Τέχνη ρητορική

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Τέχνη ρητορική
Συγγραφέας:
Aristides, Aelius. Rhetores Graeci, Vol 2. ex recognitione Leonardi Spengel. Leonhard von Spengel. Leipzig. Teubner. 1854.


ΒΙΒΛΙΟΝ Α΄[Επεξεργασία]

Αίλ. Αρ. Τέχνη. 56 (Ael. Ar. Ars 56) 56

περὶ πολιτικοῦ λόγου[Επεξεργασία]

56.1.Arg τάδε σοι περὶ τῶν ἰδεῶν καὶ ἀρετῶν ἐξ ὧν συνίσταται ὁ πολιτικὸς λόγος, καὶ δι᾽ ὧν δοκιμάζεται, καὶ πολλοῦ ἄξιος προάγεται, ὥσπερ ἐκ μερῶν καθ᾽ ἕκαστον συντιθέμενος, πανταχόθεν ὁλόκληρος καὶ τελείως ἔχων αὐτὸς ἐν ἑαυτῷ, αἵτινες τοιαίδε καὶ τοσαίδε εἰσί, σεμνότης, βαρύτης, περιβολή, ἀξιοπιστία, σφοδρότης, ἔμφασις, δεινότης, ἐπιμέλεια, γλυκύτης, σαφήνεια καὶ καθαρότης, βραχύτης καὶ συντομία, κόλασις.

περὶ σεμνότητος[Επεξεργασία]

fr|56.1.1|size=90%}} ἡ μὲν οὖν σεμνότης καθολικῶς συνίσταται τριχῇ, κατὰ γνώμην κατὰ σχῆμα καὶ κατὰ ἀπαγγελίαν. γνώμην δὲ λέγω τὸν νοῦν καὶ τὰ ἐπινοήματα, ἐν οἷς εὑρίσκεται τὰ πράγματα, σχήματα δὲ τὸν τύπον τοῦ λόγου, ἐν ᾧ ἐκφερόμενα τὰ νοήματα ἤτοι τοιόνδε ἢ τοιόνδε τὸν λόγον φαίνεσθαι ποιεῖ. καὶ ταῦτα τὰ πλείστην δύναμιν ἔχοντα ἐν τῷ λόγῳ καὶ ὅσην τὰ ἔμψυχα καὶ κινούμενα παρὰ τὰ ἐναντίως ἔχοντα. ἀπαγγελίαν δὲ λέγω αὐτὴν τὴν λέξιν δι᾽ ἧς ἀπαγγέλλεται τὰ ἐπινοήματα.

κατὰ δ᾽ οὖν γνώμην σεμνὸς ἔσται σοι λόγος ἐκ τῶν προτετιμημένων ἐννοημάτων, προτετιμημένα δέ ἐστιν ἑνὶ λόγῳ, ὅταν τις ἐνδόξοις πράγμασι χρῆται, καὶ περὶ ἐνδόξων τι λέγηται, καὶ ὅσα σπάνιά ἐστι καὶ παλαιά. ἔνδοξα δέ ἐστι πρῶτα μὲν τὰ τῶν θεῶν, οἷον ὅταν εἰς τὰ θεῖα ἐπανάγῃς τὰς ἐννοίας, θεῶν εὔνοιαν, τύχης χρηστότητα, οἷον «ἐπὶ πολλῶν ἄν τις ἰδεῖν δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν», καὶ ὅσα τοιαῦτα.

καὶ τῶν ἀνθρωπίνων δέ, ὅταν εἰς τὰ προτετιμημένα ἄγῃς, τὸ τιμᾶν γονέας, προγόνους, τοὺς πρώτους καταστήσαντας τὰ νόμιμα, καὶ ἑτέροις τὰ αὐτὰ παραινῇς, καὶ ὅλως τὰ ἐν τῷ βίῳ προτετιμημένα καὶ ταῦτα σεμνότητος μετέχει, οἷον ἐλευθερία, σωφροσύνη, δικαιοσύνη, ὅταν λέγῃς ὅρον καὶ κανόνα τῆς εὐδαιμονίας τὴν ἐλευθερίαν καὶ τὰ ἐξ αὐτῆς πεποιημένα, καὶ ὅλως μυρία ἄν τις ἔχοι τοιαῦτα λέγειν, ἃ καὶ δῆλά ἐστι πᾶσι τοῖς ἐντὸς ἅπαξ τῆς θεωρίας ταύτης.

καὶ τὰ τοιαῦτα σεμνότητος μετέχει, ὅταν περὶ βίου καὶ θανάτου διεξέρχῃ, οἷον «πέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος», ἢ ὅταν λέγῃς καὶ φύσεις διαιρῇς καὶ διορίζῃς, οἷον «οὐ γὰρ γένος ἐστὶ φιλίων καὶ πολεμίων».

ἐν οἷς ὁ μέγιστος κίνδυνος ἐν τῷ πολιτικῷ λόγῳ ἢ ἐπακολουθήσαντα καὶ ἐπισπασθέντα τῇ φύσει τῶν ἐννοημάτων, καὶ καθάπαξ ἀποστάντα τῶν ὑποκειμένων διαφθεῖραι [δὲ] τὸ δόκιμον τοῦ λόγου καὶ ὑπόκενον ἐργάσασθαι καὶ γενέσθαι παρόμοιον τοῖς μετεωρολόγοις τῶν σοφιστῶν, ἢ τὸ μέτρον τὸ ἐν τούτοις ἐπισκεψάμενον, εἰς ὅσον ἐξαίρεται ὁ ἀγωνιστικὸς λόγος καὶ οἷστισιν ἀναμιγνύμενος οὐκ ἀμοιρεῖ ἐν τοῖς ὅροις τοῦ ἀγωνιστικὴν μένειν τὴν σεμνότητα καὶ μὴ διαμαρτεῖν. ταῦτα μὲν οὖν ἐν τοῖς διακούουσι.

νῦν δὲ ἐπανέλθωμεν ἐξ ὧν συνίσταται ἡ σεμνότης ἡ ἀκινδυνοτέρα. ταῦτα δέ ἐστιν αἵ τε ἔνδοξοι πράξεις καὶ τὰ διανοήματα καὶ τῶν ἔργων τὰ σπανιώτατα καὶ παραδοξότατα, οἷον τὸ τὸν Ξέρξην ἐπινοῆσαι τὸν Ἑλλήσποντον ζεῦξαι καὶ διορύξαι τὸν Ἄθων καὶ πλεῦσαι, καὶ Ἀθηναίους ὑπομεῖναι ἐκλιπεῖν τὴν πόλιν καὶ εἰς τὰς ναῦς ἐμβῆναι, καὶ Λακεδαιμονίους βασιλεῖ πύλας ἀποκλεῖσαι. μεγάλα γὰρ ταῦτα καὶ σεμνότητος ἔργα καὶ [τὰ] διανοήματα, καὶ ταῦτα εἰκότως καὶ τὸν λόγον εἰς σεμνότητα ἐξαίρει.

παραδείγματος δὲ ἕνεκα ἔστω νόημα αὐτὸ καθ᾽ αὑτὸ ἐκ τῆς ἐννοίας σεμνότητος μετεσχηκὸς «οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων καὶ τοὺς ἐμ Πλαταιαῖς παραταξαμένους». ἐνταῦθα γὰρ τὸ μὲν ζητούμενον ἦν εἰ δέον ἢ οὐ δέον ἡ πόλις ἐκινδύνευσεν ἐν Χαιρωνείᾳ, εἰ ἡμάρτηται τὸ προελέσθαι τὸν πόλεμον τοῦτον ἢ οὔ. τοῦτό ἐστι τὸ ζητούμενον, καὶ τὸ κατασκευαστικὸν γέγονεν, οὐχ ἡμάρτηται, ὅτι οὐδ᾽ οἱ πρόγονοι ἥμαρτον οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες. τὸ δὲ καὶ ὀμόσαι ὡς κατὰ θεῶν τῶν προγόνων, τοῦτο ἔχει τὴν ὑπερβολὴν τῆς σεμνότητος, «οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων». δῆλον δὲ ὅτι ἐν τοῖς ἐνδόξοις καὶ καθ᾽ ὑπερβολὴν τῶν ἀγώνων ὁ καιρὸς τῶν τοιούτων ἐννοημάτων, οὐχ ὅταν βλάβης ἢ ἄλλου τινὸς τῶν φαυλοτάτων κρίνωμέν τινα ἢ κρινώμεθα. φαίη δ᾽ ἄν τις καὶ τὸ τοῦ ὅρκου σχῆμα εἶναι πᾶν· αὐτὸ γὰρ τὸ «οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας» οὐκ ἔστιν ὅρκος, ἀλλὰ παράδειγμα, οἷον οὐχ ἡμαρτήκατε τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας ἀράμενοι κίνδυνον, ὥσπερ οὐδ᾽ οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες· καὶ γάρ ἐστιν ὅμοιον τῷ τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας κίνδυνον ἄρασθαι τὸ ἐν Μαραθῶνι προκινδυνεῦσαι. τὸ μὲν οὖν πρᾶγμα εἰς παράδειγμα ἀντὶ τοῦ εὐθέως εἰπεῖν ἐσχημάτισε, πρός τε τὸ λαμπρὸν ἅμα καὶ ἀξιόπιστον εἰς ὅρκου φαντασίαν μεταβαλών.

καὶ τὸ ἀρχαιολογεῖν δὲ σεμνότητος, οἷον «λογιζόμενοι δὲ ὅτι μητέρα Ὀρέστης ἀπεκτονὼς εὐμενῶν θεῶν δικαστῶν τυχὼν ἀποφυγγάνει». κατὰ γνώμην μὲν οὖν οὕτω γίνοιτ᾽ ἂν σεμνότης.

κατὰ σχῆμα δὲ οὕτως, ὅταν ἀποφαντικοῖς τις χρῆται τοῖς σχήμασιν, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος ὁ Δημοσθένης «ἅπας ὁ τῶν ἀνθρώπων βίος, ἄν τε μικρὰν ἄν τε μεγάλην πόλιν οἰκῶσι, φύσει καὶ νόμοις διοικεῖται».

ἢ ὅταν ἀποστάσεσί τις χρῆται, ἔστι δὲ ἡ φύσις τοῦ σχήματος τῆς ἀποστάσεως τοιάδε τις, ὅταν τοῦ συμπλέκειν κατὰ τὸ ἑξῆς καὶ συναρτᾶν ἀλλήλοις ἀποστάντες εἰς ἀρχὴν ἰδίαν ἐπανάγωμεν, ὥστε τὸ συνημμένον τῶν ἐννοημάτων χωρισθὲν ἀποστῆναι, ὡς ἐν τοῖς Φιλιππικοῖς ἐν τῷ κατὰ Φιλίππου τὸ μὲν κατασκευαζόμενον, δεινὰ ποιεῖ Φίλιππος· τάδε γὰρ ποιεῖ καὶ τάδε, οἷον Θετταλίαν καταδεδούλωται, «αἱ δ᾽ ἐν Εὐβοίᾳ πόλεις ἤδη τυραννοῦνται, ἐφ᾽ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπ᾽ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ«. καὶ αὐξητικόν, καὶ τοιαῦτα ποιοῦντος οὐδεὶς κωλύει τῶν Ἑλλήνων, ἐν οἷς λέγει «καὶ ταῦτα εἰδότες οἱ Ἕλληνες οὐ πέμπομεν πρέσβεις περὶ τούτων καὶ ἀγανακτοῦμεν»· ἐν τέλει, ὥστ᾽ ἐκείνου ποιοῦντος τί αὐτοὶ ποιοῦμεν; καὶ τὸ αὐξητικὸν ἐκ διαφορᾶς, καὶ ταῦτα τῶν προγόνων οὐχ ὅπως τοῖς βαρβάροις τι τούτων συγχωρούντων, ἀλλ᾽ οὐδὲ τῶν Ἑλλήνων τοῖς ἐνδοξοτάτοις, οὐ Λακεδαιμονίοις, οὐκ Ἀθηναίοις, οὐ τὰ τελευταῖα Θηβαίοις. εἶτα ἡ αἰτιολογία ἐπὶ πᾶσι «τί οὖν τὸ αἴτιον τούτων»; ἐνταῦθα πρόσεχε ἤδη τῷ τῆς ἀποστάσεως σχήματι· σαφηνείας γάρ σοι ἕνεκα πρότερον πάντα ἐπεξῆλθον. εἰ μὲν συμπλέξας τὸ κατασκευαστικὸν νόημα ἐβούλετο ἐξενεγκεῖν, οὕτως ἂν ἐποίησεν, ὅτι ἐκεῖνοι μὲν τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν, οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ διακόψας τὴν συμπλοκὴν τῶν νοημάτων καὶ ἀποστήσας ἀπὸ τοῦ συνῆφθαι αὐτὸν αὐτῷ, εἰς ἀρχὴν ἀναγαγὼν λέγει «ἦν τι τότε, ἦν ὦ ἄνδρες Ἀθηναῖοι ἐν ταῖς τῶν πολλῶν διανοίαις· τί ἦν τοῦτο; τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν». εἶτα ἕτερον ἐγίνετό τι κατὰ τὸ σχῆμα, καίτοι ἓν καὶ τὸ αὐτὸ ἐννόημα ὄν, ἐάν τε συμπλέξας εἴπω, τί οὖν τὸ αἴτιον τούτων; ὅτι ἐκεῖνοι μὲν οὐχ οὕτως διενοοῦντο, ἐάν τε καὶ ἀποστάσει χρησάμενος ἐπαναγάγω, «ἦν τι τότ᾽, ἦν ἐν ταῖς τῶν πολλῶν διανοίαις». καὶ ἑτέρωθι δὲ ἐν ἐπαγγελίᾳ χρησάμενος «λέξω δὲ μετὰ παρρησίας· καὶ γὰρ οὐδ᾽ ἂν ἄλλως δυναίμην», εἶτα ἀποστήσας ἐπάγει «πάντες ὅσοι πώποτε ἐκπεπλεύκασι παρ᾽ ὑμῶν στρατηγοί». κἀκεῖνα δὲ ἀποστάσεως τὰ σχήματα. «καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καλὸν ἡ τῶν δημοσίων πραγμάτων φυλακή», κἀκεῖνο ἀντικείμενον τούτῳ, «μιαρόν, ὦ ἄνδρες Ἀθηναῖοι, μιαρὸν τὸ θηρίον καὶ ἄμικτον». οὐχ ὅτι δὲ καὶ ἄλλα μυρία θεωρήματα οὐ πρόσεστι καθ᾽ ἕκαστον τούτων τῶν θεωρημάτων, διὰ τοῦτο κατ᾽ εἶδος οὐχ ὑπεμνήσθην· καὶ γὰρ καὶ ἐπαναδίπλωσις ἐν ἐνίοις αὐτῶν γέγονε, καὶ καθόλου ἐξενήνεκται οὐκ ἐπὶ μέρους, ἀλλ᾽ ἡμῖν πρόκειται καθ᾽ ἓν ἕκαστον τῶν γενικῶν σχημάτων παραδεικνύναι, καὶ σὺ δὲ οὕτως ἠξίωσας. καὶ ὅλως δὲ ἐπὶ μιᾶς ἐννοίας πολλάκις πλείω συμπίπτει θεωρήματα, καὶ μάλιστα ὁπόσα αὐτῶν τῆς αὐτῆς ἐστι συγγενείας, καὶ ἐξ ὧν τελείως πᾶσι τοῖς αὐτοῦ μέρεσι κατεσκεύασται ὁ λόγος προσλαμβάνει, ἐννοίᾳ, σχήματι, ῥυθμῷ, λέξει. ἡμῖν δὲ νῦν ὁ λόγος περὶ αὐτοῦ μόνου τοῦ σχήματος, καὶ ταῦτα τοῦ κατ᾽ ἔννοιαν μόνου. καὶ ἄλλαι δέ εἰσιν ἀποστάσεις, οἷον «οὐδὲν δεινόν, οὐδ᾽ ἐλεεινὸν Μειδίας πείσεται, ἐὰν ἴσα κτήσηται τοῖς πολλοῖς ὑμῶν», καὶ πάλιν «πλούσιοι πολλοὶ συνεστηκότες, τὸ δοκεῖν τινες εἶναι δι᾽ εὐπορίαν προσειληφότες», καὶ πάλιν «μισεῖ Μειδίας ἴσως ἐμέ».

καὶ αἱ διαστάσεις σεμνότητα ἔχουσιν, οἷον ὅταν εἴπῃ «τί οὖν ἐπιχειρεῖ; πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν», τὸ μὲν γὰρ χωρὶς τῆς διαστάσεως τοιοῦτον οἷον ἡγεῖτο γὰρ ὁ Φίλιππος, εἰ μὲν τῆς ἰδίας ἕνεκα ἔχθρας ἢ τοὺς Θετταλοὺς ἢ τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφ᾽ ὑμᾶς, οὐδένα προσέξειν αὐτῷ τὸν νοῦν, ἐὰν δὲ τὰς ἐκείνων κοινὰς αἰτίας λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσασθαι, τὰ δὲ οἷστισι δήποτε. τί οὖν; πόλεμον ποιεῖ τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν. τοῦτ᾽ ἂν ἦν τὸ χωρὶς τῆς διαστάσεως συγκεχυμένον καὶ ταπεινόν, τὸ δὲ ἐξᾶραι εἰς τὴν σεμνότητα ἡ διάστασις ἡ διὰ μέσου, «τί οὖν ἐπιχειρεῖ»; εἶτα τὸ πρᾶγμα τὸ μετὰ τὴν διάστασιν «πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι». καὶ ἑτέρωθι «τὸ χείριστον ἐν τοῖς παρεληλυθόσι τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει». καὶ ἐνταῦθα τὸ μὲν χωρὶς τῆς διαστάσεως ἦν ἂν εὐθὺς ἐπαγαγεῖν, οὐδὲν γὰρ τῶν δεόντων ποιούντων ἡμῶν. ποῦ οὖν ἡ διάστασις; ἐν τῷ διὰ μέσου, ἐν ᾧ διαστήσας λέγει «τί οὖν τοῦτό ἐστιν· ὅτι οὐδὲν τῶν δεόντων ποιούντων ἡμῶν». ἀλλ᾽ αὗται μὲν κατὰ πρᾶγμα αἱ διαιρέσεις, «τί οὖν ἐπιχειρεῖ», ἢ πάλιν «τί οὖν τοῦτό ἐστιν»; ἐκεῖναι δὲ ἐκ τῆς αὐτοῦ τινος ἐπικρίσεως, ὅταν λέγῃ, «καὶ γὰρ οὕτως ἔχει, ὕβρισμαι μὲν ἐγὼ καὶ προπεπηλάκισται τὸ σῶμα τοὐμὸν τότε». ἀεὶ δὲ παρακολουθεῖ τῇ διαστάσει καὶ τὸ εὐκρινῆ τὸν λόγον ποιεῖν, ἐνιαχοῦ δὲ καὶ σαφῆ. εἰδέναι δὲ χρὴ ὅτι τὰ θεωρήματα τοῦ λόγου πολὺ κάλλος ἐφέλκεται, ἡμεῖς δὲ νῦν ἑνὸς ἐσμὲν τοῦ γενικωτάτου.

σεμνότητος δὲ σχῆμα καὶ ὅταν πλαγιασμοῖς τις χρῆται· ὅπου μὲν γὰρ ὀρθοῦται τὰ νοήματα, κόπτεται καθ᾽ ἓν ἕκαστον ὁ λόγος, καὶ τοῦ καθαρωτέρου μᾶλλον τρόπου τὸ σχῆμα, οὐ τοῦ σεμνοτέρου· διὰ τοῦτο ἐν τῷ πρὸς Λεπτίνην ἕως μὲν ὀρθῶς ὁ Δημοσθένης τὰ νοήματα, καθαρὸς εἶναι δοκεῖ ὁ λόγος, οἷον «λέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ». ἄλλο νόημα τοῦ αὐτοῦ τρόπου, «ἐπειδὴ δὲ τὰ πράγματα ἐκεῖνα κατέστη, πρέσβεις πέμψαντες οἱ Λακεδαιμόνιοι τὰ χρήματα ἀπῄτουν». καὶ τὸ ἑξῆς τῷ αὐτῷ τρόπῳ εἰ ὀρθῶς προήγαγεν, οὕτως ἂν εἶπε, λόγοι οὖν ἐγίνοντο, καὶ οἱ μὲν τοὺς ἐξ ἄστεος ἠξίουν ἀποδοῦναι τὰ χρήματα, οἱ δὲ τοὺς ἐκ Πειραιῶς, ἀλλὰ διεφθείρετο ὁ τόνος τοῦ σχήματος καὶ ἡ σεμνότης, διὰ τοῦτο πλαγιάσας λέγει, «λόγων δὲ γιγνομένων καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος ἀποδοῦναι κελευόντων, τῶν δὲ τοὺς ἐν Πειραιεῖ τοῦτο πρῶτον τῆς ὁμονοίας σημεῖον ὑπάρξαι». καὶ ἐν ἀρχῇ δὲ τοῦ κατὰ Φιλίππου «πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων περὶ ὧν Φίλιππος ἀδικεῖ». καὶ ἄλλο τι πεπλαγιασμένον ἐπὶ τούτῳ «καὶ πάντων εὖ οἶδ᾽ ὅτι φησάντων γ᾽ ἄν». καὶ πάλιν «ὄντων δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν παρόντων πραγμάτων πᾶσιν ὡς ἐγὼ κρίνω φοβερῶν, οὐδένες μὲν ἐν μείζονι κινδύνῳ τῶν πάντων εἰσὶν ὑμῶν».

τοῦτο δὲ πρῶτον τῶν σχημάτων εἰδέναι χρή, ὅτι κοινωνίαν τινὰ ἔχει ἐν τῷ λόγῳ τό τε ἀξίωμα καὶ ἡ σεμνότης· ὅπου γὰρ ἀξίωμα ὁ λόγος προσλαμβάνει, ἐκεῖ καὶ σεμνότητα. ἔστω δὲ ὁ λόγος εἰς τὰ τῆς γνώμης ἔτι τὸ εἰκόσι χρῆσθαι σεμνότητα καὶ ἀξίωμα ἔχοντα τὸν λόγον ἐργάζεται, «ὥσπερ ἐν θαλάττῃ πνεῦμα ἀκατάστατον ὡς ἂν τύχῃ κινούμενον», καὶ πάλιν «ὥσπερ σκηπτὸς ἢ χειμάρρους ἅπαν τοῦτο τὸ πρᾶγμα εἰς τὴν πόλιν εἰσέπεσεν», καὶ ἑτέρωθι πάλιν «ἐπεὶ ὅτι γε ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ ἢ ἄλλου τινὸς κακοῦ καὶ τῷ πάνυ πόρρω δοκοῦντι νῦν ἀφεστάναι προσέρχεται οὐδεὶς ἀγνοεῖ».

καὶ τὸ γνωμολογεῖν δὲ τῆς σεμνότητός ἐστιν, οἷον «τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται».

καὶ τὸ τὰ ἧττον ἐκτετιμημένα ἐκβάλλοντα καὶ ἀναιροῦντα ἀντεισάγειν τὰ μᾶλλον προτετιμημένα τῆς σεμνότητός ἐστιν, «οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὔτε πλίνθοις ἐγώ, ἀλλ᾽ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς μαθεῖν», νῦν τὰ μᾶλλον προτετιμημένα «εὑρήσεις ὅπλα καὶ πόλεις καὶ τόπους καὶ λιμένας».

σεμνότητα δὲ ἔχει καὶ ὅταν μὴ εὐθὺς ἐπιτρέχῃς τῷ εἰσαγομένῳ, ἀλλὰ προσλαμβάνῃς τὰς δυνάμεις αὐτῶν καὶ προαναρτᾷς τὸν λόγον. «ἓν δέ τι κοινὸν ἡ φύσις τῶν εὖ φρονούντων ἐν ἑαυτῇ κέκτηται φυλακτήριον», καὶ οὐκ εὐθὺς ἐπήγαγε καὶ εἶπεν ἀπιστίαν, ἀλλὰ προσλαβὼν τούτου τὰς δυνάμεις καὶ ἀναρτήσας, «ὃ πᾶσι μέν ἐστιν ἀγαθὸν καὶ σωτήριον, μάλιστα δὲ τοῖς πλήθεσι πρὸς τοὺς τυράννους», καὶ ἄλλη ἐπανάληψις «τί οὖν ἐστι τοῦτο», εἶτα τὸ εἰσαγόμενον «ἀπιστία». ὅμοιον δὲ τούτῳ κἀκεῖνο «ὃ καὶ τοῦ Περσῶν ἐκράτησε πλούτου καὶ ἐλευθέραν ἦγε τὴν Ἑλλάδα, καὶ οὔτε ναυμαχίας οὔτε πεζῆς μάχης ἡττᾶτο, νῦν δὲ ἀπολωλὸς ἅπαντα λελύμανται, καὶ ἄνω καὶ κάτω πεποίηκε πάντα τὰ πράγματα», καὶ τοσούτων προεκκειμένων οὔπω εἴρηται τὸ τί, ἀλλ᾽ ἐπαναλήψει χρησάμενος νῦν εἰσάξει, «τί οὖν ἦν τοῦτο»; εἶτα τὸ εἰσαγόμενον καθ᾽ ἑαυτό, ὡς ἐκεῖ ἀπιστία, οὕτως ἐνθάδε, «τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν».

καὶ οἱ ἀφορισμοὶ δὲ οἱ ἐν τῷ καθόλου σεμνότητα ἔχουσιν, οἷον «πόλεως γὰρ ἔγωγε πλοῦτον ἡγοῦμαι συμμάχους, πίστιν, εὔνοιαν».

καὶ τὸ ὑπέρχεσθαι δὲ ἀεὶ τὰ ἔνδοξα ἢ πρόσωπα ἢ πράγματα ἀπάγοντα ἀφ᾽ ἑαυτοῦ σεμνὸν πάνυ, οἷον «καὶ τούτων οὐδὲν καινόν, οὐδὲ εὕρημα ἐμόν, ἀλλὰ παλαιὸς ὃν οὗτος παρέβη νόμος οὕτω κελεύει νομοθετεῖν», καὶ πάλιν «οὐ λόγους ἐμαυτοῦ λέγων, ἀλλὰ γράμματα τῶν ὑμετέρων προγόνων».

σχῆμα δὲ καὶ τοῦτο τῆς σεμνότητος τὸ ἀσύνδετα παρατιθέναι τὰ νοήματα, ἐφεξῆς ἐπιτιθέντα ἀλλήλοις, οἷον «Μειδίας Ἀναγυράσιος προβέβληται, τὰ ἀπόρρητα οἶδεν, ἡ πόλις αὐτὸν οὐ χωρεῖ». καὶ πάλιν «ἐφ᾽ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπ᾽ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσε πρώην, οὔθ᾽ ἡ Ἑλλὰς οὔτε ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τοῦ ἀνθρώπου».

κατὰ δὲ ἀπαγγελίαν γίγνεται σεμνότης οὕτως, ὅταν τις ὀνοματικαῖς χρῆται ταῖς λέξεσιν ἀντὶ ῥηματικῶν, οἷον «πλεονέκτημα, ὦ ἄνδρες Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ. καὶ τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη».

καὶ ὅταν τροπικαῖς ἀντὶ ἰδίων ταῖς λέξεσι χρήσῃ, οἷον τὴν δωροδοκίαν νόσημα εἰπεῖν, «νόσημα, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα». καὶ ἑτέρωθι πάλιν «εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα». καὶ ἐν τῷ κατὰ Μειδίου «σὺ δὲ πληρωτὴς τοιούτου γεγονὼς ἐράνου σεαυτῷ τουτονὶ δίκαιος εἶ συλλέξασθαι».

καὶ τὸ κατὰ πλῆθος λέγειν καὶ τὰ ὀνόματα ἐφεξῆς παρατιθέναι τῆς σεμνότητός ἐστιν, οἷον «εὐδαίμων καὶ μέγας καὶ φοβερὸς ἅπασιν Ἕλλησι καὶ βαρβάροις».

καὶ τὸ τὰ πρόσωπα ἀφαιροῦντα ἐπ᾽ αὐτῶν τῶν πραγμάτων προάγειν τὸν λόγον σεμνὸν σφόδρα. «εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην ἀφείλετο τὴν ἀλήθειαν»· ἀλλ᾽ οἱ λέγοντες τὰ περὶ Θεσπιέων καὶ Πλαταιέων, ὁ δὲ ἀφελὼν τὰ πρόσωπα τῶν εἰπόντων αὐτὰ λέγει ἐφ᾽ ἑαυτῶν, «εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαί». καὶ ἀλλαχοῦ πάλιν «ἐγὼ δὲ οἶμαι τὴν μὲν εἰρήνην ἄγειν οὐχ ὑμᾶς δεῖν πείθειν»· καὶ τὸ ἀντικείμενον εἶπεν ἀλλὰ Φίλιππον, ὁ δὲ ἀφελὼν τὸ πρόσωπον ἐπὶ τοῦ πράγματος ἀόριστον εἶπεν, «ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράσσοντα». καὶ πάλιν ἑτέρωθι βουλόμενος δεῖξαι ὅτι Φίλιππός ἐστιν ὁ τὸν πόλεμον ποιῶν ἀντὶ τοῦ οὕτως εἰπεῖν, «εἰ δὲ Φίλιππος τὰ ὅπλα ἐν ταῖς χερσὶν ἔχων καὶ δύναμιν πολλὴν περὶ αὑτὸν ὁ δὲ ἕτερος» εἶπε.

σεμνότητος δὲ καὶ τὸ τοῖς ἐν γένει μᾶλλον [ἂν] ὀνόμασι χρῆσθαι, ἐν γένει δὲ λέγω, χρυσός, ἄργυρος. τὸ μὲν γὰρ ἐκ τούτων ἐστὶ τὸ ἐπὶ εἴδους καὶ μέρους λεγόμενον, χρήματα, εὐπορία, πρόσοδος. ὁ δὲ Θουκυδίδης ἀντὶ τούτων εἰς τὸ ἐν γένει ἀναγαγὼν σεμνότητα εἰργάσατο, λέγει δὲ ὁ Ἑρμοκράτης περὶ τῶν Καρχηδονίων «χρυσὸν γὰρ καὶ ἄργυρον πλεῖστον ἔχουσιν» ἀντὶ τοῦ πλουσιώτατοι γάρ εἰσιν, ἢ ἑτέρως μεταβαλών, πλούσιοι γάρ εἰσιν. καὶ ὁ Δημοσθένης ἀντὶ τοῦ εἰπεῖν Ἀρίθμιος ἐκολάσθη, ἐπειδὴ διέφθειρε τινὰς χρήμασιν ἐν Πελοποννήσῳ, ὁ δὲ ἐν γένει εἰπὼν ὅτι χρυσίον ἐκόμισε παρὰ βασιλέως σεμνότητα εἰργάσατο.

χρὴ δὲ εἰδέναι ὅτι καὶ ἐξ ἑνὸς ὀνόματος γίγνεται σεμνότης, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὅπου λέγει ὅτι χρὴ κυρίας τηρεῖν τὰς στήλας. πῶς ἐξῆρεν εἰς σεμνότητα; ἐν τῷ τελευταίῳ ὀνόματι, ἵν᾽ ἐκεῖναι τοῦ τῆς πόλεως ἤθους μνημεῖον ὦσιν.

περὶ βαρύτητος[Επεξεργασία]

56.1.2 βαρύτης δὲ γίνεται καθολικῶς κατὰ γνώμην καὶ κατὰ σχῆμα, κατὰ δὲ τὴν ἀπαγγελίαν οὐ πάνυ τι. κατὰ μὲν οὖν γνώμην γίνεται βαρύτης οὕτως, ὅταν ἢ κατηγορεῖν τις προάγηται αὐτὸς ἑαυτοῦ ἢ τῶν οἰκείων τινὸς ἢ φίλων· βαρὺ γὰρ τὸ τοιοῦτον ἂν εἴη ἐξὸν ἐπαινεῖν, ἢ ὅλως τούτων τινὸς ὑπὲρ ὧν λέγει ἢ πρὸς οὓς λέγει, ὡς ὁ Δημοσθένης «περιείργασμαι μὲν ἐγώ, περιείργασται δὲ ἡ πόλις ἡ πεισθεῖσα ἐμοί, ἔστω δὲ πάντα τὰ ἁμαρτήματα καὶ ἀδικήματα ἐμά».

ὅπου δὲ καθ᾽ ὑπερβολὴν δύνασαι ἀποδεῖξαι μὴ ἀδικοῦντα σεαυτόν, ἐκεῖ δὲ θρασύτητι χρῆσθαι τοιαύτῃ, ὥστε ἀφαιρεῖν σεαυτὸν συγγνώμης ἢ φιλανθρωπίας τῆς παρὰ τῶν δικαστῶν, ὡς ὅταν λέγῃς «μηδὲ φωνὴν ἀνάσχησθε, μηδ᾽ εἰ πάντα τὰ κοινὰ ὑπέρευ πεπολίτευμαι, ἀλλ᾽ ἀναστάντες καταψηφίσασθε ἤδη»· βαρύτης κἀνταῦθα γίνεται. καὶ ἐπὶ φίλου δὲ ὡσαύτως βαρύτης γίνεται, ἐὰν ἀφαιρῇς αὐτὸν ἢ συγγνώμης ἢ φιλανθρωπίας δικαστῶν. βαρύτης γίνεται καὶ ὅταν τι ἄτοπον σεαυτῷ ἐπαράσῃ, οἷον «καίτοι τεθνάναι μᾶλλον ἢ ταῦτ᾽ εἰρηκέναι βούλομαι».

καὶ ὅταν ἄτοπόν τι προτείνῃ τοῖς ἀκούουσιν, ὃ μὴ ἂν ἑκόντες δέξαιντο, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος ἐπεξελθὼν τὰ συμβαίνοντα ἐν ταῖς ἐκκλησίαις, διὰ τὴν ἀπειρίαν τῶν τοιούτων ῥητόρων, σὺν βαρύτητι προέτεινε τὸ ἄτοπον, «εἰ μὲν οὖν ὑμεῖς ταῦτα βούλεσθε καὶ μετὰ τῆς ἡμετέρας γνώμης οὗτοι ταῦτα ποιοῦσιν, ὁδῷ βαδίζειν καὶ ἐᾶν δεῖ».

καὶ ὅταν εἰς ἄτοπον ἀπάγῃς τὸν λόγον, βαρύτητα εἴργασαι, ὡς ἐν τῷ πρὸς Καλλικλέα, «οὐ γὰρ δὴ ἐκπιεῖν με αὐτὸ Καλλικλῆς ἀναγκάσει», ἢ ὅταν ὁμολογούμενα ἄτοπα τῷ ἀντιδίκῳ συγχωρῇς, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος, «εἰ πονηρός ἐστιν Ἀριστογείτων ἁπλῶς καὶ πικρὸς καὶ συκοφάντης, δίδωμι, συγχωρῶ, Φιλόκρατές, σοι τῷ τοιούτῳ τὸν ὅμοιον σώζειν».

καὶ ὅταν πάντα τις διελὼν ἕν τι καταλείπῃ τῷ ἀντιδίκῳ, ὡς ὑπὲρ αὐτοῦ [τοῦ] μηδὲν ἧττον ἢ κατ᾽ αὐτοῦ, βαρύτης γίνεται, οἷον «πλὴν ἔστι νὴ Δία, ἐστὶν ἀδελφός τις αὐτῷ ὁ τὴν καλὴν δίκην αὐτῷ λαχών». καὶ πάλιν ἀνελὼν δι᾽ ἃ οὐ δεῖ ἐπάγει «πλὴν εἰ τοῦτό τις εἴποι, μανέντες· ἄλλο γὰρ οὐκ ἔστιν εἰπεῖν».

καὶ ὅταν εἰς κρίσιν ἀνάγῃς τεθνηκότων ἐνδόξων, βαρὺ δοκεῖ τὸ τοιοῦτον εἶναι, οἷον «καίτοι πηλίκον ἂν στενάξαιεν οἱ πρόγονοι». καὶ πάλιν «καίτοι τίνα ποτὲ οἴεσθε τοὺς προγόνους ὑμῶν ὀργὴν ἢ ψῆφον θέσθαι κατὰ τῶν αἰτίων τούτου τοῦ ὀλέθρου»; βαρύτητος δὲ καὶ τὸ ἃ μηδεὶς ἂν εἴποι ὑπολιπεῖν ὡς ῥηθησόμενα, «ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησι, Τιμοκράτους νόμος ἐστὶ παρ᾽ ἡμῖν· ἀναμείνατε οὖν τὴν ἐνάτην πρυτανείαν· εἶτα τότ᾽ ἔξιμεν».

καὶ τὸ συγχωρεῖν δὲ τὰ παρελθόντα ἄτοπα, ὡς τὸ «μέχρι οὖν τοῦδε διωρίσθω ὑμῖν», βαρύτης.

βαρύτητος δὲ καὶ τὸ ἀπεύχεσθαι τὰ ἄτοπα, «καίτοι μὴ γένοιτο, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ πράγματα ἐν τούτῳ. τεθνάναι δὲ μυριάκις κρεῖττον ἢ κολακείᾳ τι ποιῆσαι Φιλίππῳ».

κατὰ δὲ σχῆμα οὕτω βαρύτης γίνεται, ὅταν τις τῷ τῆς διανοίας σχήματι χρῆται, οἷον «ὅμοιός γε, οὐ γάρ; Σόλων νομοθέτης καὶ Τιμοκράτης», ἢ πάλιν «καλήν γε οἱ πολλοὶ ἀπειλήφασιν Ὠρειτῶν χάριν, ὅτι τοῖς Φιλίππου φίλοις ἐπέτρεψαν ἑαυτούς, τὸν δὲ Εὐφραῖον ἐμίσουν, καλήν γ᾽ ὁ δῆμος ὁ Ἐρετριέων, ὅτι τοὺς ὑμετέρους πρέσβεις ἀπήλασαν, Κλειτάρχῳ δὲ ἐνέδωκαν ἑαυτούς, καὶ δὴ δουλεύουσί γε μαστιγούμενοι».

βαρύτητος δὲ καὶ τὸ τοῖς σχετλιαστικοῖς χρῆσθαι σχήμασιν, οἷον «Χαρίδημον, οἴμοι», καὶ τὸ τοῦ Αἰσχίνου «παντελῶς ἐκαρτερεῖτε ὡς σιδήρειοι». καὶ αἱ ἀποσιωπήσεις δὲ τὸ αὐτό σοι δυνήσονται, οἷον «τί ἄν σέ τις εἰπὼν ὀρθῶς προσείποι»; βαρύτης δὲ γίνεται καὶ ὅταν προαχθῇς εἰπεῖν τι λυπηρὸν κατὰ τῶν ἀκουόντων, ὃ οἴεται βαρέως ἂν αὐτοὺς ἐνεγκεῖν τις, εἶτα ἀνορθώσῃς ὡς μὴ ἔχων αὐτοῦ μετριώτερόν τι εἰπεῖν, ὡς ἔχει καὶ τὸ ἐν ταῖς ἐπιστολαῖς, «εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς ἢ τὸν Ἄρειον πάγον προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε· οὐ γὰρ ἔχω πρᾳότερον πρόσφθεγμα τοῖς ἐξημαρτηκόσιν εἰς ἐμὲ αὐτὸν εἰπεῖν».

