Τέχνη γραμματική/ΙΣΤ'
Από Βικιθήκη
| ← Προηγούμενο | Περιεχόμενα | Επόμενο → |
ἄρθρον ἐστὶ μέρος λόγου πτωτικόν, προτασσόμενον καὶ ὑποτασσόμενον τῆς κλίσεως τῶν ὀνομάτων. καὶ ἔστι προτακτικὸν μὲν ὁ, ὑποτακτικὸν δὲ ὅς.
- παρέπεται δὲ αὐτῷ τρία· γένη, ἀριθμοί, πτώσεις.
- γένη μὲν οὖν εἰσι τρία· ὁ ποιητής, ἡ ποίησις, τὸ ποίημα.
- ἀριθμοὶ τρεῖς· ἑνικός, δυϊκός, πληθυντικός· ἑνικὸς μὲν ὁ ἡ τό, δυϊκὸς δὲ τώ τά , πληθυντικὸς δὲ οἱ αἱ τά.
- πτώσεις δὲ ὁ τοῦ τῷ τόν ὦ, ἡ τῆς τῇ τήν ὦ.