Τέχνη γραμματική/ΣΤ'
Από Βικιθήκη
| ← Προηγούμενο | Περιεχόμενα | Επόμενο → |
γράμματά ἐστιν εἰκοσιτέσσαρα ἀπο τοῦ α μέχρι τοῦ ω. γράμματα δὲ λέγεται διὰ τὸ γραμμαῖς καὶ ξυσμαῖς τυποῦσθαι· γράψαι γὰρ τὸ ξῦσαι παρὰ τοῖς παλαιοῖς, ὡς καὶ παρ᾽ Ὁμήρῳ·
«νῦν δέ μ᾽ ἐπιγράψας τάρσον ποδὸς εὔχεαι αὔτως» (Λ 388).
τὰ δὲ αὐτὰ καὶ στοιχεῖα καλεῖται διὰ τὸ ἔχειν στοῖχόν τινα καὶ τάξιν.
τούτων φωνήεντα μέν ἐστιν ἑπτά· α ε η ι ο υ ω. φωνήεντα δὲ λέγεται, ὅτι φωνὴν ἀφ᾽ ἑαυτῶν ἀποτελεῖ.
τῶν δὲ φωνηέντων μακρὰ μέν ἐστι δύο, η καὶ ω, βραχέα δύο, ε καὶ ο, δίχρονα τρία, α ι υ. δίχρονα δὲ λέγεται, ἐπεὶ ἐκτείνεται καί συστέλλεται.
προτακτικὰ φωνήεντα πέντε· α ε η ο ω. προτακτικὰ δὲ λέγεται, ὅτι προτασσόμενα τοῦ ι καὶ υ συλλαβὴν ἀποτελεῖ, οἷον αι αυ. ὑποτακτικὰ δύο· ι καὶ υ. καὶ τὸ υ δὲ ἐνιότε προτακτικόν ἐστι τοῦ ι, ὡς ἐν τῷ μυῖα καὶ ἅρπυια.
δίφθογγοι δέ εἰσιν ἕξ· αι αυ ει ευ οι ου.
σύμφωνα δὲ τὰ λοιπὰ ἑπτακαίδεκα· β γ δ ζ θ κ λ μ ν ξ π ρ σ τ φ χ ψ. σύμφωνα δὲ λέγονται, ὅτι αὐτὰ μὲν καθ᾽ ἑαυτὰ φωνὴν οὐκ ἔχει, συντασσόμενα δὲ μετὰ τῶν φωνηέντων φωνὴν ἀποτελεῖ.
τούτων ἡμίφωνα μέν ἐστιν ὀκτώ· ζ ξ ψ λ μ ν ρ σ. ἡμίφωνα δὲ λέγεται, ὅτι παρ᾽ ὅσον ἧττον τῶν φωνηέντων εὔφωνα καθέστηκεν ἔν τε τοῖς μυγμοῖς καὶ σιγμοῖς.
ἄφωνα δέ ἐστιν ἐννέα· β γ δ κ π τ θ φ χ. ἄφωνα δὲ λέγεται, ὅτι μᾶλλον τῶν ἄλλων ἐστὶν κακόφωνα, ὥσπερ ἄφωνον λέγομεν τὸν τραγῳδὸν τὸν κακόφωνον.
τούτων ψιλὰ μέν ἐστι τρία, κ π τ, δασέα τρία, θ φ χ, μέσα δὲ τούτων τρία, β γ δ. μέσα δὲ εἴρηται, ὅτι τῶν μὲν ψιλῶν ἐστι δασύτερα, τῶν δὲ δασέων ψιλότερα. καὶ ἔστι τὸ μὲν β μέσον τοῦ π καὶ φ, τὸ δὲ γ μέσον τοῦ κ καὶ χ, τὸ δὲ δ μέσον τοῦ θ καὶ τ. ἀντιστοιχεῖ δὲ τὰ δασέα τοῖς ψιλοῖς, τῷ μὲν π τὸ φ, οὕτως·
- «ἀλλά μοι εἴφ᾽ ὅπῃ ἔσχες ἰὼν εὐεργέα νῆα» (ι 279),
- τῷ δὲ κ τὸ χ·
- «αὐτίχ᾽ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ᾽ Ὀδυσσεύς» (ε 229),
- τὸ δὲ θ τῷ τ·
- «ὣς ἔφαθ᾽· οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ» (Γ 95).
ἔτι δὲ τῶν συμφώνων διπλᾶ μέν ἐστι τρία· ζ ξ ψ. διπλᾶ δὲ εἴρηται, ὅτι ἓν ἕκαστον αὐτῶν ἐκ δύο συμφώνων σύγκειται, τὸ μὲν ζ ἐκ τοῦ σ καὶ δ, τὸ δὲ ξ ἐκ τοῦ κ καὶ σ, τὸ δὲ ψ ἐκ τοῦ π καὶ σ.
ἀμετάβολα τέσσαρα· λ μ ν ρ. ἀμετὰβολα δὲ λέγεται, ὅτι οὐ μεταβάλλει ἐν τοῖς μέλλουσι τῶν ῥημάτων οὐδὲ ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων. τὰ δὲ αὐτὰ καὶ ὑγρὰ καλεῖται.
τελικὰ ἀρσενικῶν ὀνομάτων ἀνεπεκτάτων κατ᾽ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν στοιχεῖά ἐστι πέντε· ν ξ ρ σ ψ, οἷον Δίων Φοῖνιξ Νέστωρ Πάρις Πέλοψ. θηλυκῶν δὲ ὀκτώ· α η ω ν ξ ρ σ ψ, οἷον Μοῦσα Ἑλένη Κλειώ χελιδών ἕλιξ μήτηρ Θέτις λαῖλαψ. οὐδετέρων δὲ ἕξ· α ι ν ρ σ υ, οἷον ἅρμα μέλι δένδρον ὕδωρ δέπας δόρυ. τινὲς δὲ προστιθέασι καὶ τὸ ο, οἷον ἄλλο. δυϊκῶν δὲ τρία· α ε ω, οἷον Ἀτρείδα Ἕκτορε φίλω. πληθυντικῶν δὲ τέσσαρα· ι σ α η, οἷον φίλοι Ἕκτορες βιβλία βέλη.