον>· σταμνίον
- <βώτορες>· βωτῆρες. νομεῖς. ποιμένες (ξ 302 ..)
- *<βώχ>· βοτάνης εἶδος S
- *<βωῶμεν>· ὀμόσωμεν S