Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/51

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.


ἔδοξεν ἀτοπώτατον καὶ σοφίας πλείστης ἐπίδειγμα, ἐπειδὴ τὴν ζώνην ἔφησθα τοῦ χιτωνίσκου, ἣν εἶχες, εἶναι μὲν οἷαι αἱ Περσικαὶ τῶν πολυτελῶν, ταύτην δὲ αὐτὸς πλέξαι: πρὸς δὲ τούτοις ποιήματα ἔχων ἐλθεῖν, καὶ ἔπη καὶ τραγῳδίας [368d] καὶ διθυράμβους, καὶ καταλογάδην πολλοὺς λόγους καὶ παντοδαποὺς συγκειμένους: καὶ περὶ τῶν τεχνῶν δὴ ὧν ἄρτι ἐγὼ ἔλεγον ἐπιστήμων ἀφικέσθαι διαφερόντως τῶν ἄλλων, καὶ περὶ ῥυθμῶν καὶ ἁρμονιῶν καὶ γραμμάτων ὀρθότητος, καὶ ἄλλα ἔτι πρὸς τούτοις πάνυ πολλά, ὡς ἐγὼ δοκῶ μνημονεύειν: καίτοι τό γε μνημονικὸν ἐπελαθόμην σου, ὡς ἔοικε, τέχνημα, ἐν ᾧ σὺ οἴει λαμπρότατος εἶναι: οἶμαι δὲ καὶ [368e] ἄλλα πάμπολλα ἐπιλελῆσθαι. ἀλλ᾽ ὅπερ ἐγὼ λέγω, καὶ εἰς τὰς σαυτοῦ τέχνας βλέψαςἱκαναὶ δέκαὶ εἰς τὰς τῶν ἄλλων εἰπέ μοι, ἐάν που εὕρῃς ἐκ τῶν ὡμολογημένων ἐμοί τε καὶ σοί, ὅπου ἐστὶν ὁ μὲν ἀληθής, ὁ δὲ ψευδής, χωρὶς καὶ οὐχ ὁ αὐτός; ἐν ᾗτινι βούλει σοφίᾳ τοῦτο σκέψαι ἢ πανουργίᾳ [369a] ἢ ὁτιοῦν χαίρεις ὀνομάζων: ἀλλ᾽ οὐχ εὑρήσεις, ὦ ἑταῖρε οὐ γὰρ ἔστινἐπεὶ σὺ εἰπέ.

Ἱππίας: ἀλλ᾽ οὐκ ἔχω, ὦ Σώκρατες, νῦν γε οὕτως.

Σωκράτης: οὐδέ γε ἕξεις, ὡς ἐγὼ οἶμαι: εἰ δ᾽ ἐγὼ ἀληθῆ λέγω, μέμνησαι ὃ ἡμῖν συμβαίνει ἐκ τοῦ λόγου, ὦ Ἱππία.

Ἱππίας: οὐ πάνυ τι ἐννοῶ, ὦ Σώκρατες, ὃ λέγεις.

Σωκράτης: νυνὶ γὰρ ἴσως οὐ χρῇ τῷ μνημονικῷ τεχνήματι δῆλον γὰρ ὅτι οὐκ οἴει δεῖνἀλλὰ ἐγώ σε ὑπομνήσω. οἶσθα ὅτι τὸν μὲν Ἀχιλλέα ἔφησθα ἀληθῆ εἶναι, τὸν δὲ Ὀδυσσέα [369b] ψευδῆ καὶ πολύτροπον;

Ἱππίας: ναί.

Σωκράτης:

νῦν οὖν αἰσθάνῃ ὅτι ἀναπέφανται ὁ αὐτὸς ὢν ψευδής τε καὶ ἀληθής, ὥστε εἰ ψευδὴς ὁ Ὀδυσσεὺς ἦν, καὶ ἀληθὴς γίγνεται, καὶ εἰ ἀληθὴς ὁ Ἀχιλλεύς, καὶ ψευδής, καὶ οὐ διάφοροι ἀλλήλων οἱ ἄνδρες οὐδ᾽ ἐναντίοι, ἀλλ᾽ ὅμοιοι;