Συγγραφέας:Σιμίας ο Ρόδιος

Από Βικιθήκη
Συγγραφείς: Σιμίας ο Ρόδιος
(άκμασε περί το 300 π.Χ.)
Δείτε επίσης βιογραφία.


VII 60 Σιμία[Επεξεργασία]

Σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ ἐνθάδε δὴ κεῖται θεῖος Ἀριστοκλέης·
εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον τοῦτον ἔχει πλεῖστον καὶ φθόνος οὐχ ἕπεται.

VII 647 Σιμωνίδου οι δε Σιμίου[Επεξεργασία]

Ὕστατα δὴ τάδ' ἔειπε φίλαν ποτὶ ματέρα Γοργὼ δακρυόεσσα δέρας χερσὶν ἐφαπτομένα·
«Αὖθι μένοις παρὰ πατρί, τέκοις δ' ἐπὶ λῴονι μοίρᾳ ἄλλαν σῷ πολιῷ γήραϊ καδεμόνα.»