βαρύτητα δὲ καὶ τὸ τοιοῦτον ἔχει, ὅταν δοὺς ὡς ὑπάρχον τί σοι, εἶτα ἀνελὼν αὐτὸ ἐπιδιστάσῃς, ὥσπερ ἔχει καὶ τὸ ἐν τοῖς Φιλιππικοῖς, «ἀλλ᾽ ἐκεῖνος μὲν ὑμῶν οἴκοι μενόντων, σχολὴν ἀγόντων, ὑγιαινόντων», δοὺς τοῦτο ὡς ὑπάρχον αὐτοῖς εὐθὺς ἀνεῖλεν ἐπιλαβόμενος, «εἰ δὴ τοὺς τὰ τοιαῦτα ποιοῦντας ὑγιαίνειν φήσαιμεν».

καὶ αἱ διαπορήσεις δὲ αἱ ἐν τοῖς σχετλιασμοῖς βαρύτητα ἔχουσιν, ὥσπερ ἐν ταῖς ἐπιστολαῖς, «ὦ τί ἂν εἰπὼν μήτε ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμην; λίαν ὀλίγωροι».

περὶ περιβολῆς[Επεξεργασία]

56.1.3 περιβολὴ δὲ γίνεται καθολικῶς, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν ἀόριστά τις προσλαμβάνῃ τοῖς ὡρισμένοις, οἷον «πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τὴν ἀγνωμοσύνην αὐτοῦ καὶ τὴν βασκανίαν», τοῦτό ἐστι τὸ ἔξωθεν προσλαμβανόμενον ἀόριστον, νῦν τὸ ὡρισμένον «οὐχ ἥκιστα δὲ ἀφ᾽ ὧν περὶ τῆς τύχης διελέχθη». καὶ πάλιν «πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου». τοῦτο ἀόριστον, νῦν τὸ ὡρισμένον ἐν ἀθροίσματι προσληφθέν, «δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα», εἶτα ταῦτα κατ᾽ εἶδος ἐμέρισεν «ἓν μὲν ὅτι οὐ περὶ τῶν ἴσων νῦν ἐμοὶ ὁ ἀγών, ἕτερον δὲ ὃ φύσει πᾶσιν ὑπάρχει, τῶν μὲν λοιδοριῶν καὶ τῶν κατηγοριῶν ἀκούειν ἡδέως, τοῖς ἐπαινοῦσι δ᾽ ἑαυτοὺς ἄχθεσθαι». ἅπαντα γὰρ ταῦτα περιβολῆς ἐστιν, ἡ πρόσληψις τοῦ ἀορίστου «πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι», τὸ ἐν ἀθροίσματι συλλαβεῖν «δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα», τὸ κατ᾽ εἶδος μερίσαι «ἓν μὲν τὸ μὴ περὶ τῶν ἴσων εἶναι τὸν ἀγῶνα, ἕτερον δὲ τὸ πάντας οὕτως ἔχειν, τῶν μὲν λοιδορούντων ἡδέως ἀκροᾶσθαι, τοῖς ἐπαινοῦσι δὲ ἑαυτοὺς ἄχθεσθαι». καὶ τρίτον παράδειγμα «ἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γιγνομένην τῇ πόλει», εἶτα ἡ ἐπὶ τὸ ὡρισμένον ἀπαγωγὴ «οὐχ ἥκιστα δὲ ἐν τοῖς παροῦσι πράγμασι». καὶ πάλιν «πολλὰ μὲν οὖν τῶν ὑπ᾽ ἐκείνου πραχθέντων ἄξια ἐπαίνου, μέγιστον δὲ πάντων ἡ τῶν τειχῶν ἀνάστασις».

περιβολὴ δὲ καὶ τοῦτο ὅταν ἐν γένει προτιθῇς τὰ πράγματα, εἶτα κατ᾽ εἶδος ἐπεξίῃς, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὃ μὲν βούλεται εἰσαγαγεῖν, τοῦτό ἐστιν «οὐ τοίνυν μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν», ἀλλὰ καὶ Ἐπικέρδης, ὁ δὲ πρὶν εἰπεῖν τὸ κατ᾽ εἶδος τὸ ἀλλὰ καὶ Ἐπικέρδης τὸ ἐν γένει προὔλαβεν «ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ πράττων, εἰς δέον δὲ νῦν γέγονεν αὐτῷ τὸ λαβεῖν παρ᾽ ὑμῶν τὴν ἀτέλειαν», εἶτα νῦν ἦλθεν ἐπὶ τὸ κατ᾽ εἶδος διαστήσας «τίς οὖν οὗτός ἐστιν; Ἐπικέρδης ὁ Κυρηναῖος». καὶ πάλιν τὰς εὐεργεσίας τοῦ Ἐπικέρδους εἰσάγων τὸ ἐν γένει προλαβὼν οὕτως εἰσήγαγε κατ᾽ εἶδος [τὸ ἐν γένει] «ἀλλὰ τῷ παρὰ τοιοῦτον καιρόν, ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων ἔργον ἦν εὑρεῖν ἐθέλοντά τινα ὧν εὐεργέτητο μεμνῆσθαι». νῦν λέγει ἃ ἐποίησε κατ᾽ εἶδος «οὗτος γὰρ ἀνὴρ τοῖς ἠτυχηκόσιν ἐν Σικελίᾳ τῶν πολιτῶν ἔδωκε μνᾶς ἑκατόν». καὶ πάλιν ἐν γένει «οἰκοδομήματα μέν γε καὶ κόσμον ἱερῶν καὶ λιμένων καὶ τῶν ἀκολούθων τούτοις τοσοῦτον καὶ τοιοῦτον κατέλιπον ἡμῖν ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι». εἶτα κατ᾽ εἶδος «προπύλαια ταῦτα, ὁ Παρθενών, νεώσοικοι». καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην τοὺς προσέχοντας τῷ νόμῳ βουλόμενος ἐξετάσαι καὶ διαβαλεῖν πρῶτον ἐν γένει αὐτῶν ἐμνήσθη «ᾕρηνται δὲ τῷ νόμῳ σύνδικοι, καὶ μάλιστα οἱ δεινοὶ λέγειν ἄνδρες», εἶτα κατ᾽ εἶδος «Λεωδάμας Ἀχαρνεὺς καὶ Κηφισόδοτος ἐκ Κεραμέων», εἶτα πάλιν ἐν γένει συλλαβὼν «ἃ δὲ πρὸς τούτους ὑπολαμβάνοιτ᾽ ἂν δικαίως, ἀκούσατε», εἶτα πάλιν κατ᾽ εἶδος «πρῶτον μὲν πρὸς Λεωδάμαντα». ὅταν μὲν οὖν μὴ ψιλὰ κατ᾽ εἶδος λέγῃς, ἀλλὰ προλαμβάνῃς τὰ ἐν γένει, περιβολὴν ποιεῖς.

ἔτι περιβολῆς, ὅταν τις διὰ μέσου τοῦ νοήματος ἢ τῶν νοημάτων, πρὶν ἀπαρτίσαι τὸν νοῦν, ἕτερα ἐμβάλῃ νοήματα, ὅπερ ἐὰν μὴ ἔν τινι μέτρῳ γένηται, δεινὴν ἀσάφειαν ἐργάζεται. παράδειγμα δὲ τῆς περιβολῆς ταύτης ἐν τῷ κατὰ Ἀριστοκράτους, «εἰκότως δ᾽ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσέχοιτέ μοι τὸν νοῦν καὶ μετ᾽ εὐνοίας ἀκούσαιτε ἃ λέγω», εἶτα συστατικὰ τοῦ ὅτι δεῖ προσέχοντας ἀκοῦσαι, ἄλλο ἐπὶ ἄλλῳ ἐπεμβεβλημένον, καὶ ταῦτα πεπλαγιασμένα, «ἐπειδὴ γὰρ οὐχὶ τῶν ἐνοχλούντων ὑμᾶς οὐδὲ τῶν πολιτευομένων παρ᾽ ὑμῖν ὤν [τι] πρᾶγμα τηλικοῦτον φημὶ δείξειν πεπραγμένον, ἐὰν ὅσον ἐστὶν ἐν ὑμῖν συναγωνίσησθέ μοι καὶ προθύμως ἀκούσητε». καὶ οὐχ ἓν τὸ ἐκβησόμενον αὐτοῖς ἐκ τοῦ ἀκοῦσαι ἀγαθόν, ἀλλὰ δύο, τὸ μὲν ἐκ τοῦ παρόντος «τοῦτό τε σώσετε», τὸ δὲ ἐκ τοῦ μέλλοντος «καὶ ποιήσετε μὴ κατοκνεῖν, ἐάν τίς τι καὶ ἡμῶν οἴηται δύνασθαι ποιῆσαι τὴν πόλιν ἀγαθόν». τοῦτο μὲν οὖν πεπλήρωται καὶ οὐδὲν λείπει αὐτῷ, ὁ δέ, ἵνα πλείων ἡ περιβολὴ γένηται, καὶ τὸ ἐναντίον παραθεὶς ἐπανέλαβε. τί δὲ ἦν τὸ ἐναντίον τοῦ καὶ μᾶλλόν τινα προθυμηθῆναι ἂν ποιῆσαί τι τὴν πόλιν ἀγαθόν; «νῦν δὲ πολλοῖς τοῦτο φοβουμένοις, λέγειν μὲν ἴσως οὐ δεινοῖς, βελτίοσι δὲ ὅμως ἀνθρώποις τῶν δεινῶν, οὐδὲ σκοπεῖν ἐπέρχεται τῶν κοινῶν οὐδέν». καὶ τοῦτ᾽ ἂν ἀπήρτιστο, ἀλλὰ καὶ ἐνταῦθα οὐκ ἤρκεσεν, ἀλλὰ καὶ κατασκευὴν τοῖς προειρημένοις ἐξ ἰδιότητος προσέθηκεν «ἐγὼ γοῦν ἀπώκνησα ἄν, εὖ ἴστε, καὶ αὐτὸς τὴν γραφὴν ταύτην ἀπενεγκεῖν», ὥστε τοῦτον τὸν τρόπον συμπεπλέχθαι τὸ προσέχειν λέγοντι. καὶ τόδε ἄτοπον οὐκ ἔσται, τὸ ὀκνεῖν τινας τὴν πόλιν εὖ ποιεῖν, ὡς νῦν γε ὀκνοῦσι, διὰ τὸν φόβον καὶ τὴν ἀπειρίαν τοῦ λέγειν· ἐγὼ γοῦν μικροῦ ὤκνησα καὶ αὐτός. πῶς οὖν κατηγορεῖς; καὶ τούτου ἐξ ἰδιότητος ἡ κατασκευή, ὅτι δεινὸν ἡγοῦμαι πρότερον μέν, ὅτε ἔπλευσα τριηραρχῶν εἰς Ἑλλήσποντον εἰπεῖν καὶ κατηγορῆσαί τινων, οὓς ἀδικεῖν ὑμᾶς ἡγούμην, νῦν δὲ ἡσυχίαν ἄγειν καὶ σιωπῆσαι πρᾶγμα ἀλυσιτελὲς τῇ πόλει κατασκευάζοντας ὁρῶν τινας ἀνθρώπους. μή τί σοι δοκεῖ ὀλίγα ἐπεμβεβλῆσθαι νοήματα, ἵνα εἰς τοῦτο καταλήξῃ πᾶσα ἡ ἔννοια;

ἵνα δὲ ἔτι σαφέστερόν σοι γένηται ὁποῖόν τί ἐστι τὸ διὰ μέσου ἐμβαλεῖν πλείω νοήματα, ἐκεῖνο σαφέστατον παράδειγμα ἐν τῷ τῆς παραπρεσβείας «τὸ γὰρ πρὸς ἄνδρα θνητόν», ἓν νόημα ἐκ προσώπου, «καὶ διὰ καιρούς τινας ἰσχύοντα γράφοντας εἰρήνην ἀθάνατον συνθέσθαι τὴν κατὰ τῆς πόλεως αἰσχύνην», τὸ πρᾶγμα τὸ γινόμενον, τὸ δὲ ἐπ᾽ αὐτῷ καὶ οὔπω ἀπήρτισται, ἀλλ᾽ ἐπεμβάλλει. πάλιν «πῶς γὰρ οὐκ αἰσχρὸν δημοσίᾳ μὲν πάντας ὑμᾶς τοῖς πεπραγμένοις ἐκ τῆς εἰρήνης ἐπιτιμᾶν καὶ μήτε τῶν ἐν Ἀμφικτύοσι κοινωνεῖν ἐθέλειν, δυσκόλως τε ἔχειν καὶ ὑπόπτως πρὸς τὸν Φίλιππον, ὡς ἀσεβῶν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων, καὶ οὔτε δικαίων οὔθ᾽ ὑμῖν συμφερόντων· εἰς δὲ τὸ δικαστήριον εἰσελθόντας», νῦν πρόσεχε τοῖς ἐπιβεβλημένοις, «τὰς ὑπὲρ τούτων εὐθύνας δικάσοντας», ἄλλο νόημα «ὅρκον ὑπὲρ τῆς πόλεως ὀμωμοκότας, ὃν εἰλήφατε ἐπ᾽ αὐτοφώρῳ τοιαῦτα πεποιηκότα», νῦν τὸ συμπληροῦν «τοῦτον ἀφεῖναι».

περιβολὴν δὲ ποιεῖ καὶ ὅταν τις μὴ ἀκόλουθα ἐξετάζῃ μόνον, ἀλλὰ καὶ τἀναντία προσλαμβάνῃ, ὡς ἐν τῷ τῆς παραπρεσβείας τὸ μὲν ἁπλοῦν ἦν καὶ τὸ ἀκόλουθον οὕτως, ἐπεὶ γὰρ ἐχειροτονήσατε τοῦτον πρεσβευτήν, ὡς φυλάξοντα τοὺς ἄλλους, ἐνταῦθα τὸ ἐναντίον προσλαβὼν οὕτως ἐπάγει τὸ ἀκόλουθον ἐχειροτονήσατε τοῦτον πρότερον τὸ τί μὴ ποιήσοντα, εἶτα τὸ τί ποιήσοντα, «οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα, οὐδ᾽ ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ», εἶτα νῦν τὸ ἀκόλουθον, «ἀλλ᾽ ὡς φυλάξοντα τοὺς ἄλλους». καὶ πάλιν ἐν τῷ τῆς παραπρεσβείας, «ἐπειδὴ δὲ ἧκεν ἡ ἐκκλησία, παρελθὼν Αἰσχίνης πρῶτος ἡμῶν ἁπάντων», καὶ οὐκ εὐθὺς τὸ ἀκόλουθον ἐπήνεγκεν, τάδε ἀπήγγειλεν, ἀλλὰ πρότερον κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου ἃ δέον ἀπαγγέλλειν οὐκ ἀπήγγειλε, τίνα δὲ ἦν ταῦτα; πρῶτον «τοῦ μὲν ἀπαγγέλλειν τι περὶ τῶν πρεσβευομένων ἢ περὶ τῶν ἐν τῇ βουλῇ ῥηθέντων, εἰ ἄρα ἠμφισβήτει μὴ ἀληθῆ λέγειν ἐμὲ παμπληθὲς ἀπέσχεν», εἶτα νῦν κατὰ τὸ ἀκόλουθον ἃ ἐποίει καὶ ἐδημηγόρει «καὶ τοιούτους εἶπε λόγους». ἵνα δὲ εἰδῇς ὅτι συγγένειαν ἔχει τὰ τῆς περιβολῆς θεωρήματα, εἴπομεν ἐν τοῖς ἐπάνω ὅτι περιβολή ἐστι τὰ ἐν γένει προλαβόντα κατ᾽ εἶδος ἐπάγειν, ἀλλὰ καὶ νῦν λέγωμεν ὅτι περιβολή ἐστι τὸ μὴ μόνον τὰ ἀκόλουθα ἐξετάζειν, ἀλλὰ καὶ τὰ ἐναντία τῶν ἀκολούθων· ἐνταῦθα ἀμφότερα πεποίηκεν, ὃ μὲν οὐκ ἐποίει, ὃ δὲ ἐποίει, προθεὶς τὸ ἐναντίον πρὸ τοῦ ἀκολούθου, τὰ δὲ ἐν γένει προλαβὼν κατ᾽ εἶδος, τὰ μὲν ἐν γένει εἰπὼν ἐν τῷ «εἶπε δὲ τοιούτους λόγους καὶ τηλικαῦτα καὶ τοιαῦτα ἔχοντας ἀγαθὰ ὥστε ἅπαντας λαβὼν ὑμᾶς ᾤχετο». ταῦτα μὲν ἐν γένει, νῦν τὸ κατ᾽ εἶδος «ἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον», εἶτα πάλιν ἐν γένει «πάνθ᾽ ὅσα συμφέρει τῇ πόλει», εἶτα κατ᾽ εἶδος «καὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων». καὶ ἐν τῷ κατὰ Μειδίου δὲ «ὡς δέον εἴ τις ὑβρισθεὶς ὑπὸ τούτου», τὸ μὲν ἀκόλουθον «δίκης ἀξιοῖ τυχεῖν», τὸ δὲ ἐναντίον τοῦ ἀκολούθου «καὶ μὴ σιωπᾷ».

περιβολῆς δὲ καὶ τὸ μὴ ψιλὰ τὰ νοήματα εἰσάγειν, τουτέστι τὰ πράγματα, ἀλλὰ προσλαμβάνειν αὐτῶν τὴν γνώμην τῶν τοιούτων ἢ τὴν ποιότητα τῆς γνώμης. οὕτω περιβολὴν εἰργάσατο «δοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον ἀνθρώπων ποιεῖν», εἶτα τὸ γιγνόμενον ὑπ᾽ αὐτῶν, «νυνὶ γάρ φασι δεῖν ἐκεῖνοι Ἠλείους μὲν τῆς Τριφυλίας τινὰ κομίσασθαι». καὶ ἐν τοῖς Φιλιππικοῖς «δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι», εἶτα ἐπάγει ὧν ἕνεκα ταῦτα προελήφθη «εἰ τὸν τόπον, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς χώρας ᾗ πολεμεῖτε ἐνθυμηθείητε».

περιβολὴν δὲ ποιεῖς καὶ ὅταν πρὶν τὸ εἰσαγόμενον εἰπεῖν, τὸ κατασκευαστικὸν αὐτοῦ προλάβῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην εἰ μὲν ἁπλῶς καὶ χωρὶς περιβολῆς ἔλεγεν, οὕτως ἂν εἶπε, καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος κελευόντων ἀποδοῦναι, τῶν δὲ κοινῇ συνδιαλῦσαι, νῦν δὲ ὅρα πῶς προέλαβε τὰ κατασκευαστικὰ καθ᾽ ἑκάτερον, καὶ τῶν μὲν οὐκ εὐθὺς εἶπε τοὺς ἐξ ἄστεος, ἀλλὰ διὰ μέσου «τοὺς δανεισαμένους ἀποδοῦναι κελευόντων, τοὺς ἐξ ἄστεος, τῶν δέ», καὶ οὐκ εὐθὺς ἀντέθηκε, κοινῇ διαλῦσαι, ἀλλὰ πάλιν προέλαβε τὸ κατασκευαστικὸν «τῶν δὲ τοῦτο πρῶτον ὑπάρξαι σημεῖον ἀξιούντων κοινῇ διαλύσασθαι τὰ χρήματα».

περιβολῆς καὶ τοῦτο, ὅταν μὴ ψιλὸν τὸ εἰσαγόμενον λέγῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εἰσαγόμενον, τοῦτο μὲν ἐν τοῖς κυρίοις νόμοις ὑπάρχον τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι, ὁ δὲ προὔλαβε τὴν ποιότητα τοῦ εἰσαγομένου «τοῦτο μὲν ἐν τοῖς οὖσι νόμοις κυρίοις ὑπάρχον», εἶτα ἡ ποιότης προσληφθεῖσα «καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σαφές», καὶ νῦν τὸ εἰσαγόμενον, «τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι». καὶ πάλιν ἐπ᾽ αὐτῷ ἡ ἐπίκρισις «δίκαιον ὦ γῆ καὶ θεοί». καὶ ἄλλως ὅπου ἂν μὴ ψιλὰ τὰ πράγματα εἰσάγῃς, ἀλλὰ προλαμβάνῃς τι αὐτῶν ἢ ἐπάγῃς τι αὐτοῖς, περιβολὴν ἐργάσει.

περιβολὴν δὲ ποιεῖς καὶ ὅταν εἰσάγων τι παρ᾽ αὑτοῦ, οἷον Κόνων ὑμᾶς τοσαῦτα εὐεργέτησε, μὴ εὐθὺς εἴπῃς τί ἐποίησεν, ἀλλὰ προλαβὼν ἐκ τίνων τίνα ἐποίησε, πῶς ἐχόντων ἐποίησεν, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εὐεργέτημα «κατεναυμάχησεν», ὁ δὲ πρὶν τοῦτο εἰπεῖν προλαβὼν προσηγάγετο, καὶ πῶς ἐχόντων τί ἐποίησεν «μετὰ τὴν τοῦ δήμου κάθοδον, τὴν ἐκ Πειραιῶς, ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης, στρατηγῶν βασιλεῖ, παρ᾽ ἡμῶν οὐδ᾽ ἡντιναοῦν ἀφορμὴν λαβών», νῦν τὸ γενόμενον ὑπ᾽ αὐτοῦ «κατεναυμάχησε Λακεδαιμονίους».

κατὰ δὲ σχῆμα περιβολὴ γίνεται οὕτω. τὸ καθ᾽ ὑπόθεσιν σχῆμα μάλιστα περιβολὴν ἐργάζεται, καὶ ὅταν τις ὑποστάσεσι χρῆται. ὅ τι δέ εἰσιν ἐν τῷ λόγῳ αἱ ὑποστάσεις καὶ ὅσον δύνανται, ἐπὶ παραδειγμάτων γνώσῃ, ὥσπερ ἐν τῷ κατὰ Κόνωνος εὐθὺς ἐν ἀρχῇ «ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος τούτου γε», καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, πολλὰ καὶ δεινὰ ἢ καὶ διάφορα πράγματα, ὧν οὐδὲν γέγονε δεινότερον, ὁ δὲ διὰ τῆς ὑποστάσεως περιβολὴν εἰργάσατο «τοιαῦτα ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφευξεῖσθαί με». διαφέρει δέ τι καὶ τὸ ἴδιον τῆς ὑποστάσεως· τούτῳ γὰρ πάνυ πρόσεχε, ὅτι εἰ μὲν ἁπλῶς εἶπεν, ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος πολλὰ καὶ δεινά, ἀπήρτιστο ἂν τὸ νόημα καὶ οὐδενὸς προσέδει καὶ ἔδει μεταβῆναι, τὸ δὲ τῇ ὑποστάσει ἀναρτῆσαι ἐν τῷ εἰπεῖν «καὶ παθὼν τοιαῦτα» ἀκόλουθον ἔσχε τὸ ἐπαγαγεῖν ποδαπά, «ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με». ἡ ὑπόστασις οὖν τοῦτο δύναται, πολλὰ ἐξ ἑνὸς ποιῆσαι τὸ ὄνομα καὶ περιβολὴν ἐργάσασθαι. καὶ πάλιν ἐν τῷ κατὰ Κόνωνος προϊὼν λέγει «καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, τελευτῶντες δὲ καὶ πληγὰς ἐνέτεινάν μοι». καὶ τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, καὶ κραυγὴν πολλὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ἀλλ᾽ ἀπήρτιστο ἂν τὸ νόημα καὶ ὅμοιον ἦν ἐρριμμένῳ, νῦν δὲ ἡ ὑπόστασις τὴν περιβολὴν εἰργάσατο, «καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν»· ἀκολουθεῖ γὰρ τῇ κατὰ τὴν ὑπόστασιν ἀναρτήσει πάντως ἄλλο ἐπαχθῆναι νόημα, [τοσαύτην κραυγὴν ἐποίησαν] «ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν». καὶ ἄλλη ὑπόστασις ἐν τῷ λόγῳ, τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, κακῶς με διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ἡ δὲ περιβολὴ ἐκ τῆς ὑποστάσεως «οὕτω διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι».

περιβολῆς δὲ σχῆμα καὶ τὸ κατὰ τὴν ἀπαρίθμησιν. παράδειγμα δὲ τούτου ἐν τῷ τῆς παραπρεσβείας, ὅπου λέγει «τίνων οὖν χρὴ παρὰ πρεσβευτοῦ λόγον λαβεῖν»; καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, ὧν ἀπήγγειλεν, ὧν ἔπεισε, τὸ δὲ τῆς περιβολῆς ἐν τῇ ἀπαριθμήσει «πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατ᾽ αὐτῷ». καὶ πάλιν ἑτέρωθι «τοῦ χάριν δὴ ταῦτα διεξῆλθον»; πρώτου μέν, ἵνα γνῶτε καὶ μάθητε, δευτέρου δὲ οὐδὲν ἐλάττονος τούτου.

καὶ παραλείψεις περιβολὴν ποιοῦσιν, ὡς ἐν τῷ κατὰ Μειδίου, «ὅσα μὲν οὖν ἢ τοὺς χορευτάς, ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας, ἠνώχλησεν, ἢ προβαλλόμενος ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, καὶ τὰ ἄλλα πάντα ὅσα τοιαῦτα ἐάσω», καὶ πάλιν «ὅτι μὲν γραφὴν λειποταξίου κατεσκεύασε κατ᾽ ἐμοῦ καὶ τὸν τοῦτο ποιήσαντα ἐμισθώσατο, τὸν μιαρὸν καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν Εὐκτήμονα, ἐάσω». χρὴ δὲ εἰδέναι ὅτι αἱ μὲν ἀόριστοί εἰσιν παραλείψεις, αἱ δὲ κατ᾽ εἶδος. ἀόριστοι μὲν αἱ τοιαῦται, «πάντα μὲν οὔτ᾽ ἂν ἔγωγε δυναίμην πρὸς ὑμᾶς εἰπεῖν οὔτ᾽ ἂν ὑμεῖς βούλοισθε ἀκούειν, ὅσα ἔλαβε παρ᾽ ἀμφοτέρων δῶρα», μάλιστα δὲ τὸ γένος ποιεῖ. περιβολὴν μὲν οὖν ποιοῦσιν αἱ τοιαῦται ἐν τῷ ἀορίστῳ, αἱ δὲ κατ᾽ εἶδος παραλείψεις, οἷον «Ὄλυνθον μὲν δὴ καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ». καὶ αἱ μὲν κατ᾽ ἀρχὰς γίνονται παραλείψεις, ὥσπερ αὕτη «Ὄλυνθον μὲν δὴ καὶ Ἀπολλωνίαν», αἱ δὲ ἐπὶ τέλει, ὡς ἐν οἷς λέγει «τὰς δὲ ἐπ᾽ Ἰλλυριοὺς καὶ Παίονας αὐτοῦ καὶ ὅποι τις ἂν εἴποι παραλείπω στρατείας». τῶν δὲ ἐπὶ τέλει καὶ αὕτη ἡ παράλειψις περιβολὴν ἔχουσα, «πολλὰ δὲ ἔχων καὶ ἄλλα ἐπιδεῖξαι, ἃ τούτοις ἐστὶ πεπραγμένα, καὶ εἰσὶν ἐψευσμένοι, ἡδέως μὲν ἂν ὑμῖν λέγοιμι ἐπειδὴ δὲ ἔξω τοῦ πράγματος ὑπολαμβάνετ᾽ εἶναι, ἐάσω». αὐξήσεις δὲ περιβολήν, ἐὰν μὴ ψιλὰς τὰς παραλείψεις λέγῃς, ἀλλὰ καὶ τὰς αἰτιολογίας αὐτῶν προστιθῇς, ὡς ἐν τῷ πρὸς Λεπτίνην, «ὃν μὲν οὖν τρόπον ὑμᾶς ἔχων πρὸς Πελοποννησίους ἅπαντας παρετάξατο ἐν Θήβαις, καὶ ὡς Γοργώπαν ἀπέκτεινεν ἐν Αἰγίνῃ, καὶ ὅσα ἐν Κύπρῳ ἐποίησε, καὶ μετὰ ταῦτα ἐν Αἰγύπτῳ, καὶ ὅτι πᾶσαν ἐπελθὼν ὀλίγου χώραν, οὐδαμοῦ τὸ τῆς πόλεως ὄνομα οὐδ᾽ αὑτὸν κατῄσχυνε», καὶ ἡ αἰτιολογία, δι᾽ ἣν παραλείπει, ὅτι ἀδύνατον κατὰ τὴν ἀξίαν εἰπεῖν, «πολλή τε αἰσχύνη λέγοντος ἐμοῦ ταῦτα ἐλάττω φανῆναι τῆς παρ᾽ ἑκάστῳ περὶ αὐτοῦ δόξης ὑπαρχούσης».

μάλιστα δὲ περιβολὴν καὶ οἱ μερισμοὶ ἐργάζονται, ὅταν τὰ νοήματα μὴ καθ᾽ ἓν εἰσάγῃς, ἀλλὰ μερίζων ἀντιτιθῇς, ὥσπερ ἐν Φιλιππικοῖς, «εἰ δ᾽ ὁ μὲν ὡς ἀεί τι μεῖζον τῶν ὑπαρχόντων δεῖ πράττειν ἐγνωκὼς ἔσται, ὑμεῖς δὲ ὡς οὐδενὸς ἀντιληπτέον τῶν πραγμάτων». τοῦτο μὲν οὖν εἰς πρόσωπα ἔστι μερίσαι τὸ νόημα, ἕτερον δὲ μερισθὲν εἰς πρόσωπον καὶ τόπον, «οὐκοῦν ὑμῶν μὲν μὴ δυναμένων ἐνθένδε ἀναπλεῦσαι, ἐκεῖ δὲ μηδεμιᾶς οὔσης ἑτοίμου βοηθείας». πάνυ δὲ ὁ Ἰσοκράτης χαίρει τούτῳ τῷ τρόπῳ τῶν μερισμῶν περιβολὴν ἐργαζόμενος, παραδείγματος δὲ ἕνεκα ἓν ἢ δύο ἐκ τοῦ περὶ τῆς εἰρήνης Ἰσοκράτους, «εἰς τοῦτο γὰρ κατέστημεν», καὶ ὁ μερισμός, «τῶν μὲν οἰκείων ἀμελείας, τῶν δὲ ἀλλοτρίων ἐπιθυμίας», εἶτα λέγων τὰ ἐκ τούτων αὐτοῖς ἀποβάντα ἄτοπα μερίζει, «τοὺς μὲν τάφους τοὺς δημοσίους τῶν πολιτῶν ἐνέπλησαν, τὰς δὲ φρατρίας καὶ τὰ ληξιαρχικὰ γραμματεῖα ξένων». εἶτα πάλιν ἐξαριθμούμενος τὰ τοῖς Λακεδαιμονίοις ἀπὸ τῆς ἀρχῆς τῆς κατὰ θάλατταν συμβάντα λέγει, «ἐνέπλησεν αὐτοὺς ἡ θάλαττα τοὺς μὲν ἰδιώτας ἀδικίας, ἀνομίας, ῥᾳθυμίας, φιλοχρηματίας, τὸ δὲ κοινὸν τῆς πόλεως» οὐχ ἁπλῶς [p. 483] ἀντέθηκε τοῦδε καὶ τοῦδε, ἀλλὰ πάλιν ἐπεμέριζε, «τὸ δὲ κοινὸν τῆς πόλεως τῶν μὲν ὑπεροψίας, ἐπιθυμίας δὲ τῶν ἀλλοτρίων». ἀλλὰ καὶ οἱ ἐπιμερισμοὶ περιβολὴν ἐργάζεσθαι δύνανται, οἷον οὐ μόνον τόδ᾽ ἐποίησας, ἀλλὰ καὶ τόδε, «μὴ μόνον πόλεων καὶ τόπων, ὧν ἦμέν ποτε κύριοι, φαίνεσθαι προϊεμένους, ἀλλὰ καὶ τῶν ὑπὸ τῆς τύχης παρασκευασθέντων συμμάχων τε καὶ καιρῶν». καὶ ἐν τῷ πρὸς Λεπτίνην, «οὐ τοίνυν μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ἀλλὰ καὶ εἴ τις ἄλλος», ἔστι δὲ τὸ κατὰ τὸν Ἐπικέρδην εἰσαγόμενον. καὶ πάλιν, «οὐ τοίνυν μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἰδίᾳ γνόντας εὖ ποιεῖν ὑμᾶς καὶ παρασχόντας χρησίμους ἑαυτοὺς ἄξιόν ἐστιν εὐλαβηθῆναι ἀδικῆσαι, ἀλλὰ καὶ πολλούς, οἳ πόλεις ὅλας, τὰς ἑαυτῶν πατρίδας, συμμάχους ἡμῖν ἐπὶ τοῦ πρὸς Λακεδαιμονίους πολέμου παρέσχον», καὶ πάλιν «οὐ τοίνυν μόνον ὁ Κόνων ὑφ᾽ ἡμῶν τότ᾽ ἐτιμήθη πράξας ἃ διεξῆλθον ἐγώ, ἀλλὰ καὶ ὑπ᾽ ἄλλων πολλῶν».

περιβολὴν δὲ ἔχει καὶ τὸ ἐκ παραθέσεως εἰσάγειν τὰ νοήματα, ὅταν μὴ ἁπλῶς εἴπῃ τόδε ἐγένετο καὶ τόδε, ἀλλ᾽ ἀντὶ μὲν τοῦ τόδε γενέσθαι τόδε ἐγένετο, ἀντὶ δὲ τοῦ τόδε τόδε, ὡς ὁ Δημοσθένης ἐν τῷ τῆς παραπρεσβείας, «ἀντὶ μὲν γὰρ τοῦ Θεσπιὰς καὶ Πλαταιὰς ἰδεῖν οἰκιζομένας Ὀρχομενὸν καὶ Κορώνειαν ἠκούσατε ἐξηνδραποδισμένας». καὶ Ἰσοκράτης δὲ χαίρει τῷ ἐκ παραθέσεως σχήματι περιβολὴν ἐργαζόμενος, «ἀντὶ μὲν γὰρ τοῦ φρουρεῖν τὰς ἄλλων ἀκροπόλεις τῆς αὐτῶν ἐπεῖδον τοὺς πολεμίους κυρίους γενομένους, ἀντὶ δὲ τοῦ παῖδας ὁμήρους λαμβάνειν» τοὺς ἑαυτῶν φησιν ἐπιδεῖν ἀναξίως τρεφομένους, «ἀντὶ δὲ τοῦ γεωργεῖν τὰς χώρας τὰς ἀλλοτρίας πολλῶν ἐτῶν οὐδὲ ἰδεῖν αὐτοῖς ἐξεγένετο τὴν ἑαυτῶν».

περιβολὴν δὲ καὶ αἱ συμπληρώσεις ἐργάζονται ἐν τῷ κατὰ Κόνωνος, «ὅτι μὲν τοίνυν οὐ μετρίας τινὰς καὶ φαύλας λαβὼν πληγάς», καὶ τὸ ἀντικείμενον τῷ οὐ φαύλας λαβὼν πληγάς, «ἀλλὰ ἐπανελθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων», ἐπάγει τί παθὼν πεποίηκεν, «πολλῷ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα», νῦν τὸ συλληπτικὸν εἰς ἐπίτασιν ὁμολογούμενον, «πολλαχόθεν νομίζω δῆλον ὑμῖν γεγενῆσθαι». ὡς δὲ ἤδη παρακολουθοῦντί σοι τὰ καθ᾽ ἕκαστον θεωρήματα τῆς περιβολῆς παρέδειξα, ἐφ᾽ ὧν γέγονεν ἡ συμπλήρωσις, ἐπεὶ τό γε αὐτὴν θεῖναι τὴν συμπλήρωσιν τοιοῦτον ἦν, ὅτι μὲν τοίνυν οὐ μετρίας καὶ φαύλας τινὰς λαβὼν πληγάς, ἀλλ᾽ ἐπανελθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων πολλῷ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα, νομίζω δῆλον ὑμῖν γεγενῆσθαι. εἰσὶ δὲ καὶ ἄλλαι συμπληρώσεις θαυμαστὴν περιβολὴν ἐργαζόμεναι, ἅμα τε τὸ προειρημένον συμπληροῦσαι καὶ ἀπαρτίζουσαι καὶ μετάβασιν ἐπὶ τὸ ἑξῆς εἰσαγόμενον παρέχουσαι, ὡς ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, «ἃ μὲν τοίνυν ἐγὼ παρεσχόμην εἰς τὸ δικαιοῦν τοιαῦτα γράφειν περὶ ἐμοῦ πρὸς πολλοῖς ἄλλοις ταῦτα καὶ παραπλήσια τούτοις ἐστί», μέχρις ἐνταῦθα ἡ συμπλήρωσις, εἶτα ἡ ἐπαγγελία τοῦ ἐφεξῆς, «ἃ δὲ πάντες ὑμεῖς ἴστε, ταῦτ᾽ ἤδη λέξω».

καὶ τὸ πλαγιάζειν τὰ νοήματα μάλιστα περιβολῆς ἐστιν, ὥστε καὶ ἐν ταῖς ἀφηγήσεσιν, εἰ πλαγιασθείη τὰ νοήματα, θαυμαστὴν περιβολὴν ἐργάζεται, ὡς ὁ Δημοσθένης ἐν τῷ κατ᾽ Αἰσχίνου, «καὶ ἔχων Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν», οὐκ ὤρθωσεν εἰπών, προσῄει τῇ βουλῇ, ἀλλὰ πάλιν ἐπλαγίασε καὶ «προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων». καὶ ἄλλο πεπλαγιασμένον «καὶ πείσας ὑμᾶς πανταχοῦ πρέσβεις περὶ τούτων πέμψαι», καὶ ἄλλο τοῦ αὐτοῦ τρόπου, «καὶ ἀπαγγέλλων», καὶ ἕτερον ἐπὶ τούτων, «καὶ διεξιὼν ἡλίκα τὴν Ἑλλάδα πᾶσαν ἀδικοῦσιν, οὐ τὰς ἰδίας μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου». πῶς δὲ ὁ Αἰσχίνης; «Ἀμύντου μὲν γὰρ νεωστὶ τετελευτηκότος», καὶ ἄλλος πλαγιασμός, «καὶ Ἀλεξάνδρου τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν, Περδίκκου δὲ καὶ Φιλίππου παίδων ὄντων». καὶ ἄλλος πλαγιασμός, «Παυσανίου δὲ ἐπὶ τὴν ἀρχὴν αὐτῶν κατιόντος φυγάδος μὲν ὄντος, τῷ καιρῷ δὲ ἰσχύοντος», καὶ πάλιν ἄλλος ἐπ᾽ ἄλλῳ πλαγιασμῷ, «πολλῶν δὲ αὐτῷ συμπραττόντων, ἔχοντος δὲ Ἑλληνικὴν δύναμιν, εἰληφότος δὲ Ἀνθεμοῦντα καὶ Θέρμαν, Μακεδόνων δὲ οὐχ ὁμονοούντων, ἀλλὰ τῶν πλείστων τὰ Παυσανίου φρονούντων, ἐπὶ τῶν καιρῶν τούτων», ὤρθωσε δὲ καὶ ἀνέπαυσεν ἡμᾶς «ἐχειροτόνησαν Ἀθηναῖοι στρατηγὸν Ἰφικράτην».

κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται περιβολὴ οὕτως, ὅταν τις τοῖς ἰσοδυναμοῦσι χρῆται. χρὴ δὲ εἰδέναι ὅτι τῶν ἰσοδυναμούντων τὰ μὲν κατὰ τὸ ἀκόλουθον παρατίθεται, τὰ δὲ κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου. τὰ μὲν κατὰ τὸ ἀκόλουθον, ὅπου λέγει «ἔρρωσαι καὶ σαυτῷ πιστεύεις», καὶ πάλιν «τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν», καὶ πάλιν «τὸν πλοῦτον καὶ τὴν περιουσίαν, ἢ τοὺς ἑταίρους καὶ φίλους». τὰ δὲ κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου ἰσοδυναμοῦντα πάλιν «ταῦτα ἀμελούμενα ἰδὼν καὶ οὐδεμιᾶς βοηθείας τυγχάνοντα». ἰσοδυναμοῦν δὲ κἀκεῖνο «πάντας ὑμᾶς καὶ ὅλον τὸν δῆμον».

εἰδέναι δὲ χρὴ ὅτι καὶ τοῦτο οὐδενὸς ἔλαττον τὸ θεώρημά ἐστιν, ὅτι ἡ σεμνότης καὶ ἡ περιβολὴ κοινωνοῦσι κατὰ πάντα· καθ᾽ ὅσα γὰρ καὶ συνίσταται, κοινωνοῦσιν ἀλλήλαις, καὶ δεῖ οὕτω διανοεῖσθαι περὶ αὐτῶν.

περὶ ἀξιοπιστίας[Επεξεργασία]

56.1.4 Ἀξιοπιστία δὲ γίνεται διχῶς, κατὰ γνώμην καὶ κατὰ σχῆμα. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις προσυνίστησι τὰ ἑαυτοῦ δίκαια, ὡς ἀληθῆ ὄντα καὶ ῥᾴδια δειχθῆναι, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους, «πάνυ μικρὸν ὑπείληφά μοι τὸν λόγον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ῥᾴδιον εἶναι περὶ τοῦ παρὰ τοῦτον εἰρῆσθαι τὸν νόμον τὸ ψήφισμα».

ἀξιόπιστον δὲ καὶ τὸ τὰ ζητούμενα τῶν ἀποδεδειγμένων καὶ ὁμολογουμένων προσποιεῖσθαι εἶναι περιφανέστερα, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ἀποδείξας τὸ παράνομον, ὑπολειπομένου ἐξετασθῆναι τοῦ ἀσυμφόρου, ἀξιοπίστως προσλαβὼν προσεποιήσατο ἔτι καὶ τοῦ παρανόμου φανερώτερον τὸ ἀσύμφορον, τὸ ζητούμενον τοῦ ἀποδεδειγμένου ἐν οἷς λέγει, «οὕτω γὰρ σφόδρα ἐναντίον τοῖς νόμοις τὸ ψήφισμα, μᾶλλον ἀσύμφορόν ἐστιν ἢ παράνομον».

ἀξιοπιστίας δὲ καὶ τὸ τοῖς ὅρκοις καὶ ταῖς ἀραῖς χρῆσθαι, οἷον «καλῶ δὲ ἐναντίον ὑμῶν τοὺς θεοὺς πάντας καὶ πάσας ὅσοι τὴν χώραν ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον, ὃς πατρῷός ἐστι τῇ πόλει, καὶ ἐπεύχομαι πᾶσι τούτοις, εἰ μὲν ἀληθῆ πρὸς ὑμᾶς εἴποιμι καὶ εἶπον καὶ τότ᾽ εὐθὺς ἐν τῷ δήμῳ εὐτυχίαν μοι δοῦναι καὶ σωτηρίαν· εἰ δὲ πρὸς ἔχθραν ἢ φιλονεικίας ἰδίας ἕνεκα, πάντων ἀγαθῶν ἀνόνητόν με ποιῆσαι». καὶ πάλιν «πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρ᾽ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα». καὶ ἐν τῷ κατὰ Κόνωνος, «καὶ εἰ μὲν εὐορκῶ, πολλά μοι γένοιτο ἀγαθὰ καὶ μηδέποτε αὖτις τοιοῦτον μηδὲν πάθοιμι· εἰ δὲ ἐπιορκῶ, ἐξώλης ἀπολοίμην αὐτός τε καὶ εἴ τί μοί ἐστιν ἢ μέλλει ἔσεσθαι».

ἀξιοπιστίας δὲ καὶ ὅταν τις τὰς κρίσεις τῶν ταῦτα ἀκουόντων ἐφ᾽ οἷς ἂν λέγῃ προσλαμβάνῃ, ὡς καὶ παρ᾽ ἐκείνοις ὁμολογουμένων τῶν πραγμάτων, ὅταν λέγῃ ἐν τῷ κατὰ Ἀριστογείτονος, «κεκρίσθαι δὲ τοῦτο τὸ πρᾶγμα πάλαι ἐπὶ τῆς ἑκάστου φύσεως οἴκοθεν». καὶ πάλιν, «οἱ μὲν δικάζοντες ὑμεῖς ἥκετε μᾶλλον ἡμῶν τῶν κατηγόρων εἰδότες καὶ ὀφείλοντα τῷ δημοσίῳ τοῦτον, καὶ ἐγγεγραμμένον ἐν ἀκροπόλει, καὶ οὐκ ἐξὸν αὐτῷ λέγειν, ὥστε ἕκαστον ὑμῶν κατηγόρου τάξιν ἔχειν καὶ τὰ δίκαια εἰδέναι, μὴ μαθεῖν δεῖσθαι». καὶ «εἰ μὲν ἴστε με τοιοῦτον· οὐ γὰρ ἄλλοθί που βεβίωκα».

ἀξιοπιστίας δὲ καὶ τὸ ἰσχυρίζεσθαι τοῖς πράγμασιν, ὅταν λέγῃς, «εὖ τοίνυν ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ἐξηπάτησθε, καὶ δι᾽ ἅ γε εἰκότως τοῦτο πεπόνθατε, ἀκούσατέ μου». καὶ ἐν τῷ τῆς παραπρεσβείας εὐθὺς ἀπισχυρίσατο, «τὸ μὲν ἐξελέγχειν πολλὰ καὶ δεινὰ πεποιηκότα τοῦτον καὶ τῆς ἐσχάτης τιμωρίας ὄντα ἄξιον θαρρῶ καὶ πάνυ πιστεύω». καὶ ἐν τῷ κατὰ Στεφάνου, «ἐπιδείξω δὲ ὑμῖν τουτονὶ Στέφανον καὶ μεμαρτυρηκότα ψευδῆ καὶ δι᾽ αἰσχροκέρδειαν τοῦτο πεποιηκότα καὶ κατήγορον αὐτὸν αὑτοῦ γιγνόμενον· τοσαύτη περιφάνεια τοῦ πράγματός ἐστιν».

ἀξιόπιστον δὲ καὶ τοῦτο, ὅταν ὧν πλεῖστον δοκεῖν ἀφεστηκέναι βούλεται, καὶ σφόδρα διαβάλλῃ ταῦτα ὡς δεινὰ καὶ χαλεπά, οἷον «αἰτιασάμενος γάρ με ἃ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν πατέρα ὡς ἀπέκτονα ἐγὼ τὸν ἐμαυτοῦ». καὶ ἐν τῷ κατὰ Μειδίου, «τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ καὶ δεινῆς καὶ χαλεπῆς συμβάσης αἰτίας». καὶ πάλιν, «οὔτε θεοὺς οὔτε ὁσίαν ἐποιήσατο ἐμποδὼν τοιούτῳ λόγῳ, οὐδ᾽ ὤκνησεν, οὐδὲ πρὸς οὓς ἔλεγεν αὐτοὺς ᾐσχύνθη».

ἀξιόπιστον δὲ καὶ τὸ τιμᾶσθαι προλαμβάνοντα καὶ ζημίας ὁρίζειν καθ᾽ ἑαυτοῦ ἐφ᾽ οἷς ἂν διεξίῃ, οἷον «ἐγὼ πλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος». καὶ πάλιν ἑτέρωθι ἐν Φιλιππικοῖς, «μήτε νῦν μήτε αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε».

Ἀξιοπιστία καὶ τὸ πλείω καθ᾽ ἑαυτοῦ νέμειν τῶν ἀληθῶν, οἷον «εἰσὶ τῶν ξένων ἀτελεῖς, δέκα θήσω, καὶ μὰ τοὺς θεοὺς ὅπερ εἶπον ἀρτίως, οὐκ οἶμαι πέντε εἶναι. ἀλλὰ μὴν τῶν γε πολιτῶν οὐκ εἰσὶ πέντε ἢ ἕξ. οὐκοῦν ἀμφοτέρων ἑκκαίδεκα. ποιήσωμεν αὐτοὺς εἴκοσιν, εἰ δὲ βούλεσθε, τριάκοντα.»

ἀξιοπιστίας καὶ τὸ ἐνδείκνυσθαι ὡς χαλεπὰ μὲν ὄντα περὶ ὧν ἐγχειρεῖ, διὰ δὲ τὸ λυσιτελεῖν τῇ πόλει ῥηθῆναι αὐτὰ λέγειν, κἂν αὐτός τι κινδυνεύῃ, ὡς ἐπὶ κοινῷ συμφέροντι, ἂν δέῃ τι καὶ παθεῖν, προῃρημένος. παράδειγμα δὲ τούτου ἐν τοῖς συμβουλευτικοῖς, «ἐγὼ δὲ ὁρῶ μὲν ὡς χαλεπὸν τὰ βέλτιστα λέγειν ἐστίν· ἐξηπατημένων γὰρ ὑμῶν καὶ τῶν μὲν ταυτί, τῶν δὲ ταυτὶ προῃρημένων, ἐὰν τἀναντία τις ἐγχειρῇ λέγειν καὶ ὑμεῖς μὴ περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, διαβεβλήσεται δὲ πρὸς ἀμφοτέρους· οὐ μὴν ἀλλ᾽ αἱρήσομαι μᾶλλον αὐτός, ἂν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν ἢ παρ᾽ ἃ νομίζω βέλτιστα προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆσαι».

ἀξιόπιστον δὲ καὶ ὅ τι ἂν ἄλλος εἴποι ἐναντιούμενός σοι τοῦτο αὐτὸ προλαβόντα εἰπεῖν, οἷον ἐν τῷ περὶ συμμοριῶν ὃ μὲν διοικεῖται ἐστίν, ὅτι δεῖ ἐναντιωθῆναι τοῖς βασιλεῖ πολεμεῖν συμβουλεύουσιν· ἐπεὶ δ᾽ ἐκεῖθεν αὐτῷ ἀντέπιπτε, μὴ πολεμῶμεν οὖν τῷ κοινῷ ἐχθρῷ καὶ βαρβάρῳ; διὰ τοῦτο ἀξιοπίστως προλαβὼν ὃ εἶπεν ἄν τις ἐκεῖθεν κατὰ βασιλέως, τοῦτ᾽ αὐτὸς λέγει, «ἐγὼ νομίζω κοινὸν ἐχθρὸν ἁπάντων τῶν Ἑλλήνων βασιλέα». εἶτα ἃ νῦν αὐτὸς εἰσηγεῖται, «οὐ μὴν διὰ τοῦτο παραινέσαιμ᾽ ἂν τοῖς ἄλλοις πόλεμον πρὸς αὐτὸν αἴρεσθαι».

ἀξιοπιστίας δὲ καὶ ὅσα μὴ ἔχεις ἄλλοθεν συστῆσαι, ἐξ ἀκοῆς ταῦτα πιστοῦσθαι, «ἤκουον δ᾽ ἔγωγε τινῶν ὡς οὐδὲ τοὺς λιμένας καὶ τὰς ἀγορὰς ἔτι δώσοιεν αὐτῷ καρποῦσθαι». καὶ πάλιν, «ὡς δ᾽ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι». ἀξιοπιστότερον δὲ τὸ εἰς αὐτοὺς τοὺς ἀκούοντας ἀναφέρειν ἔχειν, οἷον «ὑμῶν ἀκηκοὼς ἔγωγε ὑμᾶς διδάσκειν ἔχω». καὶ πάλιν, «ἃ παρ᾽ ὑμῶν τῶν πρεσβυτέρων αὐτὸς ἀκήκοα».

ἀξιοπιστίας δὲ καὶ τὸ ἐπικαταψεύδεσθαι, οἷον ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, ἐν οἷς λέγει τὸν Αἰσχίνην ὀψὲ Ἀθηναῖον γεγενημένον, «ὀψὲ γάρ ποτε, ὀψὲ λέγω», εἶτα ἀξιοπίστως ἐπικατεψεύσατο, «χθὲς μὲν οὖν καὶ πρώην» [εἶτα] «Ἀθηναῖος καὶ ῥήτωρ». καὶ πάλιν ἐν τῷ κατὰ Αἰσχίνου τὸ μὲν ἀληθὲς [καὶ] «τὸν μὲν ἀνῄρηκεν τῶν ἐπὶ τὰς εὐθύνας ἐλθόντων», τὸ δὲ ἑξῆς ἐπικατεψεύσατο, οἷον «τοῖς δὲ ἀπειλεῖ περιιών».

ἀξιοπιστίας δὲ καὶ τὸ ὡς ἀναμνησθέντα τι εἰπεῖν, οἷον «μικροῦ γε ὃ μάλιστά μ᾽ ἔδει πρὸς ὑμᾶς εἰπεῖν παρῆλθον». τοῦ δὲ αὐτοῦ τρόπου καὶ τὸ ὡς ζητοῦντά τι εἰπεῖν, «λάβε δὴ καὶ τὸ τῷ Χαβρίᾳ ψήφισμα ψηφισθέν. ὅρα δὴ καὶ σκόπει· δεῖ γὰρ αὐτὸ ἐνταῦθα εἶναί που». τὸ γὰρ μὴ ὡς παρεσκευασμένον, ἀλλ᾽ ὡς ἐπὶ καιροῦ ζητοῦντα εἰσάγειν ὅμοιόν ἐστιν αὐτοσχεδίῳ καὶ ἀξιόπιστον ποιεῖ τὸν λόγον.

παρὰ πάντα δὲ ἀξιοπιστίας τό τε ἐπισημαίνεσθαι τοῖς εἰσαγομένοις καὶ τὸ ὑπερβολαῖς χρῆσθαι. ἐπισημαίνεσθαι μέν, ὅταν λέγῃς, «ὃ τοίνυν μάλιστα πάντων οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, φυλάξασθαι, τοῦτ᾽ εἰπεῖν ἔτι βούλομαι». τοῦτό ἐστιν ἀρχόντων τῶν προειρημένων τῷ μέλλοντι εἰσάγεσθαι. ἡ δὲ ὑπερβολὴ ἐν τῷ ἑξῆς, οἷον «εἰ γάρ τις ἅπαντα ὅσα Λεπτίνης ἐρεῖ περὶ τοῦ νόμου, διδάσκων ὑμᾶς, ὡς καλῶς κεῖται συγχωρήσει τούτοις ἀληθῆ λέγειν αὐτόν, ἕν γε αἰσχρὸν οὐδ᾽ ἂν εἴ τι γένοιτο, ἀναιρεθείη, ὃ συμβήσεται διὰ τοῦ νόμου κυρίου γενομένου τῇ πόλει».

ἀξιόπιστον καὶ τὸ ἐνίαις τῶν ἀντιθέσεων ὧν δοκοῦσι καθ᾽ ἡμῶν λέγειν οἱ ἀντίδικοι συγχωρεῖν καὶ συγκατατίθεσθαι, ὡς ἐν τῷ κατὰ Μειδίου ἡ μὲν ἐκεῖθεν ἀντίθεσις, «τάχα νῦν καὶ τοιαῦτα ἐρεῖ, ὡς ἐσκεμμένα πάντα λέγω ἐγώ», εἶτα ἡ παρ᾽ αὐτοῦ συγχώρησις μεθ᾽ ὑπερβολῆς, «ἐγὼ δέ γ᾽ ἐσκέφθαι μὲν ὁμολογῶ καὶ μεμελετηκέναι ὡς ἐνῆν μάλιστα ἐμοί».

κατὰ δὲ σχῆμα γίνεται ἀξιοπιστία οὕτως, ὅταν τις τοῖς ὁμολογουμένοις ἀντὶ τῶν ζητουμένων σχήμασι χρῆται, ὡς ἐκεῖ, «ἆρ᾽ ὁρᾶτε καὶ λογίζεσθε τὴν ἐπιοῦσαν ὥραν τοῦ ἔτους, εἰς ἣν ἔρημόν τινες οἴονται δεῖν τὸν Ἑλλήσποντον ὑμῶν ποιῆσαι». καὶ πάλιν ἀξιοπιστίας ἕνεκα ὡς ὁμολογούμενον τῷ σχήματι εἰσάγει, «ἴστε γὰρ δή που τοῦθ᾽ ὅτι τῶν ὑμᾶς ἀδικούντων ἓν ἑκάστῳ τίμημα ὑπάρχει». καὶ πάλιν, «ἴστε μὲν οὖν ἴσως καὶ ἄνευ τοῦ παρ᾽ ἐμοῦ λόγου ὅτι σπουδαῖος Χαβρίας ἦν ἀνήρ».

ἀξιόπιστον δὲ κατὰ σχῆμα καὶ ὅταν τις ἐπαγγελίᾳ ἐν τῷ λόγῳ χρῆται· πάνυ γὰρ ἀξιόπιστον τὸ περὶ τῶν ζητουμένων κατεπαγγέλλεσθαι, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν ζητούμενον εἰ θήσουσι τὸν παρεισφερόμενον νόμον, ὁ δὲ κατεπαγγέλλεται λέγων, «ἐγγυώμεθα ἡμεῖς, ἐγώ, Φορμίων, ἄλλον εἴ τινα βούληται θήσειν τὸν νόμον». καὶ πάλιν, «ἐγγυώμεθα, ὑπισχνούμεθα, οἱ θεσμοθέται ταῦτα γραφόντων, ἐπὶ τούτοις τὸ πρᾶγμα γινέσθω».

ἀξιοπιστίας δὲ καὶ ὅταν τις συνδρομαῖς χρῆται, ὡς ἐν τοῖς Φιλιππικοῖς, οἷον «εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης πολλῆς καὶ πραγματείας εἶναι», νῦν ἡ συνδρομὴ «καὶ μάλα ὀρθῶς δοκεῖ». τὸ γὰρ καθ᾽ ἑαυτοῦ δοκοῦν τὴν πρώτην συγχωρεῖ, ἵνα τὰ ὑπὲρ αὐτοῦ εἰσάγῃ.

πάνυ ἀξιόπιστον δὲ καὶ τοῦτο, ὅταν τις παραλείψεσι χρῆται. ἔστι μὲν οὖν καὶ περιβολὴ τὸ σχῆμα, ὅμως δὲ πολλοῖς ἐφαρμόττον κατὰ χρείας διαφόρους πολλάκις ἰδιότητά τινα ἔχει ἐν τῇ ἀξιοπιστίᾳ. ὅταν γὰρ παραλείπειν τι δοκῶν μὴ παραλείπῃς, ἐνταῦθά ἐστιν ἡ ἀξιοπιστία, ὥσπερ ἐν τῷ πρὸς Λεπτίνην, «τὰ μὲν οὖν ἄλλα, ὅσα χρήσιμον ἑαυτὸν παρέσχεν οὗτος ὁ ἀνὴρ καὶ αὐτὸς καὶ οἱ πρόγονοι», εἶτα παραλείψει ἐχρήσατο «παραλείψω». καὶ πάλιν, «αἰσχρός, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κακῶς ἔχων ὁ νόμος, ὅμοιος φθόνῳ τινὶ καὶ φιλονεικίᾳ», εἶτα μηδὲν ἔτι ἔχων εἰπεῖν ἀξιοπίστως τῇ παραλείψει ἐχρήσατο, «καὶ τὸ λοιπὸν ἐῶ».

καὶ τὸ καθ᾽ ἑαυτοῦ δὲ λέγειν τινὰ ὃν τρόπον κατὰ τῶν ἀντιδίκων, ἀξιοπιστίαν ἐμποιεῖ τῷ λόγῳ.

περὶ σφοδρότητος[Επεξεργασία]

56.1.5 σφοδρότης δὲ γίνεται τριχῶς, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ λέξιν. καὶ κατὰ μὲν γνώμην οὕτως, ὅταν τις ἐνδόξοις προσώποις ἐπιτιμᾷ, οἷον «ἐξέστητε, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς τάξεως, ἐφ᾽ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον». καὶ ἄλλο πάλιν ὅμοιον τούτῳ «ἡσυχάζετε γὰρ μόνοι τῶν Ἑλλήνων», καὶ πάλιν «καὶ τῶνδε ὑμεῖς αἴτιοι, τό τε πρῶτον ἐάσαντες αὐτοὺς μετὰ τὰ Μηδικὰ κρατῦναι τὴν πόλιν». σφοδρότητα δὲ ποιεῖς καὶ ὅταν πράγματα ἢ πρόσωπα ἔνδοξα μὴ ὀκνῇς διαβάλλειν, οἷον τὸ μὲν ἐπαινεῖν τοὺς προγόνους πρᾶγμα ἐνδοξότατον, ὁ δὲ Δημοσθένης πῶς εὐθὺς ἐν ἀρχῇ διέβαλεν; «οἱ μὲν ἐπαινοῦντες τοὺς προγόνους λόγον εἰπεῖν μοι δοκοῦσι κεχαρισμένον, οὐ μὴν συμφέροντά γε ἐκείνοις οὓς ἐγκωμιάζουσι ποιεῖν». καὶ ὅλως δὲ τὸ ἐπιτιμᾶν σφοδρότητα ἔχει, ὡς ἐν ἐκείνοις, «ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν καὶ οἱ τοῖς Ἀρκάσι καὶ οἱ τοῖς Λακεδαιμονίοις συνειρηκότες».

καὶ τὸ διαβάλλειν δὲ πρόσωπα ἔνδοξα ὡς ἀτόπως ἔχοντα σφοδρότητα ποιεῖ, οἷον «ὑμεῖς δὲ ὁ δῆμος ἐκνενευρισμένοι χρήματα καὶ συμμάχους ἐν ὑπηρέτου καὶ προσθήκης μέρει».

καὶ ὅταν δὲ ἀτόπως τις εἰκάζῃ, σφοδρὸν ποιεῖ τὸν λόγον, οἷον «ὥσπερ σκορπίος ἠρκὼς τὸ κέντρον, ᾁττων δεῦρο κἀκεῖσε, σκοπῶν τίνι κακόν τι προστριψάμενος εἰς συμφορὰν καταστήσῃ». καὶ πάλιν «οὔτε γὰρ μαγείρῳ μαχαίρας οὐδέν ἐστ᾽ ὄφελος ἥτις μὴ τέμνει, οὔτε βουλομένῳ δι᾽ αὑτοῦ πᾶσι κακὰ καὶ πράγματα γίνεσθαι ὁ ταῦτα ἀποδωσόμενος συκοφάντης οὐδέν ἐστ᾽ ὄφελος». καὶ ἀλλαχοῦ πάλιν «ἀλλὰ μανδραγόραν πεπωκόσιν ἤ τι φάρμακον ἄλλο τοιοῦτον ἐοίκαμεν ἀνθρώποις».

σφοδρότης δέ ἐστι καὶ ὅταν τις ὑπεραγανακτῇ, οἷον «τοῦτο μὲν γὰρ οὐκ ἔχον ἐστὶν ὑπερβολὴν ἀκαθαρσίας», καὶ πάλιν ἀλλαχοῦ, «τοῦτο γὰρ δὴ τοὔσχατόν ἐστι», καὶ πάλιν «τῆς ἐσχάτης ὕβρεως οὐδὲν ἐλλείπει».

καὶ ὅλως δὲ ὅπου σχεδόν τι ἐφ᾽ ὁμολογουμένοις ἀδικήμασιν αἱ κατηγορίαι γίνονται, διὰ τὸ πρόδηλα εἶναι τὰ ἀδικήματα, σφοδρότητος ὁ λόγος τυγχάνει, ὡς καὶ ἐν τῷ κατὰ Μειδίου καὶ ἐν τῷ κατὰ Ἀριστογείτονος. τὸ δὲ μέγιστον εἰδέναι χρή, ὅτι ὅταν ᾖ μὴ ἰσχυρὰ ζητήματα ἐξ ἑκατέρων τῶν μερῶν, ἀλλ᾽ ὑπάρχῃ θατέροις μὴ πρόδηλα αὐτὰ εἶναι, ὁ δὲ ὡς ἐπὶ ὁμολογουμένοις σχεδὸν τοῖς ζητήμασι συνάγει τὸν λόγον, οἷός ἐστιν ὁ κατὰ Μειδίου.

κατὰ σχῆμα δὲ οὕτω γίνεται σφοδρότης, ὅταν τις ἐπιφορικοῖς χρῆται τοῖς σχήμασιν, οἷον «αἰσχρός, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κακῶς ἔχων ὁ νόμος καὶ ὅμοιος φθόνῳ τινὶ καὶ φιλονεικίᾳ». καὶ πάλιν, «εἴργετε οὖν, εἴργετε αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων». καὶ ἐν τῷ κατὰ Μειδίου, «καὶ ταῦτα πάσχων ἐγὼ καὶ τοῦτον ὃν διεξέρχομαι τρόπον νῦν πρὸς ὑμᾶς ἐλαυνόμενος». καὶ ἐν τῷ τῆς παραπρεσβείας, «τούτων οὐ γέγονεν, ὦ ἄνδρες Ἀθηναῖοι, δεινότερα».

σφοδρότητα δὲ ἔχει καὶ τὸ τῆς ἀποστροφῆς σχῆμα. «ὅς, ὦ μιαρώτατε πάντων, κεκλεισμένης σοι τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, ἃ καὶ παρανοίξειεν ἄν τις, ἀλλὰ τοσούτοις καὶ τηλικούτοις ὀφλήμασι, καὶ τούτων παρὰ τῇ θεῷ κειμένων, εἰς τὰ ἐντὸς τούτων βιάζῃ καὶ προσέρχῃ πρὸς ταῦτα, ἀφ᾽ ὧν ἀπελαύνουσί σε οἱ νόμοι, ἀπεσχοινισμένος πᾶσι τοῖς ἐν τῇ πόλει δικαίοις». καὶ πάλιν ἐν τῷ κατὰ Μειδίου, «τί λέγεις, ὦ μιαρὰ κεφαλή, σὺ τὰ σαυτοῦ παιδία ἀξιώσεις ἐλεεῖν ἤ σε τούτους, τοὺς ὑπὸ σοῦ δημοσίᾳ προπεπηλακισμένους»;

κατὰ δὲ ἀπαγγελίαν, τουτέστι κατὰ λέξιν, σφοδρότης γίνεται, ὅταν ὑπερβολὰς ποιῇς ἐν τῷ λόγῳ, οἷον «πλούσιος, θρασύς, μέγα φρονῶν, μέγα φθεγγόμενος, βίαιος, ἀναιδής». ὑπερβολὴν δὲ κἀκεῖνο ἔχει, ὅταν εἴπῃς, «ἡ πόλις αὐτὸν οὐ χωρεῖ. οὔθ᾽ ἡ Ἑλλὰς οὔθ᾽ ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τἀνθρώπου». καὶ ὅπου λέγει, «προσκυνεῖν τοὺς ὑβρίζοντας ὥσπερ ἐν τοῖς βαρβάροις, οὐκ ἀμύνεσθαι κράτιστον ἔσται».

πάντα ἐξαίρει τὴν ἐν τῷ λόγῳ σφοδρότητα ἐργάζονται, ὡς ἐν τῷ κατὰ Κόνωνος, «εἱλκόμην καὶ ἐξεδυόμην, καὶ ὑγιὴς ἐξελθὼν φοράδην ἦλθον οἴκαδε», καὶ ὅπου λέγει περὶ τῆς μητρός, οὐ γὰρ εἶπεν ἐξεληλύθει, ἀλλὰ ἐμφαντικώτερον τῇ ὀνομασίᾳ, «ἐξεπεπηδήκει ἡ μήτηρ»· ἐν γὰρ τῷ ὀνόματι ἡ ἔμφασις.

ὥσπερ δὲ πολλάκις εἴπομεν τὰς τροπὰς πολλαχοῦ μέγα δύνασθαι, τοῦτο καὶ ἐν τῇ σφοδρότητι, ὅταν λέγῃ κατὰ τῆς πονηρίας τῆς Ἀριστογείτονος σφοδρότητος ἕνεκα, «κάπηλος καὶ μεταβολεὺς καὶ μόνον οὐ ζυγὰ καὶ σταθμὰ ἔχων ἅπαντα ἐπώλει».

περὶ ἐμφάσεως[Επεξεργασία]

56.1.6}} τρόπον μέν τινα αἱ τρεῖς ἀρεταὶ τοῦ λόγου, ἥ τε σφοδρότης καὶ ἡ ἔμφασις καὶ ἡ τραχύτης, εἰ καὶ τῇ προσηγορίᾳ διεστήκασι, τῇ γοῦν δυνάμει καὶ σφόδρα ἐπικοινωνοῦσιν ἀλλήλαις ἐπὶ πλείστοις, καὶ ἥ τε σφοδρότης ἐμφαντικὸς λόγος ἐστὶν καὶ ἡ τραχύτης σφοδρότητα δύναται· ὅμως δ᾽ οὖν κατὰ μὲν γνώμην ἔμφασιν ποιήσεις, ὅταν συνεχῆ τὰ πράγματα λέγῃς καὶ ἐπάλληλα, ὡς ἐν τῷ πρὸς Λεπτίνην, «ἐνίκησε μὲν τοίνυν Λακεδαιμονίους ναυμαχῶν καὶ πεντήκοντα μιᾶς δεούσης ἔλαβεν αἰχμαλώτους τριήρεις, εἷλε δὲ τῶν νήσων τὰς πολλάς, καὶ τρισχίλια αἰχμάλωτα σώματα δεῦρ᾽ ἤγαγε, καὶ δέκα καὶ ἑκατὸν τάλαντα ἀπέφηνεν ἀπὸ τῶν πολεμίων», καὶ πάλιν, «ἑπτακαίδεκα μὲν πόλεις εἷλεν, ἑβδομήκοντα δὲ τριήρεις ἔλαβε, δέκα δὲ καὶ ἑκατὸν τάλαντα ἀπέφηνε, τοσαῦτα ἔστησεν τρόπαια». ἕκαστον δὲ τούτων πρᾶγμα μέν ἐστιν καθ᾽ ἑαυτό, τὸ δὲ συνεχῶς ἕτερον ἑτέρῳ ἐπενηνέχθαι τὴν ἔμφασιν πεποίηκεν.

ἔμφασιν δὲ ποιεῖ καὶ τὸ ἐπισημαίνεσθαι ταῖς ποιότησιν, ὅπου λέγει, «θέαμα δεινόν», καὶ πάλιν «νόσημα δεινὸν καὶ χαλεπὸν καὶ φυλακῆς πολλῆς καὶ τῆς παρ᾽ ὑμῶν ἐπανορθώσεως δεόμενον». καὶ ἐν τῷ κατὰ Μειδίου, «ἀλλ᾽ ὃ καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον ἔμοιγε ἀσέβημα, οὐκ ἀδίκημα μόνον τούτῳ πεπρᾶχθαι δοκεῖ».

κατὰ δὲ σχῆμα ἔμφασις γίνεται, ὅταν τις δεικτικοῖς χρῆται, οἷον «οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παλαιός ἐσθ᾽ ὁ νόμος καὶ καλῶς ἔχων». καὶ πάλιν ἐν συμβουλευτικοῖς, «ὁρᾶτε ταύτην τὴν πόλιν, ἐν ταύτῃ τηλικαύτῃ τὸ μέγεθος οὔσῃ. ὁρᾷς τὸν Ἀριστόλοχον τὸν Χαριδήμου; ποτὲ εἶχεν ἀγρόν, εἶτα νῦν πολλοί, πολλοῖς ὀφείλων ἐκεῖνος αὐτὸν ἐκτήσατο».

ἔμφασιν δέ σοι καὶ ἐρωτήσεις ποιήσουσιν, ὡς ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος, «εἰ δέ τις ἔροιτό σε, ὦ Βοιωτέ, πόθεν νῦν Ἀκαμαντίδος φυλῆς γέγονας καὶ τὸν δῆμον Θορίκιος καὶ υἱὸς Μαντιθέου, οὐδὲν ἄλλο ἂν ἔχοις εἰπεῖν πλὴν ὅτι κἀμὲ ζῶν ἐποιήσατο Μαντίθεος;» καὶ ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, «εἰ δὲ ἀπιστεῖς, ἐρώτησον αὐτούς, μᾶλλον δ᾽ ἐγὼ ὑπὲρ σοῦ τοῦτο ποιήσω», εἶτα ἡ ἐρώτησις, «πότερον ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μισθωτὸς Αἰσχίνης ἢ ξένος εἶναι Ἀλεξάνδρου;» καὶ ὅταν δέ τις ἀναιρέσεσι συνεχέσι χρῆται, ἔμφασις γίνεται ἐν τῷ λόγῳ.

κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται τὸν αὐτὸν τρόπον ἔμφασις, ὅνπερ καὶ ἡ τραχύτης καὶ ἡ σφοδρότης.

περὶ δεινότητος[Επεξεργασία]

56.1.7 δεινότης δὲ γίνεται κατὰ γνώμην μοναχῶς, εἰ δέ τις κατ᾽ ἄλλο τι οἴεται, πλεῖστον διαμαρτάνει. δεινότης δέ ἐστιν, ὅταν τις πόρρωθεν χρήσιμόν τι ἑαυτῷ προδιοικῆται, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ὁ Δημοσθένης βουλόμενος δεῖξαι ὅτι σφαλερὸν καὶ κατὰ τῆς πόλεώς ἐστι τὸ ἕνα τῶν Θρᾳκῶν βασιλέων κύριον γενέσθαι, πόρρωθεν λαβὼν κατασκευάζει, ὅτι τὸ ἀσθενῆ εἶναι τὸν Κερσοβλέπτην, ᾧ στρατηγεῖ ὁ Χαρίδημος, τοῦτο φρουρά ἐστι Χερρονήσου, ὥστε τὸ ἐναντίον καταλυθῆναι μὲν τοὺς πλείστους βασιλεῖς, εἰς ἕνα δὲ τὸν Κερσοβλέπτην περιελθεῖν διὰ τοῦ Χαριδήμου κίνδυνός ἐστι Χερρονήσῳ. πόρρωθεν οὖν προδιῳκήσατο τὸ ψηφίσασθαι ἀγώγιμον εἶναι τὸν ἀποκτείναντα Χαρίδημον, φοβερὸν ποιεῖ Κερσοβλέπτην, οὗτος δὲ αὐξηθεὶς καταλύσει τοὺς ἄλλους βασιλεῖς, δι᾽ οὓς σώζεται Χερρόνησος. ὡς δ᾽ ἂν καὶ ἐξ αὐτῶν τῶν εἰρημένων κατάδηλόν σοι γένηται, «ἔστι δ᾽ ἀνάγκη πρῶτον ἁπάντων εἰπεῖν καὶ δεῖξαι τί ποτέ ἐστι τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς ἔχειν πεποιηκός· διὰ γὰρ τοῦ μαθεῖν τοῦτο καὶ τἀδίκημα σαφῶς ὄψεσθε. ἔστι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο, τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθ᾽ ἑνὸς γενέσθαι Θρᾴκης βασιλέας· συμβέβηκε γὰρ αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δὲ ὑπέρχεσθαι καὶ θεραπεύειν. τοῦτο τοίνυν βουλόμενοί τινες παῦσαι καὶ καταλῦσαι μὲν τοὺς ἑτέρους βασιλέας, παραδοῦναι δὲ τῷ Κερσοβλέπτῃ τὴν ἀρχὴν ἅπασαν, διαπράττονται σφίσι τοῦτο γενέσθαι τὸ προβούλευμα».

δεινότης δέ ἐστι καὶ τὸ πρὶν θεῖναι ἀνελεῖν τι πόρρωθεν ἀντιπῖπτον αὐτῷ. πῶς οὖν ἐκ τοῦ συνειπεῖν Φιλοκράτει ᾐσθημένος με δῶρα εἰληφότα ἐπὶ τὴν ἡμετέραν πρεσβείαν κεχειροτονημένος, σὺν ἡμῖν ὑπέμεινας πρεσβεύειν καὶ οὐκ ἐξωμόσω; πρὸς τοῦτο ἀντιθεὶς ἄνευ προτάσεως τὴν ἀντίθεσιν ταύτην, τότε τὴν λύσιν ἐπήνεγκεν. ὡμολογήκειν γὰρ τοῖς αἰχμαλώτοις λύτρα κομιεῖν, καὶ διὰ τοῦτο δεύτερον ἐπρέσβευσα, ἵνα αὐτοὺς λύσωμαι καὶ σώσω εἰς δύναμιν· δεινὸν οὖν ψεύσασθαι καὶ προέσθαι ἀτυχοῦντας ἀνθρώπους πολίτας. πρότασις ἂν ἔδοξεν εἶναι καὶ πλάττεσθαι πρὸς τὸ συμβὰν μετατεθειμένος, νῦν δὲ πρὶν θεῖναι τὴν πρότασιν προλαβὼν ἔθηκε τὸ κατὰ τοὺς αἰχμαλώτους τῇ ἀντεξετάσει τῶν χρόνων. ἐν ᾗ διετρίβομεν ἐν Μακεδονίᾳ, τί ἑκάτερος προείλετο πράττειν; «ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασώζειν καὶ ἀναζητεῖν καὶ παρ᾽ ἐμοῦ χρήματα ἀναλίσκειν, οὗτος δὲ αὐτίκα ἀκούσεσθε τί ποιῶν διετέλεσεν». τοῦτον τὸν τρόπον προδιοικησάμενος τὰ περὶ τοὺς αἰχμαλώτους νῦν προάγει καὶ αὐτὴν τὴν πρότασιν ἐπὶ προδιῳκημένῃ τῇ λύσει, «ὅταν δ᾽ οὗτος αὐτίκα δὴ λέγῃ πρὸς ὑμᾶς, τί δήποτε ὡς φῄς, ὦ Δημόσθενες, ἀπὸ τοῦ συνειπεῖν ἐμὲ Φιλοκράτει γνοὺς οὐδὲν ὑγιὲς πράττοντας ἡμᾶς, τὴν μετὰ ταῦτα πρεσβείαν τὴν ἐπὶ τοὺς ὅρκους συνεπρέσβευσας πάλιν καὶ οὐκ ἐξωμόσω; ταῦτα μέμνησθε, ὅτι τούτοις ὡμολογήκειν, οὓς αὐτὸς ἐλυσάμην, ἥξειν καὶ κομιεῖν λύτρα καὶ σώσειν εἰς δύναμιν· δεινὸν οὖν ἦν ψεύσασθαι καὶ προέσθαι δυστυχοῦντας ἀνθρώπους πολίτας».

