Τέχνη γραμματική/ΙΔ'
Από Βικιθήκη
| ← Προηγούμενο | Περιεχόμενα | Επόμενο → |
συζυγία ἐστὶν ἀκόλουθος ῥημάτων κλίσις.
- εἰσὶ δὲ συζυγίαι βαρυτόνων μὲν ῥημάτων ἕξ, ὧν
(α´)
ἡ μὲν πρώτη ἐκφέρεται διὰ τοῦ β ἢ +φ+ ἢ π ἢ πτ, οἷον λείβω γράφω τέρπω κόπτω·
(β´)
ἡ δὲ δευτέρα διὰ τοῦ γ ἢ κ ἢ χ ἢ κτ, οἷον λέγω πλέκω τρέχω τίκτω·
(γ´)
ἡ δὲ τρίτη διὰ τοῦ δ ἢ θ ἢ τ, οἷον ἄιδω πλήθο ἀνύτω·
(δ´)
ἡ δὲ τετάρτη διὰ τοῦ ζ ἢ τῶν δύο σσ, οἷον φράζω νύσσω ὀρύσσω·
(ε´)
ἡ δὲ πέμπτη διὰ τῶν τεσσάρων ἀμεταβόλων, λ μ ν ρ, οἷον πάλλω νέμω κρίνω σπείρω·
(ϛ´)
ἡ δὲ ἕκτη διὰ καθαροῦ τοῦ ω, οἷον ἱππεύω πλέω βασιλεύω.
τινὲς δὲ καὶ ἑβδόμην συζυγίαν εἰσάγουσιν διὰ τοῦ ξ καὶ ψ, οἷον ἀλέξω ἕψω. -
- περισπωμένων δὲ ῥημάτων συζυγίαι εἰσὶ τρεῖς, ὧν
(α´)
ἡ μὲν πρώτη ἐκφέρεται ἐπὶ δευτέρου καὶ τρίτου προσώπου διὰ τῆς ει διφθόγγου, οἷον νοῶ νοεῖς νοεῖ·
(β´)
ἡ δὲ δευτέρα διὰ τῆς αι διφθόγγου, προσγραφομένου τοῦ ι, μὴ συνεκφωνουμένου δέ, οἷον βοῶ βοᾶις βοᾶι·
(γ´)
ἡ δὲ τρίτη διὰ τῆς οι διφθόγγου, οἷον χρυσῶ χρυσοῖς χρυσοῖ. -
- τῶν δὲ εἰς μι ληγόντων ῥημάτων συζυγίαι εἰσὶ τέσσαρες, ὧν
(α´)
ἡ μὲν πρώτη ἐκφέρεται ἀπὸ τῆς πρώτης τῶν περισπωμένων, ὡς ἀπὸ τοῦ τιθῶ γέγονε τίθημι·
(β´)
ἡ δὲ δευτέρα ἀπὸ τῆς δευτέρας, ὡς ἀπὸ τοῦ ἱστῶ γέγονεν ἵστημι·
(γ´)
ἡ δὲ τρίτη ἀπὸ τῆς τρίτης, ὡς ἀπὸ τοῦ διδῶ γέγονε δίδωμι·
(δ´)
ἡ δὲ τετάρτη ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων, ὡς ἀπὸ τοῦ πηγνύω γέγονε πήγνυμι.