Ορφικοί ύμνοι/Υγείας

Από Βικιθήκη
(Ανακατεύθυνση από Υγείας)
Ὀρφικοὶ ὕμνοι
Ὑγείας, θυμίαμα μάνναν


Ἱμερόεσσ’, ἐρατή, πολυθάλμιε, παμβασίλεια,
κλῦθι, μάκαιρ’ Ὑγίεια, φερόλβιε, μῆτερ ἁπάντων·
ἐκ σέο γὰρ νοῦσοι μὲν ἀποφθινύθουσι βροτοῖσι,
πᾶς δὲ δόμος θάλλει πολυγηθὴς εἵνεκα σεῖο,
καὶ τέχναι βρίθουσι· ποθεῖ δέ σε κόσμος, ἄνασσα, 5
μοῦνος δὲ στυγέει σ’ Ἀίδης ψυχοφθόρος αἰεί,
ἀιθαλής, εὐκταιοτάτη, θνητῶν ἀνάπαυμα·
σοῦ γὰρ ἄτερ πάντ’ ἐστὶν ἀνωφελῆ ἀνθρώποισιν·
οὔτε γὰρ ὀλβοδότης πλοῦτος γλυκερὸς θαλίῃσιν,
οὔτε γέρων πολύμοχθος ἄτερ σέο γίγνεται ἀνήρ· 10
πάντων γὰρ κρατέεις μούνη καὶ πᾶσιν ἀνάσσεις.
ἀλλά, θεά, μόλε μυστιπόλοις ἐπιτάρροθος αἰεὶ
ῥυομένη νούσων χαλεπῶν κακόποτμον ἀνίην.