Αισώπου Μύθοι/Τοξότης και λέων
Από Βικιθήκη
< Αισώπου Μύθοι(Ανακατεύθυνση από Τοξότης και λέων)
- [...]
(variant version from Chambry's first edition)
Ἀνῆλθέ τις ἐν ὄρει κυνηγίου χάριν. Ἰδόντα δὲ αὐτὸν ἅπαντα τὰ θηρία μακρὸν ᾤχοντο· λέων δὲ μόνος πρὸς μάχην μετεκαλεῖτο αὐτόν. Ὁ δὲ τὸ βέλος ἀφεὶς καιρίως τὸν ἰσχυρὸν ἐτραυμάτισεν, εἰπών· Ἰδὲ τὸν ἐμὸν ἄγγελον πρῶτον οἱός ἐστι καὶ αὖθις δὴ τὴν ἐμὴν ἰσχὺν δοκιμάσεις. Ὁ δὲ λέων βληθεὶς φεύγειν ὥρμησε ἀμεταστρεπτί. Ἀλώπηξ δὲ τούτῳ συνήντησε καὶ θαῤῥεῖν συνεβούλευεν. Ἔφη δὲ οὗτος· Οὐδαμῶς με πλανήσεις, δολία· ἐπεὶ γὰρ τοιοῦτον πικρὸν ἄγγελον ὁ ἄνθρωπος ἔχει, ἐὰν αὐτός μοι ἐπέλθῃ, τί ποιήσω;
Ὅτι ἐκ τῆς ἀρχῆς τὸ τέλος δεῖ προιδεῖν καὶ ἑαυτοὺς περισώζειν.