Ορφικοί ύμνοι/Σιληνού Σατύρου Βακχών

Από Βικιθήκη
(Ανακατεύθυνση από Σιληνού Σατύρου)
Ὀρφικοὶ ὕμνοι
Σιληνοῦ Σατύρου Βακχῶν, θυμίαμα μάνναν


Κλῦθί μευ, ὦ πολύσεμνε τροφός, Βάκχοιο τιθηνέ,
Σιληνῶν ὄχ’ ἄριστε, τετιμένε πᾶσι θεοῖσι
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ τριετηρίσιν ὥραις,
ἁγνοτελές, γεραρός, θιάσου νομίου τελετάρχα,
εὐαστής, φιλάγρυπνε σὺν εὐζώνοισι τιθήναις, 5
Ναΐσι καὶ Βάκχαις ἡγούμενε κισσοφόροισι·
δεῦρ’ ἐπὶ πάνθειον τελετὴν Σατύροις ἅμα πᾶσι
θηροτύποις, εὔασμα διδοὺς Βακχείου ἄνακτος,
σὺν Βάκχαις λήναια τελεσφόρα σεμνὰ προπέμπων,
ὄργια νυκτιφαῆ τελεταῖς ἁγίαις ἀναφαίνων, 10
εὐάζων, φιλόθυρσε, γαληνιόων θιάσοισιν.