Τέχνη γραμματική/ΙΘ'
Από Βικιθήκη
| ← Προηγούμενο | Περιεχόμενα | Επόμενο → |
ἐπίῤῥημά ἐστι μέρος λόγου ἄκλιτον, κατὰ ῥήματος λεγόμενον ἢ ἐπιλεγόμενον ῥήματι.
- τῶν δὲ ἐπιῤῥημάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δὲ σύνθετα· ἁπλᾶ μὲν ὡς πάλαι, σύνθετα δὲ ὡς πρόπαλαι.
(α´)
τὰ δὲ χρόνου δηλωτικά, οἷον νῦν τότε αὖθις· τούτοις δὲ ὡς εἴδη ὑποτακτέον τὰ καιροῦ παραστατικά, οἷον σήμερον αὔριον τόφρα τέως πηνίκα.
(β´)
τὰ δὲ μεσότητος, οἷον καλῶς σοφῶς.
(γ´)
τὰ δὲ ποιότητος, οἷον πύξ λάξ βοτρυδόν (Β 89) ἀγεληδόν (Π 160).
(δ´)
τὰ δὲ ποσότητος, οἷον πολλάκις ὀλιγάκις.
(ε´)
τὰ δὲ ἀριθμοῦ δηλωτικά, οἷον δίς τρίς τετράκις.
(ϛ´)
τὰ δὲ τοπικά, οἷον ἄνω κάτω· ὧν σχέσεις εἰσὶ τρεῖς, ἡ ἐν τόπῳ, ἡ εἰς τόπον, ἡ ἐκ τόπου, οἷον οἴκοι οἴκαδε οἴκοθεν.
(ζ´)
τὰ δὲ εὐχῆς σημαντικά, οἷον εἴθε αἴθε ἄβαλε.
(η´)
τὰ δὲ σχετλιαστικά, οἷον παπαῖ ἰού φεῦ.
(θ´)
τὰ δὲ ἀρνήσεως ἢ ἀποφάσεως, οἷον οὔ οὐχί οὐδῆτα οὐδαμῶς.
(ι´)
τὰ δὲ συγκαταθέσεως, οἷον ναί ναίχι.
(ια´)
τὰ δὲ ἀπαγορεύσεως, οἷον μή μηδῆτα μηδαμῶς.
(ιβ´)
τὰ δὲ παραβολῆς ἢ ὁμοιώσεως, οἷον ὡς ὥσπερ ἠΰτε καθάπερ.
(ιγ´)
τὰ δὲ θαυμαστικά, οἷον βαβαῖ.
(ιδ´)
τὰ δὲ εἰκασμοῦ, οἷον ἴσως τάχα τυχόν.
(ιε´)
τὰ δὲ τάξεως, οἷον ἑξῆς ἐφεξῆς χωρίς.
(ιϛ´)
τὰ δὲ ἀθροίσεως, οἷον ἄρδην ἅμα ἤλιθα.
(ιζ´)
τὰ δὲ παρακελεύσεως, οἷον εἶα ἄγε φέρε.
(ιη´)
τὰ δὲ συγκρίσεως, οἷον μᾶλλον ἧττον.
(ιθ´)
τὰ δὲ ἐρωτήσεως, οἷον πόθεν πηνίκα πῶς.
(κ´)
τὰ δὲ ἐπιτάσεως, οἷον λίαν σφόδρα πάνυ ἄγαν μάλιστα.
(κα´)
τὰ δὲ συλλήψεως, οἷον ἅμα ὁμοῦ ἄμυδις.
(κβ´)
τὰ δὲ ἀπωμοτικά, οἷον μά.
(κγ´)
τὰ δὲ κατωμοτικά, οἷον νή.
(κδ´)
τὰ δὲ βεβαιώσεως, οἷον δηλαδή.
(κε´)
τὰ δὲ θετικά, οἷον γαμητέον πλευστέον.
(κϛ´)
τὰ δὲ θειασμοῦ, οἷον εὐοἵ εὔἁν.