Τέχνη γραμματική/ΙΖ'

Από Βικιθήκη

Μετάβαση σε: πλοήγηση, αναζήτηση


Περὶ ἀντωνυμίας



← Προηγούμενο Περιεχόμενα Επόμενο →

ἀντωνυμία ἐστὶ λέξις ἀντὶ ὀνόματος παραλαμβανομένη, προσώπων ὡρισμένων δηλωτική.

παρέπεται δὲ τῇ ἀντωνυμίᾳ ἕξ· πρόσωπα, γένη, ἀριθμοί, πτώσεις, σχήματα, εἴδη.
πρόσωπα πρωτοτύπων μὲν ἐγώ σύ ἵ, παραγώγων δὲ ἐμός σός ὅς.
γένη τῶν μὲν πρωτοτύπων διὰ μὲν τῆς φωνῆς οὐ διακρίνεται, διὰ δὲ τῆς ὑπ᾽ αὐτῶν δείξεως, οἷον ἐγώ· τῶν δὲ παραγώγων, οἷον ὁ ἐμός ἡ ἐμή τὸ ἐμόν.
ἀριθμοὶ πρωτοτύπων μὲν ἑνικὸς ἐγώ σύ ἵ, δυϊκὸς νῶϊ σφῶϊ, πληθυντικὸς ἡμεῖς ὑμεῖς σφεῖς· παραγώγων δὲ ἑκινὸς ἐμός σός ὅς, δυϊκὸς ἐμώ σώ ὥ, πληθυντικὸς ἐμοί σοί οἵ.
πτώσεις πρωτοτύπων μὲν ὀρθῆς ἐγώ σύ ἵ, γενικῆς ἐμοῦ σοῦ οὗ, δοτικῆς ἐμοί σοί οἷ, αἰτιατικῆς ἐμέ σέ ἕ, κλητικῆς σύ· παραγώγων δὲ ἐμός σός ὅς, γενικῆς ἐμοῦ σοῦ οὗ, δοτικῆς ἐμῳ σῳ ῷ, αἰτιατικῆς ἐμόν σόν ὅν.
σχήματα δύο, ἁπλοῦν, σύνθετον· ἁπλοῦν μὲν οἷον ἐμοῦ σοῦ οὗ, σύνθετον δὲ ἐμαυτοῦ σαυτοῦ αὑτοῦ.
εἴδη δέ, ὅτι αἱ μέν εἰσι πρωτότυποι, ὡς ἐγώ σύ ἵ, αἱ δὲ παράγωγοι, ὡς πᾶσαι αἱ κτητικαί, αἳ καὶ διπρόσωποι καλοῦνται. παράγονται δὲ οὗτως· ἀπὸ μὲν ἑνικῶν αἱ ἕνα κτήτορα δηλοῦσαι, ὡς ἀπὸ τοῦ ἐμοῦ ὁ ἐμός· ἀπὸ δὲ δυϊκῶν αἱ δύο, ὡς ἀπὸ τοῦ νῶϊ νωΐτερος· ἀπὸ δὲ πληθυντικῶν αἱ πολλούς, ὡς ἀπὸ τοῦ ἡμεῖς ἡμέτερος.
τῶν δὲ ἀντωνυμιῶν αἱ μέν εἰσιν ἀσύναρθροι, αἱ δὲ σύναρθροι· ἀσύναρθροι μὲν οἷον ἐγώ, σύναρθροι δὲ οἷον ὁ ἐμός.