Τέχνη γραμματική/Α'
Από Βικιθήκη
| Περιεχόμενα | Επόμενο → |
γραμματική ἐστιν ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν ὡς ἐπὶ τὸ πολὺ λεγομένων.
- μέρη δὲ αὐτῆς ἐστιν ἕξ·
- πρῶτον ἀνάγνωσις ἐντριβὴς κατὰ προσῳδίαν,
- δεύτερον ἐξήγησις κατὰ τοὺς ἐνυπάρχοντας ποιητικοὺς τρόπους,
- τρίτον γλωσσῶν τε καὶ ἱστοριῶν πρόχειρος ἀπόδοσις,
- τέταρτον ἐτυμολογίας εὕρεσις,
- πέμπτον ἀναλογίας ἐκλογισμός,
- ἕκτον κρίσις ποιημάτων, ὃ δὲ κάλλιστόν ἐστι πάντων τῶν ἐν τῇ τέχνῃ.