Τέχνη γραμματική/Κ'

Από Βικιθήκη

Μετάβαση σε: πλοήγηση, αναζήτηση


Περὶ συνδέσμου



← Προηγούμενο Περιεχόμενα

σύνδεσμός ἐστι λέξις συνδέουσα διάνοιαν μετὰ τάξεως καὶ τὸ τῆς ἑρμηνείας κεχηνὸς δηλοῦσα.

τῶν δὲ συνδέσμων οἱ μέν εἰσι συμπλεκτικοί, οἱ δὲ διαζευκτικοί, οἱ δὲ συναπτικοί, οἱ δὲ παρασυναπτικοί, οἱ δὲ αἰτιολογικοί, οἱ δὲ ἀποῤῥηματικοί, οἱ δὲ συλλογιστικοί, οἱ δὲ παραπληρωματικοί.

(α´)

συμπλεκτικοὶ μὲν οὖν εἰσιν ὅσοι τὴν ἑρμηνείαν ἐπ᾽ ἄπειρον ἐκφερομένην συνδέουσιν. εἰσὶ δὲ οἵδε· μέν δέ τέ καί ἀλλά ἠμέν ἠδέ ἰδέ ἀτάρ αὐτάρ ἤτοι κέν ἄν.

(β´)

διαζευκτικοὶ δέ εἰσιν ὅσοι τὴν μὲν φράσιν ἐπισυνδέουσιν, ἀπὸ δὲ πράγματος εἰς πρᾶγμα διιστᾶσιν. εἰσὶ δὲ οἵδε· ἤ ἤτοι ἠέ.

(γ´)

συναπτικοὶ δέ εἰσιν ὅσοι ὕπαρξιν μὲν οὐ δηλοῦσι, σημαίνουσι δὲ ἀκολουθίαν. εἰσὶ δὲ οἵδε· εἴ εἴπερ εἰδή εἰδήπερ.

(δ´)

παρασυναπτικοὶ δέ εἰσιν ὅσοι μεθ᾽ ὑπάρξεως καὶ τάξιν δηλοῦσιν. εἰσὶ δὲ οἵδε· ἐπεί ἐπείπερ ἐπειδή ἐδειδήπερ.

(ε´)

αἰτιολογικοὶ δέ εἰσιν ὅσοι ἐπ᾽ ἀποδόσει αἰτίας ἕνεκεν παραλαμβάνονται. εἰσὶ δὲ οἵδε· ἵνα ὄφρα ὅπως ἕνεκα οὕνεκα διὅ διὅτι καθ᾽ ὅ καθ᾽ ὅτι καθ᾽ ὅσον.

(ϛ´)

ἀποῤῥηματικοὶ δέ εἰσιν ὅσοι ἐπαποροῦντες εἰώθασι συνδεῖν. εἰσὶ δὲ οἵδε· ἆρα κᾶτα μῶν.

(ζ´)

συλλογιστικοὶ δέ εἰσιν ὅσοι πρὸς τὰς ἐπιφοράς τε καὶ συλλήψεις τῶν ἀποδείξεων εὖ διάκεινται. εἰσὶ δὲ οἵδε· ἄρα ἀλλά ἀλλαμήν τοίνυν τοιγάρτοι τοιγαροῦν.

(η´)

παραπληρωματικοὶ δέ εἰσιν ὅσοι μέτρου ἢ κόσμου ἕνεκεν παραλαμβάνονται. εἰσὶ δὲ οἵδε· δή ῥά νύ ποῦ τοί θήν ἄρ δῆτα πέρ πώ μήν ἄν αὖ νῦν οὖν κέν γέ.

τινὲς δὲ προστιθέασι καὶ ἐναντιωματικούς, οἷον ἔμπης ὅμως.