περὶ ἐπιμελείας[Επεξεργασία]

56.1.8 ἐπιμέλεια δὲ γίνεται καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην, ὅταν τις μὴ χωρίζῃ τὰ νοήματα ἀπ᾽ ἀλλήλων μηδὲ διιστᾷ, ἀλλὰ συνάπτῃ αὐτὰ ἀλλήλοις, καὶ ὅταν τις μικταῖς ἐπινοίαις καὶ παντοδαπαῖς χρῆται οἷον ἔξωθεν ἐπαγόμενος καὶ ἐκ τῶν ὑπολειπομένων ἐπιλαμβάνων, καὶ ὅταν τις μὴ ψιλὰ τὰ πράγματα ἐκτίθηται, ἀλλὰ μετὰ τῶν παρακολουθούντων αὐτοῖς καὶ τῆς τῶν πραγμάτων φύσεως, οἷον ἢ τρόπον λέγων ἢ χρόνον ἢ αἰτίαν ἢ τόπον, καὶ ὅταν τις τροπαῖς χρῆται, ἐπιμέλεια γίνεται.

κατὰ δὲ σχῆμα ἐπιμέλεια γίνεται οὕτω, τῷ μερισμοῖς χρῆσθαι.

κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται ἐπιμέλεια, ὅταν πυκνὴ καὶ ἐπάλληλος ἡ ἀπαγγελία ᾖ καὶ ὅταν ῥηματικὴ ἀντὶ ὀνοματικῆς.

περὶ γλυκύτητος[Επεξεργασία]

56.1.9 γλυκύτης δὲ γίνεται καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις ταῖς ἔξωθεν ἐπινοίαις χρῆται, οἷον ἐξ ἱστοριῶν καὶ παροιμιῶν καὶ μύθων.

κατὰ δὲ σχῆμα γίνεται γλυκύτης, ὅταν τις ταῖς ἀπαγγελίαις καινοπρεπέσι χρῆται.

κατὰ δὲ ἀπαγγελίαν, ὅταν τις τροπαῖς χρῆται, τροπαῖς δὲ μὴ τραχείαις, ἀλλ᾽ ὑφειμέναις, καὶ ὅταν τις κεκινημένῃ χρῆται τῇ λέξει.

περὶ σαφηνείας καὶ καθαρότητος[Επεξεργασία]

56.1.10 Σαφήνεια δὲ καὶ καθαρότης γίνεται κατὰ γνώμην, κατὰ σχῆμα καὶ κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις μὴ ἀναστρέφῃ τὰ πράγματα, ἀλλὰ καθ᾽ ἣν ἐπράχθη τάξιν, κατὰ ταύτην διεξίῃ, καὶ ὅταν μὴ ἔξωθέν τινα ἐπεμβάλλῃ νοήματα αὐτοῖς, ἀλλ᾽ αὐτὰ τὰ πραχθέντα διεξίῃ, καὶ ὅταν τὰ γνώριμα ὡς γνώριμα καὶ τὰ ἀμφισβητούμενα ὡς ἀμφισβητούμενα διεξίῃ.

κατὰ δὲ σχῆμα σαφήνεια καὶ καθαρότης γίνεται οὕτως, ὅταν τις ἐπιστροφαῖς χρῆται καὶ ὅταν τις μεταβαίνων ἀφ᾽ ἑτέρου ἐφ᾽ ἕτερον πρᾶγμα τοῦ μὲν συμπληρώσει, τοῦ δὲ ἐπαγγελίᾳ χρῆται.

κατὰ δὲ ἀπαγγελίαν οὕτως, ὅταν τις κοινοτέροις τοῖς ὀνόμασι χρῆται καὶ τοῖς σημαντικοῖς τοῖς σφόδρα καὶ ἐναργεστέρως δηλοῦσι τὰ πράγματα, καὶ ὅταν ἀφηγηματικοῖς σχήμασι χρῆται, καὶ ὅταν τις ἰσοδυναμοῦσιν ἥκιστα χρῆται, [τὰ τροπικὰ λέγει καὶ μεταφορικὰ ἰσοδυναμοῦντα τοῖς κυρίοις δηλονότι], καὶ ὅταν τις πρᾳοτέροις ἀντὶ τῶν τραχέων.

περὶ βραχύτητος καὶ συντομίας[Επεξεργασία]

56.1.11 βραχύτης δὲ καὶ συντομία γίνεται κατὰ γνώμην, κατὰ λέξιν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τοῖς ἀναγκαίοις εὐθὺς συμπλέκηται τῶν πραγμάτων, καὶ ὅταν τις μὴ πᾶσιν ὡς προηγουμένοις χρῆται, ἀλλὰ τοῖς μὲν ὡς προηγουμένοις, τοῖς δὲ μὴ οὕτω.

κατὰ λέξιν δὲ γίνεται βραχύτης καὶ συντομία, ὅταν τις μὴ ταῖς παραφραστικαῖς τῶν λέξεων, ἀλλὰ ταῖς εὐθείαις χρῆται, ὅταν μὴ ἐπαγωνίζηται τῇ λέξει τὰ ἰσοδυναμοῦντα παρατιθείς, ἀλλὰ δηλώσας τὸ πρᾶγμα τῇ σημαινούσῃ λέξει εὐθὺς ἀπαλλαγῇ καὶ ἐν ὀλίγῳ, καὶ ὅταν τις μὴ φιλοτιμῆται πρὸς τὴν λέξιν, ἀλλὰ καὶ πρὸς τὰ πράγματα ἀποβλέπῃ.

περὶ κολάσεως λόγου[Επεξεργασία]

56.1.12 κολάζεται δὲ ὁ λόγος καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ λέξιν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις μὴ ἐνδιδῷ ταῖς ἔξωθεν ἐπινοίαις, καὶ ὅταν δὲ συναναγκασθεὶς χρῆσθαί τινι ἐπινοίᾳ, μὴ ἁπλῶς εἰσάγῃ αὐτήν, ἀλλ᾽ ἐπισημαίνηται ὅτι συνηναγκάσθη, καὶ θεραπεύῃ, καὶ ὅταν τις μὴ ἀπεσχισμένα νοήματα τῶν ὑποκειμένων τιθῇ ἁπλῶς, ἀλλ᾽ ὡς ἔνι μάλιστα σύνεγγυς.

κατὰ δὲ σχῆμα γίνεται κόλασις οὕτως, ὅταν τις διακόπτῃ τὰς ὑποστάσεις τῶν λόγων, ὅταν παραιτήσεσι χρῆται, ὅταν ἐπιδιορθώσεσι χρῆται.

κατὰ δὲ ἀπαγγελίαν οὕτως, ὅταν τις τῇ οἰκείᾳ λέξει τῶν πραγμάτων ἀντὶ τῆς τροπῆς χρῆται, καὶ ὅταν ὑπερβολαῖς ἧττον χρῆται, καὶ ὅταν δέ ποτε συναναγκασθῇ χρήσασθαί τινι τροπικῇ ὑπερβολῇ, παραιτῆται. καθ᾽ ὃν δὲ τρόπον γίνεται τοῦτο ῥᾴδιον δεῖξαι.

καὶ ἄλλαι δέ εἰσι περὶ λόγους, ὡσαύτως δὲ καὶ περὶ ποίησιν ἰδέαι, καὶ πόρρω καὶ ἐγγὺς ἀλλήλων, ἃς ἅμα μὲν πάσας λαβεῖν οὐ ῥᾴδιον, μέρος δὲ ἕκαστος ἀποτεμνόμενος κατὰ τοῦτο ηὐδοκίμησεν, Ὅμηρον δὲ ποιητὴν ἐξαιρῶ λόγου. ὅταν οὖν τις ἀγώνισμα ποιήσηται διὰ πάντων τῶν καλῶν τούτων διεξελθεῖν καὶ πάσας μίξεις μῖξαι περὶ τοὺς λόγους, πρῶτον μὲν χρὴ τὰ ἤθη πρέποντα τοῖς καιροῖς ἀποδοῦναι, ἔπειτα τὰς συζυγίας, οὗ μὲν ἀκρίβεια, ἐνταῦθα ὥραν προσθείς, οὗ δὲ βραχύτης, ἐνταῦθα τάχος, τῷ δὲ περιττῷ σαφήνειαν, χάριν δὲ οὗ σεμνότης, οὗ δὲ εὕρεσις, ἐνταῦθα διαχείρισιν. οὗ δὲ τολμήματα, ἐνταῦθα ἀσφάλειαν. σκοτοδινιᾷ δὲ ἐνταῦθα πᾶς ἀκροατὴς καὶ οὐκ ἔχει τί γένηται, ἀλλ᾽ ὥσπερ ἐν τῇ παρατάξει κυκλούμενοι θορυβοῦνται καὶ ὡς ἕκαστος ἔχει φύσεως, οὕτως ἐπαινεῖ ὁ μὲν τῆς λέξεως τὴν ἀκρίβειαν, ὁ δὲ τοῦ νοῦ τὴν λεπτότητα, ὁ δὲ ὡς ὡραῖα, ὁ δὲ ἄλλος ἄλλο τι.

ἐπεὶ δὲ καὶ τὰ τῆς ἀρετῆς μόρια ἐν τῷ εἴδει τῆς ῥητορικῆς εὑρίσκεται, εἴη ἂν καὶ ὁ ῥήτωρ τοιοῦτος· φρονίμου μὲν γάρ ἐστιν οἶμαι καὶ σώφρονος γνῶναι τὴν ἀξίαν ἑκάστου τῶν πραγμάτων, δικαίου δὲ τὰ πρέποντα καὶ ἑαυτῷ καὶ ἑτέροις ἀποδοῦναι, ἀνδρείου δὲ μὴ φοβηθῆναι τἀληθὲς εἰπεῖν· ὁ δὲ αὐτὸς νεμεσῶν ἅπασι τοῖς ἐναντίοις τούτων. εἰκότως ἐνέχεταί τισιν, ὡς ἂν μὴ δόξῃ, ὡς ἀλλότριοι τοῦ λέγοντος οἱ λόγοι καὶ μείζω τὴν δόξαν τῆς ἀληθείας ἐφελκόμενοι. τοῦ ῥήτορος τοίνυν ἐστὶ καὶ ταῦτα, τὸ ἰδεῖν τὰ βέλτιστα καὶ ἐξειπεῖν καὶ διαχειρίσαι ἕκαστα, τὰς ἁρμονίας φυλάξαι καὶ τὴν ἀεὶ πρέπουσαν τῷ καιρῷ τάξιν καὶ προαίρεσιν, σωφρονίσαι, προτρέψαι, κατασχεῖν, ὅτου δέοι, τοῦτ᾽ εἰσενέγκασθαι· κάλλους τε καὶ τοῦ νοῦ καὶ ῥώμης καὶ σωφροσύνης ὅλως μετέχοντας τοὺς λόγους ἀποδεῖξαι τῇ πυκνότητι τῶν ἐνθυμημάτων, τῇ συμμετρίᾳ τῶν ῥημάτων, ταῖς ἁρμονίαις, τῇ περινοίᾳ, τοῖς σχήμασι, ταῖς χάρισι τῶν κεφαλαίων, τοῦ βουλήματος, τῶν ὑποθέσεων.

αἱ μὲν γάρ εἰσιν ἐγκωμιαστικαί, αἱ δὲ συμβουλευτικαί, αἱ δὲ δικανικαί. τῶν δὲ δικανικῶν αἱ μέν εἰσι κατ᾽ οὐσίαν, αἱ δὲ κατ᾽ ἰδιότητα, αἱ δὲ κατὰ ποιότητα, καὶ πάλιν αὖ τῶν δικανικῶν λόγων οἱ μὲν οἶμαι βραχύτατοί εἰσιν, οἱ δὲ μήκιστοι, οἱ δὲ [τῶν] διὰ μέσου τούτων. οἱ δὲ συμβουλευτικοὶ τοῦ δικανικοῦ τῇ μὲν φύσει βραχύτεροί εἰσι, καίτοι εἰσὶ μὲν καὶ οἱ συμβουλευτικοὶ ὡσπερεὶ μακρότεροι τῶν δικανικῶν, οἱ δὲ δικανικοὶ τῶν ὁμοειδῶν, οἱ δ᾽ ἐγγὺς πλήθει· ἀλλ᾽ οὔτε οὗτοι τούτων χωρὶς τίθενται οὔτε ἐκεῖνοι τούτων οὐδὲν διαφέρουσι· τῇ μὲν γὰρ τῶν πραγμάτων τύχῃ καὶ ἐπ᾽ ἔλαττον καὶ ἐπὶ πλεῖον προέρχονται, αὐτό τε ἑαυτοῦ ἑκάτερον καὶ τοῦ ἑτέρου, τῇ ὅλῃ φύσει τὸ ἕτερον τοῦ ἑτέρου πλέον τι. τοῦτο δὲ σημεῖον, ὅτι μὴ ὁ συμβουλευτικὸς πολὺ βραχύτερος τοῦ μηκίστου [καὶ] ἀγωνιστικοῦ, οὕτως οὐ μόνον ταῖς ἰδέαις, ἀλλὰ καὶ τῇ συμμετρίᾳ κεχωρίσθαι βούλεται τὰ ἀγωνίσματα ἀλλήλων, ὡς ἐπὶ πλῆθος εἰπεῖν· ὁ τοίνυν συμβουλεύων ἐρεῖ πάντα ἃ δεῖ, ἐρεῖ δὲ ἐν ἐλάττοσιν ἢ δίκην ἀγωνιζόμενος· ὁ δὲ ἀγωνιζόμενος ἐρεῖ πάντα καθάπερ ὁ συμβουλεύων.

τριῶν τοίνυν ὄντων εἰδῶν τοῦ λόγου καὶ τῆς περὶ ταῦτα τύχης τῶν πραγμάτων, φημὶ ἐμπίπτειν εἰς τὸ αὐτὸ ἄλλα εἴδη, ἃ δεῖ ἀναλαμβάνοντα κεραννύναι, ὥσπερ καὶ ὁ τοῦ Δημοσθένους λόγος [ἔχει οὕτως] ὁ τὴν φυλακὴν δοὺς Χαριδήμῳ τῶν τριῶν που μετέχει γενῶν· τὸ μὲν γὰρ τῶν παρανόμων μέρος ἄντικρυς ἐφ᾽ ἑαυτοῦ δικανικόν ἐστιν ἐλέγχον τὸν Ἀριστοκράτην ὅτι παρὰ τοὺς νόμους εἴρηκε· τὸ δὲ αὖ περὶ τοῦ συμφέροντος συμβουλευτικόν τινα ἔχει τύπον, ὡς οὐ χρὴ Κερσοβλέπτην ἐᾶν μείζω γενέσθαι· τρίτον δὲ ἐπὶ τούτοις ἐστὶ τῷ ἐγκωμιαστικῷ τρόπῳ προσῆκον, Χαριδήμου ψόγος. ταῦτα πάντα εἰς ἓν περιΐσταται τὸ δικανικὸν καὶ γέγονέ τις αὐτῶν κρᾶσις καὶ μῖξις τοιαύτη καὶ οὔτε τὸ ἕτερόν ἐστιν οἷον τὸ ἕτερον, ἀλλ᾽ ὅσον τὸ πρᾶγμα ἐθέλει, τοσοῦτον διαφέρει, καὶ οὐδὲν ἀπέρρωγεν ἀλλήλων τὰ εἴδη, ὡς μὴ ὁμολογούμενον αὐτὸν ἑαυτῷ τὸν ἅπαντα εἶναι λόγον.

εἰδέναι δὲ χρὴ ὅτι τῶν μὲν συμβουλευτικῶν ζητημάτων αἱ ὑποθέσεις αἵδε, τὸ δίκαιον, τὸ συμφέρον, τὸ δυνατόν, τὸ ῥᾴδιον, τὸ ἀναγκαῖον, τὸ ἀκίνδυνον, τὸ καλόν, τὸ εὐσεβές, τὸ ὅσιον, τὸ ἡδὺ καὶ τὰ ἐναντία τούτοις. συνίσταται δὲ τὸ μὲν δίκαιον νόμῳ, φύσει, ἔθει, τὸ δὲ νόμῳ δίκαιον θεωρεῖται ἐν προστάξει καὶ ἐν ἀπαγορεύσει. τὸ δὲ συμφέρον συνίσταται ἐκ τόπων τεσσάρων, οὗτοι δέ εἰσιν οἵδε, τήρησις ὧν ἔχομεν ἀγαθῶν, ἐπίκτησις ὧν οὐκ ἔχομεν ἀγαθῶν, ἀποφυγὴ τῶν περιεστώτων κακῶν, κώλυσις τῶν ἐπιφερομένων κακῶν. τὸ δὲ δυνατὸν συνίσταται ἐκ προσώπων καὶ τῶν τούτοις προσφερομένων. τὸ δὲ ῥᾴδιον συνίσταται ἐκ τούτων, τοῦ ἐλαττόνων πόνων ἢ δαπάνης ἢ κινδύνων ἤ τινος ἄλλου τῶν τοιούτων πρὸς ἐναντίον δεῖσθαι. τὸ δὲ ἀναγκαῖον συνίσταται ἐκ τοῦ μὴ κατ᾽ ἔμφασιν ἄλλως πρᾶξαί τινα ἃ βούλεται ἢ ὡς ἂν ἡ ἀνάγκη προσαναγκάζῃ, ἐκ τοῦ μὴ [προσαναγκάζεσθαι] φόβους καὶ ταραχὰς καὶ λύπας καὶ τὸ ἐν ταῖς ἀνάγκαις βίαιον ἐκφυγεῖν ἄλλως πως ἢ οὕτως, ἢ ὡς ἡ ἀνάγκη προσαναγκάζει, ἐκ τοῦ ἀναγκαῖον αὐτὸ εἶναι πάντως ὁρίζεσθαι, οἷον τὸ ἀποθανεῖν. τὸ δὲ ἀκίνδυνον συνίσταται ἐκ τούτων, τοῦ μηδὲν δέος εἶναι παθεῖν μήτε ὑπὸ θεῶν μήτε ὑπὸ ἐχθρῶν μήτε ὑπὸ κρειττόνων τινῶν μήτε ὑπὸ τοῦ νόμου. τὸ δὲ καλὸν συνίσταται ὡς ὅρῳ περιλαβεῖν ἐκ τῶν ἐπαίνων τῶν ἀγαθῶν. ταῦτα δέ ἐστι τὸ εὐσεβές, αἱ τιμαί, οἱ ἔπαινοι, αἱ μνῆμαι, αἱ φιλίαι, αἱ πίστεις, τῶν προγόνων αἱ δόξαι, καὶ τὰ ὑπάρχοντα τοῖς ἔργοις, ἃ οὐ δεῖ καταισχύνειν, καὶ τὸ τηρεῖν τὰ πρέποντα ἐν τῷ βίῳ, οἷον εὐταξίαν, ἁπλότητα, ἀλήθειαν, φιλίαν· ὑπάρχοι δ᾽ ἂν εἰ ... τούτοις συνίσταται τὸ καλὸν καὶ ἐκ τοῦ τὰ τῶν ἄλλων ἐπαινεῖν καὶ παραβάλλειν. καὶ ὅλως ὅσα κατὰ ἀρετὴν καὶ ἀρετῆς ἔργα· πάντα γὰρ ταῦτα τοῦ καλοῦ. ἀντίκειται δὲ τούτοις τὰ ἐναντία. τὸ δὲ εὐσεβὲς συνίσταται ἐκ τῆς φυσικῆς παρατηρήσεως τῶν πρὸς τοὺς θεοὺς δικαίων καὶ νομίμων. τὸ δὲ ὅσιον συνίσταται ἐκ τῆς τηρήσεως τῶν δικαίων τῶν πρὸς τὴν πατρίδα καὶ τὴν ταύτης πρόνοιαν, καὶ τοὺς γονεῖς καὶ εὐεργέτας καὶ παιδευτὰς καὶ τοὺς κατὰ γῆς. τὸ δὲ ἡδὺ συνίσταται ἐκ τῆς ἀπολαύσεως τῶν ἡδονῶν· τῶν δὲ ἡδονῶν αἱ μὲν γίνονται ἀπὸ γεύσεως, αἱ δὲ ἀπὸ ὄψεως, αἱ δὲ ἀπὸ ἀκοῆς, αἱ δὲ κατὰ διάνοιαν, ἃς μείζονας καὶ καθαρωτέρας εἶναι συμβέβηκε. τῆς δὲ ἐγκωμιαστικῆς, ἐπειδὴ καὶ ἔξω ζητημάτων ἐστίν, αἱ ὑποθέσεις εἰσὶν ἢ ἀπὸ προσώπων, ἢ ἀπὸ πραγμάτων, ἀφ᾽ ὧν καὶ οἱ ἔπαινοι καὶ τὰ ἐγκώμια καὶ οἱ ὕμνοι καὶ τὰ ἀντικείμενα τούτοις, οἱ ψόγοι. τῶν τοίνυν ἐπαινετικῶν τὸ μέν τι ἔπαινος καλεῖται, τὸ δὲ ὕμνος, τὸ δὲ ἐγκώμιον· ὕμνος μὲν εἰς θεοὺς μηδὲν ἔχων ἐναντίον, ἔπαινος δὲ τὸ ἐπὶ μικροῖς γινόμενον, οἷον τὸ εὖ καὶ καλῶς· καὶ γὰρ ταῦτα ἐπαινετικά ἐστι, καὶ πάλιν ὁ μὲν ἀγαθός, ὁ δὲ ἀνδρεῖος, ὁ δὲ δίκαιος· τὸ δὲ ἐγκώμιον ἐπὶ μεῖζον ἐξαίρει, διόπερ κατὰ διέξοδον γίνονται. λαμβάνονται δὲ οἱ ἔπαινοι κατὰ τρόπους τέσσαρας, αὐξήσει, παραλείψει, παραβολῇ, εὐφημίᾳ. αὐξήσει μὲν οὖν, οἷον εἴ τις θέλοι τὰ τοῦ μύρμηκος ἔργα ἐπαινῶν λέγειν ὅτι οἰκονομικώτατός ἐστι περὶ τὴν τῶν καρπῶν συγκομιδὴν καὶ περὶ τὴν τούτων ἀπόθεσιν, οὐ μὴν ἀλλὰ καὶ ἀγαθὸς προϊδέσθαι τὰς ὥρας τῶν θεῶν καὶ φρονιμώτατος πρὸς τοὺς καιροὺς παρασκευάζεσθαι, καὶ ὅσα ἄν τις εὕροι μύρμηκα αὐξῶν. παραλείψει δὲ ὅταν τὰ προσόντα δυσχερῆ τοῖς ἐγκωμιαζομένοις καὶ ἅπερ ἄν τις εἴποι ψέγων, παραλείποντες μόνα ἐξαγγέλλωμεν τὰ ἐπαίνου ἄξια, οἷον εἰ τὸν Ἀλέξανδρον ἐπαινοῦντες τὰς μὲν λοιπὰς πράξεις αὐτοῦ ἐξηγοίμεθα, ὡς διέβη τὸν Γράνικον, ὡς μέχρι Κιλικίας προῆλθεν, ὡς τὰ μέχρι τοῦ Ὠκεανοῦ πάντα ἔθνη κατεστρέψατο, παραλείποιμεν δὲ τὴν Κλείτου ἀναίρεσιν καὶ τὴν περὶ τοὺς πότους αὐτοῦ σπουδήν, καὶ ὅτι Μηδικὴν ἐσθῆτα μετημφιάσατο, καὶ προσκυνεῖσθαι ὁμοίως τῷ Περσῶν βασιλεῖ ἠξίου, καὶ ὅσα τοιαῦτα ἦν αὐτῷ. τῇ δὲ παραβολῇ, ὅταν μείζω μὲν τὰ τοῦ ἐπαινουμένου ἀποφῆναι θέλοντες ἐκ τῶν πρὸς ἄλλα ἀποδεικνύωμεν, ὡς ὁ Δημοσθένης τὰ τοῦ Κόνωνος ἔργα τὰ περὶ τὸν τειχισμὸν μεγάλα ὑποδεῖξαι βουλόμενος τῶν Θεμιστοκλέους αὐτὰ βελτίω φησίν. εὐφημίᾳ δὲ ὅταν τὰ δυσχερῆ μὴ παραλείποντες ἐπὶ τὸ εὐφημότερον ταῦτα ἐξηγησώμεθα, οἷον εἰ τὸν Ἀλέξανδρον ἐπαινοῦντες τὴν τῆς Ἑλένης ἁρπαγὴν λέγοιμεν οὐκ ἀδίκημα οὐδὲ μοιχείαν οὐδὲ ἁμάρτημά τι περὶ τὸν Μενέλαον τὸν ξένον γενόμενον, ἀλλ᾽ ὡς τοῦ Διὸς ἐπεθύμησε κηδεστὴς γενέσθαι, καὶ πάλιν ἐπὶ τῆς Ἑλένης, ὡς οὐχ ἥμαρτε καταλιποῦσα τὸν ἄνδρα καὶ τὴν θυγατέρα καὶ τὸν οἶκον, ἀλλ᾽ ὡς ἔνδοξος γενέσθαι ἐσπούδαζε.

τοῦ δὲ μὴ φορτικῶς ἐπαινεῖν, δύνασθαι δ᾽ ὁποσαχῶς ἂν χρεία γένηται ἐν τοῖς πολιτικοῖς ζητήμασι, τρόποι εἰσὶν οἵδε. πρῶτον μὲν ὅταν τις μὴ ὡς ἐπιβουλεύσας αὐτὸς καὶ παρεσκευασμένος, ἀλλ᾽ ὡς συναναγκασθεὶς [καὶ] ἐπὶ τοῦτο δοκῇ συνενεχθῆναι· δεύτερον δὲ ὅταν τις τὰ μὲν ἀποδιωθῆται, τὰ δὲ διεξίῃ· τρίτος τρόπος, ὅταν πρὶν εἰπεῖν τι συγγνώμην ἐφ᾽ οἷς ἂν μέλλῃ λέγειν αἰτῆται παρὰ τῶν δικαστῶν· τέταρτον ὅταν ἐν τοῖς κοινοῖς τὸν ἔπαινον ἔχῃ· πέμπτον, ὅταν καὶ αὐτοῖς τοῖς ἀκούουσι προσήκειν φάσκῃ ἀποδέχεσθαι αὐτά· ἕκτον, ὅταν καὶ τοὺς ἀντιδίκους οἷός τε ᾖ τις ἐπιδεικνύναι τὸ αὐτὸ ποιοῦντας, καὶ δεινὸν εἶναι φάσκῃ ἐκείνους μὲν ποιεῖν ὑπὲρ τῆς αὑτῶν ὠφελείας, αὐτὸν δὲ μή.

περὶ ψόγου. ὁ δὲ ψόγος ἐν τρισὶ τρόποις λαμβάνεται· καὶ γὰρ κατὰ τὴν αὔξησίν ἐστι ψέγειν, καὶ κατὰ παράλειψιν, καὶ κατὰ παραβολήν, κατὰ εὐφημίαν δὲ οὐκέτι, ἀλλὰ κατὰ τὸ ἐναντίον τῇ εὐφημίᾳ, δυσφημίαν. κατὰ δυσφημίαν ψόγος γίνεται, ὅταν τὰ καλῶς πεπραγμένα ἐπὶ τὸ δυσφημότερον ἐξαγγέλληται, οἷον εἰ λέγοι τις ὡς ὁ Μενέλεως οὐχ ὑπὲρ μεγάλων πραγμάτων, οὐχ ὑπὲρ ὧν ὁ βάρβαρος ὕβρισεν εἰς τὴν Ἑλλάδα ἀγανακτῶν ἐπὶ τὴν Τροίαν ἐστράτευσε, μιᾶς δὲ γυναικὸς ἕνεκα οὐκ ἀγαθῆς, ὡς καὶ ὁ τραγικός φησιν,

ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν,
τἆλλ᾽ οὐδέν.

περὶ συνθέσεως καὶ φρασέως[Επεξεργασία]

56.1.13 σύνθεσίς ἐστιν ἡ μὲν συνεχὴς ἡ διὰ πλειόνων ἑξῆς εἰρομένη, ὡς τὸ «νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα χαλεπόν», ἡ δὲ λελυμένη, τότε μὲν κεχυμένη, ὥσπερ τὸ «ἔστω, γινέσθω ταῦτα, οὐδὲν ἀντιλέγω», ἡ δὲ κατὰ περίοδον, ἥτις ἐστὶν σύνταξις κώλων καὶ κομμάτων εἰς διάνοιαν ἀπηρτισμένη φράσις, ὥσπερ τὸ «καὶ σπουδαῖα νομίζων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει πειράσομαι περὶ αὐτῶν εἰπεῖν ἃ νομίζω συμφέρειν».

τὸ δὲ κῶλόν ἐστι σύνθεσις ὀνομάτων δύο καὶ πλειόνων, ὡς τὸ «οὐ προφάσεως ἀπορῶ δι᾽ ἣν Νικίᾳ βοηθῶ». κόμμα δ᾽ ἐστὶ κώλου μέρος καθ᾽ αὑτὸ μὲν τιθέμενον, ὡς τὸ «γνῶθι σαυτὸν» καὶ «μηδὲν ἄγαν». μεθ᾽ ἑτέρων δὲ ὡς τὸ «ἀντιβολῶ πρὸς παίδων, πρὸς γυναικῶν, πρὸς τῶν ὄντων ὑμῖν ἀγαθῶν».

περίοδος δὲ ἐκ μὲν ἑνὸς κώλου συνίσταται, ὡς τὸ «τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται», αἱ δὲ ἐκ δύο κώλων, ὥσπερ τὸ «τὸ μὲν γὰρ ἐξ ἀρχῆς τι μὴ δοῦναι γνώμῃ χρησαμένων ἐστὶν ἔργον ἀνθρώπων, τὸ δὲ τοὺς ἔχοντας ἀφελέσθαι φθονούντων». ἐκ τριῶν δέ, «ἄνδρες δικασταί, μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις ὡς ἂν οἷός τε ὦ συνερεῖν». ἐκ δὲ πλειόνων, «οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι κεχαρισμένον, οὐ μὴν συμφέροντά γε ἐκείνοις οὓς ἐγκωμιάζουσι ποιεῖν».

σύνθεσις δὲ ἡ μὲν συνεχὴς καὶ λελυμένη ἔργοις· καὶ πάθεσι πρέποι ἄν, ἡ δὲ κατὰ περίοδον τοῖς ἐπιδεικτικοῖς καὶ προοιμίοις καὶ ἐνθυμήμασι.

φράσις δὲ ἀσαφὴς γίνεται, ὅταν λίαν ἀπηρχαιωμένῃ χρῆταί τις καὶ ἀμφιβόλῳ, ὥσπερ τὸ

ὦ Ζεῦ γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ.

ἢ κατ᾽ ἄλλον τρόπον, οἷον χρόνον ἢ αἰτίαν ἢ τόπον.

πλεονάζει δὲ φράσις, εἰ διπλασιάζεται ὄνομα ἔχουσα χωρὶς χρείας, ὥσπερ «ἔλεξα, εἶπον, ἔφρασα». καὶ εἰ ἐπὶ τῶν προειρημένων ἃ εἴπομεν, ταὐτὰ εἴπωμεν καὶ μετὰ ταῦτα.

ματαία ἐστὶ φράσις ἡ ἐν βαρβάροις ὀνόμασι, κεκαινοτομημένοις καὶ παρακεχαραγμένοις· διὸ καὶ ἄκαιρος φαίνεται τὰ ἑτέρων ὀνόματα ἄλλοις ἀκαίρως προσνέμουσα καὶ μὴ τὰ πράγματα φράζουσα.

... «καὶ μὴν εἰ μὲν ἄλλου του χάριν λόγος εὑρέθη ἢ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν· ὅτε δὲ ἐστὶν εὔδηλον ὅτι ἐφ᾽ ἓν τοῦτο πᾶσα ἡ τῆς λογικῆς δυνάμεως ἕξις ὥρμηται, δυοῖν ἀνάγκη δήπου θάτερον, ἢ μὴ ὀρθῶς ἔχειν μηδ᾽ ἱκανὸν φαίνεσθαι τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων. φιλανθρωπίας δὲ κοινῆς καὶ τῆς πρὸς ἅπαντας εὐνοίας δεῖγμά ἐστιν ὁ λόγος, οὐ πικρίας οὐδὲ μισανθρωπίας».

οὐχ ἓν τὸ κωλῦόν ἐστιν ἀνακαλεῖν ἡμᾶς τὸν στόλον ἐκ τῆς Σικελίας, ἀλλὰ πρῶτον μὲν τὸ μὴ δεῖν μεταβάλλεσθαι καὶ μεταβουλεύεσθαι ῥᾳδίως· δεινὸν γάρ. αὐξήσεις δὲ τοῦτο ἐν τῇ τοῦ προσώπου ποιότητι· ὑμῖν δὲ οὐδ᾽ ἐπ᾽ ἴσης αἰσχρὸν οὐδὲ τοῖς ἄλλοις ἅπασι. διὰ τί; ἐπειδὴ πλέον φρονεῖν τῶν ἄλλων πιστεύεσθε. ἑτέρα δὲ πάλιν ἐκ τοῦ πράγματος αὔξησις, ὅτι μηδὲ [p. 509] ἁπλῶς μηδὲ ἐπὶ ὀλίγου χρόνου περὶ τῶν πραγμάτων τούτων ἐβουλεύσασθε· κἀνταῦθα παραθήσεις τὰ ἐκ τῆς ἱστορίας. πρὸς ταῦτα ἀντίθεσις πρώτη μέν, ἀλλὰ χαλεπὴ λαβεῖν ἡ Σικελία. ταῦτα καὶ πρότερον ἴσμεν λεγόμενα, καὶ ὅσον τὸ μέγεθος καὶ ὅσος αὐτῆς ὁ περίπλους, καὶ ὅμως ἐπέμψαμεν. ἀλλὰ μὴν οὐδὲ χαλεπὸν λαβεῖν· στασιάζουσι γὰρ καὶ πολεμοῦσι πρὸς ἀλλήλους οἱ κατοικοῦντες αὐτήν· τί οὖν χαλεπόν ἐστι λαβεῖν νῆσον διῃρημένην καὶ ταῖς παρασκευαῖς καὶ ταῖς γνώμαις; ἀλλ᾽ ἐπταίκαμεν. ἀλλ᾽ οὐ χρὴ ῥᾳδίως οὕτως ὑφίεσθαι τῇ ψυχῇ· καὶ τοῦτο ἐξ ὁμοίου παρὰ τοῖς Συρακοσίοις γεγενημένου κατασκευάσεις, ὅτι κἀκεῖνοι οὐχ ἅπαξ, ἀλλὰ πολλάκις πταίσαντες ἀνέλαβον ἑαυτούς· εἰ δ᾽ ἐκεῖνοι, καὶ ὑμεῖς. τί οὖν ἐκ τοῦ μεταβάλλεσθαι αὐτοὺς ἄτοπον; πρῶτον μὲν αἰσχύνη, οὐ μόνον τοῦ βεβουλεῦσθαι κακῶς, ἀλλὰ καὶ τοῦ ἀνανδροτέρους δόξαι Συρακοσίων· εἶτα καταφρονεῖν ὑμῶν Συρακοσίους ποιήσετε. ἀλλὰ τὰς σπονδὰς λελύκασι Λακεδαιμόνιοι. ἀλλ᾽ οὐδὲ τότε ταύταις θαρροῦντες ἐφαινόμεθα. ἀλλὰ τὸ ἐπιτείχισμα καινότερον; τί οὖν; ἐλθόντας αὐτοὺς κρατήσειν Λακεδαιμονίων οἴεσθε; καὶ μὴν εἰ μένουσιν ἔνδον, τάχ᾽ ἂν ἡμῖν εἴη καὶ πρὸς ἐναντίου· οὐ γὰρ συμφέρει τοῖς πολιορκουμένοις ἐπεισάγειν πολὺν ἀνθρώπων ὄχλον. τίνα ἐκ τοῦ λαβεῖν Σικελίαν αὐτοῖς ἀγαθὰ γενήσεται; ἀλλὰ Γύλιππος συνάγει στράτευμα, καὶ συναθροίζει Σικελίαν; οὐκοῦν τί προσῆκεν ὑμῖν οὐ δείσασιν ἀποδρᾶναι ἀλλ᾽ ἢ ἕτερον ἐπιπέμπειν στόλον, ὃς οὐχ ἥσσω τὴν ἐπιθυμίαν τοῖς ἡμετέροις πολίταις παρέξει ἢ Γύλιππος Συρακοσίοις· τοῖς μὲν γὰρ ἡμετέροις οὐ τὸ τῆς δυνάμεως μόνον προσέσται, ἀλλὰ καὶ τὸ συνειδέναι πολλάκις αὑτοῖς κεκρατηκόσιν, οἱ δὲ ἐπανορθώσασθαι τὸ πρόσθεν τῷ πλήθει νομίζοντες ἔπειθ᾽ ἥττους ταῖς παρασκευαῖς φανέντες, εἰκότως οἶμαι καὶ ταῖς γνώμαις ὑποδεέστεροι γενήσονται. λοιπὴ ζήτησις ἐκ τῶν ἀποβησομένων. τί πλέον ἔσται, κἂν κρατήσωμεν; οὐ γὰρ κατασχεῖν αὐτὴν πόρρωθεν οὖσαν δυνησόμεθα. βουλοίμην δ᾽ ἂν ὑμῖν ἐν τούτῳ τὰ πράγματα εἶναι, ὡς τό γε κατασχεῖν αὐτὴν καὶ φυλάξαι βέβαιόν ἐστι. βιαίως δ᾽ ἂν εἴποις καὶ Δημοσθενικῶς ὅτι μηδ᾽ ἕτερόν τι πρᾶξαι δυνατόν ἐστιν· οὐ γὰρ ἀπανίστασθαι, ἀλλὰ φεύγειν δόξομεν, οὐδὲ μὴ δυνηθέντες ἑλεῖν, ἀλλὰ παθεῖν φοβηθέντες· εἶτ᾽ οὐκ ἀφέξονται τοῦ διώκειν ἡμᾶς Συρακόσιοι εἰ δὲ τοῦτο γενήσεται, δέδοικα μὴ περὶ τοῦ Πειραιῶς ὁ κίνδυνος ἡμῖν γένηται, καὶ ναῦς πολεμίας εἰς τοὺς ἡμετέρους λιμένας εἰσδεξώμεθα, δέον αὐτοὺς ἑτέροις ἐφορμεῖν. ταῦτ᾽ ἐστὶ καὶ ἐν τούτοις.

