Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/91

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΛΛΕΚΙΒΙΑΔῊΣ ὑι

ἀρίστους, οἵ εἴ τι δέοι ὑπηρετοῖεν ἄν σοι, τούτων δὲ τοὺς πιρρὸς μητρὸς οὐδὲν χείρους οὐδ᾽ ἐλάττους" συμπάντων δὲ ὧν εἶπον μείζω οἴει σοι δύναμιν ὑπάρχειν Περικλέα τὸν ΞΞανθίππου, ὃν ὃ πατὴρ ἐπίτροτον κατέλιπε σοί τε καὶ τῷ ἀδελφῷ" ὃς οὐ μόνον ἐν τῇδε τῇ πόλει δύναται πράττειν ὅ τι ἂν βούληται, ἄλλ᾽ ἐν πάσῃ τῇ Ελλάδι καὶ τῶν βαρθάρων ἐν πολλοῖς καὶ μεγάλοις γένεσιν. Προσθήσω δὲ καὶ ὅτι τῶν τιλουσίων᾽ δοκεῖς δέ μοι ἐπὶ τούτῳ ἥκιστα μέγα φρονεῖν. Κατὰ πάντα δὴ ταῦτα σύ τε μεγαλαυχούμενος κεκράτηκας τῶν ἐραστῶν ἐκεῖνοί τε ὑποδεέστεροι ὄντες ἐκρατήθησαν, καί σε ταῦτ᾽ οὐ λέληθεν᾽ ὅθεν δὴ εὖ οἶδα ὅτι θαυμάζεις τί διανοούμενός ποτε οὐκ ἀπαλλάττομαι τοῦ ἔρωτος, καὶ ἥντιν᾽ ἔχων ἐλπίδα ὑπομένω τῶν ἄλλων πεφευγότων.

ΑΛΚΙΒΙΑΔΗΣ. Καὶ ἴσως γε, ὦ Σώκρατες, οὐκ οἶσθ᾽ ὅπι σμικρόν με ἔφθης: ἐγὼ γάρ τοι ἐν νῷ εἶχον τιρότερός σοι προσ- ελθὼν αὐτὰ ταῦτ᾽ ἐρέσθαι, τί ποτε βούλει καὶ εἰς τίνα ἐλπίδα βλέπων ἐνοχλεῖς με, ἀεὶ ὅπου ἂν ὦ ἐπιμελέστατα παρῶν᾽ τῷ ὄντι γὰρ θαυμάζω ὅ τί τπιοτ᾽ ἐστὶ τὸ σὸν πρᾶγμα, καὶ ἥδιστ᾽ ἂν πυθοίμην.

ΣΩ. ᾿Ακούσῃ μὲν ἄρα μου, ὡς τὸ εἶκός, προθύμως, εἴπερ, ὡς φής, ἐπιθυμεῖς εἰδέναι τί διανοοῦμαι, καὶ ὡς ἀκουσο- μένῳ καὶ περιμενοῦντι λέγω.

ΑΛ. Πάνυ μὲν οὖν: ἀλλὰ λέγε.

ΣΩ. Ὅρα δῆ᾽ οὐ γάρ τοι εἴη ἂν θαυμαστὸν εἶ, ὥσπερ μόγις ἠρξάμην, οὕτω καὶ μόγις παυσαίμην.

ΑΛ. ᾿ΩὩγαθέ. λέγε" ἀκούσομαι γάρ.

ΣΩ. Λεκτέον ἂν εἴη. Χαλετιὼὸὸν μὲν οὖν πρὸς ἄνδρα οὐχ ἥττονα ἐραστῶν προσφέρεσθαι ἐραστῇ, ὅμως δὲ τολμητέον φράσαι τὴν ἐμὴν διάνοιαν" ἐγὼ γάρ, ὦ ᾿Αλκιβιάδη, εἰ μέν σε ἑώρων ἃ νυνδὴ διῆλθον ἀγαπῶντά τε καὶ οἰόμενον δεῖν ἐν

104 ο ἃ μέγα φρονεῖν Β : μεγαλοφρονεῖν 7 [[ ἃ ἃ αὐτὰ ταῦτ᾽ Βὶ : ταὐτὰ ταῦτ᾽ Τ] ἃ 7 φής Τ : ἔφης Β ||} εἰδέναι Ῥτοοῖι : εἰδέγα: χαὶ ἀχοῦσα: Β εἰδένα: ἀχοῦσαι Τ [|6 7 διῆλθον Β : διήλθοιλεν Ὑ΄. �