Ορφικοί ύμνοι/Σεμέλης

Από Βικιθήκη
(Ανακατεύθυνση από Σεμέλης)
Ὀρφικοὶ ὕμνοι
Σεμέλης, θυμίαμα στύρακα


Κικλήσκω κούρην Καδμηίδα παμβασίλειαν,
εὐειδῆ Σεμέλην, ἐρατοπλόκαμον, βαθύκολπον,
μητέρα θυρσοφόροιο Διωνύσου πολυγηθοῦς,
ἣ μεγάλας ὠδῖνας ἐλάσσατο πυρφόρῳ αὐγῇ
ἀστραπίοιο τεκοῦσα Διὸς βολίσι Κρονίοιο· 5
τιμὰς τευξαμένη παρ’ ἀγαυῆς Φερσεφονείης
ἐν θνητοῖσι βροτοῖσιν ἀνὰ τριετηρίδας ὥρας,
ἡνίκα σοῦ Βάκχου γονίμην ὠδῖνα τελῶσιν
εὐίερόν τε τράπεζαν ἰδὲ μυστήριά θ’ ἁγνά.
νῦν σέ, θεά, λίτομαι, κούρη Καδμηίς, ἄνασσα, 10
πρηύνοον καλέων αἰεὶ μύσταισιν ὑπάρχειν.