παράφρασις[Επεξεργασία]

56.1.14 μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος. τὸ μὲν γὰρ ἔργον Μουσῶν δι᾽ ἀκριβείας διελθεῖν τὴν μῆνιν, ᾗ ἐμήνισεν Ἀχιλλεὺς ἐν Τροίᾳ καὶ τὰ συμβάντα ἀπ᾽ αὐτῆς: οὔτε γὰρ οὐχὶ φαῦλα οὔτε ὀλίγα, ἀλλὰ τοῦτο δὴ τὸ βαρύτατον τῶν τοῦ πολέμου συνέβη τοῖς Ἀχαιοῖς: πολλοὶ μὲν γὰρ αὐτῶν καὶ ἀγαθοὶ πρὸ ὥρας διεφθάρησαν, πολλοῖς δὲ οὐδὲ ταφῆς ὑπῆρξε τυχεῖν, ἀλλ᾽ οἱ μὲν κύνες διεχρήσαντο αὐτοὺς κειμένους. Διὸς δὲ ἦν ἄρα τὸ βούλευμα καὶ οὐκ ἀπὸ ταὐτομάτου συνέπεσε τοσαῦτα πράγματα, ἀρξάμενα ἀφ᾽ οὗ πρῶτον διέστησαν Ἀχιλλεὺς ὁ Πηλέως καὶ Ἀγαμέμνων ὁ Ἀτρέως βασιλεὺς τῶν Ἑλλήνων. τίς δῆτα θεῶν αὐτοὺς συνέβαλε καὶ πόθεν ἄρξασθαι φῶμεν τὴν ἔριν; ἀπὸ Ἀπόλλωνος, ὃν ἐμβαλεῖν τοῖς Ἀχαιοῖς νόσον πρὸς ὀργὴν τοῦ βασιλέως αὐτῶν, αἰτίαν δὲ αὐτοῦ γενέσθαι τήνδε. ἄνδρα ἐλθεῖν πρεσβύτην Χρύσην ὀνόματι εἰς τὸ στρατόπεδον τῶν Ἀχαιῶν, Ἀπόλλωνος ἱερέα, θυγατέρα αἰχμάλωτον λυσόμενον, οὖσαν παρὰ τῷ Ἀγαμέμνονι, σκῆπτρον δὲ δὴ χρυσοῦν ἔχοντα καὶ περὶ τῷ σκήπτρῳ στέμματα τοῦ θεοῦ, κομίζειν δὲ καὶ ἄποινα οὐκ ὀλίγιστα [τὰ δὲ] εἰς τοὺς Ἀχαιοὺς ἱκετεύειν πάντας μέν, διαφερόντως δὲ τοὺς Ἀτρείδας, συνευχόμενον ἐκείνοις μὲν ἑλεῖν τὴν Τροίαν καὶ σωθῆναι οἴκαδε, αὑτῷ δὲ ὑπάρξαι λύσασθαι τὴν κόρην, πάντως δὲ προσήκειν αὐτοῖς αἰδεσθῆναι τὸν θεόν. ἐνταῦθα οἱ μὲν ἄλλοι πάντες ἐδέξαντό τε τοὺς λόγους καὶ ἀνεθορύβησαν ἀφιέναι τὴν παῖδα τῷ ἱερεῖ, Ἀγαμέμνων δὲ οὔτ᾽ ἠφίει καὶ προσηπείλει εἰ λήψοιτο αὐτὸν ἢ νῦν ἐνδιατρίβοντα ἢ αὖθις τῶν αὐτῶν ἕνεκα ἥκοντα, ὡς οὐκ ἐπαρκέσουσαν τὴν ἱκετηρίαν αὐτῷ, οὐδὲ ὑπὲρ τῆς παιδὸς γενησομένους ἔτι τοὺς λόγους, ἀλλ᾽ ὑπὲρ τῆς αὐτοῦ σωτηρίας, τὴν δὲ οὐκ ἀπολύσειν, ἕξειν τε ἐν Ἄργει γυναῖκα, τὰ αὐτοῦ πράττουσαν διὰ βίου, ἀλλ᾽ εἴ τι δεῖται σωτηρίας, ἀπιέναι ἤδη. ταῦτα ἀκούσας ὁ ἱερεὺς ἔδεισέ τε καὶ παραχρῆμα ἀπῄει σιωπῇ, ὡς δὲ ἀπέσχε τοῦ στρατοπέδου, πάσας ἤδη φωνὰς ἠφίει τὸν Ἀπόλλωνα καλῶν Σμίνθιον, Τενέδιον, Χρύσιον, Καλλίτοξον, πάντα ὀνομάζων, εἴ ποτέ σοι, δέσποτα, ἢ θυσίαν ἔθυσα ἢ νεὼν ἤρεψα εἰς χάριν, τοῦτό μοι νῦν ἀντ᾽ ἐκείνων γένοιτο, ἐξομόρξασθαι τοὺς Ἀχαιοὺς τὰ δάκρυα ταῦτα τοῖς ἑαυτῶν σώμασι, σὺ δὲ αὐτοῖς ἔλθοις τοξότης. δέχεται τὰς εὐχὰς ὁ θεὸς καὶ αὐτίκα πρὸς τὴν τιμωρίαν ἐστέλλετο.

ἄρνες οἱ ἦσαν εὐτραφεῖς καὶ δασεῖς μαλλοῖς, θαυμαστοὶ τὸ κάλλος καὶ τὸ μέγεθος. τούτους ἐγὼ λαμβάνων συνέδουν αὐτοὺς ἡσυχῇ κατὰ τρεῖς· ἦσαν γὰρ ἐφ᾽ ὧν ὁ Κύκλωψ ἐκάθευδεν, ἔμελλε δὲ ὁ μέσος ἄρα ἄνδρα οἴσειν τῶν ἑταίρων, εἷς δὲ ἑκατέρωθε παράσειρος ἦν ἀσφαλείας ἕνεκα. εἰς μὲν οὖν τοὺς ἄλλους ὑπῆρχον οὗτοί μοι, αὐτὸς δὲ ἐπεχείρουν τρόπῳ τοιῷδε· ἦν κριὸς τά τε ἄλλα ὑπερμεγέθης καὶ ὑπέρδασυς, τούτῳ περιβαλὼν τὼ χεῖρε κατὰ νῶτον, ὑπελειπόμην ἕως ὑπὸ τῇ γαστρὶ κἀγὼ γίγνωμαι· ἔπειτα μεταστραφεὶς εἰχόμην. ἐκείνην οὖν τὴν νύκτα οὕτω ταλαιπωροῦντες ἠνεσχόμεθα.

ΒΙΒΛΙΟΝ Β΄[Επεξεργασία]

περὶ ἀφελοῦς λόγου[Επεξεργασία]

56.2.1 ἐπειδή σοι τὰς ἰδέας ὑπεδείξαμεν τοῦ πολιτικοῦ λόγου καὶ τὰς ἀρετὰς αὐτοῦ, δεῖ σε ἀκοῦσαι καὶ περὶ τῆς ἰδέας τοῦ ἀφελοῦς λόγου· οὐδὲν γὰρ οὕτως ἐπεσκέφθαι χρὴ ὡς τὰς ποιότητας τοῦ ἀφελοῦς λόγου καὶ τοῦ ἁπλοῦ καὶ τὰς διαφορὰς αὐτοῦ πρὸς τὸν πολιτικὸν λόγον καὶ ἀγωνιστικόν, ὅπερ οὐ ῥᾴδιον μέν ἐστιν διὰ τὸ εἶναι ἓν γένος παντὸς λόγου καὶ μίαν φύσιν, ὅμως γε μήν εἰσί τινες παραλλαγαὶ καὶ ἰδέαι, αἳ διαφέρουσιν ἀλλήλων.

πᾶς δὲ λόγος ἐστὶ δῆλον ὅτι ἐν ἐπινοήμασι καὶ ἐν ἀπαγγελίᾳ, ἥτις ἐστὶν ἐν λέξει, ἐν σχήματι, ἐν ῥυθμῷ. ἔστιν οὖν ῥητέον τίνα ἐστὶ τὰ διακρίσεις ποιοῦντα ἀπὸ τῶν πολιτικῶν τοῖς ἀφελέσι λόγοις· οὐ γὰρ τὰ αὐτά ἐστιν ἐννοήματα τῶν τε ἀφελῶν καὶ τῶν πολιτικῶν. εἰ γὰρ ἐννόημα τὸ αὐτό, ἀλλὰ λέξις οὐχ ἡ αὐτή, ἢ εἰ καὶ λέξις ἡ αὐτή, ἀλλ᾽ οὐχ ὁ ῥυθμὸς ὁ αὐτός, ἢ εἰ καὶ ῥυθμὸς ὁ αὐτός, ἀλλ᾽ οὐ τὸ σχῆμα τὸ αὐτό.

εἰδέναι οὖν δεῖ πρῶτον, ὡς ἐν κεφαλαίῳ μάλιστα παραστήσαιμεν, ὅτι αἱ διαφοραὶ τοῦ πολιτικοῦ λόγου πρὸς τὸν ἀφελῆ εἰσὶν ἀπὸ τῶν ἐννοημάτων πρῶτον λαμβανόμεναι. ἔστι γὰρ τὰ μὲν πολιτικὰ νοήματα τραχύτερα, ἐνδοξότερα καὶ ἀπὸ ἐνδοξοτέρων λαμβανόμενα, καὶ δριμύτερα, τήν τε δριμύτητα ἐργαζόμενα ἐκ τοῦ σπανιώτερά τε εἶναι καὶ ἔνδοξα, τὰ δὲ ἀφελῆ νοήματα ἁπλᾶ, ἐπίκοινα, ἄδοξα, καὶ ταῦτα ἀπὸ ἀδόξων τῶν ἐπιχειρημάτων λαμβανόμενα. περὶ μὲν οὖν τῶν νοημάτων, ὡς ἂν ἀπὸ πολλῶν ὀλίγα εἴποι τις, ταῦτά ἐστιν.

ἡ δὲ ἑξῆς διαφορὰ περὶ τὴν μεταχείρισίν ἐστιν· ὥσπερ γὰρ ἐν τῷ πολιτικῷ λόγῳ ἐστί τις μεταχείρισις, οὕτω καὶ ἐν τῷ ἀφελεῖ λόγῳ. ἡ δὲ διαφορὰ τῶν μεταχειρίσεων αὕτη ἐστίν, ἐν μὲν τῷ πολιτικῷ λόγῳ δεῖ φανερὰς εἶναι· οὕτω γὰρ πολιτικῶς προάγοιτο ὁ λόγος, εἰ παρακολουθοῖεν οἱ ἀκούοντες τοῖς ζητήμασιν, ἐν δὲ τῷ ἀφελεῖ οὐ τοῦτό ἐστιν, ἀλλὰ κεκρυμμέναι ἐνίοτε εἰσὶν αἱ ζητήσεις, καὶ οὐδὲ οἶδέ τις τί βούλεται λέγειν ὁ λέγων διὰ τὸ μηδεμιᾷ ἐπιβολῇ ἐοικέναι τὸν λόγον.

τὰ δὲ σχήματα ἐν μὲν τῷ πολιτικῷ λόγῳ τραχέα ἐστί, σφοδρά, ἐλεγκτικά, βίαια, ἐν δὲ τῷ ἀφελεῖ ἀνειμένα, ἁπλᾶ, μηδένα ἔλεγχον μηδὲ ἐξέτασίν τινα ἐμφαίνοντα, ἀλλὰ κοινότερα καὶ ἀναπεπτωκότα· οὕτω γὰρ ἐκεῖνα ποιεῖ σύντονον τὸν λόγον καὶ πολιτικόν, ταῦτα δὲ ἀφελῆ, ὡς ἂν ἰδιωτικὰ καὶ ὁμιλητικὰ ὄντα.

οὐ μὴν οὐδὲ ἡ λέξις ἡ αὐτὴ αὐτοῖς, ἀλλ᾽ ἔνι τις καὶ ἐν τῇ λέξει διαφορά· ἐν μὲν γὰρ τῷ πολιτικῷ λόγῳ ποτὲ μὲν ἀπήρτισται τὸ νόημα, ποτὲ δὲ δεῖ ἄλλῳ νοήματι ἐπιβάλλειν· δεῖ γὰρ μετὰ πάσης ἀσφαλείας καὶ τόνου προάγεσθαι τὸν λόγον. ἐν δὲ τῷ ἀφελεῖ οὐκ ἔτι, ἀλλὰ δοκεῖ ἡ λέξις ὡς ἂν τύχῃ προάγεσθαι [ἀλλ᾽] ὑπτίαν ἐμφαίνουσα καὶ μηδεμίαν ἐπιτήδευσιν τῆς λέξεως. ἔτι ἐν μὲν τῷ πολιτικῷ λόγῳ ὅ τι ἂν βούληταί τις σημαίνειν, ὑπὸ τῆς λέξεως τοῦτο αὐτὸ καὶ ἐμφαίνεσθαι μόνον δεῖ, ἐν δὲ τῷ ἀφελεῖ ἡ μία λέξις καὶ ἓν καὶ δύο καὶ τρία σημαίνει ἐνίοτε. κάλλη δὲ ἐν λέξει ἡ παράθεσις τῶν λέξεων ποιεῖ, οἷον ἱπποφορβὸς ἵππων, συοφορβὸς συῶν.

καὶ περὶ τοὺς ῥυθμοὺς ὁμοίως λέγομεν διαφοράν τινα εἶναι τοῦ πολιτικοῦ λόγου πρὸς τὸν ἀφελῆ, καὶ ὅλως ἡ διαφορὰ τῆς ἀφελείας πρὸς τὸν πολιτικὸν λόγον, ὅτι τῆς μὲν ἀφελείας ἐστὶ τὸ ἁπλῶς προχωρεῖν τὸν λόγον καὶ ἕλκεσθαι ἀεὶ τὴν ἀκοὴν κατὰ τὸ ὅμοιον καὶ μηδαμοῦ ἐγκοπὰς εἶναι τοῦ λόγου μηδὲ ἐνίστασθαί που πρὸς τὴν ἀκοήν· ὅπου δὲ προϊόντος τοῦ λόγου ὑποστροφὴ γέγονε καὶ ὥσπερ τι πρὸς τὴν ἀκοὴν ἀντέστη ἐκ τῆς ἐγκοπῆς τῆς κατὰ τὴν ὑποστροφήν, ἐνταῦθα ἀγωνιστικὸν τὸ σχῆμα καὶ λόγος ἤδη τῷ ῥυθμῷ πολιτικώτερος γέγονεν· ἐπιστρέφει γὰρ ἀεὶ τὸν ἀκροατὴν τὰ τοιαῦτα καὶ οὐκ ἐᾷ ἁπλῶς ἐπακολουθεῖν, ὅπερ ἐργάζεται ἡ ἀφέλεια.

ὡς ἐν τῷ Συμποσίῳ Ξενοφῶν, ἤδη γάρ σοι καὶ τὰ παραδείγματα αὐτῶν ἐκθήσομαι, ἵνα σαφέστερά σοι καὶ τὰ τῆς ἀφελείας θεωρήματα γένηται. «αἵ γε μὴν γυναῖκες, ἄλλως τε ἢν καὶ νύμφαι τύχωσιν οὖσαι, ὥσπερ ἡ Νικηράτου τοῦδε καὶ Κριτοβούλου, μύρου μὲν οὐ προσδέονται». καὶ ἡ ὑποστροφή, «αὐταὶ γὰρ τούτου ὄζουσι». τοῦτο μὲν οὖν οὕτω δεῖ προσδέξασθαι, οἷον αὗται παρὰ ἀνδρὸς μύρου οὐ προσδέονται, παρ᾽ ἑαυτῶν γὰρ ἔχουσι νύμφαι γε οὖσαι. τηρῆσαί γε ἄξιόν ἐστι τὸ τῆς ὑποστροφῆς· τῆς μὲν γὰρ ἀφελείας ἦν προελθεῖν μέχρι τοῦ «μύρου μὲν οὐ προσδέονται», τὸ δὲ τῆς αἰτιολογίας παρατεθὲν κατὰ τὴν ὑποστροφὴν τοῦτο γοργὸν σφόδρα ἐποίησε τὸν λόγον «αὐταὶ γὰρ τούτου ὄζουσι», καὶ κινδυνεύει καὶ πολιτικὸς γεγονέναι τῷ ῥυθμῷ ὁ λόγος.

56.2.2 τὰ δὲ περὶ τὴν ἑρμηνείαν πάλιν αὖ ἐννοήματα τῶν ἀφελῶν ἐστιν, οἷον χρήσασθαι, ἂν οὕτω τύχῃ, καὶ ἀδοξοτέροις ἐννοήμασι. βουληθεὶς γοῦν κατασκευάσαι ὁ Ξενοφῶν, ὅτι πολλοῦ ἄξιός ἐστιν ὁ Κῦρος, σκέψαι πῶς διῴκησε τοῦτο. ἡ γὰρ πρότασις πολιτική, καὶ αἱ ἀποδείξεις πολιτικώταται, ὅτι Κῦρος πολλοῦ ἄξιος ἐγένετο, τῶν δὲ ἐννοημάτων τὰ μὲν ἦν πολιτικά, τὰ δὲ ἀφελῆ. πολιτικὰ μὲν τὰ τοιαῦτα, Κῦρος πολλοῦ ἄξιος ἐγένετο· τὸ γὰρ χαλεπώτατον ῥᾷστα κατειργάσατο. τί δέ ἐστι χαλεπώτατον; ἀνθρώπων ἄρξαι. ἄχρι τούτου ἡ κατασκευὴ πολιτική. εἰ γοῦν μετεχειρίζου πολιτικῶς, οὕτως ἂν εἶπες, Κῦρος πολλοῦ ἄξιος ἐγένετο· ὃ γὰρ χαλεπώτατον ἦν, τοῦτο κατειργάσατο, ἀνθρώπων ἄρξαι. διὰ τί; ὅτι οὐ ῥᾳδίως ἐθέλουσιν οἱ ἄνθρωποι ἄρχεσθαι, ἀλλὰ πολλαὶ μὲν δυναστεῖαι, πολλαὶ δὲ τυραννίδες κατελύθησαν ὑπὸ τῶν μὴ βουλομένων ἄρχεσθαι. ἄχρις ἐνταῦθα τὰ ἐννοήματα πολιτικά.

ὅταν δὲ ἔλθῃς εἰς τὴν κατασκευὴν τῆς διαφορᾶς καὶ εἴπῃς, ῥᾴδιον γάρ ἐστι βοῶν καὶ ὀΐων καὶ πάσης ἀγέλης ἄρξαι μᾶλλον ἢ ἀνθρώπου, τότε λέγω ὅτι εἰς ἐννοήματα ἀφελέστερα ἀπάγεις τὸν λόγον· ἤθους γὰρ καὶ τρόπου εἰσίν, ἃ τοῦ λόγου τὸ ἀφελὲς ἐτήρησεν. ὁ μὲν οὖν πολιτικὸς πρότασιν προθεὶς τὰ κατασκευαστικὰ παρατίθησιν ἐπιλεγόμενος ἀεὶ τῶν ἐννοημάτων τὰ πολιτικώτερα, οἷον τὸ κατὰ τὰς ἀποβάσεις λέγειν οὐ πολιτικώτερον, νομέας μέντοι ἄρχοντας ἢ πάλιν, οὐδεπώποτε ᾐσθήμεθα συστάσας τὰς ἀγέλας, οὐκ ἂν πολιτικὸς εἴποι, οὗτος δὲ κατὰ τὸ πρέπον ἑαυτῷ τοῖς ἐπιχειρήμασι τὸ διαλλάττον παρέσχετο.

ὅπου δὲ κοινὰ τὰ ἐπινοήματα, οὔτε ἡ λέξις οὔτε τὸ σχῆμα τὸ αὐτό· ὅταν γὰρ εἴπῃ, «ἔννοιά ποθ᾽ ἡμῖν ἐγένετο, καὶ ὅσοι τυραννεῖν ἐπιχειρήσαντες οἱ μὲν αὐτῶν καὶ ταχὺ πάμπαν κατελύθησαν», οὐχὶ δίκας ἔδοσαν, καὶ πάλιν, «οἱ δὲ κἂν ὁποσονοῦν ἄρχοντες διαγένωνται»· οὐ γὰρ εἶπεν, οἱ κατὰ κράτος ἑλόντες τὰς πόλεις καὶ τὰς ἀρχὰς ἰσχυροτάτας ἑαυτοῖς καταστησάμενοι.

ἔδειξα οὖν σοι ὅτι τῶν ἐννοημάτων τὰ μέν ἐστιν ἀπὸ κρίσεως λαμβανόμενα, τὰ δὲ παντοῖά ἐστιν ἐννοήματα, καὶ τὰ μὲν αὐτῶν ἐστιν ἐξ ἐνδόξων λαμβανόμενα, τὰ δὲ ἐκ μικρῶν καὶ ἀφανῶν. τοῦτο μὲν δὴ τοιοῦτό σοι, ὅτι παντοίοις ἐννοήμασι χρῶνται οἱ ἀφελεῖς, καὶ οὐκ ἐξαρκεῖ αὐτοῖς μόνον χρῆσθαι τοῖς ἐκ τῶν ὑποκειμένων λαμβανομένοις, ἀλλὰ καὶ τοιούτοις ἐνίοτε ἐννοήμασιν, ὧν ἄλλος μὲν ἄν τις καταφρονήσειεν, οὐδ᾽ ἂν προσέλθοι διὰ τὸ μήτε αὐτὰ ἐκ τῶν ὑποκειμένων λαμβάνεσθαι καὶ ἄδοξα τυγχάνειν, οἱ δὲ ἀφελεῖς οὐκ ἀπέχονται τούτων.

τὸ μὲν δὴ κατὰ τὴν μεταχείρισιν τῶν ἐννοημάτων τοιοῦτόν ἐστιν, καὶ ἔτι τὸ μὴ ὡς εἰς πρότασιν λέγεσθαι τὰ λεγόμενα κατασκευαστικὰ τοῦ προκειμένου, ἀλλ᾽ ἀδήλου ὄντος πρὸς ἃ λέγεται, οὕτω προχωρεῖν τὸν λόγον, οἷον μὴ προθεὶς ὅτι βούλεται ἀποδεῖξαι πολλοῦ ἄξιον Κῦρον ἐπάγει «ἔννοιά ποθ᾽ ἡμῖν ἐγένετο», καὶ προλαβὼν πάντα τὰ προκατασκευαστικά, ἐξ ὧν χαλεπόν ἐστιν ἀνθρώπων ἄρχειν, χαλεπώτερον τῶνδε καὶ τῶνδε, οὕτως ἐπήγαγεν, ἀλλὰ μὴν Κῦρος πλείστων ἀνθρώπων ἦρξε· Κῦρος ἄρα πολλοῦ ἄξιος ἐγένετο. καὶ αὕτη ἐστὶν ἀφελοῦς λόγου μεταχείρισις, ὅταν μὴ φανερὸν ᾖ ὡς πρότασις τὸ λεγόμενον.

δεῖ δὲ πολλάκις καὶ τὰ νοήματα μὴ πάντα ἰσχυρὰ εἶναι, ὥσπερ καὶ τὰ τῶν πολιτικῶν λόγων, ἀλλ᾽ ἔνια καὶ ὑφειμένως τιθέναι, καὶ τὰ ἥττω δοκοῦντα εἶναι, ἔνια δέ, εἰ οἷόν τε, ὡς καὶ γέλωτος ἄξια ἂν φανείη, ὡς καὶ ἐν τῷ Συμποσίῳ εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου φησὶν «ἀλλ᾽ ἔμοιγε δοκεῖ τῶν καλῶν ἢ τῶν ἀγαθῶν ἀνδρῶν οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς» ἤθους ἐχόμενόν ἐστι τὸ νόημα, ὅτι δεῖ καὶ τὰ μετὰ παιδιᾶς πραττόμενα τῶν καλῶν τε κἀγαθῶν ἀνδρῶν ἀποδέχεσθαι. καὶ τοῦτό ἐστι τὸ θεώρημα τοῦ ἀφελοῦς λόγου, ὅτι μὴ ἐκ παντὸς τρόπου διώκειν τὰ ἔνδοξα καὶ μεγάλα, ἀλλὰ καὶ τὰ δοκοῦντα φαῦλα εἶναι καὶ εὐκαταφρόνητα.

κατὰ μὲν οὖν τὴν ἀπαγγελίαν ἀμφότερα τὰ ἐννοήματα οὐκ ἔστι τραχέως εἰρημένα οὔτε τὸ «ἔννοιά ποθ᾽ ἡμῖν ἐγένετο», οὔτε τὸ «ἀλλ᾽ ἔμοιγε δοκεῖ»· ἐπειδὴ γὰρ ἐδόκει τὸ ἐν τῷ Συμποσίῳ εἰρημένον ἄδοξον εἶναι τὰ ἐν ταῖς παιδιαῖς διηγεῖσθαι, καὶ οὐδεὶς ἂν πολιτικὸς τοῦτο ἐποίησεν ἀδόξου ὄντος αὐτοῦ, μετὰ παραιτήσεως προήγαγεν «ἀλλ᾽ ἔμοιγε δοκεῖ». εἰ δὲ ἀπὸ ὀνόματος ἤρξατο αὐτῷ λόγος ἀποφαντικοῦ, οἷον «δοκεῖ δ᾽ ἔμοιγε», σκληρότερος ἂν ἐγένετο ὁ λόγος καὶ μᾶλλον Κριτίου ἔδοξεν ἂν εἶναι ἤ τινος τῶν τοιούτων.

κατὰ δὲ σχῆμα σχήματι ἀνειμένῳ· οὐ γὰρ διατεινόμενος ἂν ἐποίησεν, ὡς ἄν τις τῶν πολιτικῶν εἶπεν, οὐχὶ τὰ αὐτὰ παρίσταταί μοι γινώσκειν τοῖς πολλοῖς περὶ τῶν ἀνδρῶν τῶν σπουδαίων· οἱ μὲν γὰρ πολλοὶ οὐκ ἄλλα τινὰ οἴονται [γὰρ] αὐτῶν ἀξιομνημόνευτα εἶναι ἐν τῇ σπουδῇ τὰ πραττόμενα, ἐμοὶ δὲ οὐ τὸν αὐτὸν τρόπον· ἀλλ᾽ οὐδὲν ἧττον δοκεῖ τὰ ἐν ταῖς παιδιαῖς μνήμης τυγχάνειν ἄξια, ἢ ἃ ἂν σπουδάζοντες πράττοιεν. οὐχ οὕτως οὖν προήγαγεν, ἀλλ᾽ ἀνειμένῳ τῷ σχήματι καὶ ἐξηλλαγμένως «ἀλλ᾽ ἔμοιγε δοκεῖ», εἶτα κατὰ τὸ ἰδίωμα τοῦ λόγου ἤθους ἐχόμενα καὶ τὰ ὀνόματα «τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν»· καὶ πάλιν φησίν, «ὡς δὲ ἱπποδρομία ἔληξεν». ἀνειμένον δὲ καὶ ἀναπεπτωκὸς εἶναι δοκεῖ τὸ σχῆμα, πολιτικὸς δ᾽ ἂν οὐχ οὕτως ἐποίησεν, ἀλλὰ συντονώτερον, ὅποι δὴ ἱπποδρομία ἔληξεν, ἢ τοιούτῳ τινὶ τρόπῳ.

ποικίλως δὲ τοῖς σχήμασι χρῶνται οἱ ἀρχαῖοι ἀφελεῖς τε καὶ οἱ πολιτικοὶ ἄνδρες· ἃ γὰρ ἐν πολιτικῷ λόγῳ δριμὺν τὸν λόγον ποιεῖ, ἐνθάδε ἀφελῆ ἐργάζεται. καὶ τὸν ῥυθμὸν δὲ τῆς ἀπαγγελίας τοιοῦτον εἶναι δεῖ οἷον προϊέναι καὶ ἐμβαίνειν μᾶλλον ἢ ἑαυτῷ ἐπικείμενον ἐπείγεσθαι, οὐχ ὥσπερ ἐν τοῖς πολιτικοῖς τὰς [τε] ποιότητας παρατιθέασιν, ὅταν λέγωσιν «ἢ δεινότατα ἁπάντων ἢ ἐφ᾽ ᾧ πάντες ἀγανακτήσετε ἢ σχέτλιον γὰρ τοῦτό γε»· πρὶν γὰρ τὸ πρᾶγμα εἰπεῖν τὴν ποιότητα οἱ πολιτικοὶ παραδεικνύουσι, καὶ ποτὲ μὲν πρὸ τῶν πραγμάτων, ποτὲ δὲ μετὰ τὰ πράγματα ἐπάγοντες. εὐρυθμίας δὲ καὶ τοῦτο «καίτοι τότε ἐν τῇ κρατίστῃ πόλει ὑπὸ τῶν ἀρίστων κριθέντα τοῦ καλλίστου γέρως ἀξιωθῆναι ποίων ἔτι τεκμηρίων προσδεῖται τῆς τε πρὶν ἄρξαι αὐτὸν ἀρετῆς;» τοῦτο δ᾽ εὐρυθμίαν ἐν τῷ λόγῳ εἰργάσθαι καί μοι δοκεῖ, τὸ δὲ τὴν εὐρυθμίαν ἀπειργασμένον ἐστὶ τὸ ἐμπεριβαλόντα τὰ νοήματα καὶ ἀπαρτίσαντα στῆσαι τὸ νόημα, ὥστε καὶ τὸ μετὰ ταῦτα ῥηθὲν μηκέτι ἡνῶσθαι, ἀλλ᾽ ἑτέρου ἀρχὴν λόγου δοκεῖν εἶναι· τί γάρ φησιν; «ὅσα δὲ ἐπεὶ ἐπ᾽ ἀνδράσιν ἐγένετο». οὐ πολλαχοῦ δὲ ὁ Ξενοφῶν χρῆται τούτῳ τῷ σχήματι· ἔστι γὰρ σκληρότερον καὶ δικανικώτερον, ἀποδεδειγμένοις πράγμασιν ἢ ὡς βιαζόμενοι ἢ ὥς τι σφόδρα δοκοῦντες λέγειν τὰ τοιαῦτα ἐπάγειν εἰώθαμεν. πλὴν τό γε κατὰ τὴν ἄλλην αὐτοῦ εὐρυθμίαν θαυμαστὸν καὶ τοῦτο γέγονε τὸ συνεχεῖς τὰς διαστάσεις ἑνὶ πνεύματι λόγου γεγονέναι, «καίτοι τότε· ἐν τῇ κρατίστῃ πόλει· ὑπὸ τῶν ἀρίστων κριθέντα· τοῦ καλλίστου γέρως ἀξιωθῆναι»· καὶ τὸ πολλὰ νοήματα καθ᾽ ἓν ἕκαστον πρὸς μίαν λέξιν εἰπεῖν δυνάμεως καὶ ῥυθμοῦ.

καὶ τοῖς ὀνόμασι δὲ χαίρουσιν οἱ ἀφελεῖς ἀπὸ ἑτέρου ἐπὶ ἕτερον αὐτὰ μεταφέροντες, ὡς καὶ ἐν τῷ Ἀγησιλάῳ ὁ Ξενοφῶν «πολλοὺς» φησὶν «ἐραστὰς τῆς ἑαυτοῦ φιλίας ἐποιήσατο»· ὁ γὰρ ἐραστὴς ἄλλου τινὸς δοκεῖ ὄνομα εἶναι. καὶ πάλιν, «αὐτοὶ δὲ κατιδόντες τοὺς τῶν Ἑλλήνων ἀκολούθους». πάλιν ἐνταῦθα ἐλάττονι ὀνόματι τοῦ πράγματος ἐχρήσατο· τὸ γὰρ τῶν ἀκολούθων ἐπὶ δούλων μᾶλλον εἴωθε λέγεσθαι, ὁ δὲ τοὺς ἑπομένους καὶ τοὺς τελευταίους τοῦ στρατοπέδου οὐκ ὤκνησεν ἀκολούθους ὀνομάσαι. καὶ ἐν τοῖς Ἀπομνημονεύμασι «θαυμάζω οὖν» φησὶ «πῶς ποτε Σωκράτην ἐπείσθησαν Ἀθηναῖοι περὶ τοὺς θεοὺς μὴ σωφρονεῖν». μετήνεγκεν ἐνταῦθα ὡς ἴδιον τοῦ εἴδους τοῦ λόγου.

δεῖ μέντοι κἀκεῖνο ὁρᾶν, ὅπως ὑφειμένα διὰ τὸ ἀφελὲς τιθεὶς ὀνόματα οὐδὲν ἧττον ἐν τῷ οἰκείῳ τρόπῳ ἐμφαίνει καὶ τὸ μέγεθος τοῦ πράγματος, ὡς καὶ ἐν ἀρχῇ φησι τοῦ λόγου, «πολλάκις ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν οἱ γραψάμενοι Σωκράτην ὡς ἄξιος εἴη θανάτου τῇ πόλει· ἡ μὲν γὰρ γραφὴ κατ᾽ αὐτοῦ τοιάδε τις ἦν· ἀδικεῖ Σωκράτης, οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα ... δὲ καὶ τοὺς νέους διαφθείρων». τὸ γὰρ «ἐθαύμασα» καὶ «πολλάκις» οὐ μικρῶν ἔμφασίς ἐστιν, ἐδήλωσε δὲ καὶ τὰ ἐπενεχθέντα. πολιτικὸς μὲν οὖν ἀμφοτέρας ἂν εἰρήκει τὰς δυνάμεις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις· ὁ δὲ τὴν ἁπλῆν δύναμιν εἰπὼν ἠρκέσθη.

οὐκοῦν τὰ μὲν ἐπινοήματα ἔστιν ὅτε ταὐτά, ἡ δὲ μεταχείρισις τὴν διαφορὰν ποιεῖ τοῦ λόγου. ὁρᾷς δὲ καὶ ἐνταῦθα τὴν ἀφέλειαν τῶν ὀνομάτων. ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως· ἡ γὰρ ποιότης αὐτοῦ τοιαύτη, τῷ Σωκράτη τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι, ὅμως οὕτως ἀφελὴς ἀνὴρ «πολλάκις» φησὶν «ἐθαύμασα». καὶ οὐκ εἶπεν ἐφ᾽ ᾧ τις ἂν ὀργισθείη ἢ ἐφ᾽ ᾧ ἄξιον ἐπιτιμῆσαι. ἐν γὰρ τῷ ἀφελεῖ λόγῳ οὔτε βία ἐστὶν οὔτε θυμὸς οὔτε σφοδρότης, οὐδὲ ἡ διάθεοις ἡ τῶν πραγμάτων τοιαύτη τίς ἐστιν, οὐδ᾽ ὡς ἐπισημήνασθαι τὴν φύσιν τοῦ ἐπαγομένου, καὶ τούτῳ μάλιστα χαρακτηρίζεται τὸ εἶδος τοῦ ἀφελοῦς λόγου.

καλὸν δὲ καὶ περὶ ὧν τις οἶδεν ὡς ζητοῦντά τι λέγειν. «τίσι ποτὲ λόγοις»· οὐ γὰρ εἶπεν οὐ κατηγορίαις οὐδὲ συκοφαντίαις, ὃ πολιτικῷ ἥρμοζεν, ἀλλὰ «τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν». καὶ τὸ ἐν γένει εἰπεῖν μὴ κατ᾽ εἶδος Ἄνυτος καὶ Μέλητος, ἀλλ᾽ «οἱ γραψάμενοι Σωκράτην». καὶ ἐπαλλαγαὶ πρέπουσι τῷ ἀφελεῖ λόγῳ, «ἀδικεῖ μέν, ἀδικεῖ δέ».

εἶτα καὶ τῶν ἑξῆς αἱ μὲν ἀποδείξεις πολιτικώταται· μάχην γάρ, δοκεῖ, δείκνυσι πρὸς τὰ προσόντα «τῷ θαυμάσιον δέ μοι κἀκεῖνο φαίνεται τὸ πεισθῆναί τινας ὡς Σωκράτης τοὺς νέους διέφθειρεν»· ὁ δὲ [πρῶτον μὲν] οὐ πρότασιν θεὶς οὕτως ἐπάγει τὰ κατασκευαστικά, ἀλλ᾽ ἁπλῶς ἐπεξέρχεται τὰ πράγματα, «πρῶτον». δεῖ δὲ τὴν μεταχείρισιν τῶν κατασκευαστικῶν ὁρᾶν· πολιτικὸς μὲν γὰρ τὰ ἐν γένει ἂν ἐκλαβὼν ἔλεγεν, ὅπως μὲν ἦν σώφρων, ὅπως δὲ ἐγκρατής, ὅπως δὲ πᾶσι πόνοις ἀντεῖχεν, ὁ δὲ τὰ κατ᾽ εἶδος γαστρὸς φησὶν ἐγκρατὴς καὶ ἀφροδισίων, καὶ πρὸς χειμῶνα καὶ θέρος πῶς εἶχεν; εἶτα ἔμιξε τὰ μεγάλα τοῖς μικροῖς, «πῶς ἂν οὖν ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ λίχνους ἐποίει»;

πολλάκις δὲ οἱ ἀφελεῖς καὶ ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται ἐπινοήμασιν, οἷον «οὐδεπώποτε ᾐσθήμεθα τὰς ἀγέλας συστάσας ἐπὶ τὸν νομέα», καὶ ὅσα τοιαῦτα. οὐ πρέπει ἀνδρὶ πολιτικῷ· καὶ γὰρ εἰ καὶ οἱ πολιτικοὶ χρῶνταί τισιν ἔξωθεν ἐπινοήμασιν, οἷον εἴ τις ἐκ παραδειγμάτων λέγοι ἢ ἐξ ἱστοριῶν ἢ ἐξ ἄλλου τινὸς τοιούτου τρόπου, ἀλλ᾽ οὖν γε τοῖς προσηρτημένοις πρὸς τὸ πρᾶγμα χρηστέον, ὅθεν εἰώθασι θεραπεύειν τὰ τοιαῦτα ἢ αἰτιολογίαις ἢ ἐπαγγελίαις, οἷον ἓν ἐκ πολλῶν «ἵνα τοίνυν γνῶτε ὡς οὐδέ ἐστι τοῦ τῆς πόλεως ἤθους κύριον ποιῆσαι τοιοῦτον νόμον», εἶθ᾽ ἑξῆς «λέγονται χρήματα». ἐν δὲ τῷ ἀφελεῖ ἐπηγμένα νοήματα ἐκ πάντων ἐστὶ σχεδὸν τῶν ἐν τῷ βίῳ. τὰ δὲ προστιθέμενα ἔξωθεν μέγεθος ἐργάζεται ἐν τῷ λόγῳ, ὅταν ἔνδοξον ᾖ ὄνομα ἢ τόπος.

τηρητέον οὖν ἐν παντὶ ὡς οἵ τε ῥυθμοὶ τά τε σχήματα τά τε ὀνόματα πρέποντα τῷ ἀφελεῖ λόγῳ εἴη, τά τε ὁμοιόρυθμα τῶν νοημάτων, οἷον «λεγόμενα, πραττόμενα, βουλευόμενα», καὶ τὰ σχήματα «πάντα μὲν εἰδέναι» τὰ τούτοις πρέποντα, «πανταχοῦ δὲ» * τὸ ἀφελὲς τὸ ἐν αὐτοῖς τηρεῖ.

