Τέχνη γραμματική/Η'

Από Βικιθήκη

Μετάβαση σε: πλοήγηση, αναζήτηση


Περὶ μακρᾶς συλλαβῆς



← Προηγούμενο Περιεχόμενα Επόμενο →


μακρὰ συλλαβὴ γίνεται κατὰ τρόπους ὀκτώ, φύσει μὲν τρεῖς, θέσει δὲ πέντε.

καὶ φύσει μὲν

(α´)

ἤτοι ὅτ᾽ ἂν διὰ τῶν μακρῶν στοιχείων ἐκφέρηται, οἷον ἥρως·

(β´)

ἢ ὅτ᾽ ἂν ἔχῃ ἕν τι τῶν διχρόνων κατ᾽ ἔκτασιν παραλαμβανόμενον, οἷον Ἄρης·

(γ´)

ἢ ὅτ᾽ ἂν ἔχῃ μίαν τῶν διφθόγγων, οἷον Αἴας.

θέσει δὲ

(α´)

ἤτοι ὅτ᾽ ἂν εἰς δύο σύμφωνα λήγῃ, οἷον ἅλς·

(β´)

ἢ ὅτ᾽ ἂν βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι ἐπιφέρηται δύο σύμφωνα, οἷον ἀγρός·

(γ´)

ἢ ὅτ᾽ ἂν εἰς ἁπλοῦν σύμφωνον λήγῃ καὶ τὴν ἑξῆς ἔχῃ ἀπὸ συμφώνου ἀρχομένην, οἷον ἔργον·

(δ´)

ἢ ὅτ᾽ ἂν διπλοῦν σύμφωνον ἐπιφέρηται, οἷον ἔξω·

(ε´)

ἢ ὅτ᾽ ἂν διπλοῦν σύμφωνον λήγῃ, οἷον Ἄραψ.