Τέχνη γραμματική/Ι'

Από Βικιθήκη

Μετάβαση σε: πλοήγηση, αναζήτηση


Περὶ κοινῆς συλλαβῆς



← Προηγούμενο Περιεχόμενα Επόμενο →

κοινὴ συλλαβὴ γίνεται κατὰ τρόπους τρεῖς·

(α´)

ἤτοι ὅτ᾽ ἂν εἰς φωνῆεν μακρὸν λήγῃ καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φωνήεντος ἀρχομένην, οἷον

«οὔ τί μοι αἰτίη ἐσσί· θεοί νύ μοι αἴτιοί εἰσιν» (Γ 164)·

(β´)

ἢ ὅτ᾽ ἂν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο σύμφωνα, ὧν τὸ μὲν δεύτερον ἀμετάβολον, τὸ δὲ ἡγούμενον καθ᾽ ἓν ἄφωνόν ἐστιν, οἷον

«Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ» (Τ 287)·

(γ´)

ἢ ὅτ᾽ ἂν βραχεῖα οὖσα καταπεραιοῖ εἰς μέρος λόγου καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ φωνήεντος ἀρχομένην, οἷον

«Νέστορα δ᾽ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης» (Ξ 1).