λέγομεν δὲ ὅτι πολλαχοῦ κοινὰ θεωρήματά ἐστι καὶ τῶν ἀφελῶν καὶ τῶν πολιτικῶν, αὐτίκα τὸ ἐπισημήνασθαι περὶ πραγμάτων ὧν ἂν μέλλῃς λέγειν καὶ τὸ ἐπεσκέφθαι αὐτῶν τὴν φύσιν καὶ τὸ ἀντιπῖπτον πρὸς τὸ ὑπὸ σοῦ λεγόμενον, ὅτι περὶ μικρῶν καὶ φαύλων διαλέγῃ· ἀφελοῦς καὶ τὸ τοιοῦτον, Φίλιππος ὁ γελωτοποιὸς παρῆλθε, καὶ ἔκλαιεν, καὶ ὅτι οἱ ἐν τῷ συμποσίῳ κατακείμενοι ἐγέλων, καὶ ὁ Συρακόσιος θαύματα παρείχετο. ταῦτα γὰρ πάντα κοινά ἐστι καὶ τῶν πολιτικῶν καὶ τῶν ἀφελῶν. ἡ δὲ μεταχείρισις τῶν εἰσαγομένων ἰδία τοῦ ἀνδρός, ἐπεὶ καὶ ἡ ἐνταῦθα ἐπαγγελία κοινή ἐστιν, «οἷς δὲ παραγενόμενος ταῦτα γινώσκω δηλῶσαι βούλομαι». ἀλλὰ τὸ μετὰ τὴν ἐπαγγελίαν οὐκέτι κοινόν, ἀλλὰ καινοπρεπές· ἐπαγγειλάμενος γὰρ οὐκ εἶπε τὸ ἐπακόλουθον τῆς ἐπαγγελίας, ἀλλ᾽ ἕν τι τῶν περὶ αὐτόν· οἷς μὲν γὰρ παρεγένετο, ταῦτα ἦν τὰ ἐν Καλλίου γενόμενα· ὁ δὲ οὐ ταῦτα λέγει εὐθύς, ἀλλὰ τὴν ἀρχὴν ἐξ ἧς ἤρξατο ταῦτα γίνεσθαι, δοκεῖ δὲ τὸ τοιοῦτο ἀφήγησις εἶναι μᾶλλον.

περὶ ἠθῶν[Επεξεργασία]

56.2.3 δεῖ δὲ ποικίλον εἶναι καὶ τὸν ἀφελῆ λόγον, μάλιστα ἐν τῷ τοιούτῳ εἴδει, καὶ ὅπου μὲν σεμνότητα ἐργάσασθαι, ὅπου δὲ καὶ περιβολήν, ὅπου δὲ ἀξίωμα, ὅπου δὲ καὶ ἦθος ἐνδείξασθαι καὶ χάριν, ὅπου δὲ καὶ γέλωτα, εἰ οἷόν τε, ὥσπερ ἔχει κἀνταῦθα, «φίλιππός τε ὁ γελωτοποιὸς κρούσας τὴν θύραν». τὸ μὲν γὰρ ἦθος χάριεν πάνυ, ὅπερ ἐστὶν ἀφελοῦς λόγου· τὸ γὰρ ἀφαιρεῖν τὰς ἐπιβολὰς καὶ αὐτοῖς χρῆσθαι τοῖς ὀνόμασι καὶ ἀκολουθεῖν τῶν πραγμάτων τῇ φύσει καὶ μὴ δεδιέναι τὴν σμικρότητα αὐτῶν καὶ ταπεινότητα ἁπλῆς ψυχῆς καὶ γενναίας, ὅθεν καὶ λόγων τέχναι εὑρέθησαν, ἐξ ὧν ἐδυνήθη μέγεθος προσλαβεῖν καὶ τὰ μὴ ἔχοντα ἐν αὑτοῖς φύσει μεγέθη, καὶ ποτὲ μὲν τοιαῦτα εἶναι τὰ ἐν αὐτοῖς ἐμφαινόμενα, τὰ δὲ καὶ ψεῦδός τι ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, «ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς, ὅτι σὺ μὲν Πρωταγόρᾳ πολὺ ἀργύριον δέδωκας ἐπὶ σοφίᾳ»· τοῦτο γὰρ βραχεῖαν μὲν ἐμφαίνει χάριτα, ἅμα δὲ καὶ κακοήθειαν ἔχει τινά.

καὶ τὰ μέν τινα τοιαῦτά ἐστιν ἐννοήματα, ὥστε μηδὲν αὐτοῖς προσυπακούεσθαι, τὰ δέ τινα τοιαῦτα, ὥστε ἦθος ἔχειν καὶ τὸ ἦθος οὐχ ἓν οὐδὲ ἁπλοῦν, ἀλλὰ διάφορον, τὸ μὲν χάριεν ἦθος, τὸ δέ τι ἀγαθὸν ἦθος, τὸ δὲ γλυκύτητα ἐμφαῖνον, τὸ δὲ χρηστότητα, τὸ δέ τι τοιοῦτόν ἐστιν ἦθος, ὥστε αὐτόθεν πολλὴν σεμνότητα ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, «Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο»· σεμνῶς μὲν οὖν πάνυ καὶ τῇ ἐννοίᾳ ποιῆσαι τὸ μειράκιον παρὰ τὸν πατέρα καθίσαι. σεμνὰ γὰρ τὰ τοιαῦτα ἐννοήματά ἐστι, μάλιστα δὲ τὸ ἦθος διεφύλαξεν αὐτῷ τὸ μὴ ἐπεξεργασίᾳ χρήσασθαι τῇ παρ᾽ αὐτοῦ, οἷον εἰ ἔλεγεν, Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο, ὥσπερ ἐχρῆν υἱὸν ὄντα μετὰ πατρός, τὸ δὲ τοιοῦτον πολιτικόν. ἀφῆκεν οὖν ἐμφαίνεσθαι τὸ ἦθος καὶ τὴν σεμνότητα.

τὰ μὲν γάρ τινα, ὡς ἔφην, ὑποκαθήμενον καὶ ὑπονοούμενον ἔχει τὸ ἦθος, ὁποῖόν ἐστι τὸ προειρημένον «ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς», τὰ δέ τινα ἁπλᾶ ἐστι καὶ οὐδεμίαν κακοήθειαν ἐμφαίνει, ὡς ἔχει καὶ τοῦτο, «οἱ μέν τινες χρισάμενοι, οἱ δὲ καὶ λουσάμενοι»· τοῦτο γὰρ οὐδὲν πλέον ἐμφαίνει ἢ τὸ γενόμενον. ὅπου δ᾽ ἂν αἱ ὑπόνοιαι πονηραὶ ὦσι καὶ λυπῶσι τὸν λόγον, δεῖ τὸ παρὰ σοῦ εἰσαγόμενον ἐπανορθοῦσθαι τὸ ἄτοπον οὐχ ἁπλῶς, ἀλλὰ ταῖς παρὰ σοῦ προσθήκαις, οἷον «εὐθὺς μὲν οὖν ἐννοήσας τις τὰ γινόμενα ἡγήσατ᾽ ἂν φύσει βασιλικόν τι τὸ κάλλος εἶναι», καὶ ἡ παρ᾽ αὐτοῦ προσθήκη, «ἄλλως τε ἢν καὶ μετ᾽ αἰδοῦς καὶ σωφροσύνης, καθάπερ Αὐτόλυκος, κέκτηταί τις αὐτό»· περὶ κάλλους γὰρ ὄντος τοῦ λόγου οὐκ ἄν τις ἀπόσχοιτο τὸ μὴ οὐ πρὸς κακοήθειαν τὰ τοιαῦτα προσδέχεσθαι.

πρῶτον οὖν τὸ ἦθος εἶναι δεῖ τοῦ ἀφελοῦς λόγου χρηστότητα ἐμφαῖνον· ἡ γὰρ χρηστότης γνώμης ἐστὶν ἀρετὴ καὶ ἀπὸ τῆς διανοίας καὶ γνώμης προαίρεσις καὶ τρόπων ἐπιείκεια. οὐ δεῖ δὲ οὐδὲν σημαίνεσθαι τὸ ἦθος αὐτὸ καθ᾽ αὑτό, ἀλλ᾽ ἐν τοῖς ἀκούουσι καταλείπεσθαι, ἵνα ἀνεπιβούλευτον εἶναι δοκῇ· διὰ τοῦτο οὐδ᾽ ἐπισημαίνεσθαι χρὴ οὔτε τὰ δεινὰ ὡς δεινὰ οὔτε τὰ φοβερὰ ὡς φοβερά, ἀλλὰ ἐξαρκεῖ μοι μόνον εἰπεῖν, «Τισσαφέρνης δὲ διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφόν»· ἐξήρκεσε γὰρ αὐτῷ ἐκ τοῦ γένους ἐνδείξασθαι ὁποῖόν ἐστι διαβάλλειν ἀδελφὸν πρὸς ἀδελφόν· τὴν μέντοι ποιότητα καὶ τὴν διάθεσιν ἥτις αὐτοῦ καταλείπει σκοπεῖν· εἰ δὲ ἀγωνιστικῶς προῆγες αὐτό, τοῦτο ἂν εἶπες, οἷον πρᾶγμα δεινότατον πάντων καὶ ὠμότατον ἐνεβάλετο εἰς τὴν ψυχὴν Τισσαφέρνης· ἐὰν δὲ ἐξᾶραι θέλῃς καὶ θεῖναι καὶ αὐτὰ τὰ νοήματα, δι᾽ ἃ οὐκ ἔδει γενέσθαι τὴν διαβολήν, ἐποίσεις· οὔτε τοὺς θεοὺς αἰδεσθεὶς οὔτε τὴν δίκην οὔτε τὸ πρᾶγμα ὡς δεινότατον. ἃ γὰρ ἄν τις ἤθους ἔχεσθαι νομίσῃ παρὰ τοῖς τοὺς πολιτικοὺς λόγους μεταχειριζομένοις, ταῦτα καὶ ἐπὶ τούτοις ἦθος ἐμφαίνειν δύναιτ᾽ ἄν, ἔλαττον μέντοι· ἄλλον μὲν γὰρ παρ᾽ ἐκείνοις τρόπον ἐστὶ καὶ ἄλλο τι δηλοῖ, ἄλλον δὲ παρὰ τούτοις· ἐκεῖ μὲν γὰρ ὑπαινιττόμενόν τι ἢ ἕτερόν τι ὑποδεικνύντα, ἢ καὶ αὐτὸ τὸ ἐναντίον οὗ λέγεις ἔστιν ἐνδείξασθαι, ἐνταῦθα δὲ οὔ, ὡς ἂν ἀφελείας δεῖγμα καὶ ἁπλότης διανοίας. παραδείγματος δὲ ἕνεκα κείσθω παρ᾽ ἀμφοῖν· ὁ μὲν Δημοσθένης ἦθος ἐμφῆναι βουλόμενος τί φησι; «πάνυ τοίνυν προσῆκον ἂν εἴη τοιοῦτον περὶ πλείστου ποιεῖσθαι ὑμᾶς, καὶ ἄνδρα εὐεργέτην δικαίως ὀνομάζειν». Ξενοφῶντος δὲ ἦθος «καὶ ἡ χεὶρ αὐτῷ ἐπηκολούθησεν», ὥστε σαφῶς τὴν τάξιν ἐξετάζοντες ἐφ᾽ ἑκατέρᾳ αὐτῶν εὕροιμεν ἂν τὸ ἦθος.

τὰ δὲ ἤθη ὁ Ξενοφῶν ἐργάζεται πρῶτον μὲν πρὸς τὰ ἰδιώματα ἀφορῶν τῶν προσώπων περὶ ὧν ἂν ποιούμενος τοὺς λόγους τυγχάνῃ, ἔπειτα τοὺς καιροὺς ὁρῶν καὶ πρὸς τούτοις τὰς περιστάσεις καὶ τὰ συμβεβηκότα καὶ τὰ παρόντα αὐτοῖς καὶ τὰ παρακολουθοῦντα, ἐξ ὧν συλλογιζόμενος ἤθη εὑρίσκει ἐργάζεσθαι ἐν τοῖς λόγοις καὶ νὴ Δία γε καὶ πάθη. ἵνα δὲ ἀπ᾽ αὐτῶν τῶν βιβλίων ἄρξηταί τις, ἐν τῷ Συμποσίῳ πᾶσα μὲν ἀρετή ἐστι, ὁ δὲ λόγος καὶ ἡ ἁπλότης τῆς διανοίας ἐστὶ τῶν λεγομένων, ὃ οὕτω τις ἂν ἦθος εἴποι· καὶ σχεδὸν ὁ λόγος ἅπας οὕτω προῆκται. πόθεν οὖν τοῦτο ὑπῆρξεν αὐτῷ; τῷ ἰδεῖν τὸν καιρὸν καὶ τὸ πρᾶγμα ὁποῖον καὶ τὰ παρακολουθοῦντα φύσει, οἷον ὁποῖον μέν τι τὸ συμπόσιόν ἐστι καὶ τίνα ἐν συμποσίῳ λέγεσθαί τε καὶ γίνεσθαι συμβαίνει. πρὸς ἃ προορῶν ἀπειργάσατο τὸν λόγον, οἷον εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου, «ἀλλ᾽ ἔμοιγε δοκεῖ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς». ἤθους ἐχόμενόν ἐστι τὸ νόημα, ὅτι δεῖ καὶ τὰ μετὰ παιδιὰς πραττόμενα τῶν μεγάλων τε καὶ ἀγαθῶν ἀνδρῶν ἀποδέχεσθαι, καὶ ἔστι τὸ θεώρημα τοῦ ἀφελοῦς, ὅτι μὴ ἐκ παντὸς τρόπου δεῖ διώκειν τὰ ἔνδοξα καὶ τὰ μεγάλα, ἀλλὰ καὶ τὰ δοκοῦντα φαῦλα εἶναι καὶ εὐκαταφρόνητα. πάλιν ἐν τοῖς Ἀπομνημονεύμασι τὸ ἰδίωμα καταμαθὼν τῆς Σωκράτους προαιρέσεως, πρὸς τοῦτο ἀπιδὼν προσαγήοχε τὸν λόγον· ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως τὸ Σωκράτην τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι, ὅμως οὗτος ὡς ἀφελὴς ἀνὴρ ἦθος κἀνταῦθα ἐνεδείξατο, «πολλάκις» φησὶν «ἐθαύμασα», οὐχὶ δὲ εἶπεν, ἐφ᾽ ᾧ τις ἂν ὀργισθείη ἢ ἐφ᾽ ᾧ ἄξιον ἐπιτιμῆσαι. δεῖ μέντοι κἀκεῖνο ὁρᾶν, ὅπως ὑφειμένα διὰ τὸ ἀφελὲς τιθεὶς ὀνόματα οὐδὲν ἧττον ἐν τῷ οἰκείῳ τόπῳ ἐνέφηνε τὸ μέγεθος τοῦ πράγματος· τὸ γὰρ «ἐθαύμασα» καὶ τὸ «πολλάκις» οὐ μικρῶν ἐστιν ἔμφασις. πάλιν ἐν τῇ Παιδείᾳ ὅρα πῶς μετεχειρίσατο εἰπών, «ἔννοιά ποθ᾽ ἡμῖν ἐγένετο». τὸ μὲν οὖν νόημά ἐστιν ὃν τρόπον Κῦρος παῖς ὢν ἐτρέφετο καὶ τίνος παιδείας μετέσχεν, καὶ τίνα ἔργα ἔπραξε, καὶ ὡς εὐδαιμονέστατος ἀνθρώπων ἐγένετο, τοῦτο δὲ ἄλλο τι βούλεται τῷ ἀνδρί· οὐ γὰρ Κῦρον ἐγκωμιάσαι προῄρηται οὐδὲ μέλει αὐτῷ ὃν τρόπον ἐπαιδεύθη ὁ Κῦρος ἢ ἐτράφη, ἀλλ᾽ ἐπειδὴ ἐν ἤθει προάγει τὸν λόγον, ὑπογραφῇ κέχρηται ὁποῖόν τινα δεῖ εἶναι τὸν ἀγαθὸν ἄνδρα καὶ τίνι τροφῇ καὶ τίνι παιδείᾳ χρῆσθαι, καὶ ὁποῖον μὲν δεῖ εἶναι ἔτι ἐν παιδίοις ὄντα, ὁποῖον δὲ ἐπειδὰν μειράκιόν τις γένηται, τίνα δὲ ἔργα καὶ ἐπιτηδεύματα προσήκοντα τῷ καλῷ τε καὶ ἀγαθῷ ἀνδρί, ὁ δὲ Κῦρος ἄλλως ὄνομά ἐστιν αὐτῷ. τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς Ἀπομνημονεύμασι μετακεχείρισται τοὺς τοιούτους τῶν λόγων· ἐκεῖ γὰρ αὐτῷ καὶ περὶ πλειόνων εἴρηται ὃν τρόπον δεῖ τῇ πατρίδι τῇ ἑαυτοῦ προσφέρεσθαι καὶ τοῖς φίλοις καὶ ἐν τοῖς οἰκείοις πᾶσιν· οὐ μέντοι εἴρηταί γε ὑποθετικῶς, οἷον οὕτω χρὴ τοῦτον τὸν τρόπον τοῖς φίλοις προσφέρεσθαι, οὐδὲ χρὴ τοῦτον τὸν τρόπον τοῖς ἀδελφοῖς· οὐδὲ χρὴ πρότερον ἐπίδειξιν εἶναι πολιτείας, πρὶν ἂν ἀνήρ τις γένηται σοφός τε καὶ ἐπιστήμων πραγμάτων, ἀλλ᾽ ὑποθεὶς ἕτερα πρόσωπα διδάσκει σε ὃν τρόπον χρὴ τὰ τοιαῦτα ποιεῖν, ὁποῖον καὶ Χαιρεφῶντα λέγει διαφερόμενον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, εἰπέ μοι, ἔφη, σὺ μόνος οὐ γινώσκεις ὅτι οὕτω χρὴ τοῖς ἀδελφοῖς προσφέρεσθαι, ἀλλὰ πρόσωπον ἕτερον ὑπέβαλλεν. ὅταν οὖν θέλῃς ἐν ἤθει λόγον προαγαγεῖν, οὐχ ὑποθετικῶς εἰσάγεις, τάδε χρὴ ποιεῖν ἢ τάδε, ἀλλὰ πρόσωπον ἕτερον ὑποθεὶς ἃ ἂν βούλῃ τινὰ ποιεῖν λέγεις, ὅτι ἐκεῖνος ἦν τοιοῦτος καὶ τάδε ἐποίει.

ἔστι δὲ οὐ μόνον τὸ εἶδος τοῦ ἦθος δοκεῖν παρέχεσθαι ἐν τῷ λόγῳ τῷ κατὰ τὴν ἁπλότητα τῆς διανοίας, ἀλλὰ καὶ κατὰ τὸ ἐναντίον τούτου, οἷον σκληρότερον καὶ ἀπηνῆ περιθεῖναι λόγον, ὅταν τοιοῦτόν τι ὑποτεθῇ, καὶ πάλιν αὖ εἰ ἐρῶντί τινι οἰκείους λόγους περιθείη, καὶ πᾶσιν ὁμοίως πρὸς τὰ πάθη ἀφορῶντα, ὃν τρόπον καὶ ἐν τῇ Παιδείᾳ ἐκ τῶν περιστάντων πάθη εἰργάσατο, ὁπόσα περί τε Ἀβραδάτου καὶ τῆς ἐκείνου γυναικὸς εἴρηται· ἡ δὲ πᾶσα ἀρετὴ τὸ διαφυλάξαι καὶ τηρῆσαι τὰ ἰδιώματα ἑκάστου, ὥσπερ ἦν. οὕτω πεποίηκε τὸν Κυαξάρην διὰ παντὸς ὀργίλον καὶ ἵνα ἄλλον ἔχοντά τι ἐν τῇ ψυχῇ ἰδίωμα· ταῦτα γὰρ ἤθη μεγάλα ἐργάζεται ἐν τῷ λόγῳ· φυλάξαις δ᾽ ἄν, ἐὰν ἐπακολουθήσῃς τῇ προτέρᾳ διανοίᾳ καὶ τῇ προαιρέσει τοῦ λόγου, τί σοι βούλεται σκοπῶν καὶ πρὸς τὸ ἰδίωμα ἀφορῶν περὶ οὗ ἂν λέγῃς.

τὰ δὲ ἤθη ἐν ταῖς ἀφελείαις τόνον λαμβάνει καὶ σεμνότητα, ὅταν τις ἐμφανίζων τὴν ἑαυτοῦ γνώμην ἐπὶ μόνης τῆς ἐννοίας τὸ ἦθος καταλείπῃ, οἷον εἰ ἔλεγες σὺ ἐνσημαινόμενος, ἔδοσαν δὲ οἱ θεοὶ καὶ ἐτίμησαν Χείρωνα, ὥσπερ χρή, δίκαιόν τε τὰ τοῦ καλοῦ πεποιημένον ἀγασθέντες αὐτοῦ, ὅτι δίκαιός τε ἦν καὶ τὴν ἄλλην ἀρετὴν ἐπετήδευεν· ἐν γὰρ τούτοις ἐμφανίζεις τὴν σεαυτοῦ γνώμην πῶς ἔχεις περὶ τοὺς τοιούτους ἄνδρας· τῷ δὲ Ξενοφῶντι ἐξήρκεσε μόνον ἐπὶ τῆς ἐννοίας ἀποσιωπῆσαι, «Χείρωνα δὲ διὰ δικαιότητα» καὶ τὰ ἑξῆς.

ἔστι δὲ τῆς ἰδιότητος τοῦ ἀνδρὸς καὶ πάντων τῶν ἀφελῶν παρέχεσθαι, ὡς ἔνι μάλιστα, καὶ χρηστὸν τὸ ἦθος, μὴ μέντοι ἐνσημαίνεσθαι τοῦτο αὐτὸ καθ᾽ αὑτό. σκόπει δὲ ἐντεῦθεν τὸ ἦθος τῆς ἀφελείας, εἰ οὐ δοκεῖ σοι χρηστοῦ ἀνδρὸς εἶναι τὸ μέλλοντα τελευτᾶν βούλεσθαι τοὺς παῖδας ἀμφοτέρους αὐτῷ παρεῖναι· οὕτω δέ τι χρηστὸς ἦν ὁ Δαρεῖος καὶ φιλόστοργος, ὥστ᾽ ἐβούλετο τοὺς παῖδας ἀμφοτέρους αὐτῷ παρεῖναι. «ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τοῦ βίου τελευτήν, ἐβούλετό οἱ τὼ παῖδε ἀμφοτέρω παρεῖναι»· τοῦτο χρηστοῦ ἤθους ἐστί· πατρικὴν γάρ σοι διάθεσιν ἐνεδείξατο, καὶ ἔστι τῆς γνώμης ἡ ἀρετή, καὶ τὸ ἦθος ἀφελοῦς ἀνδρός, οἷον ἂν χρηστὸν γένοιτο. ἦθος δὲ χρηστὸν ἐποίησε καὶ ἐν τῷ Συμποσίῳ ἐπὶ τῆς τὰ θαυμαστὰ ἐπιδεικνυμένης εἰπών, «ὥστε οἱ μὲν θεώμενοι ἐφοβοῦντο». χρηστὸν οὖν κἀνταῦθα τὸ ἦθος ἐφάνη τὸ τοὺς θεωμένους φοβεῖσθαι ἐπὶ τῷ παραδόξῳ τοῦ θεάματος.

ἦθος ἄλλο πάλιν ἀφανὲς καὶ κεκρυμμένον, ὥσπερ ἐν τοῖς ἀφελέσι λόγοις προσήκει, «ἀναβαίνει οὖν ὁ Κῦρος λαβὼν Τισσαφέρνην ὡς φίλον». τί γὰρ δεῖ ἐξαγορεύειν καὶ λέγειν, λαβὼν Τισσαφέρνην τὸν μάλιστα ἐπιβουλεύοντ᾽ αὐτῷ ὡς φίλον; τὸ δὲ ἀποκρυψάμενον ἐφ᾽ ἑαυτοῦ ἐᾶσαι τοῦτο ἔχει τὸ ἦθος. καὶ μάλιστά γε τούτῳ πρόσεχε, ὅτι οὐκ ἐπισημαίνονται οἱ ἀφελεῖς ἄνδρες τὰς δυνάμεις, ἀλλ᾽ αὐτὰς ἐφ᾽ ἑαυτῶν ἀξιοῦσι δείκνυσθαι, ἐκτὸς εἰ μὴ καιρὸς εὔθετός που φανείη, ὡς καὶ ἐν τῷ Κυνηγετικῷ, «ἐγὼ μὲν οὖν παραινῶ τοῖς νέοις μὴ καταφρονεῖν κυνηγεσίων». καιρὸν ἔσχεν ἐνταῦθα καὶ ἦθος θαυμαστὸν μετὰ τὰς ἐκβάσεις τηλικαύτας οὔσας καὶ ὑποθετικῶς ἐκ τοῦ οἰκείου προσώπου χρῆσθαι, «ἐγὼ μὲν οὖν παραινῶ». ὅταν δὲ τὸ ἐναντίον τοῦ σημαντικοῦ εἴπῃς καὶ ἀνιῇς τῆς ἐπιστάσεως, ἦθος ἐργάζῃ· οὐ γὰρ λέγεις, ἔχεσθαι κυνηγεσίων καὶ σπουδάζειν περὶ κυνηγέσια, ἀλλὰ τὸ ἐναντίον μὴ καταφρονεῖν κυνηγεσίων μηδὲ τῆς ἄλλης παιδείας. τοῦτο δὲ οὐκ ἐᾷ εὐτελῆ γενέσθαι τὸν λόγον, ὅταν ἔνδοξον μὴ πάνυ δοκοῦντι ἐνδόξῳ παραθῇς, μὴ καταφρονεῖν κυνηγεσίων μηδὲ τῆς ἄλλης παιδείας. μεῖζον οὖν μικροτέρῳ συμπλέξαι καὶ κατ᾽ εἶδος λεχθέντι ἀναμῖξαί τι ἐν γένει ἀνδρός ἐστιν ἐπιστήμονος· «ἐκ τούτων γὰρ γίνονται τὰ εἰς τὸν πόλεμον ἀγαθοὶ καὶ εἰς τὰ ἄλλα»· τόδε οὖν χρὴ ποιεῖν διὰ τόδε. ἡ μὲν οὖν αἰτιολογία κοινὴ καὶ πολιτικῶν καὶ ἀφελῶν, τὰ δὲ σχήματα διάφορα τὸ μὴ συμπλέξαντα εἰπεῖν, οὐ μόνον εἰς τὸν πόλεμον, ἀλλὰ καὶ εἰς τὰ ἄλλα.

ἦθος δὲ πάλιν μετὰ γλυκύτητος ἐποίησεν εἰπὼν ἐν τοῖς Ἀπομνημονεύμασι, «καὶ μὴ νομίζοι τὸ μέγιστον κέρδος ἔχειν φίλον ἀγαθὸν κτησάμενος» ἦθος γλυκὺ ἐποίησεν ἀπὸ τοῦ ἐλάττονος ὀνομάσας τὸ πρᾶγμα. ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι αἱ τῶν φίλων οὐσίαι ἐκείνου πᾶσαι γίγνονται καὶ αἱ βοήθειαι αἱ ἐν τῷ βίῳ, ὁ δὲ ἑνὶ τούτῳ ὀνόματι, ὃ καὶ γλυκύτητα ἐμφαίνει καὶ ἦθος, «φίλον φησὶν ἀγαθὸν κτησάμενος».

καὶ τὸ τὰς ἐπιτιμήσεις κατὰ τὴν τοῦ ἐναντίου ἀναίρεσιν ποιεῖσθαι ἦθος ποιεῖ, οἷον ἀκολούθου ὄντος εἰπεῖν τῷ [ἐπεμελεῖτο] οὐκ ἠμέλει καὶ τούς τε ἀμελοῦντας ἐμέμφετο ὁ δέ φησιν «οὐκ ἐπῄνει, ἀλλὰ μὴν καὶ τοῦ σώματος αὐτός τε οὐκ ἠμέλει τούς τε ἀμελοῦντας οὐκ ἐπῄνει».

ἦθος δὲ ἀγαθὸν καὶ Σωκρατικὸν τὸ μὴ ἀπὸ τῶν ἀναγκαίων ἐπὶ τὰ ἀναγκαῖα ἄγειν, οἷον «αὐτὸς δὲ περὶ τῶν ἀνθρωπείων διελέγετο, σκοπῶν τί εὐσεβές, τί ἀσεβές», εἶτα ἀπὸ τῶν οὐδετέρων ἐπὶ τὰ ὀνοματικά, «τί σωφροσύνη, τί μανία, τί ἀνδρεία, τί δειλία, τί πόλις, τί πολιτικός». ἐν δὲ τῷ αὐτῷ καὶ κάλλος ἐποίησε τῷ ἀποκόψαι καθ᾽ ἕκαστον πρᾶγμα.

ἤθη δὲ καὶ εἰρωνεῖαι ἐργάζονται, οἷον ὁπόσα Σωκράτην προσδιαλεγόμενον πεποίηκε καὶ ἀναδιδάσκοντα τοὺς νέους, ὥσπερ αὐτὸν οὐκ εἰδότα, ἀλλ᾽ ἀναζητοῦντα μᾶλλον.

ἔνια δὲ ὀνόματα καὶ χωρὶς τῶν πραγμάτων ἦθος ἐργάζεται ἐν τοῖς λόγοις, οἷον «εἰς καλόν γε ὑμῖν συντετύχηκα». ἐνταῦθα οὐκ ἄλλο τι εἰργάσατο ἦθος ἢ ἡ λέξις, «εἰς καλόν γε ὑμῖν συντετύχηκα».

καὶ τὰ συγκριτικὰ δὲ σχήματα πάνυ μέν ἐστι τῆς ἀφελείας καὶ τοῦ συγγραφικοῦ λόγου μᾶλλόν ἐστιν, ἦθος δὲ καὶ αὐτὰ παρέχεται, οἷον «μᾶλλον τοῖσδε, ὡς εἰ στρατηγοῖς καὶ ἱππάρχοις καὶ σπουδάρχαις». εἰ δὲ σὺ τὸ ἐναντίον συλλαβὼν ἔλεγες, ὡσεὶ ὅσοι μὲν τοὺς τοιούτους εἶναι λέγονται, οὓς ἂν ὁρῶσιν ἀρχαῖς τε καὶ τιμαῖς καὶ τοιαύταις δυνάμεσι πλέον τι τῶν ἄλλων ὑπεραίροντας, οὔ μοι δοκοῦσιν ὀρθῶς ποιεῖν, Κριτίου μᾶλλον ὁ τοιοῦτος τρόπος ἔδοξεν εἶναι ἤ τινος τῶν ἀρχαίων σοφιστῶν.

λέγω οὖν ὅτι καὶ λέξει ἀνεμφάτῳ χρῆται ὁ ἀφελὴς ἀνὴρ καὶ σχήματι καὶ ῥυθμῷ, ὥσπερ ἔχει καὶ ἐνταῦθα, «ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τοῦ βίου τελευτήν, ἐβούλετό οἱ τὼ παῖδε ἄμφω παρεῖναι»· οὐ γάρ ἐστιν ὁ ῥυθμὸς ὥσπερ ἂν πολιτικοῦ ἀνδρὸς γένοιτο, συνειλκυσμένος καὶ συνειληφὼς τὰ νοήματα. τὰ δὲ ὀρθοῦντα νοήματα δριμύτητα ἔχει ἀντὶ τοῦ πλαγιάζειν· τὸ μὲν γὰρ πλαγιάσαι ἦν, ἀσθενῶν δὲ Δαρεῖος. κινδυνεύει δὲ ἐγγυτάτω εὐτελείας προσιέναι ἡ ἀφέλεια διὰ τὸ πλείστοις ὀνόμασιν ἀνεμφάτως χρῆσθαι, ὡς καὶ ἐνταῦθα τὸ ἠσθένει ψιλὸν ἦν ὄνομα. διὰ τοῦτο αὐτῷ παρετέθη καὶ ἰσοδυναμοῦν, ἵνα ἐκφύγῃ τὴν εὐτέλειαν, «ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου».

περὶ σεμνότητος[Επεξεργασία]

56.2.4

ἦθος δὲ ἔχει καὶ σεμνότητα ἢ εἰς θεοὺς εὐσέβειαν ἐμφαίνειν ἢ εἰς φίλους εὐεργεσίας, καὶ μάλιστα δεῖ καὶ τοῖς τοιούτοις προσέχειν· τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν θεωρημάτων κατὰ ταύτας τὰς ἐννοίας λαμβάνεται. αἱ δὲ ἔννοιαι λαμβάνονται ἐκ τῶν ἐν αὐτῷ, τὸ δὲ καὶ τὰς ἐννοίας ὡς περὶ εὐσεβείας καὶ εὐπειθίας λέγεσθαι πάνυ τῆς προαιρέσεως τῆς τῶν ἀφελῶν· οὐ γὰρ πάνυ, ὥσπερ ἔφην, τοῖς ὑποθετικοῖς χαίρουσι χρώμενοι, εἰ μὴ ἀνάγκη που γένοιτο, οἷον εὐσεβεῖν δεῖ, θεοῖς ἄρχουσι πείθεσθαι, ἀλλ᾽ ὥσπερ ἐννοίας τινὰς ὑπογράφουσιν ὡς χρὴ ποιεῖν, οὐ διδασκαλικῶς λέγοντες ὅτι οὐ χρὴ τόδε ποιεῖν, ἀλλ᾽ ἐπὶ τοῦ ὅλου, τοῖς τάδε ποιοῦσι τάδε εἴωθεν ἀποβαίνειν.

σεμνότης δὲ γίνεται ἐν τῷ ἀφελεῖ λόγῳ καὶ ἄλλως μὲν πολλαχῶς, σεμνότερον δὲ ὅταν ἀπὸ προσώπου ἐπὶ τὰ πράγματα μετάγῃς· οὐ γὰρ ὅμοιόν ἐστιν ἐπὶ τοῦ προσώπου εἰπεῖν, φύσει βασιλεῖς εἰσὶν οἱ καλοί· μειρακιῶδες γὰρ τοῦτο, ἤπερ ἐπὶ τοῦ πράγματος ἐξενεγκεῖν «φύσει βασιλικὸν τὸ κάλλος εἶναι». τῆς δὲ σεμνότητος ἕνεκα τῆς κατὰ τὴν ἔννοιαν ἡ προσθήκη μετὰ ταῦτα, «ἄλλως τε ἢν καὶ μετὰ αἰδοῦς καὶ σωφροσύνης καθάπερ Αὐτόλυκος κέκτηταί τις αὐτό».

σεμνότητα καὶ αἱ τοιαῦται συμπλοκαὶ ποιοῦσιν, οἷον «καὶ παῖδα πάνυ γε ὡραῖον καὶ πάνυ καλῶς κιθαρίζοντά τε καὶ ὀρχούμενον»· τὸ γὰρ συμπλέκειν εἰς τὸ αὐτὸ τὰ διάφορα τούτων ἀφαιρεῖ τὴν διαφορὰν τοῦ γένους.

καὶ ὅπου ἂν τὰ μέλλοντα γίνεσθαι ἢ τὰ γινόμενα ὡς ἤδη γεγονότα εἰσάγῃς, σεμνὸν ποιεῖς τὸν λόγον, οἷον «ἐπεὶ δὲ αὐτοῖς ἡ μὲν αὐλητρὶς ηὔλησεν, ὁ δὲ παῖς ἐκιθάρισε».

καὶ ὅπου δ᾽ ἂν σεμνὰ τὰ ὀνόματα ἐπεμβάλῃς, μετὰ τῆς σεμνότητος καὶ κάλλους δύναμιν ἐργάσῃ, «Ζεὺς μὲν καὶ Χείρων ἀδελφοί, πατρὸς μὲν τοῦ αὐτοῦ, μητρὸς δὲ ὁ μὲν Ῥέας, ὁ δὲ Ναΐδος νύμφης». τὸ μὲν οὖν κοινοποιῆσαι, πατρὸς μὲν τοῦ αὐτοῦ, τό τε διαφορὰν εἰπεῖν, μητρὸς δὲ ὁ μὲν τῆσδε, ὁ δὲ τῆσδε, μετὰ τῆς ἀφελείας καὶ σεμνότητα ἔχει.

καὶ τὸ ἐν γένει δέ τι εἰπεῖν τοῦ κατ᾽ εἶδος σεμνότερον, οἷον ἐν γένει «μή τι πάθῃ»· οὐ γάρ ἐστιν ὅμοιον κατ᾽ εἶδος εἰπεῖν, μὴ περιπαρῇ, μὴ ἀποσφαγῇ. καὶ ἐν γένει συλλαβόντα τὰ πάντα ταῦτα ἑνὶ ὀνόματι εἰπεῖν «μή τι πάθῃ».

περὶ περιβολῆς[Επεξεργασία]

56.2.5 γίνεται δὲ καὶ ἐν ἀφελεῖ λόγῳ περιβολή, ὅταν τις πλαγιάσας νόημα ἐπεμβάλῃ ἕτερον δεύτερον μήπω τῆς διανοίας ἀπηρτισμένης μηδὲ τοῦ συμπεράσματος ἐπηγμένου, ὡς μίαν δοκεῖν ἔννοιαν, οἷον «βουλευομένων δὲ περὶ τούτων Λακεδαιμονίων Ἀγησίλαος ὑπέστη», νῦν τὸ ἀπαρτίζον, «διαβήσεσθαι» οὐκ ἔτι πλαγιάσας· μακρὸν γὰρ ἐγίνετο, οἷον διαβὰς ποιήσειν τὰ καὶ τά, ἀλλὰ διαβήσεσθαι.

πᾶσα δὲ περιβολὴ δύναμιν ἐργάζεται ἐν τῷ λόγῳ, δεῖ δὲ ἡμᾶς ἐπεσκέφθαι καθὸ διαλλάττει τοῦ πολιτικοῦ λόγου ἡ ἐν τῷ ἀφελεῖ λόγῳ γινομένη δύναμις. οὐκοῦν σκόπει· «τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται». οὔ φημι τοίνυν ἐγὼ λυσιτελεῖν ἐν τῷ ἀφελεῖ τὸ ἀποφαντικὸν τοῦ σχήματος· ἀξίωμα μὲν γὰρ καὶ δύναμιν περιτίθησιν, οὐκέτι δὲ ἁπλοῦν οὐδὲ κατ᾽ ἄνθρωπόν ἐστιν, ἵνα οὕτως εἴπῃ τις τὸ πρᾶγμα, ἀλλ᾽ ἐπηρμένον τε καὶ τετυφωμένον· οὐδὲ τὸ ὑποτακτικὸν μόριον· «τὸ γὰρ εὖ». τὰ γὰρ τοιαῦτα μόρια ἀναγκάζει τὸν λόγον ἐμπεριλαμβάνοντα τὰ νοήματα στρογγύλον γίνεσθαι καὶ σκληρὸν καὶ κατεσφιγμένον, ὅθεν οὐ χρὴ τὰ μόρια προστιθέναι, ἐπειδὰν δυνάμεώς τι σημεῖον ἐξενεγκεῖν βουλώμεθα, ἀλλ᾽ ἀπὸ ῥηματικῶν ἄρξασθαι ἁπλῶς.

περιβολῆς δὲ καὶ τὸ τοιοῦτον καὶ ἔνδοξον ποιοῦν τὸν λόγον καὶ ἔχειν ἀξίωμα, [καὶ] ὅταν τὰ πράγματα μὴ καθ᾽ ἑαυτὰ εἰσάγῃ τις καὶ ἐπὶ τῶν ὑποκειμένων ὀνομάζῃ, οἷον Καλλίας ἀξιοθέατος ἐφαίνετο διὰ τὸ κατέχεσθαι ἔρωτι τοῦ Αὐτολύκου, ἀλλὰ καὶ ἔξωθεν προσλαμβάνηταί τινα τοῖς ἀορίστοις ὡρισμένα· «ἅπαντες μὲν οὖν οἱ ἐκ θεῶν του κατεχόμενοι ἀξιοθέατοι δοκοῦσιν εἶναι». καὶ εἰ μὲν οὖν ἐβούλου ταχέως μεταβῆναι ἐπὶ τὸ ὑποκείμενον καὶ μὴ σφόδρα τὸν λόγον ἐξᾶραι, εἶπες ἄν, μάλιστα δὲ οἱ ὑπὸ ἔρωτος κατεχόμενοι· νῦν δὲ πολλῷ πλέον ἐξήρθη διὰ τὸ προειλῆφθαι διὰ μέσου τὰς διαφοράς, πρὶν προσάγεσθαι τούτου τὸ ὑποκείμενον· «ἀλλ᾽ οἱ μὲν ἐξ ἄλλων πρὸς τὸ γοργότερον ὁρᾶσθαι καὶ φοβερώτερον φθέγγεσθαι καὶ σφοδρότεροι εἶναι φαίνονται».

πολλῷ δὲ συγγραφικώτερον τὸ ὀρθοῦν ἐν τοῖς σχήμασι καὶ μὴ πλαγιάζειν, τὸ δὲ πλαγιάζειν τῶν πολιτικῶν ἐστι· σεμνότητα γὰρ καὶ περιβολὴν ἔχει. εἰ μὲν οὖν ἐπλαγίαζες, οὕτως ἂν ἔλεγες· ληξάσης δὲ τῆς ἱπποδρομίας, τὸ δὲ ὀρθοῦν τοιοῦτόν ἐστιν, «ὡς δὲ ἡ ἱπποδρομία ἔληξεν»· ἀνειμένον δὲ τοῦτο καὶ ἀναπεπτωκὸς εἶναι δοκεῖ. ὁ δὲ πολιτικὸς οὐχ οὕτως ἂν ἐποίησεν, ἀλλὰ συντονώτερον, ἐπειδὴ δὲ ἡ ἱπποδρομία ἔληξεν. ὥσπερ δὲ ὁ πολιτικὸς συνειλκυσμένος ἐστὶ καὶ συνειληφὼς τὰ νοήματα, οὕτως ὁ ἀφελὴς ὕπτιος καὶ ἀποτεταμένος.

περιβολὴ δὲ καὶ τοῦτο, ὡς ἐν τῷ Συμποσίῳ «καὶ ὁ Σωκράτης εἶπεν, ἐν πολλοῖς μὲν καὶ ἄλλοις δῆλον, καὶ ἐν οἷς δὲ ἡ παῖς». ἐμπερίβολον εἶπεν· τί δέ ἐστι τὸ ποιῆσαν τὴν περιβολήν; τοῦ ἀορίστου ἡ πρόσληψις καὶ ἐπί τι ὡρισμένον μετάστασις, «ἐν πολλοῖς μὲν καὶ ἄλλοις, δῆλον δὲ καὶ ἐν οἷς ἡ παῖς». Σωκρατικὸς δὲ ὁ τρόπος καὶ ἀρχαῖος τὸ ἐκ παντὸς χρήσιμόν τι εἰσάγειν, ὅπου γε καὶ ἐξ ἀρχῆς ἕως εὑρέθησαν περὶ ἀρετῆς λόγοι, καὶ τὸ μέγιστον δόγμα ὅτι ἡ αὐτὴ ἀρετὴ ἀνδρῶν καὶ γυναικῶν.

περὶ γλυκύτητος[Επεξεργασία]

56.2.6 ἡ δὲ λέξεως γλυκύτης εἴπομεν ὅτι πορίζεται ἐκ κωμῳδίας καὶ Πλάτωνος καὶ Ξενοφῶντος, χρῶνται δὲ οἱ ἀφελεῖς καὶ ποιητικαῖς λέξεσιν, ὅταν ὄγκον βούλωνται περιθεῖναι τῷ λόγῳ τῶν θεωρημάτων καὶ ἐκ κωμῳδίας. ἐστὶν ἀπὸ μερισμῶν ἄρχεσθαι καὶ ὡς ἀπὸ προσθήκης, καίτοι, καὶ μήν, ἀλλὰ τοίνυν, ἀλλὰ μήν· ἀφέλειαν γὰρ τῷ λόγῳ παρέχεται τὰ τοιαῦτα.

ὅπου δ᾽ ἂν θέλῃς γλυκύτητα ἐργάσασθαι, τοιαύταις χρήσῃ μεταφοραῖς, ὀνόματα ἐπ᾽ ἄλλων πραγμάτων κείμενα μεταφέρων ἐφ᾽ ἕτερα· καὶ ὅταν μὴ μένῃς ἐπὶ τοῖς ἀκριβῶς σημαντικοῖς, οἷον τὸ σημαντικὸν τοῦ ὑποκειμένου «ἔδοσαν», καὶ τὸ μετενηνεγμένον ἐκ τῆς τροπῆς «καὶ ἐτίμησαν Χείρωνα διὰ δικαιότητα» ἀντὶ τοῦ «ἔδοσαν».

καὶ τὰ μεγάλα μικρῶς λέγων, τὰ δὲ μικρὰ μεγάλως γλυκύτητα ἐργάσῃ. τὸ οὖν τὰ μικρὰ μεγάλως ὀνομάζειν λέγομεν ὅτι γλυκύτητα παρέχει τῷ λόγῳ, καὶ ἔστι θαυμασιωτάτη ἡ τροπὴ ἡ τοιαύτη, πόλεμον εἰπεῖν κυνὸς καὶ θηρίου, «πρῶτον μὲν χρὴ εἶναι τὰς κύνας ἑκάστου γένους, μὴ τὰς ἐπιτυχούσας, ἵνα ἕτοιμαι ὦσι πολεμεῖν τῷ θηρίῳ».

γλυκύτητα δὲ καὶ ἐν τῷ Ἀγησιλάῳ θαυμαστὴν ἐποίησεν εἰπών, «ὁπότε γε μὴν πορεύοιτο, συντεταγμένον μὲν οὕτως ἦγε τὸ στράτευμα, ὡς ἂν ἐπικουρεῖν μάλιστα ἑαυτοῖς δύναιντο», εἶτα παράδειγμα ἐπήνεγκεν, ὡς ἂν ἀφελὴς ἀνὴρ γλυκύτητα μετὰ σεμνότητος ἐμφαίνων, «ἡσύχως δέ, ὥσπερ ἂν παρθένος ἡ σωφρονεστάτη προβαίνοι». τὴν δὲ ἄνεσιν ἔχει τό τε μειοῦν τοῦ παραδείγματος καὶ τὸ μὴ πάντη ἐοικός· τί γὰρ ἔοικε στρατοπέδῳ παρθένος; ὅμως δὲ τὸ μὲν εἰπεῖν παρθένος ἡ σώφρων εὐτέλειαν εἶχε, τὸ δὲ ἀναστρέψαι καὶ τὸ παρακολουθοῦν πρόθεσιν εἶναι τοῦ προσώπου σεμνότητα μετὰ γλυκύτητος εἰργάσατο, «ὥσπερ ἂν ἡ σωφρονεστάτη παρθένος».

καὶ περὶ μὲν γλυκύτητος καὶ ἐν τοῖς προάγουσιν εἴπομεν, ὅσα τε ἀποτελεῖ ἐν τῷ πολιτικῷ λόγῳ καὶ πάλιν ὅσα ἐν τῷ ἀφελεῖ. σχεδὸν αὐτὴ ἡ ἀρετὴ τῆς γλυκύτητος τοῦ ἀφελοῦς ἐστι μᾶλλον.

περὶ κάλλους[Επεξεργασία]

56.2.7 κάλλη δὲ προσλαμβάνει ὁ λόγος ὁ ἀφελὴς καὶ ἐκ τόπων, ἂν οὕτω τύχῃ, καὶ ἐξ ἄλλων τῶν παρακολουθούντων, οἷον ὅταν πόλιν λέγῃ μεγάλην καὶ εὐδαίμονα, ὅταν ποταμὸν ἢ ὅθεν ῥεῖ, ὅσον τὸ εὖρος, ἀεὶ τὰ τοιαῦτα κάλλος προστίθησι τῷ λόγῳ. τὸ μὲν οὖν κατ᾽ εἶδος πάντα διεξιέναι ὅσα τινὶ πρόσεστιν ἢ ποταμῷ ἢ πόλει ἢ πεδίῳ, διαφορεῖ τὴν ἀφέλειαν, τὸ δὲ ἐν τῷ γένει, ἐὰν μεγάλην καὶ εὐδαίμονα, τοῦτο διασώζει καὶ τὸ κάλλος καὶ τὴν ἁπλότητα.

καλὸν δὲ καὶ δριμὺν τὸν λόγον ἐργάζονται καὶ παραθέσεις τῶν ὁμοίων, ὡς ἐν τῇ Ἀναβάσει ἐπὶ τοῦ Κύρου «ἆθλα» φησὶ «προὔθηκε καὶ ταῖς ἱππικαῖς τάξεσιν, ἥτις κράτιστα ἱππεύοι».

καὶ αἱ περιεργασίαι δὲ καὶ αἱ σχηματοποιΐαι παρὰ τοῖς ἀφελέσιν ἀφανεῖς εἰσιν. διὰ ταῦτα πολλοῦ ἄξιοί εἰσιν οἱ ἀρχαῖοι· ὅρα γὰρ πῶς σχηματοποιεῖται, «καὶ ταῖς ἱππικαῖς, ἥτις κράτιστα ἱππεύοι»· οὐ γὰρ ἦν ὅμοιον εἰπεῖν τοῖς ἱππεῦσι· ταχὺ γὰρ ἀγωνιστικὸν ἐποίει τὸν λόγον, ἀλλὰ «ταῖς ἱππικαῖς τάξεσιν, ἥ τις κράτιστα ἱππεύοι». ἐσχηματοποίηται οὖν ἀπὸ τοῦ πλήθους εἰς ἓν καὶ ὤρθωται, καὶ παράκειται τῷ ὁμοίῳ «ταῖς ἱππικαῖς, ἥτις ἱππεύοι, καὶ ταῖς ὁπλιτικαῖς, ἥτις ἂν ἄριστα σωμάτων ἔχοι».

περὶ ἀξιοπιστίας[Επεξεργασία]

56.2.8 μέγιστον δὲ ἐν ἀφελεῖ λόγῳ τὸ ὡς ἂν μάλιστα ἀληθινὸν δοκεῖν αὐτόν, φαίνεσθαι καὶ τοιαῦτα εἶναι τὰ λεγόμενα, ὡς ἂν καὶ παντὶ ῥᾴδια ἐνθυμηθῆναι νομίσαι ἄν. τοῦτο δὲ μάλιστα γίνεται, ὅταν ἀπ᾽ αὐτοῦ τοῦ πράγματος τοῦ εἰσαγομένου ἔννοιαν λαμβάνῃ, οἷον ὡς ἐν τῷ Ἀγησιλάῳ «καὶ τὸ τὰ ἐκείνου βούλεσθαι δαπανῶντά» φησι «μᾶλλον ἢ τὰ τῶν Ἑλλήνων πολεμεῖν». ἐκ γὰρ τοῦ πραχθέντος ὑπὸ τοῦ Ἀγησιλάου, ἔμελλε δὲ τὸ διαβῆναι αὐτὸν εἰς τὴν Ἀσίαν, τὴν ἔννοιαν ταύτην λαβών, δι᾽ ἧς φρόνιμον αὐτὸν ἐπεδείκνυεν ὄντα, ἀληθῆ μάλιστα ἔδοξε περὶ αὐτοῦ εἰρηκέναι.

ἀληθῆ δὲ ποιεῖ τὸν λόγον καὶ τὸ εἰσαγαγόντα τι ὃ κατὰ σοῦ εἶναι δοκεῖ, ὁμολογῆσαι αὐτὸ καὶ ἐᾶσαι μὴ ἀνελόντα, οἷον «εἰ δέ τις ὑμῶν ὁρῶν τοὺς πολεμίους φοβεροὺς εἶναι ὑπείληφεν, ἐμοὶ μὲν ὀρθῶς διανοεῖσθαι δοκεῖ». ἕνεκα γὰρ τοῦ τὰ ἄλλα ἃ διεξῄει ὁ Κῦρος πρὸς τοὺς στρατιώτας, ἀληθῆ δοκεῖν αὐτὸν εἰρηκέναι, τοῦτο οὐχ ὅπως ἀνεῖλεν, ἀλλὰ καὶ συγκατέθετο αὐτῷ, ὃ ἦν κατ᾽ αὐτοῦ.

καὶ τῷ ἐν διηγήσεσιν εἰσαγαγεῖν τὰ λεγόμενα, κἂν πλαστὰ ᾖ καὶ μικρά, ἀληθῆ δοκεῖ εἶναι· ὡς γὰρ γεγονότα αὐτὰ λέγει.

καὶ τὸ βραχέως δέ τι εἰπεῖν καὶ τὰ πολλὰ παραθεῖναι δυνάμεώς ἐστιν ἀληθινῆς, οἷον «καλέσας δέ», εἶτα τίνα; «Ἀράσπην», εἶτα ὅθεν; «Μῆδον»· εἶτα καὶ τὸ ἕνεκα τῆς γνωρίσεως· «ὃς ἦν ἐκ παιδὸς αὐτῷ φίλος»· εἶτα [γνωρίσεως] καὶ ἄλλο, «ᾧ τὴν στολὴν ἔδωκε».

ταῦτα μὲν οὖν ἐξαρκεῖν δοκεῖ πρὸς τὸ καὶ δυνάμει προάγειν τὸν λόγον; μάλιστα δὲ ὅταν τὸ ἀληθὲς κατὰ σοῦ λεγόμενον μὴ ὡς ἀληθὲς ἀποδέξῃ, ἀφελοῦς ἀνδρός ἐστιν, ὡς καὶ ὁ Σωκράτης φησίν, «αἰεὶ σὺ ἐπισκώπτεις ἡμᾶς». ἦθος μὲν οὖν πεποίηκε τὸ ὑφειμένον τῆς γνώμης καὶ μὴ καταλαζονεύσασθαι τῷ ἐπαίνῳ τῷ ἐκείνου, ἀλλ᾽ ὡς σκώμματι αὐτῷ προσέχειν· ὃ γὰρ ἐκεῖνος σπουδάζων εἶπεν, οὗτος ὡς σκωπτόμενος ἐξεδέξατο.

περὶ οἰκονομίας[Επεξεργασία]

56.2.9 οἰκονομία δὲ λόγου ἐφ᾽ ἅπαντι ἡ ἁρμόζουσα τάξις καὶ ἡ προσδοκία τῶν λεγομένων καὶ τὸ ἐξηρτῆσθαι ἀλλήλων τὰ νοήματα καὶ τὰ ἐπιχειρήματα ἐχόμενα τοῦ ὑποκειμένου, ἔτι δὲ καὶ τὰ ἄλλα θεωρήματα, ὅσα τῆς ἀφελοῦς οἰκονομίας ἐστί, λέγω δή, ἐὰν μὲν ἓν κεφάλαιον ᾖ, ἄνευ προλήψεως εἰπόντα δεῖ τῶν ὑπὲρ αὐτοῦ ἐνδόξων οὕτως καταθεῖναι τὴν πρόληψιν, προλαβόντα τι κατὰ τοῦ ἀντιδίκου ἐνδόξων· ἔπειθ᾽ οὕτως, ἐάν τι καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἐπιφέρωσι, σκόπει· ἐὰν ᾖ πλείω τὰ παρὰ τοῦ ἀντιδίκου, σκοπεῖν δεῖ τὸ πρᾶγμα· ἡ γὰρ αὐτή ἐστι μέθοδος: τὸ μὲν γὰρ κεφάλαιον, ὅτι δεῖ τὰ μὲν τῶν ἐχθρῶν ἀσθενῆ ὄντα ἀποφαίνειν, τὰ δὲ ὑπὲρ ἡμῶν αὐτῶν πολὺ ὑπερέχοντα· δῆλον γάρ ἐστι πᾶσι τὸ πῶς ἂν γένοιτο οὐδὲν ἄλλως ἔχοι.

περὶ ἑρμηνείας[Επεξεργασία]

56.2.10

περὶ δὲ ἑρμηνείας τοσοῦτον ἂν εἴποιμι μήτε ὀνόματι μήτε ῥήματι χρῆσθαι ἄλλως πλὴν τοῖς ἐκ τῶν βιβλίων, καὶ τοῦτο οὕτως ἁπλῶς ἂν εἴποις, μὴ πάντα ἐν πᾶσι τοῖς εἴδεσι τιθέναι, ἀλλὰ [καὶ] κατ᾽ ἰδίαν ἕκαστον ἀξιωματικὸν τῆς ἀφελείας, πάθους, ἤθους, θυμοῦ. καὶ τὰ μέρη δὲ τῶν Δημοσθενικῶν πολὺ συμβάλλεται εἰς ἑρμηνείας ἰδέαν, πανταχοῦ δ᾽ ἐν τῇ φράσει ἀφέλειαν μόνος ὁ Ξενοφῶν ἐργάζεται· θυμὸς γὰρ ἢ πάθος ἢ ὀργὴ ἢ ὀξύτης καὶ τὰ ἄλλα ὅσα κεκίνηται, ἀξιώματος ἢ τραχύτητός ἐστι, παθῶν δὲ μεταβολῆς καὶ προτροπῆς, ὁποίας ὁ Δημοσθένης ἐστὶ γνώμης· δὲ τοῖς παραδείγμασι χρῆσθαι Σωκρατικόν ἐστιν, οὐ μὴν ἔν γε τῷ πολιτικῷ ἁρμόζει πάνυ τι τοιοῦτο.

ἐνίοτε δὲ ὁ Ξενοφῶν καὶ πρὶν αὐτὸ ὃ βούλεται εἰπεῖν, δι᾽ αὐτοῦ τοῦ παραδείγματος εἰσάγει· καὶ αἱ κατασκευαὶ αὐτῶν ἄνευ παραδειγμάτων εἰσίν, ὡς ἐπὶ τὸ πλεῖστον, ὡς δῆλον μέν ἐστι καὶ ἐν τοῖς ἄλλοις ἅπασι, μάλιστα δὲ ἐν τοῖς Ἀπομνημονεύμασιν· ἐκεῖ γὰρ τὸν Σωκράτην ὃν τρόπον περὶ ἑκάστων διαλεγόμενον καὶ ἀποδεικνύντα ἕκαστα πεποίηκεν ἔστιν ἀνασκοπουμένῳ καταμαθεῖν, ὡς τοῦτον τὸν τρόπον προῆκται.

δεῖ δὲ τὰ παραδείγματα καὶ τὰ παρατιθέμενα δι᾽ ὧν ἂν ἐπιδεικνύῃς πρὸς τὸ προκείμενόν σοι ὅμοια εἶναι καὶ κοινωνεῖν τούτοις περὶ ὧν ἂν λέγηται, ἢ κατὰ γένος, ἢ κατὰ ἰσχύν, ἢ κατὰ χρόνον, ἢ κατὰ τὰ ἀποβαίνοντα ἐξ αὐτῶν, ἢ κατὰ ἰδιώματα αὐτῶν, ἢ κατ᾽ ἄλλην τινὰ ὁμοιότητα. καὶ ἔστι τοῦτο καλὸν ἐν τῷ τοιούτῳ εἴδει τῶν λόγων καὶ τὸ τὴν ἁπλότητα μάλιστα ἀπεργαζόμενον, ὅθεν καὶ εὐπορία πλεκτὴ γίνεται, καὶ ὁ λόγος ἐκ τῶν ἐπεγκυκλουμένων ἀφελὴς φαίνεται, διά τε τὸ σεμνότερον γίνεσθαι τὸ λεγόμενον καὶ δι᾽ ἑτέρου ἐναργέστερον, ὅπερ λαλιᾶς ἔργον μᾶλλον εἶναι φαίνεται.

περὶ ἐπιχειρημάτων[Επεξεργασία]

56.2.11

τῶν δὲ ἐπιχειρημάτων ὁ μὲν Δημοσθένης αἰεὶ καὶ οἱ τοὺς δικανικοὺς λόγους συνεσκευασμένοι ἐκλογάς τε καὶ διακρίσεις ποιοῦνται, καὶ ἐπισημαίνονται καθ᾽ ἕκαστον τὰς δυνάμεις αὐτῶν τιθέντες, εἰκότως τοῦτο πράττοντες διά τε τὸ ἀγωνιστικὸν τὸν λόγον αὐτῶν εἶναι, ὥστε καὶ τοὺς ἀκούοντας εὐθέως μανθάνειν τὴν ἰσχὺν αὐτῶν καὶ ἕκαστα ἀκριβῶς ἀνασκοπεῖν δύνασθαι.

οὐ μὴν ἔν γε τῷ ἀφελεῖ λόγῳ ἁρμόζειν τοῦτο ἔμοιγε δοκεῖ, εἴ γε δεῖ ὡς ἂν μάλιστα ἀνεπιβούλευτον τὸν λόγον φαίνεσθαι καὶ ἁπλοῦν καὶ καθαρόν, καὶ Ξενοφῶν ἕκαστα τῶν νοημάτων ψιλὰ κατ᾽ ἰδίαν τίθησιν, ὡς ἐν τῷ Ἀγησιλάῳ, αὐτὰ καθ᾽ αὑτά, ὅθεν ἄν τις καὶ ἐρρῖφθαι νομίσειε τὰ νοήματα, οὐ μὴν ἔρριπταί γε, ἀλλ᾽ ἔστι μὲν ἕκαστα ἐν ἐτιμελείᾳ προηγμένα, ἀφῃρημένα δὲ τῆς κατὰ λεπτὸν ἐξετάσεως καὶ προσθήκης καὶ μεταθέσεως καὶ ἐναλλαγῶν καὶ πάντων τῶν τοιούτων, καὶ ἁπλῶς τὰ τοιαῦτα φαίνεται, ὅθεν καὶ διαστάσεις πολλαὶ καὶ συνεχεῖς καὶ ἀρχαὶ τῶν νοημάτων οὐχ ἡνωμέναι ἔτι, ἀλλ᾽ ἀπηρτισμέναι· ἔτι δὲ ἄλλα καὶ ἄλλα μάλιστα φαίνεται τὰ λεγόμενα, καὶ οὐχ ὡς ὕφος ἐστὶ τὸ σύγγραμμα, ἀλλ᾽ ὥσπερ κατὰ κόμμα λαλιῶν εἴδει συνηγμένον.

τοῦτο μὲν οὖν πεποίηκε καὶ τὸ διήγησιν εἶναι δοκεῖν τὰ λεγόμενα ἀνδρὸς ἀγαθοῦ πράξεων· οὐ μὴν πάντη καὶ ἐπὶ παντὶ ἁρμόζει ἔμοιγε δοκεῖν τῶν ἀφελῶν λόγων, καὶ δεῖ τοῦτο καταμεμαθηκέναι, εἰ καί τι ἄλλο ἰδίωμα Ξενοφῶντος· καὶ γάρ ἐστι τοῦτο μάλιστα, ὥς γε οἶμαι, τὸ ἀφελῆ τὸν λόγον ἀπεργαζόμενον.

περὶ ἀρχῆς[Επεξεργασία]

56.2.12

φέρε δὴ καὶ περὶ ἀρχῆς λόγου καταμάθωμεν, ὃν τρόπον εἴωθε Ξενοφῶν ποιεῖν τὰς ἀρχάς, δεῖ δὲ ἐπὶ πάντων ὁμοίως τῶν λόγων προδιοικεῖσθαι τί χρήσιμον περὶ τὰ πράγματα, καὶ ἢ τὰ ἀντιπίπτοντα λύειν, ἢ συνιστάναι αὐτὰ ἑαυτῷ. ταύτῃ μὲν οὖν ὁμοίως ἔχει τοῖς πολιτικοῖς, τὰ δὲ ἰδιώματα λείπεται τοῖς ἀφελέσι κατὰ τὴν μεταχείρισιν καὶ τὴν ἀπαγγελίαν.

οἱ μὲν οὖν πολιτικοὶ τὰς ἀρχὰς λαμβάνουσι καὶ ἀπ᾽ αὐτῶν τῶν πραγμάτων καὶ εἰς αὐτὰ τεινούσας, ὁ δὲ Ξενοφῶν εἰς αὐτὰ τεινούσας οὐκ ἐν ἅπασιν, εἴωθε δὲ μὴ ἀπ᾽ αὐτῶν λαμβάνειν, ὥσπερ ἐν τῇ Παιδείᾳ «ἔννοιά ποθ᾽ ἡμῖν ἐγένετο»· οὐ γὰρ ἀπὸ τῶν Κύρου πράξεων, ἀλλ᾽ ἐπιχειρηματικῶς ἔξωθεν προήγαγε τὸν λόγον· διὸ καὶ προϊὼν κατὰ λεπτὸν ἔξωθεν τὴν αὔξησιν ἐποίησε.

κέχρηται δὲ καὶ ἀπ᾽ αὐτῶν τῶν πραγμάτων ἐν τοῖς Ἀπομνημονεύμασιν, ὥστε ἄντικρυς δόξαι δικανικὸν εἶναι τὸν λόγον κατὰ τὴν ἀρχὴν τῆς πρώτης ὑποβολῆς τῶν πραγμάτων μὴ ἀπηρτισμένου τοῦ νοήματος, «πολλάκις» φησὶν «ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν».

ἔστι δὲ τοῦτο τὸ θεώρημα ἐν ἁπάσαις ταῖς ἀρχαῖς τῶν λόγων αὐτοῦ, τὸ μὴ εἰπόντα ὥσπερ δεύτερον νόημα εἰσαγαγόντα χωρίσαι τὸ πρῶτον, ἀλλ᾽ ὑποβάλλειν τὰ ἐξηρτημένα τοῦ νοήματος εὐθέως καὶ ἐπεξιέναι ἐπὶ μακρόν· ἰδίωμα τὸ μὴ μεταβάλλοντα τὴν ποιότητα τοῦ νοήματος οὕτως εἰσαγαγεῖν ἐν γένει πρῶτον, ὅπερ ἄν τις πολιτικὸς ἐποίησεν ἐξαίρων τὸν λόγον τῷ ἀξιώματι, οἷον «ἔννοιά ποθ᾽ ἡμῖν ἐγένετο», ὁποῖον εἶναι συμβέβηκε τὸ κατὰ τὴν τῶν καλῶν φύσιν, εἶτα οὕτως τὸ κατ᾽ εἶδος, «ὅσαι δημοκρατίαι καὶ ὅσαι τυραννίδες». καὶ ἕτερον δὲ τὸ μὴ ἐν ἀποφατικῷ σχήματι, οἷον «οὐδέν ἐστι δυσπειθέστερον ἀνθρώπου φύσεως», ἀλλ᾽ ὡς ἀνθρωπίνως μάλιστα σὺν ἐρωτήσει ἐξήτασεν «ἔννοιά ποθ᾽ ἡμῖν ἐγένετο» καὶ τὸ μὴ ἀναβεβλημένῃ δέ, ἀλλὰ συνεστραμμένῃ τῇ λέξει χρῆσθαι «ἔννοιά ποθ᾽ ἡμῖν ἐγένετο» τῆς ἀφελείας.

τὸ δὲ ἐπὶ τέλει σοι καὶ τοῦ ὀνόματος καὶ παντὸς λόγου ἱστάσθω ἐν μακρῷ, κρίνεται δὲ τὰ κῶλα αὐτὰ καθ᾽ ἑαυτά, ὁ δὲ λόγος ἔστω ἀφελής, ὡς κατὰ κῶλα μὲν ἀπαρτιζόμενος, κατὰ δὲ λόγου ἰδέαν ἢ ποιότητα πυκνότητά τινα καὶ συμπλοκὴν καινοπρεπῆ καὶ ἀφελῆ ἐμφαίνων· ταῦτα δ᾽ ἐξ ἑνὸς ὀνόματος πεποίηται, οἷον «ἔννοια ποτὲ ἡμῖν ἐγένετο» ἀντὶ τοῦ ἐνεθυμήθημέν ποτε. ἀφέλειαν γὰρ ἡ ὀξεῖα βραχύτης ποιεῖ, ὥστε τοῦ θεωρήματος ἀλλαγέντος ἐξ ἀφελείας γενέσθαι τραχύτητα συμβαίνει ἢ ἀξίωμα, τὸ πόθεν γίνεται ἀξίωμα πρᾷόν τι εἶναι.

ὅλως δὲ ὡς ἐγένετο τὰ πράγματα, οὕτω δεῖ καὶ τὰς ἀρχὰς ἐκλαμβάνειν, οἷον «Δαρείου καὶ Παρυσάτιδος γίνονται παῖδες δύο»· ἐνταῦθα γὰρ εἰ καὶ μεγάλη ἡ ὑπόθεσις, ἀλλ᾽ ἡ ἀρχὴ ἀπὸ ψιλῶν τινῶν πραγμάτων ἐστί.


56.2.13 πλεῖστον δὲ διαφέρει πρὸς τὸ εἶδος τῶν λόγων ἑκατέρου ἡ διαφορὰ τῶν πραγμάτων, οἷον οἱ πολιτικοὶ ἐπὶ τῶν ἐνδόξων καὶ γνωρίμων πραγμάτων ἢ προσώπων οὐ διαποροῦσιν, ὁ δὲ συγγραφικὸς διαπορῶν καὶ ἐπιδιστάζων καὶ τοῖς ἐνδόξοις ἀφέλειαν ἐργάζεται.

τὸ δὲ μέγιστον ἁπάντων ἐν τῷ ἀφελεῖ λόγῳ, τὸ ψιλὰ καὶ καθαρῶς τὰ πράγματα προϊέναι καὶ μὴ ἐπισημαίνεσθαι τὰς δυνάμεις καθ᾽ ἕκαστον· τοῦτο γὰρ πολιτικοῦ ἀνδρὸς τὸ ἐπισημαίνεσθαι, ὅταν μὴ μόνον τὸ πρᾶγμα, ἀλλὰ καὶ τὴν ποιότητα προστιθῇς, ἐὰν μέγα ᾖ ὡς μεγάλου, ἐὰν δὲ δεινὸν ὡς δεινοῦ, ὧν ἀμοιρεῖν δεῖ τὴν ἀφέλειαν. αὐτίκα γοῦν ὁ μὲν ἀφελὴς λέγει, παρελθὼν ταῦτα εἶπεν, ὁ δὲ Δημοσθένης, «ἀναστὰς εἶπεν πολλῶν, ὦ Ζεῦ καὶ θεοί, θανάτων ἀξίους λόγους».

πολλαχοῦ δὲ ὁ Ξενοφῶν πολλαῖς βίαις καὶ Δημοσθενικαῖς κατὰ τὰς ἐννοίας χρῆται, μόνῃ δὲ τῇ μεταχειρίσει διαλλάσσει, ὡς καὶ ἐν τῇ Ἀναβάσει λογισμούς τινας λέγων περὶ τοῦ Τισσαφέρνους, ὅτι οὐκ ἐπιβουλεύει τοῖς Ἕλλησιν, ἐπειδὴ ἄπιστόν ἐστι τὸ πρόσωπον πρὸς τὸ βουληθῆναι ἐπιβουλεῦσαι, καὶ οὐκ ἔχει ἐκ τῆς κρίσεως αὐτὸ συστῆσαι, μεταβὰς ἐκ τῆς δυνάμεως αὐτὸ πιστοῦται, «εἰ δὲ δυνάμενοι κακῶς ὑμᾶς δρᾶν οὐ ποιοῦμεν, δῆλον ὅτι οὐδὲ βουλόμεθα». τί οὖν ἐστι τὸ πεποιηκὸς ἀφελῆ τὰ οὕτως βίαια νοήματα; ὁ τρόπος τῆς μεταχειρίσεως· παραθεὶς γὰρ ἐξ ὑπάρξεως καὶ στερήσεως καὶ κόψας τὰ νοήματα λέγει, «πότερον ὅτι ὑμεῖς μὲν ἐν τῇ οἰκείᾳ, ἡμεῖς δὲ ἐν τῇ ἀλλοτρίᾳ, καὶ πότερον ὑμεῖς μὲν εὐπορεῖτε, ἡμεῖς δὲ ἀποροῦμεν»; οὐδὲν οὖν ἄλλο τὸ ἀνεικός ἐστι τὰ νοήματα ἢ ὁ τρόπος τῆς ἀπαγγελίας. ὡς καὶ ἐν τῷ Ἀγησιλάῳ πεποίηκεν· ἐπειδὴ γὰρ ἐν τῇ ἐννοίᾳ τραχὺς ἦν ὁ λόγος, τῇ ἀπαγγελίᾳ εἰς ἀφέλειαν μετεχειρίσθη, «εἰ διότι καλὸς κἀγαθὸς ὑπερβαλλόντως ἐγένετο, διὰ τοῦτο μηδὲ μετρίων ἐπαίνων τύχοι». ἀλλὰ τοῦτο πῶς λέγω; ὅτι ἐὰν ἡ ἔννοια ᾖ τοιαύτη, τραχεῖαν τὴν μεταχείρισιν ποιεῖ· οὐ γὰρ εἶπε σχετλιάσας, ὥσπερ ὁ Δημοσθένης, «δεινὸν γὰρ ἂν εἴη, εἰ αἱ παρὰ Φιλίππου πεμπόμεναι ἐπιστολαί». ἔνιαι δὲ χρήσεις ἴδιαι τῶν ἀφελῶν εἰσι καὶ οὐκ ἂν μετήνεγκες οὐδαμῶς εἰς πολιτικὸν λόγον, ὡς καὶ ἐνταῦθα τὸ «ὑπερβαλλόντως ἀνὴρ ἀγαθὸς ἐγένετο».

ὅλως δὲ πανταχοῦ, ὁποσαχοῦ ἐν ἐλαχίστῳ πολλὰ πράγματα τὰ λελυμένα εἴρηκε καὶ ἀπήρτικε τὸ νόημα, εὐρύθμως εἴρηκεν, οἷον «ἐπεὶ δὲ ἀνέστη, συνανέστησάν με ταύτης πᾶσαι αἱ ἀμφ᾽ αὐτήν». οὐ μὴν οὐδὲ πολλὰ δεῖ περιλαμβάνειν πράγματα ἐν τῷ ἀφελεῖ λόγῳ, ὡς ὁ Δημοσθένης ἐποίησεν, «εἰ γὰρ ὅθ᾽ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες», ἀλλ᾽ ἐν ὀλίγοις, ὡς ἂν εὐπαρακολούθητος ᾖ μάλιστά σοι ὁ λόγος.

τὸ δὲ τοῖς ὀνόμασιν ἀνεμφάτως χρῆσθαι εὐτέλειαν ἐργάζεται. διὸ καὶ τὸν ἀφελῆ λόγον κίνδυνος εἰς εὐτέλειαν περιελθεῖν, ἐγγυτάτω γινόμενον διὰ τὸ καὶ τοιούτοις ὀνόμασι χρῆσθαι. ἔστι τοίνυν ἐκφεύγειν καὶ περιΐστασθαι τὴν εὐτέλειαν τῇ τῶν ἰσοδυναμούντων παραθέσει, οἷον «ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τὴν τελευτὴν τοῦ βίου». τὸ δὲ καὶ τοῖς ὀνόμασι τοῖς ἐπὶ ἑτέρων πραγμάτων κειμένοις κατὰ μεταφορὰν χρῆσθαι τῶν ἀφελῶν ἐστιν, οἷον «πολλοὺς ἐραστὰς τῆς ἑαυτοῦ φιλίας ἐποιήσατο», καὶ πάλιν «τοὺς τῶν Ἑλλήνων ἀκολούθους»· τοὺς γὰρ τελευταίους τῶν Ἑλλήνων οὐκ ὤκνησεν ἀκολούθους ὀνομάσαι· καὶ τὸ διὰ τοῦ αὐτοῦ ὀνόματος «ἔπειθον, ἐπείσθημεν»· καὶ διακόψαντα τὰ νοήματα, «πρέσβεις ἐπέμψαμεν»· τὸ γὰρ λελυμένα ἀπ᾽ ἀλλήλων προάγειν ἀφελῆ τὸν λόγον ποιεῖ καὶ ἦθός τι ἐμφαίνει, ὡς αὐτὰ γεγενημένα μετὰ τάχους λέγοντος. καὶ ὅσα δὲ ὀνόματα τόπων καὶ χωρίων πρόσφορά ἐστιν ἐν ἀφελεῖ λόγῳ, ταῦτα χρὴ ἐπιλέγεσθαι, ἔτι δὲ τὰ ἥττω ἔχοντα δύναμιν καὶ ἧττον προτιμώμενα, οἷον γυμνάσια, ἱππόδρομοι, ὅταν [δὲ] δὴ καὶ παρατιθῇς ἐπιλεγόμενος «γυμνάσια ἀνδρῶν γυμναζομένων, ἱππόδρομοι ἱππέων ἱππαζομένων», ταῦτα πάντα τῆς ἀφελείας. δεῖ δὲ καὶ τὰ ὀνόματα ἐν τῷ ἀφελεῖ λόγῳ μὴ καθ᾽ ἑνὸς μόνον πράγματος προάγεσθαι, ἀλλὰ καὶ δύο καὶ τρία σημαίνειν, οἷον ἐπειδὴ τὸ [τε] ἀπιέναι εἴδη πλείω ἔχει τινά, πάντα ταῦτα ἐπισκεπτέον· περιέχει γὰρ ἐν αὑτῷ καὶ τὸ πλησίον καὶ τὸ πόρρω καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ, καὶ πράγματα ἔχειν καὶ παρέχειν, καὶ ὅλως μυρία ἐστίν, ἃ σημαίνει. καὶ τὰ τοιαῦτα δὲ τῶν ὀνομάτων, ἐν οἷς περὶ κριθῶν καὶ ἀλεύρων καὶ ἐλαίου ἔστιν εἰπεῖν, ἀφέλειαν δοκεῖ μᾶλλον ἐν τῷ λόγῳ ποιεῖν· περὶ ἧττον γὰρ ἐνδόξων ὁ λόγος γίνεται. πολιτικὸς δὲ ἀνὴρ ὀκνήσειεν ἂν προσελθεῖν τοιούτοις ὀνόμασιν· ὅπου δ᾽ ἂν προσίῃ, εὖ εἰδέναι χρή, ὅτι ἢ ἐνεργείας ἕνεκα, ἢ ὥστε ἦθος ἐν τῷ λόγῳ γενέσθαι, ἐπικατενεχθήσεται. ὁ ῥυθμὸς δὲ διάφορος ὢν ἀνασώζει τὰ πράγματα, καὶ οὐκ ἔτι ἐστὶν περὶ τὰ ἐννοήματα, ἀλλὰ περὶ τὴν ἀπαγγελίαν ἡ ἀνομοιότης τοῦ λόγου τοῦ πολιτικοῦ· τὸ μὲν γὰρ ἀποτετελεσμένον καὶ ὁλοκλήρως τὸ πολιτικὸν καὶ τῇ ἐννοίᾳ καὶ τῇ ἀπαγγελίᾳ τοιοῦτον εἶναι προσήκει. ἐνίοτε δὲ ἡ μὲν ἔννοια ἀφελής ἐστιν, ἡ δὲ ἀπαγγελία πολιτική, ὡς καὶ ἐν τῷ πρὸς Καλλικλέα ὁ Δημοσθένης, «κριθῶν μὲν βρεχθῆναι, καὶ ξηραινομένους ἰδεῖν αὐτὴν μηδὲ τρεῖς μεδίμνους, ἀλεύρων δὲ ὡς ἡμιμέδιμνον· ἐλαίου δὲ ἀποκλιθῆναι κεράμιον φάσκειν, οὐ μέντοι» [ταῦτα] «παθεῖν γε οὐδέν». καὶ τοῦτο δὲ μετὰ σεμνότητος, ὅπου γε αὐτὸ τὸ κύριον λεχθὲν κινδυνεύει εὐτέλειαν ποιῆσαι, ὥσπερ εἰ ἔλεγες, οὐ μέντοι ἐκχυθῆναί γε, ἐνταῦθα ὁ δὲ ἀντὶ τοῦ κυρίου καὶ τοῦ κατ᾽ εἶδος ἐν γένει μεταβαλὼν εἶπεν, «οὐ μέντοι παθεῖν γε οὐδέν». καὶ τὸ διὰ τῶν αὐτῶν ὀνομάτων ἐπιπλέξαι δοκεῖ μὲν τοῦ ἀφελοῦς εἶναι λόγου, ἐκλύει δὲ τὸν τόνον τοῦ πολιτικοῦ λόγου, ὡς καὶ ἐν τῷ τῆς παραπρεσβείας ὁ Δημοσθένης, «τίς γὰρ οὐκ οἶδεν ὅτι τῷ Φωκέων πολέμῳ καὶ τῷ κυρίους εἶναι Πυλῶν Φωκέας, ταύτην μέντοι τὴν ἀπὸ τοῦ τόπου καὶ τῶν πραγμάτων ἀσφάλειαν» ἐπιφορικῶς ὡς ἐν συμπληρώσει ἐπήνεγκε.

καὶ τὸ τὴν γνώμην προλαβεῖν τῆς ἀφελείας ἐστίν, οἷον εὖ εἰδώς, καὶ ἡγούμενος, καὶ νομίζων. καλὸν δὲ καὶ τὸ ὑποβάλλειν τὰ νοήματα καὶ ὡς ἀπὸ τῆς ἑτέρων γνώμης εἰσάγειν. καὶ μάλιστα αὐτῷ χρῆται ἐν τῇ Παιδείᾳ ὁ Ξενοφῶν ἑκάστοτε λέγων, εἰ μέν τις ὑμῶν τόδε οἴεται.

καὶ τὸ μὴ ἐκπεπλῆχθαι ἐφ᾽ οἷς ἄν τις ἐκπλαγείη, καὶ τὸ μὴ θαυμάζειν τὰ θαύματος ἄξια, ἀλλ᾽ ἁπλῶς λέγειν τὰ γεγονότα μὴ ἐνσημαίνοντα παρ᾽ ἑαυτοῦ καὶ τοῦτο τῆς ἀφελείας.

τὸ δὲ καὶ ἀπὸ ὀρθῆς πτώσεως ἄρχεσθαι ἀφελῆ ποιεῖ τὸν λόγον καὶ τὸ κατὰ κόμματα λύειν τὰ νοήματα. πολλάκις δὲ οἱ ἀφελεῖς καὶ ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται τοῖς ἐπινοήμασιν, οἷον «οὐδεπώποτε ᾐσθήμεθα τὰς ἀγέλας συστάσας ἐπὶ τὸν νομέα». χρῶνται δὲ καὶ οἱ πολιτικοὶ τοῖς ἔξωθεν ἐπινοήμασιν, οἷον ἱστορίαις ἢ παραδείγμασιν ἀλλὰ θεραπεύουσιν αὐτὰ ἐπαγγελίαις ἢ αἰτιολογίαις.

πρέπουσι δὲ τῷ ἀφελεῖ λόγῳ καὶ ἐπαλλαγαί, οἷον «νομίζει οὐ νομίζων», καὶ τὸ ἀπὸ τῶν αὐτῶν ἄρχεσθαι τῆς ἀφελείας ἐστί. τῆς ἀφελείας δὲ καὶ τὸ μὴ τραχέσι χρῆσθαι, ἀλλὰ τοῖς ὑφειμένοις. τραχύτητος μὲν γάρ ἐστιν εἰπεῖν τοῦτο μὲν ἰδίᾳ, τοῦτο δὲ δημοσίᾳ, ὁ δὲ ἀφελὴς «οἴκοι» φησὶ «καὶ ἐπὶ τῶν βωμῶν». καὶ τὸ ταῖς τοιαύταις προθέσεσι χρῆσθαι, οἷον «διεθρύλητο γὰρ» ἀφελές ἐστι.

καὶ τὰ εὐκτικὰ τῆς ἀφελείας μᾶλλον εἶναι δοκεῖ, «ὡς ἄξιος εἴη», καὶ «εἰ εὐσεβοῖεν», καὶ «ὡς φαίη Σωκράτης», καὶ τὰ τοιαῦτα· καὶ ἐν τῇ Ἀναβάσει «ὡς πολεμεῖν τε ἱκανοὶ εἶεν», καὶ τὸ ἑξῆς ἐν τῷ ὁμοίῳ σχήματι «καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ». τὰ δὲ εὐκτικὰ καθαρὸν ποιεῖ τὸν λόγον.

καὶ τὸ μὴ ἐπιταχύνειν τὸν τόνον τῆς ἀπαγγελίας, ἀλλ᾽ ἐπιβραδύνειν καὶ σχολῇ προχωρεῖν τῆς ἀφελείας, οἷον «ἀλλὰ μὴν» [οἷον] «οὐδὲ ταῦτα ἄν τις ἔχοι μέμψασθαι αὐτούς». καὶ τὰς ἐκβάσεις οἱ μὲν πολιτικοὶ εἰώθασι μᾶλλον κατὰ τὰς τῶν ἀτόπων ἐκβάσεις ἐξετάζειν, καὶ τοῦτο τραχύτητα αὐτοῖς ἐργάζεται, οἱ δὲ ἀφελεῖς κατὰ τὰς τῶν ἀγαθῶν ἀποβάσεις μᾶλλον, οἷον «τοῦτο γὰρ οὖν ἄλλης μὲν οὐδεμιᾶς ἀρχῆς».

καὶ τὸ μὴ ὑπερδιατείνεσθαι μήτε τοῖς πράγμασι μήτε τοῖς νοήμασι τῆς ἀφελείας ἐστί, καὶ αἱ μεταβάσεις αἱ τοιαῦται, ἀλλὰ μήν· ὥς γε μήν. καὶ τὸ μὴ οἰκείᾳ ἐπικρίσει χρῆσθαι, ὅταν ἄξιόν τι ἐπαίνου, ἀλλὰ τῇ κοινῇ ἀφελὲς πάνυ, οἷον «εὐθὺς μὲν οἱ πολλοὶ ἠγάσθησαν». ἐνταῦθα δὲ καὶ ἑτέρα τίς ἐστιν ἀρχή, τὸ μὴ καθ᾽ ὑπερβολὴν εἰπεῖν, πάντες ἠγάσθησαν ἀλλ᾽ ὑφειμένως «οἱ πολλοὶ ἠγάσθησαν». ἴδιον δὲ τῶν ἀφελῶν καὶ τὸ τὰ κατασκευαστικὰ παραλείποντας τὰ ἧττον κατασκευαστικὰ λέγειν, οἷον «τὰς ἐλπίδας ἔχειν δεῖ τῆς σωτηρίας ἐν τῷ μηδὲν ἑαυτοῖς συνειδέναι μήτε ἀσέβημα περὶ θεοὺς μήτε ἀδίκημα περὶ ἀνθρώπους».

καὶ τὸ τὰ ὀνόματα παράλληλα καὶ ἐπιπεπλεγμένα ἀλλήλοις τιθέναι μηδεμιᾶς ἐργασίας τυγχάνοντα τῆς ἀφελείας ἐστίν, οἷον «καὶ Ἴωσι καὶ Αἰολεῦσι καὶ Ἑλλησποντίοις». καὶ τὸ μὴ ἀπέχεσθαι τῶν ἐλάττω δύναμιν ἐχόντων καὶ ἧττον προτιμωμένων, ἀλλὰ καὶ τὸ ἀγορὰν εἰπεῖν καὶ τὸ ἐν ἀγορᾷ, καὶ κατ᾽ εἶδος σιδηρεῖς, σκυτεῖς, καὶ τὰ τοιαῦτα τῆς ἀφελείας. πολλάκις δὲ ὅταν μείζων ᾖ διαφορά, καὶ οὕτως ἐπιπλέκεις, «ἤδη μέντοι τινές εἰσιν, οἳ καὶ ἀφίσταντο», καὶ ποτὲ μὲν αὐτὸ μόνον ψιλὸν εἶπες, ποτὲ δὲ τὴν αἰτίαν παρέθηκας, οἷον «ὀρεγόμενοι τῆς ἐλευθερίας». τὸ δὲ ἀντὶ τῶν δεικτικῶν τὰ ἐξεταστικὰ παραλαμβάνειν τῆς ἀφελείας, οἷον δεικτικὸν ἐνάργειαν ἔχον, «ἐκεῖνος γὰρ ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων». ἐπιγίγνεται δέ ποτε καὶ ἐνάργεια ἐν ἀφελείᾳ, οἷον «ὁ Φιλάμμων, οὐχ ὅτι Γλαύκου τοῦ Καρυστίου».

ἀφελὲς δὲ καὶ τὸ μὴ ὡς ἐν προτάσει κατασκευάζειν, ὅτι καλὸν ἀλλ᾽ ὡς ἐν συγκρίσει κάλλιον ἄλλου καλοῦ. τὸ δὲ καὶ εἰπόντα τι κατὰ ἀπόφασιν τὴν ὑπερβολὴν εἰπεῖν ἀντὶ τῆς ἀρνήσεως, οἷον «οὐδ᾽ εἰ μέλλοιμί γε». καὶ τὸ ἀντὶ τοῦ ἀκολούθου τὸ ἐναντίον κατὰ ἀναίρεσιν λέγειν ἀφελέστερον καὶ ἐπιμελέστερον, οἷον ἐνταῦθα, ἐπεμελεῖτο, οὗ τὸ ἀκόλουθον ἦν «οὐκ ἠμέλει».

καὶ τὰ ἀσύνδετα τοῦ ἀφελοῦς ἐστι· λύει γὰρ τὸν ῥυθμόν. τοῦτο δὲ ἐναντίον μὲν τῷ πολιτικῷ, πρέπον δὲ τῷ ἀφελεῖ, οἷον «Ἀθηναίους, Θηβαίους, Ἀργείους, Κορινθίους». ἀφελὲς δὲ καὶ τὸ μὴ ἀθρόως λέγειν· ἀθρόως μὲν γάρ ἐστιν εἰπεῖν οἱ Πέρσαι, μερικῶς δὲ τὰ [δὲ] τῶν Περσῶν.

[Καὶ] τὸ ἀλλοτρίαις δόξαις ἐπερειδόμενον λέγειν περὶ τῶν πραγμάτων τοῦ ἀφελοῦς ἐστιν, οἷον «ἐπειδὴ ἐστασίασαν». ἐπὰν δὲ εἴπῃς, ἐπειδὴ δὲ ἐστασίασαν, τραχὺν ποιεῖ τὸν λόγον.] καὶ τὸ πολλάκις μεταβάλλοντα τὰς πτώσεις τῷ αὐτῷ χρήσασθαι ὀνόματι ἀναστρέφοντα τῆς ἀφελείας ἐστί. τοῦτο μὲν οὖν τοῦ αὐτοῦ τρόπου, τὸ μὴ ἀποκρυψάμενον μήτε τὸ πρᾶγμα μήτε τὸ ὄνομα ἀφανῶς εἰπεῖν, οἷον «ἔλεγε δὲ Κύρῳ». συγγραφικὸν δὲ εἰ δεῖ τελείου λόγου, τὸ ἐπὶ τοῖς κατ᾽ εἶδος ὀνόμασι καὶ [τὸ] ἀόριστον ἐπενεγκεῖν, οἷον «Γοργίᾳ καὶ Προδίκῳ καὶ ἄλλοις πολλοῖς». ὅταν δὲ τὸ νόημα ἐξ ἑνὸς τοῦ συμπληροῦντος ὀνόματος ἀπαρτίζηται καὶ ἐπὶ τελευτῆς στῇ ἐφ᾽ ἑνὶ ὀνόματι, ὥσπερ ἐνταῦθα, «ὡς δὲ πάνυ φανερὸς ἦν ἀχθόμενος, εἰ μὴ ἕψοιντο, συνηκολούθησαν», συγγραφικόν ἐστι καὶ λόγου ἦθος ἔχοντος. καὶ τὰ καθ᾽ ἓν λεγόμενα, οἷον «πάντα μὲν χαλκόν, πάντα δὲ φοίνικα», τῆς ἀφελείας ἐστί, τὸ δὲ κατὰ πλῆθος τῆς περιβολῆς καὶ τοῦ ἀξιώματος.

αἱ συμπολοκαί εἰσι μὲν μᾶλλον τῶν ἀγωνιστικῶν, γένοιτο δ᾽ ἄν ποτε καὶ ἐν ἀφελεῖ λόγῳ, ὅταν ἡ μὲν ἀρχὴ συνεστραμμένη ᾖ, διὰ τὴν συμπλοκήν, τὰ δὲ ἑξῆς λελυμένα, οἷον «ἔκαιε καὶ ἐπόρθει». δριμύτητα δὲ ποιεῖ καὶ ἡ ἐπαναφορὰ τῆς συμπλοκῆς, «ἅμα μὲν ἔκαιεν, ἅμα δὲ καὶ κηρύγματι ἐδήλου», οὐχὶ διεκήρυττεν οὐδὲ ἐκέλευε κηρύττειν.

ἐξαρκεῖ δὲ καὶ ἐν ἀφελεῖ λόγῳ οὐ μόνον αὐτὰ εἰπεῖν τὰ γενόμενα, ἀλλὰ καὶ ὡς ἔτυχε γενόμενα εἰπεῖν, οἷον «Φίλιππος δὲ ὁ γελωτοποιὸς κρούσας τὴν θύραν». τὸ δὲ κρούσας τὴν θύραν παραπεφύλακται μέν, ὅτι οὐ κόψας μόνον, ἀλλὰ καὶ κρούσας λέγεται ἔνιοι δὲ οὐχ οὕτως οἴονται· ὅτι δὲ Ἑλληνικόν ἐστιν, οὐδὲν δεῖ διαφέρεσθαι. σὺ δέ, εἰ ἐβούλου πολιτικῶς αὐξῆσαι τὸν λόγον, παρετίθεις ἂν αὐτοῖς καὶ τὰς δυνάμεις, Φίλιππος ἦν γελωτοποιός, ὅστις ἐξαίφνης ἐπίσταται, καὶ ἐπειδὴ οὐδένα αὐτοῦ πλησίον κατέλαβε, τὸ μὲν πρῶτον ἔγνω εἰσπηδῆσαι, ἐδόκει δὲ αὐτῷ σημᾶναι πρὸς ἕτερον, καὶ ἔκοπτε προσελθὼν τὴν θύραν.

τὸ δὲ καὶ ταῖς τῶν ἄλλων δόξαις ἐπερειδόμενον ἔνια τῶν πραγμάτων λέγειν ἀφελοῦς ἐστιν, οἷον ὡς λέγεται. πολιτικοῦ δὲ ἀνδρός ἐστι τὸ αὐτὸν ἀφ᾽ ἑαυτοῦ τὰ πλεῖστα εἰσάγειν, οἷον ὁ μὲν Θουκυδίδης ἀφελῶς εἰρηκέναι δοκεῖ, «στασιάσαντες δὲ ἐν ἀλλήλοις ἔτη πολλά, ὡς λέγεται», ἐὰν δὲ εἴπῃ, ἐπειδὴ δὲ ἐστασίασαν, τραχὺν ποιεῖ τὸν λόγον.

ἔνια δὲ τοῖς μὲν ἀφελέσι καλά, τοῖς δὲ πολιτικοῖς ταπεινά, οἷον τὸ «λαγῶν βίον ζῶν»· τοῦτο γὰρ ἐπὶ διασυρμῷ μὲν εἴρηται, ἔχει δὲ χώραν· ἄλλως γὰρ ἐν ἀφελείᾳ ὁ λόγος προάγεται, ἄλλως ἐν εὐτελείᾳ. ὅταν οὖν τι θέλῃς διασῦραι, καθ᾽ ἓν κόπτων εἴσαγε, οἷον ὡς ὁ Δημοσθένης, «ἔξαρχος καὶ ἡγεμὼν καὶ κιττοφόρος». προσήκει δὲ ἐν ἐπιμελείᾳ καὶ διαλόγῳ ἀφέλειαν ἐν λόγῳ μεμῖχθαι ταῖς ἀρχαῖς τοῦ ἀξιώματος. καὶ ἡ εἰς ταὐτὸν κατάληξις, ἀποτεταγμένη μέντοι, ἵνα μὴ διαφθείρῃ τὸν λόγον, ἀφέλειαν ποιεῖ.

πάνυ δὲ καλὸν ἐν τοῖς ἀφελέσι τῶν λόγων τὸ τὰς πλάσεις ποιεῖν καὶ ἐνάργειαν θαυμαστὴν ἔχει, οἷον σὺ εἰ ἤθελες πλάσας εἰπεῖν, αὐτὸς δὲ προσῆλθε καὶ εἶπεν ὅτι κατὰ καιρὸν αὐτοῖς ἐντετυχηκὼς εἴη, ὁ δὲ Ξενοφῶν, «εἰς καλόν γε ὑμῖν συντετύχηκα»· καὶ γὰρ κόπτειν καὶ ἀρχὰς ποιεῖσθαι τῆς ἀφελείας ἐστίν. ἐν δὲ τοῖς τοιούτοις, ὅταν μὲν ἐξαλλάξῃς καὶ ἀπαρτίζων εἰς πολλὰς ἀρχὰς τὸν λόγον ἐπάγῃς, δοκεῖ τῆς καινοπρεπείας καὶ τῆς λεπτοτέρας ἰδέας εἶναι, οἷον «ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη ἡ Μίδου καλουμένη τοῦ Φρυγῶν βασιλέως», εἶτα ἄλλη ἀρχή, «ἐπὶ ταύτῃ Μίδας τὸν σάτυρον ἐθήρασε», καὶ ἄλλη ἀρχή, ὁ [δὲ] τρόπος τῆς θηράσεως, «οἴνῳ κίρνησιν αὐτήν». αἱ μὲν οὖν τοιαῦται ἀρχαὶ καὶ τὸ ὀρθοῦν συνεχῶς οὕτω τὸν λόγον τῆς λεπτοτέρας ἰδέας. τοῦ δὲ ἀρχαιοτέρου τρόπου ἀποτείναντα μιᾷ διεξόδῳ τοῦ λόγου τὸ πᾶν διεξελθεῖν· ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη Μίδου καλουμένη τοῦ Φρυγῶν βασιλέως, ἐφ᾽ ᾗ λέγεται Μίδας τὸν σάτυρον θηρᾶσαι· καὶ ὁ τρόπος πῶς; οἴνῳ κεράσας αὐτήν· ἀπὸ μιᾶς γὰρ ἀρχῆς εἰς ἓν τέλος συμπεπέρασται ὁ λόγος. καὶ ἔστι τοῦτο τοῦ Ξενοφῶντος τύπου. περὶ τῶν ἀφανῶν πολλάκις εἶπον ὅτι δεῖ ὡς ἐξ ἀκοῆς λέγειν. ἁρμόζει δὲ τοῦτο καὶ τῷ ἀφελεῖ λόγῳ, οἷον ἐλέγετο, «καὶ ἐλέγετο Κύρῳ δοῦναι χρήματα πολλά». περὶ τῶν μυθωδῶν, οὐχ ὅτι ἐγένετο, ἀλλ᾽ ὅτι λέγεται γενέσθαι. εἴπομεν δὲ ὅτι καὶ αἱ καινοπρέπειαι τῆς ἀφελείας εἰσίν· οὐ χεῖρον οὖν κἀνταῦθα παραδείγματι χρήσασθαι, ὡς ἐν τῇ Ἀναβάσει Κύρου φησὶν ὁ Ξενοφῶν, «τὰ Λύκαια ἔθυσε». πάνυ δὲ τοῦτο καινοπρεπὲς καὶ ἰδία τις σύνταξις «τὰ Λύκαια ἔθυσε». τῷ γὰρ ὀνόματι τῆς ἑορτῆς οὕτω κέχρηται ὡς αὐτῷ τῷ θυομένῳ, εἰπὼν τὸ γινόμενον κατὰ τοῦ ἐν ᾧ γίνεται καὶ δι᾽ ὃ γίνεται· θύειν μὲν γὰρ ἐν Λυκαίοις σύνηθες εἰπεῖν, θύειν δὲ τὰ Λύκαια τῆς καινοπρεπείας, οἷον εἰ σὺ λέγοις, ἔθυσε τὰ Παναθήναια καὶ ἔθυσε τὰ Ὀλύμπια· σύνηθές ἐστι λέγειν καὶ θῦσαι θυσίας. [καὶ τοῦτο σύνηθές ἐστι λέγειν.] εἰργασμένου δὲ λόγου ἐστὶ τὸ παρατιθέναι τὰ ἐκ τῶν τόπων, ποῦ καὶ τίνος πλησίον καὶ ὑπὸ τῶν, ὡς καὶ ἐν τῇ Ἀναβάσει ἔχει τῇ Κύρου, «ἔστι δὲ καὶ μεγάλου βασιλέως βασίλεια ἐν Κελαιναῖς ἔρυμνα ἐπὶ ταῖς πηγαῖς τοῦ Μαρσύου ποταμοῦ ὑπὸ τῇ ἀκροπόλει». εἶτα ἡ αὐτὴ ἐπανάληψις, ὡς εἶναι καὶ ἄλλην ἀρχήν, «ῥεῖ δὲ οὗτος καὶ διὰ τῆς πόλεως καὶ εἰσβάλλει εἰς τὸν Μαίανδρον ποταμόν». καὶ ἄλλο πάλιν ἐκ τοῦ τόπου ἔνδοξον, «ἐνταῦθα λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν ἐρίσαντά οἱ περὶ σοφίας». ἐκεῖνο μὲν οὖν, ὡς προείπομεν, εἰδέναι δεῖ ἐπὶ τῶν μύθων, ὅτι εἰσάγεται οὐχ ὡς ἐγένετο, ἀλλ᾽ ὅτι λέγεται γενέσθαι. εἶτα καὶ ἐκεῖνο εἰδέναι δεῖ, ὅτι ἀρχαῖος τρόπος, ἐπειδὰν καὶ σφόδρα ἐπὶ ἐνδόξων πραγμάτων ᾖ, οὐκ ἔχει τὴν αὐτὴν περιέργειαν ἐν ἑαυτῷ, ἀλλ᾽ ἐξαρκεῖ αὐτῷ τὰ πράγματα εἰπεῖν καὶ ὃν τρόπον ἐπράχθη, μηδὲν περιειργασμένον αὐτοῖς· τὸ γὰρ περιεργάζεσθαι καὶ διατρίβειν ἐν αὐτοῖς ἐνδόξοις οὖσι, τοῦτο ἀπάγει τὸν λόγον ἀπὸ τοῦ τύπου τοῦ ἀρχαίου. «ἐνταῦθα λέγεται», μή τι εἶπεν, ἐνταῦθά ἐστι Μαρσύας αὐλητής, Φρὺξ τὸ γένος, ᾧ τοσοῦτον ἐπῄει φρονεῖν. διατριβὴ γὰρ γίνεται καὶ περιέργεια. κἀκεῖνο δὲ ὅρα· ἀνέστρεψε γὰρ τὴν τάξιν· τὸ μὲν γὰρ πρῶτον ἦν εἰπεῖν ὅτι ἤρισεν, εἶτα ὅτι ἡττήθη, εἶτα τί ἔπαθε, τὰ δὲ τοιαῦτα, ὅταν ἀναστρέψῃς τὴν τάξιν καὶ τὸ τελευταῖον πρῶτον θῇς, εἶτα οὕτως ἐφεξῆς τὰ πρὸ τούτου, τάχος ποιήσεις τῷ λόγῳ καὶ κάλλος· ὅταν εἰπόντος ὃ ἔπαθεν ὁ λόγος χητήσῃ διὰ τί ἔπαθεν· ἐρίσας οὐ περὶ αὐλητικῆς ἢ μουσικῆς, ἀλλὰ περὶ σοφίας. καὶ τὸ δέρμα ἄλλος μὲν ἂν εἶπεν ὅτι κρέμαται, ἀλλὰ πάλιν νεαροπρεπές· οὗτος δὲ «καὶ τὸ δέρμα κρεμάσαι ἐν τῷ ἄντρῳ, ὅθεν αἱ πηγαί». εἶτα ὡς ἀναγκαῖον καὶ οὐ περιειργασμένον, «διὰ δὲ τοῦτο ὁ ποταμὸς καλεῖται Μαρσύας». ὅρα δὲ καὶ ἐν τούτῳ τὴν ἐγκράτειαν τῶν ἀρχαίων· οὐ γὰρ εἶπε τὸ πάθημα δι᾽ ὃ τοὔνομα προσέθηκεν τὸ τοῦ Μαρσύου τῷ ποταμῷ, ἢ τὴν συμφορὰν τοῦ αὐλητοῦ· οὐδὲν γὰρ τούτων Ξενοφῶν ποιεῖ, ἀλλ᾽ ἀρκεῖ αὐτῷ τοσοῦτον μόνον, «διὰ δὲ τοῦτο ὁ ποταμὸς καλεῖται Μαρσύας». εἶτα ἄλλη ἀρχὴ ἐξ ἐνδόξου, «ἐνταῦθα Ξέρξης, ὅτε ἐκ τῆς Ἑλλάδος ἡττηθεὶς τῇ μάχῃ ἀπεχώρει». ὅρα καὶ ἐνταῦθα τὴν ἐγκράτειαν· οὔτε γὰρ Σαλαμὶς ἐνταῦθα οὔτε στόλος καὶ πλῆθος πεζῶν καὶ τριήρων, οὐδὲ ὅπως ἡττήθη, οὐδὲ ὅπως ἔφυγεν, οὐδὲ ἄλλο οὐδέν, τοσούτων ὄντων τῶν προσόντων Ξέρξῃ, ἀλλὰ ψιλὸν «ὅτε ἐκ τῆς Ἑλλάδος». μεμάθηκας οὖν ὅπως οἱ ἀρχαῖοι ἐπεξέρχονται καὶ ὅση ἐν τούτοις ἐγκράτεια.

ἐκεῖνο δὲ μάλιστα τήρει ἐν τοῖς νοήμασιν, ὅτι δεῖ τὰ συμπληροῦντα ταμιεύεσθαι καὶ τελευταῖα τιθέναι, ὡς ἂν καὶ σεμνότητος ὁ λόγος μετέχοι. ὅρα δὲ κἀκεῖνο, ὅτι ἐν τοῖς ἀφελέσι λόγοις, κἂν ᾖ τὰ μὲν μείζω καὶ προτιμότερα τῶν πραγμάτων, τὰ δὲ ἐλάττω, αἰεὶ πρότερον τὰ ἐλάττω τιθέναι εἰώθασιν, ὡς καὶ ἐνταῦθα, μεγάλου ὄντος καὶ ἐνδόξου τοσαῦτα χρήματα Κῦρον δοῦναι τῷ Κλεάρχῳ ὁ δὲ οὐκ ἐπὶ τοῦτο εὐθέως ἦλθεν, ἀλλὰ πρότερον τὸ τῆς γνώμης εἶπεν, «ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους Δαρεικούς». ἡ δὲ ἀρχή, «Κλέαρχος ἦν Λακεδαιμόνιος φυγάς· τούτῳ συγγενόμενος ὁ Κῦρος» ἔχει τινὰ θαυμαστὴν τὸ ὄνομα ἤθους δύναμιν τὸ μὴ εἰπεῖν τούτου πειραθεὶς ὁ Κῦρος ἢ τοῦτον κατιδὼν πολλοῦ ἄξιον ὄντα καὶ στρατηγικώτατον, ἀλλ᾽ ἁπλῶς «τούτῳ συγγενόμενος». καὶ τὸ ἑξῆς δὲ τὸ ἑπόμενον αὐτῷ, ὡς ἂν μάλιστα τὸ ἦθος φανείη, οὕτως ἔχει, «ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους Δαρεικούς».

πολλάκις εἴρηκα ὅτι τὰ κατὰ σύγκρισιν τῆς ἀφελείας ἐστίν, οἷον «ἐφίλει μᾶλλον τὸν Κῦρον ἢ τὸν βασιλεύοντα Ἀρταξέρξην». ὡς ἔχει καὶ τοῦτο, «ὥστε αὐτῷ μᾶλλον φίλους εἶναι ἢ βασιλεῖ». καὶ τὸ τοῖς ἧττον ἐμφαντικοῖς χρῆσθαι ὀνόμασι καὶ τὰ μικρότερα ἐπὶ τῶν μεγάλων ὀνομάζειν τοῦ εἴδους τῆς ἀφελείας ἐστίν. ἐν τῇ Ἀναβάσει ἐπὶ τοῦ Κύρου «τῶν τε παρ᾽ ἑαυτῷ βαρβάρων ἐπεμελεῖτο», ἐπὶ μεγάλου πράγματος ὀνομασίαι μικραί· τὸ γὰρ ἐπιμελεῖσθαι οὐκ ἔστιν ἴδιον ἄλλου τινὸς ἢ τῶν μετρίων, καὶ εἴποι ἄν τις οἴκου ἐπιμελεῖται, ἐπὶ στρατοπέδου δὲ ἧττόν ἐστι τοιούτῳ χρήσασθαι ὀνόματι· καὶ ἐν τῷ Ἀγησιλάῳ, «καὶ αὐτοῦ κατέμεινε πάλιν ἡδόμενος τῷ ἔργῳ». τὸ γὰρ τοῖς ἧττον ἐμφαντικοῖς χρῆσθαι καὶ μὴ εἰπεῖν, μεγαλοφρονῶν ἢ ἐπηρμένος τῇ νίκῃ, ἀλλ᾽ ἡδόμενος τῷ ἔργῳ τῆς ἀφελείας.

καὶ ἡ τοῦ χρόνου παραλλαγὴ τῆς ἀφελείας ἐστί· τὸ γὰρ παρεληλυθὸς εἰς τὸν ἐνεστῶτα ὁρίζονται, οἷον «Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς» ἀντὶ τοῦ μετεπέμψατο· ὁ χρόνος γὰρ μεταβληθεὶς τὴν ἀφέλειαν ἐποιήσατο. δεῖ γάρ ποθ᾽ ἡμᾶς ὑποθεῖναι τὰ γεγονότα ὡς γινόμενα, οἷον καλεῖ αὐτὸν εἰς τὴν οἰκίαν καὶ διαλέγεται αὐτῷ, ὡς νῦν γινόμενον τὸ πάλαι γεγονός, καὶ ἔστι καινοπρέπεια ἐν τῷ τοιούτῳ.

ἐὰν δὲ κατὰ συγκριτικὰ ἀφαιρῇς τοῦ μεγέθους, ἐπιμέλεια μᾶλλον γίνεται, ὡς ἐν τῷ Ἀγησιλάῳ «ὁ δὲ τῶν Περσῶν βασιλεὺς νομίσας ἁπάντων τούτων Τισσαφέρνην αἴτιον εἶναι, τοῦ κακῶς φέρεσθαι τὰ αὑτοῦ, Τιθραύστην καταπέμψας, ἀποκόπτει αὐτοῦ τὴν κεφαλήν»· καὶ τοῦτο μὲν τῆς ἀφελείας τὸ «ἀποκόπτει αὐτοῦ τὴν κεφαλήν», τὸ δὲ «νομίσας» διάθεσίν τινα ἔχει τῶν ὑποκειμένων πραγμάτων· οὐ γὰρ εἶπεν, ἐπειδὴ κακῶς μὲν ἔσχον τὰ τῶν βαρβάρων πράγματα, τοσοῦτος δὲ ὁ θόρυβος καὶ ταραχή, μάχας δὲ τοσαύτας ἥττηντο, τὸ τελευταῖον κατακλεισθέντες ἐπολιορκοῦντο, οὐδὲν τοιοῦτο, αὐτὸ δὲ μόνον ἐξήνεγκε νομίσας, καὶ οὐχὶ ἅμα μὲν παροξυνθεὶς τοῖς συμβεβηκόσιν, ἅμα δὲ ἡγούμενος, ἀλλὰ «νομίσας». καὶ ἡ σύγκρισις «μετὰ δὲ τοῦτο τὰ μὲν τῶν βαρβάρων ἀθυμότερα ἐγένετο»· καὶ οὐκ εἶπεν, ἐν ἀθυμίᾳ δεινῇ, ἀλλ᾽ ἀθυμότερα. καὶ τὸ μερικῶς δὲ εἰπεῖν «τὰ τῶν βαρβάρων», καὶ οὐχ οἱ βάρβαροι καὶ τοῦτο τῆς ἀφελείας, οἷον «ὅστις ἄρχων μὲν παμπόλλων ἐν τῇ ἠπείρῳ πόλεων, ἄρχων δὲ καὶ νήσων».

ἔτι τῶν ὀνομάτων τὰ μὲν σφόδρα σημαίνεται, τὰ δὲ ἧττον, οἷον τὰ μὲν σφόδρα, διεξῆλθεν, ἐξήλασεν· τὰ δὲ ἧττον, ἐπορεύθη, ὡς καὶ ἐπὶ τοῦ Ἀγησιλάου, «τῇ δὲ ὑστεραίᾳ ὑπερβάλλων τὰ Ἀχαϊκὰ τῆς Φθίας ὄρη καὶ τὴν λοιπὴν πᾶσαν διὰ φιλίας ἐπορεύθη ἐς τὰ τῶν Βοιωτῶν ὅρια». ἔχει δὲ καὶ ἡ καινοπρέπεια τὴν ἀφέλειαν· τὸ γὰρ τοῦ προσώπου πρᾶγμα ἐπὶ τὸν τόπον μετέθηκεν· ἀντὶ γὰρ τοῦ εἰπεῖν διὰ τῆς τῶν φίλων λέγει «διὰ φιλίας», καὶ ἀντὶ τοῦ διὰ τῆς τῶν συμμάχων «διὰ τῆς συμμαχίδος». χρῶνται δὲ οἱ ἀφελεῖς καὶ τῷ «ἐνταῦθα» ποικίλως· καὶ γὰρ τόπου καὶ χρόνου σημαντικόν ἐστι, τὸ δὲ «ἐνταῦθα καταλαμβάνει» τοῦ τόπου, ἡ δὲ διάστασις ἀφελής· τὸ γὰρ νόημα ἀπέστησεν ἀπὸ τῶν προηγουμένων. καὶ ποτὲ μὲν τελείῳ δεικτικῷ χρῆται «ἐνταῦθα δή», ποτὲ δ᾽ ἐλλιπεῖ «ἔνθα δή».

περὶ δὲ τῆς τροπῆς τῆς παρὰ τοῖς συγγραφικοῖς τῶν ἀνδρῶν τοσοῦτον δεῖ εἰδέναι, ὅτι οὐκ ἀπὸ μεγάλων δεῖ οὐδὲ σεμνῶν τὰς τροπὰς λαμβάνεσθαι, ἀλλὰ μᾶλλον ἀπὸ τῶν φαυλοτέρων ἢ κοινοτέρων, ὡς καὶ ἐν τῷ Συμποσίῳ ἔχει, «τουτοισὶ τοῖς ἀνδράσιν ἐκκεκαθαρμένοις τὰς ψυχάς»· τὸ γὰρ τῶν ἐκκεκαθαρμένων ὄνομα τροπὴν ἔχον ἀπὸ σκευῶν ἢ ἀγγείων, μετενεχθὲν ἀπὸ τῶν κοινοτέρων ἐπὶ τὰ σεμνότερα, ἐπὶ τοὺς ἄνδρας καὶ τὴν ψυχὴν τὴν τῶν ἀνδρῶν οὐ καθαρὰν τὴν τροπὴν πεποίηκεν, ἀλλὰ πεφυλαγμένην καὶ συγγραφικήν. καὶ αἱ τοιαῦται τροπαὶ συνήθεις εἰσὶ μᾶλλον τῇ ἀφελείᾳ, οἷον «ἡ δὲ οἰκουμένη μέν, σπειρομένη δέ, ἀέναον τὴν τροφὴν παρέχεται». πάνυ δὲ τοῦ ἐγκωμιαστικοῦ εἴδους τὸ τοιοῦτο σχῆμα.

τὰ δὲ τῆς τάξεως οὕτως ἔχειν δεῖ, ὅπως ἂν ἑκάστῳ ἁρμόζειν δοκῇ· ἐν μὲν γὰρ ταῖς ἱστορίαις αὐτὰ τὰ πράγματα καὶ τὴν τάξιν τῶν λεγομένων ἀπεργάζεται, ἐν δὲ ταῖς ὑποθήκαις καὶ διδασκαλίαις καὶ τοῖς ἀπομνημονεύμασιν, ὡς ἂν βούληταί τις.

ταῦτα οὖν ἀκριβῶς τηρήσας καὶ ἐγγυμνασάμενος αὐτοῖς ποιήσεις καὶ ἀξιώματος ὄντος ἐπιμέλειαν καὶ ἐξ ἐπιμελείας ἀξίωμα, καὶ ἡ ἀφέλεια τοιαύτη ἔσται ἐν πᾶσι τὴν ἰσχὺν τῶν θεωρημάτων ἔχουσα. ταῦτα μὲν οὖν ἱκανῶς ἐπιδέδεικταί σοι περὶ ὧν προεθέμεθα, ὅσα τε θεωρήματα καθ᾽ ἑκάστην λέξιν περί τε ἤθους καὶ ἀρχὰς λόγου καὶ μεταχείρισιν νοημάτων καὶ γλυκύτητα λέξεως, καὶ ἀφέλειαν πάλιν αὖ λέξεως καὶ διηγήσεις καὶ μυθώδεις ἀγωγάς, καὶ περὶ κάλλους ἐν λόγῳ, καὶ ταῦτα καθ᾽ ἕκαστον εἴρηται.